Δ
Περὶ λόγου σχημάτων.
ἀποδεικτικά, προσήκει ταῦτα στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι, ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἤτοι παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνεσθαι καὶ ἀκμαίως· τὰ γὰρ ἐνθυμήματα πάντα στρογγύλως κατὰ
τὴν σύγκρισιν ἐκφερόμενα δριμύτητος δόξαν πλείονα ἀποφέρεται, ἢ εἴ τις αὐτὰ ἁπλῶσαι θελήσειε τῷ λόγῳ. καίτοι καὶ τούτῳ τῷ σχήματι ὁ Δημοσθένης ἐκαλλωπίσατο πολλάκις, ὡς ἐν τοῖς βιβλίοις εὑρίσκομεν· ὡς ἐκεῖνο ἐν τῷ Περὶ τοῦ στεφάνου τὑμεῖς τοίνυν, ὦ 3
νδρες Ἀθηναῖοι, Δακεδαιμονίων γῆς καὶ θαλάττηςρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Κῦβοιαν, Τάναγραν, τὴν Βοιωτίαν 4 ἄπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνάς, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης,
ἐξήλθετε εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς ἔόρινθον, τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις 5 τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλʼ οὐκ ἐποίουν ταῦτα, οὐδʼ ἐγγύς τούτων. καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνα ἑώρων· ἀλλʼ οὐ διὰ ταῦτα προῖεντο τοὺς καταφεύγοντας ἐπʼ αὐτούς, ἀλλʼ ὑπὲρ εὐδοξίας
καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι». καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἐπιχείρημα ἦν ‘καλὸν τὸ μὴ μνησικακεῖν τοῖς ἀδικήσασιν, ἐὰν κινδυνεύωσινʼ, ἡ ἐργασία δὲ αὐτοῦ οὐδὲ γὰρ Θηβαίοις οὐδὲ Κορινθίοις ἐμνησικακήσατε, ἀλλὰ κἀκείνοις
ἐβοηθήσατεʹ. τὸ δὲ ἐνθύμημα καίτοι Δακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ φοβερῶν ὑμῖν ὄντων 6 τῶν πραγμάτωνʼ, ἔλαθε δὲ ἁπλώσας αὐτὸ ἀπὸ τοῦ καὶ τὴν τάξιν ὑπαλλάξαι· δεινὸς γὰρ ἀεὶ σοφίσασθαι τὰς τέχνας καὶ ἀποκρύπτειν ὁ ῥήτωρ, καὶ ἄλλοτε μὲν ἄλλως
ἐποίει, τῇ τάξει δὲ ἐνταῦθα· ὅθεν καὶ τολμήσας ἁπλῶσαι τὸν λόγον τοῦ νθυμήματος, εἰτα προσελθὼον τῇ ἐργασίᾳ καὶ πάλιν ἀναγκασθεὶς ἐκ τῆς τέχνης μνησθῆναι τοῦ ἐνθυμήματος τῷ νῷ συνέστρεψεν αὐτὸ τῷ εἰπεῖν τκαίτοι τότε ταῦτα ἀμιφότερα οὔθʼ ὑπὲρ εὐεργετῶν
ἐποίουν οὔτʼ ἀκίνδυνα ἐώρων» καὶ προσήγαγε τὴν ἐπίτασιν τῷ ἐπιχειρήματι· τὸ δὲ εοὐδὲ ἀκίνδυνα ἑώρων τὸ ἐνθύμημά ἐστιν, ὅ φθάσας ἥπλωσεν ἤδη.
Περὶ ἀντιθέτου.
ὑποκείμενον νοῦν τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι
εἰς τὸ ὑποκείμενον· οἷον ‘ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε’, τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν’, εἶτα καταβαίνει εἰς τὸ ἴδιον ‘ἐπειδὴ δὲ ἡμέρα ἐστί, ποιῆσαι προσήκει’. οἷον καὶ ἐν τοῖς προβλήμασι
‘δεῖ καινοτομεῖν· πόλεμος γάρ ἐστι’, τοῦτο τὸ 9 κατὰ φύσιν· τὸ δὲ ἀντικείμενον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν πόλεμος ἀλλ᾿ εἰρήνη καὶ ἡσυχία, ἔδει μὴ καινοτομεῖν’.
τῇ ἑρμηνείᾳ περιόδου τάξιν ἐπέχει, οἷον ‘εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμιᾶς καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι 10 καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρακινεῖν μηδὲ ἓν μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπεὶ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι καὶ ἐφέστηκε
τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύσιν, ἀφʼ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλὰ καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ καινότερον βίον;’ τοῦτο ἐκταθὲν τοῖς κώλοις ἐγένετομα,
δύναται δὲ συστραφὲν εὐρύθμως γενέσθαι περίοδος, οἷον ‘ἃ γὰρ ἐφυλαξάμεθα ἂν ποιεῖν εἰκότως εἰρήνης ὑπαρχούσης, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότοςʼ. — Καὶ οὔτε ἰσχυρότερον οὔτε ἀναγκαιότερον εὑρίσκεται σχῆμα τοῦ ἀντιθέτου παρὰ τοῖς ἀρχαίοις 11 ῥᾳδίως οὐδέν. καίτοι γε παντὸς ἀντιθέτου τῆς
μιᾶς προτάσεως περιττῆς οὔσης τῇ ἀληθείᾳ τοῖς ἀκούουσιν ὅμως τὸ λεγόμενον οὐκ ἔξω τοῦ εἰκότος δοκεῖ 12 λέγεσθαι, ποιεῖ δὲ αὐτὸ δοκεῖν ἀναγκαῖον εἶναι ἡ τοῦ κατὰ φύσιν προσδοκία· ἐν ᾧ γὰρ τὴν πρότασιν ὁ ῥήτωρ
λέγει τοῦ ἀντιθέτου, ἐν τούτῳ τὸ κατὰ φύσιν ἤδη τοῖς ἀκούουσι νοεῖται τῷ τῆς ἀποδόσεως νοήματι. — Τὸ δὲ σχῆμα οὕτως ἐστὶν ἀξιέραστον, ὡς μὴ περίοδον 13 14 ποιεῖν μόνον καὶ πνεῦμα, ἀλλὰ καὶ καθάπαξ πάντα νοῦν κοσμεῖν. κοσμεῖ δὲ καὶ προοίμιον πολλάκις, εἴ τις τούτῳ τῷ σχήματι τὸ προοίμιον ἐξενέγκοι, ὡς ὁ Δημοσθένης «εἰ μὲν περὶ καινοῦ τινος πράγματος
προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν »· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν», τὸ δὲ ἀντίθετον ‘εἰ μὲν περὶ καινοῦ τινος
πράγματος προὐτίθετο λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωοροῦντα πρῶτον εἰπεῖνʼ.
λόγου, τὸ δὲ ἐναντίον δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη οἷον «οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅπασι καὶ μηδένα καιρὸν μηδʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων περιγίνεται»· τοῦτο γάρ, εἰ μὲν ἀντίθετον 15
ἐβούλετο ποιῆσαι, οὕτως ἂν μετεχειρίσατο ‘εῖ μὲν γὰρ μήτε πονῶν μήτε παρὼν τοῖς πράγμασι περιἐγένετο 16 ἡμῶν, θαυμαστὸν ἦνʼ. τὸ γὰρ ἀντίθετον ταύτην ἔχει τὴν δύναμιν τοῦ λέγειν ‘εἰ μὲν γὰρ μὴ 17 ἐγίγνετο, ὃ ἐγίγνετοʼ· τὸ δὲ ἐναντίον ἀναστρέφει τὸ πρᾶγμα ἀπὸ τῶν δρώντων εἰς τοὺς πάσχοντας καὶ ἀπὸ τῶν πασχόντων εἰς τοὺς δρῶντας, ὃ πεποίηκεν ἐνταῦθα
ὁ ῥήτωρ «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ἃ δεῖ ποιοῦντος περιῆμεν»· πολὺ γὰρ διενήνοχε λέγειν ὅτι θαυμαστὸν ἦν, εἰ Φίλιππος μὴ πονῶν ἡμῶν περιῆνʼ, ὅ τοῦ ἀντιθέτου ἐστὶν ἰσχύς, ἢ λέγειν
πάλιν ‘εἰ μηδὲν ποιοῦντες ἡμεῖς Φιλίππου περιῆμενʼ, ὅ ἐστιν ἐνάργεια τοῦ ἐναντίου. Καὶ περὶ μὲν ἀντιθέτου τοσαῦτα εἰρήσθω.
Περὶ περιόδου.
αὐτὸ παραδοῦναι, ἀλλὰ πολλοῖς καὶ ποικίλοις, ἃ παρὰ τῶν ἀρχαίων λαμβάνοντες ἐν τηρήσει πεποιήκαμεν. ἔστι μὲν οὖν περίοδος κυρίως ἡ τοῦ ὅλου ἐπιχειρήματος ἀναγκαστικὴ σύνοδος καὶ κλεὶς τρόπον τινά, καὶ ἀληθινὴ περίοδος τοῦτό ἐστιν ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα
18 καὶ συνάγουσα, ὡς τό γε ἑτέρωθι λέγειν περιοδικῶς ἐστι λέγειν, οὐ περίοδον ποιεῖν, ἀλλὰ ἑρμηνεύειν περιοδικῶς καὶ σχῆμα περιόδου λαμβάνειν. ἡ δὲ ἀληθινὴ περίοδος οὐ τῷ σχήματι μόνον ἀλλὰ καὶ τῷ νῷ συνάγει 19 τὸ ἐπιχείρημα, ὃ τινὲς καὶ ἐνθύμημα καλοῦσιν· οὐ πᾶσα δὲ δύναιτʼ ἂν ἐνθυμηματικὴ περίοδος εἶναι, εἰ μὴ καὶ γνωμικὴ ἡ τὸ καθόλου εἰς τὸ ἴδιον κατάγουσα καὶ τὸ ἴδιον εἰς τὸ καθόλου ἀνάγουσα.
κατὰ τὴν ὀνομιαστικήν· κατὰ δὲ τὴν γενικὴν «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν· καὶ κατὰ τὴν δοτικὴν «οῖς γὰρ οὖσιν ἡμετέροις ἔχει χρῆσθαι, τούτοις πάντα
τὰ ἄλλα ἀσφαλῶς κέκτηται· κατὰ δὲ τὴν αἰτιατικὴν «εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβούμεθα; τὸ γὰρ κλητικὸν σχῆμα πνεύματός ἐστι μέρος ἀποστροφὴν ἐργαζόμενον καὶ καταδρομὴν «εἶτα, ὦ — 21
τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» καὶ πάλιν «ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν οὐ φήσεις ἔχειν, ὅ τι εἴπῃς.»
ἐν ταῖς μεταποιήσεσιν, ἵνα τὸ ἐν τῇ προτάσει εἰρημένον ἐν τῇ ἀποδόσει λείπῃ μὲν μὴ λεγόμενον, φαίνηται δὲ ὡς λεγόμενον, ὡς καὶ ἐνταῦθα τὸ ἀφείλετο ἐν τῇ προτάσει λέλεκται, ἐν δὲ τῇ ἀποδόσει συνυπακούεται.
λέγωμεν «εἶθʼ, ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθ ὑμῶν τινες ἐνθάδε ποιοῦσιν;» κἀκεῖ πάλιν «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, 23 ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» γίνεται 24 δὲ καὶ ἐκ συμπλοκῆς δύο ἀδικημάτων οἶον «νῦν δέ,
ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δʼεἰποῦσι τἀληθῆ, ψευδόμενος». Καθόλου δὲ περὶ σχήματος περιόδου λεκτέον. περίοδός ἐστι σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ἐν ἑρμηνείας ῥυθμιῷ συντόμως ἀπηρτισμένον, τὰ δὲ ἐν
αὐτῇ συντόμως ὑπερβατὰ καλῶς σχηματίζει τὰς περιόδους· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην», ἔστι γὰρ τὸ ἐξῆς ‘ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ληφθείην ἐγώ’.
25 ἢ συντομωτέραν ἐν τῇ ἀποδόσει· ἀτονία δὲ ῥήτορος τὴν ἀπόδοσιν τῆς περιόδου μακροτέραν ποιῆσαι τῆς προτάσεως. καὶ καθάπαξ εἴ τις ἐκλεξάμενος τὰ παρὰ τῶν ἀρχαίων σχήματα τῶν περιόδων μιμοῖτο, ἐν ταῖς μεταποιήσεσι
πλῆθος ἂν εὕροι περιόδων. καὶ γὰρ τὸ ἐκ παραβολῆς σχῆμα ἄριστον «ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ ἔγραψας ἄν, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει». καὶ διαπορητικῶς ἔστι περιοδεῦσαι, ἂν ἄρξηταί τις, ὡς ὁ Δημοσθένης ἐν τῷ
Κατὰ Τιμοκράτους· ‘διὰ τί ἄρα, νὴ Δία, διὰ τί τοῦτο 26 οὐχὶ καλῶς ἔχειν δόξαι τισὶ τὸ ψήφισμα; πότερον, ὅτι παρὰ τοὺς νόμους; καὶ μὴν μόνον ἐστὶ κατὰ τοὺς νόμους. ἀλλʼ ὅτι τάξεως λύσις; καὶ μὴν τοῦτο, ὡς οὐκ ἄλλο, θεμέλιος εὐταξίας. ἀλλ ὅτι τόδεʼ καὶ ἀποδώσεις
αὐτό. γίνεται δέ, ὅταν καὶ δύο καὶ τρία νοήματα ἔχῃς, οἷον εἴ τις ἐκείνην θελήσειε μεταποιῆσαι τὴν περίοδον, περιοδικὴν μᾶλλον οὖσαν ἢ περίοδον, «τνῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων 27 ἀπολώλεκεν οὗτος, ἃ δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος»,
καὶ πάλιν διὰ τί γὰρ ἄν, νὴ Δία, διὰ τί φείσαιτό τις Αἰσχίνου; πότερον ὅτι τὴν ἔξοδον ἐπετάχυνε; καὶ μὴν πλεῖν ἔδει καὶ μὴ βαδίζειν. ἀλλ ὅτι τἀληθῆ πρὸς ὑμᾶς ἔφησε; καὶ μὴν ψευσάμενος πάντα ἀπολώλεκεν. — Ἡ δὲ τῆς μεταποιήσεως ἀρετὴ τοῦ ὑποτεθέντος 28 νοήμιατος πᾶν σχῆμα οὕτως ἐφαρμόσαι δύναται· ὃ μᾶλλον ἐκπλήττει γινόμενον ἐξ αὐτοσχεδίου ἢ γραφῇ παραδιδόμενον.
καὶ τετράκωλος ἡ ἐκ τεττάρων. κῶλον δέ ἐστιν ἡ ἀπηρτισμένη διάνοια. ἡ μὲν γὰρ μονόκωλος ἐκείνη, ἐπειδὴ κρέμαται ἡ διάνοια αὐτῆς μέχρι τοῦ τέλους τῷ ὑπερβατῷ 29 οὕτω σχηματισθεῖσα σχοινοτενῶς διείληπται «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτ ἄν, εἰ δύναιτʼ
ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε; δίκωλος δὲ ἐκείνη ἡ προτάσεως μονοκώλου κειμένης ἀπόδοσιν ἀπαιτοῦσα μονόκωλον· μάλιστα δὲ αἰ γνωμικαὶ πάσχουσιν αὐτό· ἔστι δὲ γνωμικὴ περίοδος αὕτη «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶςνεῖν
τοῖς ἀνοήτοις γίνεται». τρίκωλος δὲ ἐκείνη, ὅταν δύο κώλων διαφόρων προταθέντων ἀρκῇ μονόκωλος ἑκατέροις ἀπόδοσις, οἷον «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν», μέχρι τούτου ἡ πρότασις, εἶτα
ἐπήρκεσεν ἑκατέροις τοῖς κώλοις ἡ ἀπόδοσις μονόκωλος «τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν». 30 τετράκωλος δὲ ἐκείνη ἡ ἐν τῇ πρώτῃ προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα καὶ ἐν τῇ δευτέρq προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, 31 ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι
δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». τῆς τετρακώλου 32 δὲ ταύτης καὶ ἡ χρεία καλλίστη ἐν ταῖς μεταποιήσεσιν, ὅτι καὶ δύναται στρέφοεσθαι· τετράκις γὰρ μετασχηματιζομένη ἐκ τῶν προτάσεων καὶ τῶν ἀποδόσεων
ἀλύπως δύναται λεχθῆναι τετράκις· εἰ δὲ δεῖ καὶ χιασθῆναι αὐτήν, τότε δὴ τότε δύναιτο ἄν τις αὐτὴν ἐκ τῆς τῶν νοημάτων ἀνάγκης καὶ πλεονάκις στρέφειν· οὐ πᾶσα δὲ χιασθῆναι δύναται τετράγωνος περίοδος. ἔστω δὲ πρῶτον αὕτη ἡ πολλάκις μὲν ἀναστρεφομένη,
μηδὲ ἅπαξ δὲ χιαζομένη, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». δύναται δὲ αὕτη ἀθρόως ἀναστραφεῖσα καὶ ἄλλως γενέσθαι· ἡ γὰρ δευτέρα πρότασις
καὶ ἀπόδοσις γίνονται πρῶται οἷον ‘ἐν μὲν γὰρ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἀφείλετο, ἐν δὲ τῷ γράψαι 33 μηδένα εἶναι ἀτελῆ τὴν ἀτέλειαν τοὺς ἔχονταςʼ· ἢ τὰς δύο προτάσεις ἐκλαβὼν συντίθημι ‘ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν 34 ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναιʼ· ἢ τὰς ἀποδόσεις
ποιῶ προτάσεις ‘καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἐν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμῖν᾿ . — Καὶ αὕτη ἐστὶ καὶ οὕτως γίνεται ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ
χιαζομένη. ἐκείνη δὲ ἡ παρὰ τῷ Δημοσθένει καὶ χιασθῆναι δύναται τὸ «μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δὲ, Ἀθηωαῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα 35 αἰσχύνην ὠφλήκατε», καὶ μυριάκις ἔστι μεταποιεῖν τὴν
ἀναδεχομένην τοῦτο τὸ σχῆμα. πῶς δὲ ἀναδέχεται τὸν χιασμόν; ὅταν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἀμφότεραι ἁρμόζωσιν αἱ ἀποδόσεις καὶ ἐναλλάξ, οἷον «δ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν
πεποίηκε τὴν ἑαυτοῦ, τοῦτο ἡ πρότασις, ἁρμόζει δὲ αὐτῇ ἐκατέρα ἀπόδοσις, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ 36 θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται» εἴτε βούλοιτο λέγειν «τοσούτῳ πλείονα ὑμεῖς αἰσχύνην ὠφλήκατε»· καὶ πάλιν «ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασιν ἡ πρότασις ἡ
δευτέρα πρὸς ἀμφότερα ἁρμόσει, εἴτε βούλοιτό τις 37 λέγειν «τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε» εἴτε βούλοιτο λέγειν «τοσούτῳ θαυμιαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται. καὶ ὅλως ἄπειρος ὁ περὶ τούτου λόγος.
Περὶ πκεύμιατος.
πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος.
ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον, τὸ δὲ 38 ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ τριμέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταμένον. ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς 39 περινενόηται ἤδη. τὸ δὲ ὑπὲρτὸ ἡρωικὸν σχοινοτενὲς κέκληται, χρήσιμον προοιμίοις μάλιστα καὶ ταῖς τῶν προοιμίων
περιβολαῖς. οἳ δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, 40 τὸ δὲ ὑποκάτω κόμμια. ταῦτα μὲν οὖν κῶλά ἐστιν «ἀλλ᾿ δ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν», εἶτα ἐπιφέρει κόμματα «τκαὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων
Πορθμόν», εἶτα διαδέχεται καὶ κῶλον πάλιν «τκαὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον», εἶτα κόμμα πάλιν «έν δʼ Ἐρετρίᾳ Κλείταρχον» ἢ κῶλον ἐπῳδῷ ἴσον. καὶ διόλου τὸ πνεῦμα τούτοις συνέχεται — οὔτε γὰρ ἀριθμῷ οὔτε ἔξει ὑποπίπτει, ἀλλὰ τὸ παρατυχὸν
λέγεται —, δἰ ἄλλων μέντοι οὐ γίνεται. — Ἰστέον δέ, ὅτι καὶ ἀπὸ τῶν πέντε συλλαβῶν, ὡς ἔφαμεν, καὶ τεττάρων δέ γε καὶ ἡττόνων συνίσταται τὸ κόμμα· εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔστι — κόμμα δέ ἐστι σύνθεσις διανοίας μικροτέρα
κώλου — · ἐπεὶ τὸ πνεῦμα αὐτὸ μετʼ ὀλίγον καὶ 41 εἰς τοιαῦτα καταλήξει κόμματα, ὅταν λέγῃ «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ; καὶ γὰρ αἱ ἐπὶ τέλει δύο συλλαβαὶ «ἢ οὔ» κόμμα ἐστίν, ἐρωτῶντος ὁλοκλήρως ἀνθρώπου τὴν
διάνοιαν.
τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσία βαδίζοντες 43 ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκεύαζεν ἐκεῖνος, ἐπολεμοῦντο.
εἰ δὲ μὴ ἡσθάνοντο, ἕτερος οὗτος λόγος, οὐ πρὸς ἐμέ», τοῦτο γὰρ σύμπαν ἑνός ἐστι νοήματος ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευεν· ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθʼ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, ὡς
ἐν ἐκείνῳ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πράγματι 44 καὶ κῶλον. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο εἶδος πνεύματος.
καὶ συντίθεται μάλιστα καὶ εὔτονον γίνεται τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, καὶ πάσχει δέ
γε κοσμούμενον ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ παράδειγμα οὐκ ἔθηκα· οὐδὲν γὰρ ἔστιν, ὅ τι μὴ οὕτως ἔχει.
ὅθεν βούλει σοι τὸ πνεῦμα λαβόντι καὶ λέγοντι μόνον ἐπιμεῖναι, ὅτῳ δʼ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς. μετρίως δὲ ἀπὸ τῶν παραδειγμάτων τὰς τηρήσεις ἀναγκαῖον ἐκθεῖναι. ἔστι γὰρ αὐτῶν τὸ μὲν ἀποφαντικὸν κατὰ τὴν ὀρθὴν πτῶσιν οἷον «ἀλλʼ ὁ τὴν Εὔβοιαννος
σφετεριζόμενος»· ἀπὸ γὰρ τοῦ σφετεριζόμενος ἡ ἐπιμονὴ γενομένη τὸ σχῆμα προήγαγεν. — Ἔστι καὶ κατʼ ἐρώτησιν, ἐάν τις λέγῃ ‘τίς γὰρ ὁ τὴν Κὔβοιαν ἐκεῖνος σφετεριζόμενος; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τίς ὁ κατασκευάζων ἐπιτείχισμα
ἐπὶ τὴν Ἀττικήν;ʼ καὶ διόλου ἀλλάξας τὸ σχῆμα 45 σῷον ἐποίησας τὸ πνεῦμια, κἂν αὐτὰ λέγῃς τὰ ῥήματα, μόνον ἀντὶ τοῦ ἄρθρου τοῦ ὁ τὸ τίς παραλαβὼν διὰ τὸ σχῆμα μόριον. — Ἔστι καὶ ἐλεγκτικόν, ἐάν τις λέγῃ 46 ‘οὐχ οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; οὐχ οὗτός ἐστιν ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;ʼ καὶ τὰ ἑξῆς ὁμοίως. — Καὶ δεικτικὸν γίνεται πάλιν τοῦ οὐχί ἀφαιρεθέντος οἷον ‘οὗτος ὁ τὴν Εὔβοιαν σφετεριζόμενος,
οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν 47 Ἀττικήνʼ — Καὶ ἡ ἔνστασις μέντοι τοῦ πνεύματος ποιεῖ σχῆμα κάλλιστον, ἐὰν λέγωμεν ‘οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκεύαζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;’ — Καὶ καθόλου ἀποστροφὴ πᾶσα εἰς πρόσωπον ἐπιμείνασα
πνεῦμα ἐγένετο, κἂν εἰς ἐμαυτὸνἐπιστρέψας λέγω ‘ἐγὼ μὲν ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἐγὼ δὲ ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, ἐγὼ δὲ ὁ καταλαμβάνων Ὠρόν, ἐγὼ δὲ ὁ κατασκάπτων Πορθμόνʼ· δύναται γάρ που ἐν προβλήματι καὶ Φίλιππος λέγειν ταῦτα. —
Ἢ ἀρνητικὸν πάλιν πνεῦμα, ἐάν τις λέγῃ ‘οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, οὐκ ἐγὼ κατεσκεύασα ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήνʼ. — Ἔστι καὶ ἀποτρεπτικὸν σχῆμα, ὃ ἐπιμεῖναν πνεῦμα γίνεται, ὅταν λέγῃ «μή μοι μυρίους μηδὲ δισμυρίους λόγους μηδὲ τὰς ἐπιστολιμαίους
ταύτας δυνάμεις πρόφερε».
γένους γὰρ ἀλλαγὴ σχήματός ἐστιν ἐναλλαγή. πτώσεων 51 δέ, ἐὰν ποτὲ μὲν ὀνομαστικῶς, ποτὲ δὲ γενικῶς, ποτὲ δὲ κατὰ τὴν δοτικήν, ποτὲ δὲ κατὰ τὴν αἰτιατικὴν ἐξενέγκῃς τὸ σχῆμα· καὶ τὰς πτώσεις ἑνικῶς μὲν ἐκφέρων ἄλλο πνεῦμα ποιεῖς, πληθυντικῶς δὲ ἄλλο. καὶ κατὰ
τὰς ἐγκλίσεις ὁμοίως. — Ταῦτα μὲν οὖν φύσιν ἔχει τοιαύτην καὶ πάντα, ἵνα μὴ καθʼ ἕκαστον λέγωμεν· πᾶσα γὰρ πτῶσις, πᾶσα ἔγκλισις, πᾶς ἀριθμός, πᾶν γένος, πᾶσα μετοχή, πᾶσα ἀντωνυμία μεταποιούμεναι καὶ μεταλλαττόμεναι τὰ σχήματα ἀλλάττουσιν.
τῷ πνεύματι, οἷον ἐὰν ἀπὸ τῆς ἀποφάνσεως εἰς τὴν 52 πεῦσιν καταστῇς, ὡς ὁ Δημοσθένης τὰ πρῶτα κῶλα ἀπεφήνατο «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος», εἶτα κατέβη εἰς τὴν πεῦσιν «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει; ἢ τὸ ἔμπαλιν, ἂν
ἐρωτήσας εἰς τὸ δεικτικὸν μεταβάλῃς ἢ εἰς ἄλλο τι. πλὴν ἰστέον, ὅτι καλὸν ἐπιμείναντα τῷ πνεύματι ἐν 53 τῷ ἐνὶ σχήματι καὶ εἰς διαδοχὴν ἄλλου προχωρῆσαι· πολλάκις γὰρ τοῦτο οὕτω περικαλλῆ τὸν λόγον ἐποίησεν, ὥστε καὶ εἰς τρίτον σχῆμα μεταβαίνοντας ἀναστῆσαι
τοὺς ἀκούοντας, ὥσπερ ἀκμαζούσης τῆς τοῦ λέγοντος φορᾶς, ἣν παρίστησι τοῖς ἀκούουσιν ἡ τοῦ σχήματος μεταβολή. τοὺς πολλοὺς δὲ καὶ ἠπάτησεν ἡ θεωρία ὡς ἀκμὴ οὖσα. ὁ δὲ ἀκμαῖος λόγος οὐχ ὁ αὐτός ἐστιν ἐν λόγῳ καὶ νοήματι, ἀκμὴ δὲ ἄλλο τι διανοίας ἐστὶ
καὶ ἄλλο λόγου· ἀκμὴ γάρ ἐστι λόγου τῶν κατὰ πνεῦμα σχημάτων μεταβολή, νοημάτων δέ, ὅταν πληρώσας τις 54 ἓν νόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταβῇ κἀκεῖνο ποιῇ πνεῦμα, εἶτα ἀπʼ ἐκείνου εἰς ἄλλο πνεῦμα· καὶ οὕτως ἐκ τῶν ἀδήλως ἄλληλα διαδεχομένων ἡ
ἀκμὴ γίνεται. ὡς δʼ ἐπὶ παραδείγματος τὸ Δημοσθενικὸν ῥητέον, ὅπως εἰδείημεν, ὅτι ἡ τῶν πνευμάτων συνθήκη ἀκμή ἐστιν· «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο
ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς 55 εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἶς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἔφ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο. εἰδὲ μὴ ῇσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ», μέχρι τούτου τὸ πνεῦμα· εἶτα τὸ «οὐ πρὸς ἐμέ» θελήσας ἐργάσασθαι
56 ἄλλο πνεῦμα ἐποίησεν «ἐγὼ μὲν γὰρ καὶ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρʼ ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν», καὶ τοῦτο μέχρι τῶν προδοτῶν προχωροῦν ἓν πνεῦμά ἐστιν· εἶτα λέγει τκαὶ τὰ ἄλλα πλὴν ἐκείνους ὅμως ἄλλους οἰομένους πωλεῖν
πρώτους ἑαυτοὺς πεπρακότας σθῆσθαι2, ἀπὸ γὰρ τούτου καταλιπὼν πάλιν τὸ ἐγὼ οὐκ αἴτιοςʼ ἐργάζεται πνεῦμά τι ἄλλο, ὅτι οἱ προδόται πρὸ τῶν ἄλλων ἑαυτοὺς πιπράσκουσιν «ἀντὶ γὰρ φίλων καὶ ξένων, ἃ τότε ώνομάζοντο, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ
πάντα ἃ προσῆκεν ἀκούουσι» , καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τούτου, καὶ ἔστη ἐνταῦθα «ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλώλειτε»· ὥστε ἡ τῶν τριῶν πνευμάτων σύνθεσις ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. — Ἐπὶ τούτῳ προσθετέον ἐκεῖνο,
ὅπερ ἐστὶ λαμπρὸν πάνυ καὶ ποιεῖν καὶ εἰδέναι, ὅτι 57 58 ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον — δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν —, ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων 59 τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν. οὕτω
γὰρ τῆς τέχνης τὴν τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατʼ ὀλίγον προαγομένης καὶ ἀναγούσης εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ, τῆς τέχνης διʼ ὧν προσῆκεν ὁδευούσης· καὶ γὰρ ὁ Δημοσθένης τὰ περὶ προδότας παραδείγματα τελευταῖα ἐφύλαξε, καὶ Ὅμηρος
τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἡλθεν
Περῖ τάσειυς.
Περὶ σιλημμάτου.
62δὲ δόξαν ἔχον καὶ ἀληθείας. ἔστι δὲ τοιοῦτον, ὅταν δύο ἐρωτήσεις ἐρωτῶντες τὸν ἀντίδικον πρὸς ἑκατέραν ὦμεν εἰς λύσιν παρεσκευασμένοι. δεῖ δὲ τὰς ἐρωτήσεις ἐναντίας ἀλλήλαις εἶναι ὡς πάντως ἢ ταύτην ἢ ἐκείνην
ἀποκριθησομένου τοῦ ἐχθροῦ· εἰ μὲν οὖν ἔχοιμεν ἀμφοτέρας λῦσαι, δεῖ ἐρωτᾶν κατὰ διλήμματον, εἰ δὲ μή, μὴ προτείνειν τὸ σχῆμα. ἐὰν γὰρ τῶν ἐρωτήσεων ἡ ἑτέρα ῥᾳδία τῷ ἐχθρῷ πρὸς ἀπόκρισιν, σοὶ δὲ δύςλυτος, πάντως ἡττήσῃ· ἐρωτᾷς γὰρ ἢ ὡς οὐκ ἀποκριθησομένου
ἢ ὡς, εἰ καὶ ἀποκρίναιτο, λῦσαι· εἰ δὲ ἀποκρινόμενός σε νικήσειεν, ἑαυτῷ αἴτιος ἐγένου τῆς ἥττης. 63 οὐδὲ γὰρ ἐν ταῖς ἁπλαῖς ἐρωτήσεσι, μή τί γε κατὰ διλήμιματα 64 ἐρωτᾶν δεῖ. εἰ μὴ τότε, ὅταν ἢ μὴ ἔχῃ, τί ἀποκρίνηται, ἢ ὅταν μέλλῃ τοῦτο ἀποκρίνεσθαι, ὃ σοὶ συμφέρει· καθόλου γὰρ ὁ ἐρωτῶν ὡς εἰς νίκην τῇ ἐρωτήσει θαρρῶν ἐρωτᾶ.
ἀπαντήσεται αὐτῷ ὅτι ‘δίκης ἄξιος τοῖς ἀγαθοῖς τοῖς τῆς πόλεως μὴ συμπαρώνʼ. καὶ πάλιν ‘ᾔδεις τὰ μέλλοντα ἢ οὐκ ᾔδεις; ἐάν τε γὰρ εἴπῃ ‘ᾔδεινʼ, ἀπαντᾷ τί οὖν οὐ προέλεγες;ʼ ἐάν τε εἴπῃ ‘οὐκ ᾔδεινʼ, ‘τί οὖν ἡμῶν ὡς μὴ εἰδότων κατηγορεῖς; εἰ μὲν γὰρ ᾔδεῖς,
προειπεῖν ὤφειλες· εἰ δὲ οὐκ ᾔδεις, τί τῶν ἄλλων ὡς μὴ εἰδότων κατηγορεῖς, τῆς ἀγνοίας τῶν μελλόντων κοινῆς οὔσης πρὸς πάντας ἀνθρώπους;ʼ
ἀμφοτέρων, τὸ μὴ δεῖν γῆμαι, διὰ μὲν τὸ καλὴν κοινήν, διὰ δὲ τὸ αἰσχρὰν ποινήν· καὶ τὰ μὲν κοινὰ· 66 διλήμματα ταῦτά ἐστιν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκάστη 67 ἰδίας ἀποδόσεως δέηται, τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ Δημοσθενικόν ἐστι σχῆμα.
Περὶ παρηχήσεως.
δύο ἢ τρεῖς ἢ τέσσαρας λέξεις ἢ ὀνόματα εἴπῃ τις ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, ὡς παρὰ τῷ Ξενοφῶντι «πείθει τὸν Πειθίαν» καὶ παρὰ τῷ Ὁμήρῳ «ἀλλ’ Εὐπείθει πείθοντο», κἀκεῖ μάλιστα ἐναργῶς
ἐνταῦθα γὰρ ὅμοια μὲν ἀλλήλοις ἠχεῖ τὸ ‘Ἀλήιονʼ καὶ τὸ ‘ἀλᾶτοʼ καὶ τὸ ‘ἀλεείνωνʼ, ἀλλὰ τὸ μέν ἐστι τόπου ὄνομα, τὸ ‘Ἀλήιονʼ, τὸ δὲ ‘ἀλᾶτοʼ πρᾶγμα, τὸ
δὲ ‘ἀλεείνωνʼ πρᾶγμα μὲν καὶ αὐτό, ἄλλο δὲ παρὰ τὸ σεσημασμένον. καὶ ὁ Θουκυδίδης «καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο πλὴν Ἀμυρταίου τοῦ 69 ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἡδύναντο ἑλεῖν καὶ ἄμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι»· ἕλος μὲν γὰρ ὁ τόπος, ἑλεῖν δὲ τὸ πρᾶγμα, Ἕλειοι δὲ ο ἐνοικοῦντες.
Περῖ κύκλου.
μήτε ἄλλο τι· οἷον «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί»· ἀπὸ γὰρ οὗ ἤρξατο μορίου, τῆς ἀντωνυμίας, εἰς τὸ αὐτὸ κατέληξεν. ἐγχωρεῖ δὲ καὶ περιοδικῶς αὐτὸ λεχθῆναι δύνασθαι, καὶ μὴν καὶ διηγηματικῶς, ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην
«λέγεται τοίνυν τειχίζειν ἐκεῖνος εἰπὼν οἴχεσθαι πρεσβεύων εἰς Λακεδαίμονα», καὶ διελθὼν τὰ κατὰ τὸν Θεμιστοκλέα πάλιν ὁμοίως ἐπαύσατο «καὶ πάντες ἴστε, ὃν τρόπον ἐξαπατῆσαι λέγεται»· τὸν γάρτοι κύκλον οὐχ ὁ ῥυθμὸς ἐλέγχει ἀλλὰ ἡ ἀρχὴ καὶ ἡ
τελευτή.
73 ποιῆσαι τὸ σχῆμα τοῦ λόγου ἐν τῷ περὶ αὐτοῦ λέγειν τοῦ κύκλου, ἔσται δὴ οὕτω· κύκλος ἐστὶ τὸ ἀφʼ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων εἰς τὰ αὐτὰ καταλήγειν δύνασθαι πάλιν· τοῦτο γὰρ ἔστιν ὁ κύκλος.
Περὶ ἑπιφωνήματος.
ἔξωθεν τετολμῆσθαι δεῖ ἀσφαλῶς· διὰ τοῦτο γάρτοι καὶ ἐπιφώνημα λέγεται, οὐχ ὅτι αὐτὸ τὸ πεπραγμένον λέγεται, ἀλλʼ ὅτι τῷ γιγνομένῳ ἐπιφωνεῖται· μέχρι γὰρ ἄν τις κατὰ κῶλον μεμετρημένως διατυποῦν ἐθέλῃ τὸ γινόμενον, τὸ πρᾶγμα λέγει, ἐὰν δὲ παυσάμενος
75 ἐπενέγκῃ τι τῷ παντὶ ὡς παῤ αὑτοῦ ἐξωθεν, τοῦτο ἐπιφώνημα λοιπόν ἐστιν, οἷον
καὶ «σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον, μέχρι τούτων ἡ διατύπωσις, τὸ δὲ «ὀρώρει δʼ οὐρανόθεν νύξ» ἐπιφώνημα λοιπόν ἐστιν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἔδιον τοῦ πράγματος ἐγένετο, ᾗ δὲ ἐξ οὐρανοῦ λέγει
τὴν νύκτα γεγονέναι, δὶς ἐτόλμησε, καὶ νύκτα εἰπὼν τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι, ὅθεν οὐδέποτε γίνεται σκότος οὐδὲ νύξ. Καὶ τὸ μὲν ἀληθινὸν ἐπιφώνημια τοῦτό ἐστιν.
τέλει πάλιν ἓν κῶλον τεθῇ, συλλήβδην ὡς εἰπεῖν πᾶν τὸ πνεῦμα δυνάμενον ἀφορίσασθαι καὶ ἔχειν ἐν ἑαυτῷ οἷον
πάλιν ὥσπερ ἐν ἑνὶ κώλῳ πάντα ἐπαλιλλόγησεν εἰπὼν «πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο».
τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν ὡς τὸ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι· οἷον ἐάν τις ναυάγιον ἐκ παραβολῆς εἰπὼν ἐν λόγῳ, εἶτα μεταβαίνων εἰς τὰ πράγματα ἐθελήσῃ λέγειν κατʼ ὄνομα ἕκαστον τῶν ἐκ
τῆς ναυαγίας σημαίνων τὸ ὑποκείμενον, οἷον ‘ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος 83 σημαῖνον Ac αὐτά. καὶ πάλιν αὐτοῦ μεμνησόμεθα τούτου ἐξῆς ἐν τῷ περὶ τροπῆς λόγῳ.
Περὶ τροπτῆς.
84δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὸν εἶναι δυνάμενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωοθεν ἐμφαινομένου, ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς, οὐχ ὡς ἐκεῖνοι λέγουσι τὸ ἀπὸ τῶν ἀψύχων ἐπὶ τὰ ἔμψυχα καὶ τὸ ἀνάπαλιν· ἀλλὰ καθόλου ἡ ῥητορικὴ
πολυπραγμονοῦσα μηδὲν μήτε ἐμψύχων μήτε ἀψύχων, οὕτω χρῆται τοῖς ἀλλοτρίοις ὀνόμασιν, οἷον προπέποται τὰ τῆς πόλεως πράγματα», ἀντὶ τοῦ προδέδοται, καὶ ‘τιθασεύουσινʼ· ἐμφαίνεται γὰρ ἐκείνῳ τε τῷ ὀνόματι τὸ συμπόσιον μὴ ὑποκείμενον καὶ τούτῳ τὰ θηρία
τιθασευόμενα τῷ λόγῳ μὴ ὑποκείμενα. τούτου δὲ τοῦ 85 εἴδους εἴ τις ἐφαψάμενος πληρώσειε καὶ τὸ ἐφεξῆς τῆς τροπῆς ὄνομα, ὡς πᾶσαν ἐνθεῖναι τὴν παραβολήν, ἀρετὴν ἐποίησεν, εἰ δὲ ἐλλείψειε, κακοζηλότερόν ἐστιν· οἶον «έχθρὸν ἐφʼ ἡμᾶς αὐτούς τηλικοῦτον
ἠσκήσαμεν», εἶπὼν ὄνομα καὶ λαβὼν ἀπὸ τοῦ ἀγῶνος εὐθέως ἀπέδωκεν «ἢ φρασάτω τις ἐμοί, πόθεν ἄλλοθεν ἰσχυρὸς ἢ παρʼ ἡμῶν αὐτῶν γέγονε Φίλιππος» καὶ τὰ ἐξῆς ὁμοίως. — Δεῖ μέντοι εἰδέναι, ὅτι, ὅσα μέν ἐστι 86 συντελικὰ τῆς τροπῆς, εὐθύς ἀποδοθήσεται, ὅσα δὲ 87 γελοιότερα, διὰ πολλοῦ, τῷ χρόνῳ λανθάνοντα καὶ τῷ μὲν τεχνίτῃ κατάδηλα ὄντα, τοῖς ἀτέχνοις δὲ μὴ φαινόμενα. τοῦτο μὲν οὖν σεμνὸν ὂν εὐθέως ἀπεδόθη· τὸ δὲ «προπέποται τὰ τῆς πόλεως πράγματα» εἰ μὲν εἶχεν ἐγγύς παρακειμένην τὴν ἀπόδοσιν, γελοιότερον
ἂν ἦν, διὰ πολλοῦ δὲ λανθάνον οὐ φαίνεται· ὑποβαίνων γὰρ ἐρεῖ ὧδέ που «μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος», ὥρμητο δὲ τὸ τοῦ μεθύειν ὄνομα ἀπʼ ἀρχῆς τοῦ ‘προπέποταιʼ, ἐδόκει δὲ εἶναι γελοιότερον εὐθὺς παρακείμενον τῷ ‘προπέποταιʼ τὸ
‘μεθύει’. τῷ μέντοι ‘μεθύειʼ παρακείμενον τὸ ‘ὀνειροπολεῖʼ σεμνὸν ὂν ἐκόσμησε τὸν λόγον· κοινὸν γάρ ἐστι τῶν μεθυόντων τὸ ὀνειροπολεῖν.
Περὶ σεμκοῦ λόγου.
88 μᾶλλόν ἐστιν ἢ λόγος; καὶ τὸ μὲν σεμνὸν τοῦ νοῦ σεμνῶς οὐχ ἑρμηνεύεται ὑπὸ τῆς τοῦ ῥήτορος δυνάμεως ἀλλʼ ὑπὸ τῆς ἀνάγκης αὐτοῦ τοῦ πράγματος, οἷον «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων» καὶ ὅσα ἄλλα τοιαῦτα· ὅπου δʼ ἂν ὁ νοῦς αἰσχρὸς ᾖ
89 ἐκεῖ χρεία τῆς σεμνότητος τοῦ λόγου, ἵνα τὸ νοούμενον 90 αἰσχρῶς οὕτως ἐξενέγκῃ τις τῷ λόγῳ εὐφυῶς, ὄνομα ἀντʼ ὀνόματος ἀμείβων, ὡς μὴ δόξαι τισὶν αἰσχρὸν εἶναι τὸ πρᾶγμα διὰ τὴν τοῦ λόγου σεμνότητα,
ὡς παρὰ τῷ Μενάνδρῳ· πυθομένου γάρ τινος κόρης, πῶς εἴη διεφθαρμένη, σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνόμασι βελτίστοις ‘Διονυσίων ἦν πομπή, ὅ δέ μοι ἠκολούθησε μέχρι τὰ πρὸς τὴν θύραν, ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω μεʼ· τὸ γὰρ ἐφθάρθαι
καὶ ὑβρίσθαι σεμνῶς ‘ἔγνω μεʼ εἰπὼν ἐκόσμησε πρᾶγμα αἰσχρὸν σεμνοτέρᾳ λόγου συνθέσει. γίνεται μὲν οὖν ἢ ὀνόματι ἡμῶν ἀντʼ ὀνόματος χρωμένων, ἢ πολλάκις οὐδὲ λέγεται τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν πάνυ, ἀλλὰ τὰ πρὸ τοῦ πράγματος εἰωθότα γίνεσθαι λέγονται καὶ τὰ
ἐπισυμβαίνοντα τῷ αἰσχρῷ πράγματι, ἅπερ ἐξ ἀνάγκης ἐναργῶς καὶ σεμνῶς δηλοῖ καὶ αὐτὰ τὰ σιγώμενα, σεμνῶς μὲν ὅτι μὴ λέγεται, ἐναργῶς δὲ ὅτι τοῖς ἑκατέρωθεν 91 νοεῖται· ὡς παὶ παρʼ Ὁμιήρῳ
Περὶ κακοζήλου.
τὸ αἰσχρὸν ἢ κατὰ τὸ ἀσεβὲς ἢ κατὰ τὸ ἄδικον ἢ κατὰ τὸ τῇ φύσει πολέμιον, καθʼ οὕς τρόπους καὶ ἀνασκευάζομεν 93 μάλιστα τὰ διηγήματα ἐκβάλλοντες ὡς ἄπιστα. διά 94 τοι τοῦτό φαμεν καὶ τὰς διασκευὰς μέχρι τοῦ εἰκότος προχωρεῖν, ὡς, εἰ παρὰ τὸ εἰκὸς εὑρεθείη τι, πάντως
καὶ κακόζηλον ἐσόμενον καὶ ἐμπεσούμενον τῇ ἀνασκευῇ· καὶ γὰρ ἐκεῖ λέγομεν ‘οὐκ εἰκὸς τόδε πραχθῆναιʼ, ἢ ὅτι ἀδύνατον ἢ ὅτι αἰσχρὸν καὶ τὰ ἐξῆς. γίνεται δὲ τὸ κακόζηλον ὅμως καὶ τροπικῇ λέξει μιᾷ χρησαμένων, εἶτα τὸ πλῆρες τῆς τροπῆς ἀποδοῦναι μὴ δυναμένωον.
τῆς κατασκευῆς τοῦ λόγου, κακόζηλον ἔδοξεν ἢ τῷ νῷ 95 ἢ τῷ λόγῳ. καὶ σκόπει, πῶς καὶ Ὅμηρος ἐποίησεν· ὡς γὰρ λέξειν ἔμελλεν
ἄνδρα τῷ λοιπῷ διηγήματι, ὡς μηδὲ τὸν περὶ τούτου λόγον ἄπιστον καταστῆναι λεχθέντα, τῷ τε τροφὰς αὐτῷ παραθεῖναι μείζονας ἢ κατὰ ἄνθρωπον τῷ τε ἀποδοῦναι αὐτῷ ῥόπαλον βαστάζειν, οἷον οὐκ ἄνθρωπος, καὶ λίθον καὶ τῷ τὴν ἰδέαν αὐτοῦ διελθεῖν ὡς μεγάλην
καὶ φοβερὰν καὶ τῷ εἰπεῖν 96
τοῦ Κύκλωπος ῥηθὲν τὸ
ὡς ἐκεῖνο
Περῖ ἐσχηματισμένων προβλημάτυν.
ἐπὶ τῇ βουλῇ ἀξιοῖ ἀπέρχεσθαι· ὁμολογουμένως, γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει ‘πέμψατέ μεʼ, σχήματι 103 104 μόνον λόγου λέγει, ἐπεὶ καὶ μεταχειρίσεσι χρῆται ταῖς κατασκευαζούσαις, ὅτι οὐ χρὴ πεμφθῆναι αὐτόν.
ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος· οἷον πλούσιος ἐν λιμιῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι τὸν πένητα πρὸς σφαγήν, οὐκ ἔδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον βούλεται ὁ πένης, οὗπερ λέγει· ἀποθανεῖν γὰρ οὐ βούλεται, κατασκευάζει
δὲ ἐκ πλαγίου καὶ τὸ μὴ εἶναι τὸν σῖτον καὶ τὸ εἰ ἔστιν ἀπλῶς λαβεῖν.
λέγοντι· οἷον τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέλευε, φήμης οὔσης, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τῆς φυγῆς διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται, διόλου δὲ ἐμφαίνει τὴν
μοιχείαν τοῦ πατρὸς κατὰ τῆς γυναικός.
εἰδέναι γίγνεται. μελετῶνται γὰρ τῶν τοιούτων προβλημάτων αἱ ὑποφοραὶ ἀπὸ τῆς κατασκευῆς ἐκφερόμεναι κἀκεῖθεν πάλιν ἐκ τῶν ἐπιχειρημάτων, ὅσα ἂν εὑρίσκηται. ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λόγος ἰσχυροποιούμενος, ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις, ἐκεῖ
109 110 δείκνυσι βούλεσθαι πλέοντὸν σοφιστὴν ἢ κατὰ τὸ δοκοῦν εἰσάγεσθαι, οἷον ὁ Περικλῆς ἐν τῷ αὐτὸς ἀξιοῦν ἀπελθεῖν 111 εἰς Λακεδαίμονα. ὁ γὰρ ὑπὲρ αὐτοῦ λέγων ταῦτα ἐκ τῆς ὑποφορᾶς κατασκευασθῆναι ποιήσει, ἃ Περικλῆς εἶπεν
ἂν αὐτὸς ὑπὲρ αὐτοῦ πάντως ἢ εἴ τις αὐτὸν ἄλλος μὴ διδόναι Λακεδαιμονίοις ἠξίου· ‘φήσει τοίνυν ἴσως παρελθών, ὡς οὐ δεῖ τοῖς ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ εἶναι τὸ πρᾶγμια καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύουσιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθεσθαι
καὶ οὐ πολεμίοιςʼ, καὶ ὅτι οὐδὲ οἱ πατέρες ὑμῶν ὑπήκουσαν μηδενί, μήτε Ξέρξῃ μήτε Μαρδονίῳ μήτε Δαρείῳ μήτε ἄλλῳ τινίʼ, καὶ ὅτι ‘μηδὲ ὑμεῖς μήτε Λακεδαιμονίοις πολλὰ ἐπιτάττουσι περὶ Ποτιδαίας καὶ περὶ Αἰγινητῶν καὶ περὶ Μεγαρέων’. καὶ καθάπαξ μία μεταχείρισις 112
ἐν τοῖς ἐσχηματισμένοις ἡ τῶν ὑποφορῶν κατασκευή.
οὐ χρὴ πολεμίοις ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ 113 ὑμᾶς ποτε τοιοῦτόν τι πεπραχέναι’, καὶ τὰ αὐτὰ νοήματα, ‘ἐγὼ δὲ οὔ φημι ταῦτα’. ἔστι δὲ καὶ ἐν ἄλλῳ μεταβαλεῖν σχήματι, ἐάν τις λέγῃ ‘ἐγὼ δέ, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βιαζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἂν τάδε καὶ τάδε’, καὶ τὰ αὐτὰ νοήματα, ἅπερ, εἰ καὶ
μὴ ἐσχηματισμένως ἐμελετῶμεν, ἐλέγομεν ἄν· διὰ τοῦτο γὰρ καὶ ἐσχηματισμένα καλεῖται τὰ τοιαῦτα προβλήματα, ἐπειδὴ τὰ αὐτὰ δεῖ λέγεσθαι νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, εἴπομεν ἄν. δεῖ δὲ μεταχειρίσεως καὶ τοιούτου σχήματος ἀσφαλοῦς εὐπορῆσαι,
ἵνα μὴ λύοντες τὰς ἐμφάσεις γυμνοὺς εἰσάγωμεν τοὺς λόγους ὡς ἄντικρυς μὴ θέλοντες. Καὶ ταυτὶ μὲν περὶ πλαγίων καὶ ἐναντίων.
κἀκεῖνο τοιούτου, ἵνα τις ἄντικρυς λέγων τὸ πρᾶγμα 114 μὴ δοκῇ λέγειν, ὃ δὴ καὶ εὕρημά ἐστιν ἐμὸν ἐν μελέτῃ γενόμενον ἐμῇ καὶ ἐκδέδοται· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τοῦ υἱοῦ τῇ γυναικί, ἔγκυος ἐγένετο ἡ γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φονέα ἔσεσθαι
115 116 τοῦ πατρός, οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς 117 καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύσσεται. ἐνταῦθα γὰρ ὁ παῖς πρὸς τὴν ἀποκήρυξιν ἀπολογούμενος ὀφείλει τὴν ἐντρέχουσαν φήμην τῆς μοιχείας κατὰ ἔμφασιν δηλοῦν, ὡς
ἀνεπιλήπτως ἐλέγχειν τὸν πατέρα καὶ εὐσχημόνως, φανερῶς δὲ μὴ λέγειν ὅτι ‘μοιχεύει τὴν γυναῖκα τὴν ἐμήν’ καὶ δηλοῦν, ὅτι τοῦτο γίνεται. οὕτως οὖν εὐπορήσαμεν σχήματος τοιούτου καὶ ἄντικρυς εἰπόντες αὐτὸ λέγειν οὐκ ἐδόξαμεν· ἔστι δὲ τόδε ‘σὸν εἶναι λόγισαι, πάτερ, τὸ
παιδίον, οὐκ ἐμόν· ἐκτίθης, ὃ ἐγέννησας, ῥίπτεις παιδίον, οὗ γέγονας ποτῆῤ. — Δεῖ δὲ ἐν τοῖς τοιούτοις, τοῖς κατ’ ἔμφασιν λέγω, καὶ ὀνομάτων εὐπορῆσαι διττὰ δηλῶσαι δυναμένων, καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον· οἷον φήμη ἦν, ὅτι σύνεστι τῇ ἰδία θυγατρὶ ὁ πατήρ,
ἀπόρρητόν τι ἡ μήτηρ εἰποῦσα τῷ υἱῷ ἀπήγξατο, πυνθάνεται ὁ πατὴρ τὸ ἀπόρρητον καὶ οὐ λέγοντα τὸν υἱὸν ἀποκηρύσσει, οἶον ἡμῖν ἐξενήνεκται καὶ περὶ τοῦδε προοίμιον δεύτερον τόδε ‘τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει· λυποῦμαι δὲ ὑπὲρ τοῦ
πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους μόνῃ 118 119 συνέσται τῇ θυγατρὶ καὶ συζήσεται’· κοινὰ μὲν γάρ 120 ἐστι καὶ τοῦ ἄλλου βίου τὰ τοιαῦτα ὀνόματα τοῖς ἀνθρώποις, δοκεῖ δὲ μάλιστα ἴδια εἶναι τῇ ὑποκειμένῃ ἐμφάσει ὡς δηλῶσαι δυνάμενα καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον, τό τε ‘συνέσται’ φημὶ καὶ τὸ ‘συζήσεται’.
— Ἀλλὰ καὶ ἡ τῆς συνθέσεως πάλιν ἀκολουθία συγκειμένη μὲν ἄλλο δηλοῖ, διαιρουμένη δὲ ἄλλο ἐμφαίνει· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, μοιχὸν καταλαβὼν ἐγκεκαλυμμένον ὁ υἱὸς ἀφῆκε καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός· ἐρεῖ
γὰρ ‘ὅπου καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτεῤ’· τὸ γὰρ ὄνομα τοῦ πατρὸς εὐθέως τῷ μοιχῷ παρακείμενον ἐν τῇ συνθέσει ἐποίησε τὴν ἔμφασιν. καὶ τὸ ἐπενηνεγμένον δὲ ὁμοίως ἔχει καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πατέῤ· σὺ δὲ ἦς οὐδαμοῦ’· τῷ γὰρ μοιχῷ καὶ
τῷ πατρὶ προστεθὲν εὐθέως τὸ ‘σύ δὲ ἦς’ τῇ συνθέσει τὴν ἔμφασιν ἐδήλωσε, τὴν ἀσφάλειαν δὲ ἔχει ἑκάτερον ἀπὸ τοῦ ‘οὐδαμοῦ’.
Περὶ τῶν συγκριτικῶν προβλημάτων.
121122 ἢ ὅρῳ, ῥᾳδίαν ἔχει τὴν· διαίρεσιν· διπλοῖς γὰρ 123 τοῖς κεφαλαίοις καθ’ ἕκαστον χρώμεθα, ἐν μὲν τοῖς στοχασμοῖς ταῖς βουλήσεσι καὶ ταῖς δυνάμεσι, λέγοντες ‘ἐμὲ μὲν οὐκ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε’, καὶ πάντα ἐκφέρειν
εἰς δέον τὰ ἐπιχειρήματα· ‘έἶτα πάλιν ‘ἐμὲ μὲν οὐκ εἰκὸς δυνηθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς τόδε ποιῆσαι διὰ τόδε’, καὶ τοῦτο κατασκευάζοντες καὶ τὸ χρῶμα τὸ μὲν ἡμέτερον τιθέντες καὶ κατασκευάζοντες, τὸ δὲ παρὰ τοῦ ἐχθροῦ τεθὲν λύοντες τοῖς ἐπιχειρήμασι,
καὶ τὴν πιθανὴν ἀπολογίαν τὴν ἐκείνου μὲν λύοντες, κρατύνοντες δὲ τὴν ἡμετέραν.
ἐπενεγκεῖν ‘σύ δὲ τούτων ἐποίησας οὐδέν’, εἶτα ἀνθυπενεγκεῖν ἐκεῖθεν τὰ ἐκείνῳ πεπραγμένα καὶ λέγειν, ὡς ταῦτα οὐδέν ἐστι.
δεῖν χρῆσθαι, καὶ ἐν τοῖς ἁπλοῖς ἀπό τε τῶν πρὸ τοῦ 124 πράγματος καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα συμβαινόντων· ἐκεῖθεν γὰρ ἡ ἁπλῆ εὐπορία ἐνταῦθα διπλῆ γίνεται.
συγκρίσεις ποιήσεις. μάλιστα δέ, εἰ πρόσωπον συγκρίνοιτο, τότε ἔχειν δεῖ τὴν ἀπὸ τῶν ἐγκωμίων καὶ ψόγων σύγκρισιν, καὶ γένη καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τύχας καὶ ἅπαντα τὰ συγκρινόμενα. ὁμοίως δὲ ἔχει καὶ τὰ ἐκ τῆς ἄλλης περιστάσεως· ὅ τι ἂν εἰς σύγκρισιν
ἐμπέσῃ, τὰ παρακολουθοῦντα ἑκάστοις συγκρίνομεν· παρακολουθεῖ δὲ ἄλλα μὲν τόποις, ἄλλα δὲ χρόνοις, ἄλλα δὲ ἑκάσταις τῶν ἄλλων περιστάσεων.
Περὶ εὑρέσεως [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.