Περὶ πραγματικῆς.
1μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι.
οἷον ὅτι ῾ καινὰ ἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρότερονʼ. ταῦτα δὲ πάλιν· ἐνστάσει καὶ ἀντιπαραστάσει μεθοδεύσομεν, ἀντιπαραστάσει μέν, οἷον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· καινὰ ἀξιοῖςʼ· 2 καινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα᾿ . ἐνστάσει
δὲ εἶτα μέντοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς Ὀλύμπιος ἐκλήθη᾿ . ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ 3 4 ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ διδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα.
κεφαλαίοις.
τί ποιοῦσιν ἡμῖν τόδε τι πρᾶγμα, περὶ οὗ ἡ βουλή, συμβήσεται καὶ τί μὴ ποιοῦσιν, ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς, οἷον εἰ μὲν ἑλοίμεθα αὐτό, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ καὶ τὰ οὐκ ὄντα 5 προσέσται, τὰ δʼ αὖ ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα
καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δʼ οὐκ ὄντα μὲν προσγενησόμενα δʼ ἂν οὐ προσέσται, καὶ πάλιν τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα 6 προσέσταιʼ.
τοῖς προσώποις σκόπει, ὡς ἐν Ὀλυνθιακῶν δευτέρῳ ὁ Δημοσθένης, πῶς ἔχει Φίλιππος, ὅτι ἀθυμεῖ, πῶς τὰ ἔξωθεν, οἷον Θετταλοί, Ἰλλυριοί, τὰ χρήματα, τοὶ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι» καὶ τὰ ἑξῆς. τούτῳ δὲ ἀντέκειτο μὲν ἡ περὶ τῆς Ἀθηναίων δυνάμεως
ἐξέτασις, διότι δὲ παρῆκεν αὐτὴν ὁ ῥήτωρ, ὁ τὸν λόγον ἐξετάζων κατὰ θεωρίαν δείξει δηλαδή· ἀλλʼ ἥ γε διαίρεσις ἀπαιτεῖ, θαυμαστὸν δὲ οὐδέν, εἰ παρεῖται, ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἐκεῖ τε παραλέλειπται κατὰ φύσιν καὶ ἡμεῖς πολλάκις παρελίπομεν
οὐκ ἐν πραγματικῇ μόνον ἀλλὰ καὶ πανταχοῦ. τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δείκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύσει τοῦ πράγματος τὴν τέχνην προσακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ τῆς κρίσεως· ἄλλως τε οὐχ ὅσα δἂν εὕρωμεν, ἐροῦμεν, ἀλλʼ
8 ὅσα δἂν κρίνωμεν εἶναι ῥητέα.
διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δʼ ἂν οὐ προσέσται;ʼ
ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι παντελῶς, οὐδʼεἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρίνω, εὐκαταφρόνητον ἔσται, ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμιᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν
οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφʼ ἑκάτερα, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.