Περὶ τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης.
στάσει αὐτῇ τοῦ ζητήματος, ἀντιστατικῇ ἢ ἀντεγκληματικῇ ἢ μεταστατικῇ ἢ συγγνωμονικῇ, ἑτέρᾳ διανοίᾳ, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, ποιότητι καὶ γνώμῃ.
ὁρικῷ ὅτε ἐμπίπτοι ὁμοίως χρησόμεθα, καθάπερ καὶ 1 ἐν τῇ ἀντιλήψει προείρηται. καὶ μετὰ τὴν αὔξησιν δηλαδὴ τὰ ἀπ᾿ ἀρχῆς ἄχρι τέλους ἐστί, πρὸς ἃ τῇ διανοίᾳ ὁ φεύγων χρήσεται. — Παράδειγμα δὲ ἔστω τόδε· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φεύγει
φόνου. τὸ μὲν οὖν ὁρικὸν οὐκ ἐμπέπτωκε. μετὰ δὲ τὴν προβολὴν θήσει ὁ κατήγορος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁρικόν. — Πρὸς ἃ ὁ φεύγων τῇ διανοίᾳ χρήσεται ἀξιῶν μὴ τὸ γεγονὸς μόνον 2 ἐξετάζειν, ἀλλὰ καὶ μεθʼ ἧς γνώμης, πρῶτον μὲν
3 ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων τῷ παιδί, ἔπειτα ὅτι ἄκων μὲν ἀναγκαίως δέ. — Εἶτα ἡ ἀντίθεσις, ἐνταῦθα ἀντεγκλημιατικὴ ἐμπέπτωκεν, ὅτι ἄξιος ἦν, καὶ τόπον ἐρεῖ κατὰ πόρνου· ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ
ἀντίθεσις τοπικὴ γίνεται. ἐρεῖ δέ τι καὶ ἀντιστατικόν, ὡς καὶ ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος. ὅλως τε πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις ὡς ἐπὶ τὸ πλεῖστον συμπλέκονται, καὶ οὐ μόνον ἀλλήλαις ἀλλὰ καὶ ταῖς ἄλλαις στάσεσιν. — Ἡ ἑτέρα διάνοια τοῦ διώκοντός
ἐστιν, ὅτι οὐ διὰ τοῦτο ἀλλὰ διʼ ἄλλο τι. χρὴ δὲ γινώσκειν, ὅτι, εἰ καὶ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ κεφάλαιον, ἀλλʼ ἐν ἑτέροις οἰκειότατόν τε ὁμοῦ καὶ 4 χρησιμώτατον εὑρίσκεται. — Ἡ μετάληψις, ὅτι ἄλλως, οὐχ οὕτως ἐχρῆν. — Τὸ πρός τι ἀμφοῖν ἐστι πότερον μεῖζον
ἀνταποδεικνύντων τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα. — Ὁ βίαιος ὅρος ὁμοίως ἀμφοτέρων ἐστί. γνωριμιώτερον δὲ ἔσται τὸ κεφάλαιον ἐπὶ τοῦδε τοῦ ζητήματος· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε, διέκοψε λαθὼν μέρος τι
τοῦ τείχους, καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων 5 δὲ ὕστερον φεύγει. ὁ οὖν βίαιος ὅρος, εἰ μηδὲ νίκη τοῦτο, ἀλλʼ ἅλωσις πόλεως καὶ κατασκαφή· καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος ὡς ἑτέρως, εἰ μηδὲ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι πεπτωκός.— Ἡ θέσις οὖν ἕπεται ἀκολούθως ὅτι ‘δεῖ τὸν στρατηγόν, καθ’ ὃν ἂν
ἐγχωρῇ τρόπον, εὖ ποιεῖν τὴν πόλιν καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν διʼ ἄγνοιαν τοῦ βελτίστου καὶ βλάπτειν μικρὰ ἀντὶ μεγάλωνʼ· κοινὸν γὰρ τοῦτο ἐν πάσῃ ἀντιθέσει. — Ἡ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν ‘ἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳ, τοῖς
ταξιάρχοις, τοῖς λοχαγοῖς’. ― Ἡ ἀντίληψις ‘στρατηγὸς ἦν, καὶ ἐξῆν δήπου’ ἢ ὅτι ‘πατρί γε ὄντι ἐξὸν ἦν μοι 6 βουλεύσασθαι περὶ τοῦ παιδός’. καὶ ὅλως τοῖς ἐμπίπτουσι χρησόμεθα, ὡς ἂν ὁ καιρὸς διδῷ. — Ἡ ποιότης καὶ ἡ γνώμη ὡς γίνεται, ἐν ὅρῳ μεμαθήκαμεν.
8 τε ἀντιλήψει καὶ ἄλλοις πεποιήκαμεν — ἡ γὰρ ἂν ἴσως τινὸς ἦν ἄξιον —, ἀλλʼ ὅτι, φασίν, ἣ μὲν ἰδιωτική, ἣ δὲ δημοσία, ἣ δὲ μικτή ἐστι, καὶ τοιαῦτά τινα. τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τῷ ἐν τοῖς περὶ ἰδεῶν καὶ
τρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λόγου ἐπεσκεμμένοις χρήσιμον, θαυμάζω δέ, εἰ ἐγχωρεῖ τὸν περὶ διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γινώσκοντι δὲ τί ἂν ὄφελος γένοιτο τῆς διαφορᾶς τῶν ζητημάτων, ὅ τι ἰδιωτικὸν ἢ ὅ τι
δημόσιόν ἐστιν;
τε βάσανοι ἐάν τε ἄλλο τι τοιουτότροπον ᾖ, τὰ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο, οἷον ἔλεον ἢ ὕπνον ἢ εἴ τι τοιοῦτον. καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ οὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι πολλάκις ἄν τις
χρήσαιτο καλῶς, κἀν ταῖς ὁμολογουμέναις συγγνώμαις 9 πάλιν αὖ τῇ μεταστάσει τοὐναντίον χρήσεται. τουτὶ 10 δὲ οὐ τοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς καιροῖς εἰδέναι χρῆσθαι καὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.