Περὶ ἀντιλήψεως.
μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δέ, ὅτι ἐνταῦθα μὲν ἄνευ τε κατασκευῆς ἁπλῶς κατʼ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ, ἐκεῖ δὲ ὡς ἑτέρως· οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν λιμένων ἀνέθηκε καὶ μηδενὸς καταίροντος δημοσίων
ἀδικημάτων φεύγει· ἡ μὲν προβολὴ φανερά, τὸ δὲ μόριον τοῦ δικαίου, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος. — Τὸ πρόσωπον ῾ εἰ καὶ δεῖ, 1 ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς δὲ ῥήτορας 2 ἢ τοὺς πρεσβευτὰς ἢ τοὺς στρατηγοὺς ἢ τὰ ὅμοια· οὗτοι γὰρ καὶ δύναιντʼ ἂν ἀδικεῖν δημοσίᾳ, ὅτι καὶ δημόσια πράττουσιν, οἱ δὲ ἰδιῶται οὐδένʼ. — Ὁ ὅρος ὅτι ῾ ἐπʼ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί,
οἷον ναῦς προδοῦναι, τείχη, συμμάχους καὶ τὰ ὅμοιαʼ. — Ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμὸς ῾ καὶ ταῦτα κἀκεῖνα δημόσιον ἀδίκημα καὶ οὐδὲν διαφέρει· πλειόνων γὰρ ὄντων τρόπων, καθʼ οὓς ἄν τις ἀδικήσειεν, οὐκ, εἰ μὴ κατὰ πάντας τις ἀδικεῖ, διὰ τοῦτο ἀθῷος
ἔσται, ἀλλʼ εἰ καὶ καθʼ ἕνα, δώσει δίκην᾿ , καὶ ἐπιχειρήσει δηλαδή. — Γνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρήσεται ἑκάτερος πρὸς τὸ λυσιτελοῦν. — Ἡ πηλικότης, ὅτι 3 μέγα τὸ γεγονός. — Τὸ πρός τι, ὅτι μεῖζον ἢ ἃ προβάλλεται, οἷον τοῦ τὰς ναῦς ἢ τὰ τείχη προδοῦναι τὸ
ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων μηδενὸς καταίροντος τῶν ἐμπόρων. — Ἐν δὲ τούτοις, λέγω τῇ πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους 4 ἐμπίπτει ἀναγκαίως. — Πρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐμάθομεν ἐν στοχασμῷ, ὅτι ‘ἔξεστι καὶ οὐδεὶς κεκώλυκε νόμος’. — Εἶθ᾿ ἡ μετάληψις, ἐνστάσει μέν, εἰ ἐγχωροίη, 5 ὅτι ‘οὐδὲ ἐξεστιν’ , ἀντιπαραστάσει δὲ ὅτι ‘εἰ καὶ ἔξεστιν,
ἀλλ᾿ οὐκ ἐπὶ τούτοις οὐδὲ τοιαῦτα’ . — Ἡἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ‘ὑπὲρ τῶν πλεόντων πεποίηκα, ἵνα εἰδότες, οἵοις εἰκὸς αὐτοὺς περιπίπτειν κακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο’ . — Ἑτέρα μετάληψις ‘ἄλλως ἔδει συμβουλεύειν’ . —
Καὶ τοίνυν εἰ ὁ διώκων κέχρηται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει, οἷον ‘ἕκαστος, ὡς δύναται, συμβουλεύει καὶ οὐ κεκώλυται, ὁ ῥήτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφος’ . — Καὶ γίνεται ἡ θέσις ἀκόλουθος· ἡ γὰρ θέσις ἔστι νῦν ὅτι ‘ἕκαστον δεῖ, ὡς
δύναται, χρήσιμον γίνεσθαι τῇ πόλει’ . καὶ ὁ κατήγορος δὲ αὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις ἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν. — Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐξετάζεται, ἐν ὅρῳ μεμαθήκαμεν. Ταυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν
— πολλὰ γὰρ παρεῖται —, ἀλλʼ ὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων.
τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον 8 κατελθών, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρημένοις μόνοις κεφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα. — Ἣ δὲ ἀπʼ αὐτοῦ τε τοῦ πεπραγμένου καί τινος
ἐπισυμβεβηκότος ἑτέρου τὴν κρίσιν ἔχει, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καί, ἐπεὶ μὴ καταίρουσί τινες, κρινομένου· καὶ αὖ ἐπὶ τοῦδε· μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους αἰχμαλώτους λαμβάνειν ἢ τοὺς χιλίους νεκρούς,
ἔπεισε Δημοσθένης τοὺς χιλίους ἑλέσθαι νεκροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων ἀδικημάτων φεύγει. — Ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιον παρὰ τὰ προειρημένα ἐστὶ τὸ παραγραφικόν, δυνάμενον καὶ πρὸ τῶν
ἄλλων κεφαλαίων τίθεσθαι καὶ μεταξὺ δὲ αὐτῶν καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε ῾ ἐπὶ τίσι με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ 9 δεῖ, ἐφʼ οἷς ἄλλοι ποιοῦσιν, ἕτερον εὐθύνεσθαι, οὐδ᾿ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· εἰ δέ, ἐφʼ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν ἢ εἴργειν. καὶ εἰ
μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν καὶ οὐκ ἐμοῦ μόνον 10 ἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς· εἰ δὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι ἔχων τι βέλτιον εἰπεῖν ἢ πρᾶξαι παρῆκας τοῦτο τότε καὶ δύσνους ὢν ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ οὐδὲν εἶχες
ἀντιλέγειν καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως ἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσδοκήσαντος γέγονε, καὶ ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ κἀμὲ ἀξιοῖς᾿ . — Ἔτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπίπτοντος συγγνωμονικῷ πάντως
χρηστέον κεφαλαίῳ, οἷον ‘οὐδεὶς οἶδε τὸ μέλλον· 11 οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι’ . μεταχειριεῖται δὲ αὐτό, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται,
ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι. Καὶ περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα.
οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει ἐνταῦθα ὅτι μὲν δύο ἀντιλήψεις, δῆλον — καὶ γὰρ λέγειν καὶ μὴ λέγειν 13 ἔξεστι —, καὶ αὖ ὅτι δύο ἀντιθέσεις ὁμοίως, οἷον ‘ἀντιλέγω· δεῖ γάρ, ἐφʼ οἷς ἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν’ , πάλιν ‘οὐ λέγω· οὐδὲν γὰρ δεῖ περὶ τῶν
μὴ κατεπειγόντων λέγειν’ . ἀλλʼ ἴδιον τοῦ εἴδους τούτου τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου ποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν. — Κατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς
ἀλλήλων κρίσιν ἐπιδέχεσθαι, οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλούς τιθέμενος παῖδας κακοῦ βίου φεύγει. ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει, δῆλον μέντοι, ὡς καὶ καθʼ ἑαυτὸ ἑκάτερον ἐπιδεχόμενον κρίσιν αὐξήσεως μὲν ἕνεκα
συμπλέκεται ὑπὸ τοῦ κατηγόρου, μειώσεως δʼ αὖ χάριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ αὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα οὕτω γίνεται, ἀλλʼ ὅτι μηδὲ ἄλλως κρίσιν δύναται 14 ἐπιδέξασθαι τὸ πρᾶγμα ἢ τοῦτον εἰσαγόμενον τὸν τρόπον.
ἤμειψαν τὰς γυναῖκας καὶ φεύγουσι κακοῦ βίου. πρῶτον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα, ἔπειτα τέσσαρες ἀντιλήψεις καὶ αὗται παῤ ἀμφοῖν, οἷον γράφεσθαί τινα ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι τὰς γραφάς,
ἔξεστι γαμεῖν, ὅθεν βούλεταί τις, καὶ ἀποβάλλεσθαι τὴν οὖσαν γυναῖκα· ταῦτα πάντα οὐ κεκώλυται, καὶ 16 τούτων γε ἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. φανερὰ δὲ ἡ μέθοδος ἐπ᾿ ἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος, ἀπὸ τῶν προειρημένων.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.