Περὶ ὅρου.
ποιότητι καὶ γνώμῃ.
παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν. — Ὁ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων, οἷον ῾ οὐχί, ἀλλὰ τὸ παῦσαι τὴν τυραννίδα᾿ . — Ὁ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦτα ἀγωνιεῖται ὁ τὴν δωρεὰν δηλαδὴ αἰτῶν. καὶ καθόλου, ὃν τρόπον ἔφαμεν
τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ, καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρος χρήσηται, τῷ λοιπῷ τὸ 3 ἕτερον χρήσεται πάντως. — Ἡ γνώμη τοῦ νομοθέτου ὑπʼ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετασθήσεται. — Ἡ
πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει. — Τὸ δʼ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου καὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ τούτων. 4 ― Ἡ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσκεται ζητημάτων πολλάκις, οἷον εὐνοῦχόν
τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου 5 φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς ζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλέσει ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθε. — Τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετάληώψις, ἥτις ἐστίν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν. —
Μεταλήψεως δὲ εὑρεθείσης πάντως τις ἔσται καὶ ἀντίληψις, ὅτι ἐξῆν. — Ἡ ποιότης δὲ ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ λαμβάνεται· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν ἐγκωμιαστικῶν, εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων
εἴη οἷον πατὴρ ἤ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ παρακολουθοῦντα σκεψάμενοι λέξομεν, εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ νῦν πεπραγμένου στοχαστικῶς ἐξετάσομεν, τίς ἦν τὸν παρελθόντα χρόνον καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη εἴθʼ ἁλοίη· ἐπʼ
ἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζομεν. — Ἡ γνώμη ὡσαύτως ὑπʼ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι ἔπραξε, καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια. ἡ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐνταῦθα τῇ ποιότητι τοῦ προσώπου καὶ τῇ γνώμῃ
ἐξετασθήσεται.
διαιρήσεις διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ, οἷον ῾ ἱερόσυλος εἶ ἀλλʼ οὐ κλέπτης κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε᾿, καὶ τοῖς ἑξῆς ὁμοίως. καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ.
παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐτὴν ἐκεῖνος, καὶ δημοσίων μὲν ἀδικημάτων ὁ πατὴρ αὐτὸν ἐπανελθὼν κρίνει, ὃ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο τῷ βιαίῳ. ἐνταῦθα λέγοντος τοῦ 9 φεύγοντος ὅτι ῾ βίαιός εἰμι, ἀλλʼ οὐ δημοσίᾳ ἠδικηκώςʼ,
ἀμφοτέροις ὑπεύθυνον αὐτὸν εἶναί φησιν ὁ διώκων, 10 καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι. ἂν γὰρ μὴ φάσκῃ αὐτὸν βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δημοσίου ἀδικήματος· εἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα. διὰ τοῦτο οὖν συμπλέκεται ἑκάτερον·
ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων κατηγορεῖν, ἢν τῆς βίας αὐτὸν ἀνίῃ. τοῦτο καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου ὕβριν εἶναι καὶ ἰδιωτικόν, ἀλλʼ οὐ δημόσιον ἀδίκημα περὶ τὴν ἑορτήν, συνάγει ἑκάτερα, καὶ
τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν, ἵνα μὴ τὸ τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τοῦ περὶ τὴν ἑορτὴν ἀδικεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως οὐδὲ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν συνίσταται. — Ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον, οἷον ῾ οὐκ εἶ κλέπτης,
ἀλλʼ ἱερόσυλοςʼ. καὶ ἡ διαφορά, ὅτι ἐκεῖ μὲν ἀκολουθεῖ 11 φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι, οἷον τῷ ἱεροσύλῳ κλέπτῃ εἶναι ἀναγκαῖον, ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου χρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι, ἔστι γὰρ καὶ ἄλλως ἀδικῆσαι
δημοσίᾳ. διόπερ ἐνταῦθα μὲν ὁ διώκων ἀμφότερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει. 12 τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει 13 τοῦ ἀντονομάζοντος, καὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς τὸν ἀντονομάζοντα.
δύο προσώποις τισὶν ὑπάρχον, οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβε, τεθνᾶσιν ἀμφότεροι, καὶ ἀμφισβητοῦσιν οἱ παῖδες τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς
οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει, τὸ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα. καὶ τοῦτον δὲ παραπλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.
τῶν κεφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα, εἰπὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι· συγκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τι γὰρ τὸ ἐξειπεῖν οὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης,
ἐμπεσεῖται καὶ τίς ὁ ἀμύητος ἄλλο ζήτημα. καὶ διαιρήσεις γε καὶ τοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι, εἶτα κοινὰ ποιήσεις τὰ λοιπὰ κεφάλαια.
ἱερᾶσθαι· ἡ γὰρ ζήτησις, τίς ὁ καθαρὸς καὶ τί ὁ ἔκ καθαροῦ, καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι. Ταῦτα περὶ ὅρου.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.