ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Περὶ στοχασμοῦ.
ἄχρι τέλους, ἀντιλήψει, μεταλήψει, μεταθέσει αἰτίας, πιθανῇ ἀπολογίᾳ, ποιότητι κοινῇ.
ἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι, ἀφʼ ὧν ἕτεροι πεποιήκασιν, οὐ δεῖ κρίνεσθαι, ὡς ὁ τρισαριστεύς, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, προδοσίας φεύγων. ἢ κατὰ χρόνον, οἷον δειλοῦ παῖς ἠρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ φησιν ὕστερον
χρόνοις μὴ δεῖν κρίνεσθαι. — Τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ τινος εἰ γίγνοιτο, ἰσχυρόν ἐστι καὶ τελεία γίνεται παραγραφή· ἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμβάνει δʼ οὖν τι σμικρὸν τῷ χρωμένῳ. τοῦ δὲ ἀπὸ ῥητοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι μετάληψιν
καὶ παραγραφήν· κριθείς τις φόνου ἀπέφυγεν, ὕστερον χρωμένῳ αὐτῷ ὁ θεὸς ἀνεῖλεν ῾ ἀνδροφόνοις οὐ χρῶʼ, καὶ πάλιν φεύγει· ῾ δὶς γὰρ περὶ τῶν αὐτῶν, κωλύουσιν οἱ νόμοι κρίνεσθαιʼ, παραγράφεται οὖν καὶ γίνεται τὸ πρῶτον ζήτημα νομικὸν ἐκ παραγραφῆς.
4
εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδέν, μοιχείαν δὲ τῆς 6 γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα. ἐνταῦθα γὰρ εἰσὶν οἱ μάρτυρες, αἱ θεραπαινίδες δηλονότι· οὔκουν ἀπαιτήσει τούς μάρτυρας, ἀλλὰ
διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν ῾ φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταιςʼ, καὶ ὅτι ῾ οὐδὲ τοὺς ἐλευθέρους πάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γʼ ἂν τοῖς δούλοις πιστεύσαιμενʼ, καὶ πλείονα δʼ ἂν εὕροις. δεῖ δὲ καὶ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας, πότεροι
μᾶλλον ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς ἐν τῷ Κατὰ Κόνωνος ὁ Δημοσθένης. τουτὶ γάρ σοι καθόλου περὶ μαρτύρων ἔστω τεχνικὸν θεώρημα, ἢ διαβάλλειν αὐτούς, ὅτι πρὸς χάριν ἢ διʼ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐτοῦ μαρτυροῦσιν ἢ διὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ
εἶναι διʼ ἡλικίαν ἀξιοπίστους. — Εἰ δὲ μὴ εἶεν μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖσδε· προσώπῳ οἷον ῾τίς ὁ δούςʼ, πράγματι οἷον ῾ τί δούςʹ, 7 8 τόπῳ οἷον ῾ ποῦʼ, τρόπῳ οἷον ῾ πῶςʼ, χρόνῳ οἷον ῾ πότε᾿ . αἰτίᾳ οἷον ῾ διὰ τί ᾿ , καὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν ἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ τῶν μαρτύρων ῾οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαριζόμενά
τῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις, ἀλλʼ οἷα ἔστι φύσει, τοιαῦτα καὶ ἐξεταζόμενα φαίνεταιʼ.
σχεδὸν ἐμπεσεῖται, εἰ δέ τι τῶν ἄλλων, κατὰ τὰ εὑρισκόμενα χρησόμεθα, οἷον νέος πλούσιος· ἔχεις γὰρ ἐνταῦθα ἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολουθοῦντα τούτοις. τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· γένος, ἀγωγή, παίδευσις, ἡλικία, φύσις ψυχῆς
καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον, τύχη οἷον πλούσιος ἢ πένης καὶ τὰ τοιαῦτα. 9 ταῦτα δὲ ἐπʼ ἀμφοῖν μὲν ἰσχύει ἀφʼ ἑκατέρου μέρους ἐξεταζόμενα, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως, μιᾶλλον δὲ τινὰ ἐν τῷ ἑτέρῳ· ὥσπερ
γὰρ τὰ τῆς τύχης οἰκειότερά ἐστι τῆς δυνάμεως, οὕτω 10 καὶ τὰ τῆς ἡλικίας τῆς βουλήσεως. ὁρῶντα οὖν ταῦτα δεῖ πλεονάζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῶν φαίνηται. — Βούλησιν δὲ καὶ δύναμιν ἐξετάζειν οὐχὶ 11 τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλʼ ὅσαπερ ἂν ἔχῃ τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέφοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπιθέσεως ὁ κρίνων μάλιστα ἰσχύει τῆς ποιότητος τῶν
ἀποκηρύκτων ἐξεταζομένης. διὸ δεῖ σκοπεῖν ἐν ἅπασι τοῖς στοχασμοῖς περὶ πάντων τῶν προσώπων, ἃ ἐπιδέχεται κρίσιν.
ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. — Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. — Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους — εὑρίσκεται
γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός —, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς
καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, 12 τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ 13 δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων. — Μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀδύνατον.
οἷον ὅτι ῾ ἔξεστι καὶ οὐ κεκώλυταιʼ. παράδειγμα αὐτοῦ· νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέφει καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ῾ἔξεστι τρέφειν, οὓς βούλεταί τιςʼ.
στοχασμῷ μόνον, ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. — Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ
μὲν ἔνστασις βίαιόν τί ἐστι — φήσει γὰρ μηδὲ ἐξεῖναι —· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ
15 καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ 16 πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν. δεῖ δὲ ὁρᾶν, μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι,
δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται, καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν.
καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται, οἷον νέος πλούσιος νύκτωρ κωμάσας ἐπὶ τὸ δεσμωτήριον ἐβόησε ῾ θαρρεῖτε, ὦ δεσμῶται· οὐκ εἰς μακρὰν λυθήσεσθεʼ καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γάρ, ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε, σκοπεῖν ἀξιοῖ. 17 ─ Ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ
μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί τις ἐπʼ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι ῾ καλὸν τὸ τοὺς ἀτάφους θάπτεινʼ. ─ Ἐὰν δὲ ἐν πάθεσι,
συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται, οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ῾ ἐλεήσαςʼ γάρ φησι ῾ τούς τυραννουμένους οὕτω διετέθην᾿ . Εἰδέναι 18 19 δὲ δεῖ, ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσι στοχασμοῖς εὑρίσκεται, πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ. ─ Ἔτι ἡ μετάθεσις τῆς αἰτίας, ἂν μὲν ἀφʼ ὧν ἕτεροι πεποιήκασιν ἡ κρίσις γίνηται, ἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἑαυτῇ, οἷον τρισαριστέως εἰκόνα ἔστησαν
οἱ πολέμιοι, καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμάζοντας αὐτὸν ἐκείνους στῆσαι ἢ προτρέποντας τοὺς παρʼ αὐτοῖς ἢ ἐξιλεουμένους αὐτὸν ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους· ταῦτα γὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διό φαμεν καὶ πεπλανημένα δεῖν χρώματα
ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι. ἐὰν δὲ ἀφʼ ὧν αὐτὸς πεποίηκε κρίνηται τις, ἢ ἕν τι ἐρεῖ ἢ καὶ πλείονα, ἀλλʼ ἀκόλουθά γε ἀλλήλοις, οἷον νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει· ἐρεῖ γὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώνιστος εἶναι
μεθʼ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι, καὶ ὅτι μᾶλλον τηνικαῦτα διδόασιν οἱ ἄνθρωποι ἀνειμένοι ἤδη τῇ γνώμῃ, καὶ εἴ τι τοιοῦτον· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται ἀλλήλοις.
ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται 20 τοῦ μὴ εἶναί τι, οἷον ῾ ὅπου ἀφορᾷς καὶ δακρύεις, τυραννήσειςʼ· ῾ καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ 21 ἂν ἀφεώρων, ὥστε εἶναι καταφανήςʼ. ─ Τὸ δὲ κεφάλαιον τοῦτο ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅταν 22
τὰ σημεῖα, ἀφʼ ὧν ἡ κρίσις, ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφʼ ᾧ ἡ κρίσις, οἷον τῷ ἐπιτιθεμένῳ τυραννίδι ἀναγκαῖον ὅπλα παρασκευάσασθαι. σκέψαι τοίνυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ φεύγει τυραννίδος ἐπιθέσεως·
οὐ δύναται εἰπεῖν ἐνταῦθα τὸ ῾ εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευασάμηνʼ. ἐν τοῖς τοιούτοις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁριστικῶς ἐξετάσει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ
καλλωπίζεσθαι καθʼ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως. ἡ μέντοι πιθανὴ ἀπολογία κἀνταῦθα ἐκλέλοιπεν, ἀντεισενεκτέον δὲ εἰς τὸ κατʼ αὐτὴν κεφάλαιον τὸ ῾ μὴ ἀντιστρέφειν τὸ πρᾶγμαʼ· τούτῳ γὰρ ἔστι καὶ μόνῳ ἴσχυρίζεσθαι ἐνταῦθα οἷον ῾ οἱ μὲν μέλλοντες
τυραννεῖν ὅπλα παρασκευάζονται, οὐ μὴν οἵ γε παρασκευαζόμενοι καὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ 23 ἄλλου τινὸς ἕνεκα παρασκευάσασθαι ὅπλαʼ, καὶ πάλιν ῾ οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλλωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ καὶ διʼ ἄλλο τι καλλωπίζεσθαιʼ, καὶ ἐρεῖ δηλαδή, ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας.
ἐπανακεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων, ὡς ὁ Δημοσθένης, οἶον «συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα μηδὲν ἀληθὲς ἀπηγγελκότα α» καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων ἀνακεφαλαιουμένων μὲν καὶ αὐτῶν ὁμοίως τοῖς ἄλλοις, οὐχ ὁμοίως 25 δὲ χρωμένων, ἀλλʼ ἐλεεινολογουμένων τε καὶ πάθη
κινούντων. ἐνταῦθα καὶ παραγωγαὶ χρήσιμοι τῶν παίδων καὶ γυναικῶν καὶ φίλων καὶ ὅσα τοιαῦτα· ἃ ὁ κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι. κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νόμιμον,
τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν καὶ ἔνδοξον. 26 — Ὅλῶς τε οἱ ἐπίλογοι λαμβάνονται μέν, ἀφʼ ὧνπερ καὶ τὰ προοίμια, καὶ ἰσχύουσί γε τὰ αὐτά· πάθους γὰρ ψυχῆς ἕνεκα εἰσάγεται ἄμφω, οἷον φόβου ἢ ὀργῆς ἢ ἐλέου ἢ φθόνου ἤ τινος τοιούτου. διαφέρει
δὲ ἀλλήλων τῷ τὰ μὲν προοίμια παρασκευάζειν πρὸς τὸ δέξασθαι ἢ ἀποθέσθαι τόδε τι πάθος τῆς ψυχῆς, τοὺς δὲ ἐπιλόγους ἢ αὔξειν ἢ μειοῦν διὰ τῶν κεφαλαίων τό τε ἤδη τέλεον ἐξαίρειν. καὶ ἔτι ἐν τούτῳ διαφέρουσιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια τῷ τοὺς ἐπιλόγους 27
λελύσθαι τε ἤδη κατὰ τὸν ῥυθμὸν καὶ ἐπὶ πλεῖον ἕκαστον προάγεσθαι τῶν εὑρισκομένων, ἀλλὰ μὴ διὰ βραχέων ὥσπερ ἐν τοῖς προοιμίοις· ἀκριβέστερον δὲ ἐν τῷ περὶ προοιμίου λελέξεται ταῦτα.
αὕτη. εἰσὶ δὲ καὶ ἀτελεῖς τινὲς τῶν στοχασμῶν, 28 καὶ αὖ διπλοῖ τέλειοί τε καὶ ἀτελεῖς, ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει χρώμεθα· περὶ ὧν λεκτέον.
πεφώραται καὶ φόνου φεύγει. οὗτος βούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται πᾶσιν ὁμοίως τῷ τελείῳ.
εἰρημένα ὀλίγῳ πρότερον περὶ τῶν κρινομένων πραγμάτων σαφέστατον εἶναι τοῦτο νομίζω. τεθείκασι δʼ οὖν τινὲς ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα, λέγοντες μόνον 29 τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φεύγει φόνου. πρῶτον οὖν ἐρήσομαι
30 αὐτούς, εἰ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ μὴν ἔστι, τὸ ἐκποδὼν εἶναι τὸν πατέρα· τοῦτο δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός ἐστιν. ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ τοῦτο· εἰ δὲ μή, τίς ἔσται ἀπολογία; πῶς
οὖν ἀγωνιεῖται μὴ ἔχων πρᾶγμα; τί δαί; τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ τοῦτο. πῶς οὖν ἀτελὴς 31 ὁ τοιοῦτος; ἀλλʼ ἧττον ἰσχύει τὰ πράγματα ἐνταῦθα ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα· καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅταν ἀφʼ ὧν ἄλλοι πεποιήκασι κρίνηταί τις,
ἄλλως τε καὶ ὅταν μὴ εἰς αὐτὸν ἄντικρυς ἀναφέρηται, ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ κρινομένου δώρων, ἐπειδὴ ἔγραψεν ὁ Περικλῆς ἐν τοῖς λογισμοῖς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα.
οὐκ ἔστι κατά γε ἐμέ, διπλοῦς δὲ ἔστι. πρῶτον δὲ περὶ τοῦ τελείου διπλοῦ λεκτέον.
δώρων ἀλλήλοις, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. ἐνταῦθα ἡ μὲν τῶν 32 ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἰσάζει, ἐκλέλοιπε, τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπʼ ἀμφοτέρων χρηστέον διττῶς,
οἷον ῾ ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ τόδε, σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιτιθέντες ἐξετάσομεν· τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι᾿ ὅλων 33 τῶν κεφαλαίων, χωρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐτοῖς κεφαλαίοις οὐκ ἀγωνιστικὸν ἀλλὰ σφόδρα ὕπτιον· 34 συμπλέκειν οὖν δεῖ.
σαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται.
πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκλέλοιπε, τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαίοις, οἷσπερ καὶ ὁ τέλειος διπλοῦς, κατὰ ἀντεξέτασιν.
μείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξετάζεται, ἃ 35 δὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δὲ ἄλλα πάντα ἰσάζει.
καὶ αὐτὸ διελεῖν τελείως, οἷον ἔδει τὸν ἁλόντα 36 προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ, μέχρις ἂν εἴπῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ, ὃ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐνταῦθα
γὰρ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους χρωμένου τῇ μεταθέσει τῆς αἰτίας τῇ ὅτι ῾ μοιχὸν ἀπέκτεινα᾿ τοῦ φεύγοντος, εὕρηται ζήτημα ἕτερον τὸ εἰ ἐκεῖνον εἰκὸς 37 δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα εἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι, καὶ μετὰ τὴν τούτου διαίρεσιν
πάλιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει. — Προκατασκευαζόμενος δὲ γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἕτερον ἀναγκαῖον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ἂν ἢ οὐκ ὄν, οἷον πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας
τρεῖς ὡς προδιδόντας συνέλαβε καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογήσαντας ἐν ταῖς βασάνοις ἀπέκτεινε, 38 τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδιδόναι, καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ὑφʼ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι τοῦ μὲν
πλουσίου τὸ εἶναι ἐκείνους προδότας, τοῦ δὲ πένητος τὸ μὴ εἶναι, μεθʼ ὃ κατὰ συγχώρησιν δοὺς τὸ καὶ 39 προδεδωκέναι ἐκείνους ὁ πένης τὸ καθʼ ἑαυτὸν ἀπολογήσεται. — Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος διʼ ἀλλήλων κατασκευάζηται, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς Θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικὸς
δήσας ἐκεῖνον ἀπεδήμησε, λυθεὶς τοῖς Θεσμοφορίοις ὑπὸ τῆς γυναικὸς ἀπέδρα ὁ οἰκέτης, μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ συνειδότος ἡ γυνὴ φεύγει· τό τε γὰρ ὑπὸ τοῦ οἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται τό τε εἶναι τὴν μοιχείαν
διὰ τοῦ ὑπʼ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ ὅλως διʼ ἀλλήλων, δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων, τῆς τε ὑπονοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυναῖκα καὶ εἴ τι εἴη ἕτερον. διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα,
40 ἐνταῦθα δὲ διʼ ἀλλήλων κατασκευάζεται πάντα.
42 συγγνώμης ὁ τοιοῦτος στοχασμός, ὅτι ἐκεῖ μὲν ἔφʼ ὃ μεθίστησιν ὡμολόγηται, οἷον ἔλεος ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέμηνε ζητεῖται δήπου ἢ οὔ.
εὑρεθείη, περιττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νομίζω γάρ, ὁποῖον ἂν γένηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεσθαι, καὶ δῆλον, ὡς τοῖς τὰ τοιαῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν ἐκείνοις διαίρεσις.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.