ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
ἀπό τινος φανεροῦ σημείου ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας, οἷον πεφώραται τις θάπτων νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας καὶ φόνου φεύγει· ἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν οὐσιωδῶς τὸ τίς ὁ φονεύσας.
1
τοιοῦτον, ὁρικὴν ποιήσει τὴν στάσιν· ἔστι γὰρ στάσις ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα, νόμου κελεύοντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην
διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι λέγει· ἐὰν γὰρ προστεθῇ τὸ καὶ ἱερὰ εἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος καὶ οὐκέτι ἔχει τὸ πρᾶγμα ζήτησιν.
ζήτησις περὶ τὴν ποιότητα τοῦ πράγματος ἵσταται, οἷον εἰ δίκαιον, εἰ νόμιμον, εἰ συμφέρον ἤ τι τῶν τούτοις ἐναντίων. καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότης, ἤτοι δὲ περί τι πρᾶγμα ἔχει τὴν ζήτησιν ἢ περὶ ῥητόν· κἂν μὲν περὶ ῥητόν, νομικὴν ποιεῖ τὴν στάσιν, περὶ ὧν 3
ὕστερον ἐροῦμεν, ἂν δὲ περὶ πρᾶγμα, λογικήν. — 4 Διαιρήσεις δὲ καὶ τοῦτο δίχα· ἢ γὰρ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν ἢ περί τινος ἤδη γεγονότος· κἂν μὲν περὶ μέλλοντος, ἔσται πραγματική· πραγματικὴ γάρ ἐστιν ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι,
δοῦναι ἢ μὴ δοῦναι, οἷον βουλεύονται Ἀθηναῖοι, εἰ χρὴ θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων. — Ἂν μέντοι πεπραγμένον ᾖ περὶ οὗ ἡ κρίσις ἤδη, κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ ποιότης. πάλιν δʼ αὖ καὶ τοῦτο διαιρήσεις δίχα·
ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ οὔ· κἂν μὲν μηδαμῶς φάσκῃ κεκωλῦσθαι τὸ πεπραγμένον, ἀντίληψιν ποιεῖ· ἔστι γὰρ ἀντίλχψις ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία, οἷον γεωργὸς φιλοσοφοῦντα
τὸν υἱὸν ἀποκηρύσσει. — Ἐὰν δὲ ὁμολογῇ τι πεποιηκέναι ὡς ἀδίκημα, ὄνομα μὲν πάλιν γενικὸν τούτῳ ἀντίθε σις, διαιρήσομεν δὲ οὕτω καὶ τοῦτο· ἤτοι γὰρ εἰς ἑαυτὸν ἀναδέχεται πᾶν ὁ φεύγων τὸ γεγονὸς ἢ εἴς τι τῶν ἔξωθεν αὐτὸ μεθίστησι· κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχηται,
ποιεῖ ἀντίστασιν· γίνεται γὰρ ἀντίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα 5 ἀνθιστᾷ ἕτερόν τι εὐεργέτημα διʼ αὐτοῦ τοῦ ἀδικήματος 6 πεπραγμένον. ἂν δὲ εἴς τι τῶν ἔξωθεν, ἤτοι εἰς αὐτὸν τὸν παθόντα ἢ εἰς ἄλλο τι· κἂν μὲν εἰς τὸν παθόντα, ποιεῖ ἀντέγκλημα· γίνεται γὰρ ἀντέγκλημα, 7 ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα
ἀντεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθεν. ἂν δὲ εἰς ἕτερόν τι μεθιστᾷ, πάλιν διαιρετέον· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ ἔγκλημα ὁμολογῶν τι πεποιηκέναι ὡς ἀδίκημα καὶ ποιεῖ μετάστασιν, ἢ εἰς οὐ δυνάμενον
ὑπεύθυνον γενέσθαι, ἀνεύθυνον δὲ πάντῃ, καὶ πεποίηκε συγγνώμη ν. μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευτής, ὃν εἴσω τριάκοντα ἡμερῶν δέον ἐξιέναι λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον, μὴ λαβὼν καὶ διὰ τοῦτο μὴ ἐξελθών, εἶτα κρινόμενος·
συγγνώμης δὲ παράδειγμα οἱ δέκα στρατηγοὶ οἱ διὰ τὸν χειμῶνα μὴ ἀνελόμενοι τὰ σώματα καὶ κρινόμενοι. εἰ δέ τις ἡμῖν τι περὶ τούτων ἀμφισβητεῖ, συγγνώμης λέγω καί μεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεως λελέξεται.
ἂν μὲν οὖν ᾖ περὶ ἓν ῥητὸν ἡ ζήτησις, ἤτοι περὶ τὰς τούτου διανοίας καὶ μόνας ἢ καθʼ αὑτὸ θάτερον τῶν μερῶν, ῥητὸν καὶ διάνοια γίνεται· γίγνεται γὰρ ῥητὸν καὶ διάνοια, ὅταν, τοῦ ἑτέρου τὸ ῥητὸν προβαλλομένου καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος,
θάτερον μέρος χρῆται ταῖς διανοίαις· οἷον ξένος ἐπὶ τὸ τεῖχος εἰ ἀνέλθοι, τεθνάτω, πολιορκίας οὔσης ἀνελθών τις ἡρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἢ τοῦτο μὲν οὐχί, τῷ ῥητῷ δὲ παρατίθησί τι πρᾶγμα εἰς ταὐτὸν 10 ἄγων τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ ποιεῖ συλλογισμόν·
ἔστι γὰρ συλλογισμὸς ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις εἰς ταὐτὸν συνάγοντός τινος τὸ ἄγραφον τῷ ἐγγράφῳ· οἷον τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἐκ 11 πόρνου τινὰ γεγονότα λέγειν κωλύει τις.
12 δύο διαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται· ἔστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ
διανοίας· οἶον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηὶ καὶ εἴργεται αὐτῆς ὡς πατρῴας. τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν παράδειγμα τόδε· ἡ βιασθεῖσα
ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βιασαμένου, δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον αὐτοῦ, ἣ δὲ θάνατον αἱρεῖται.
ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομένη· ἐκ μὲν προσῳδίας, οἷον ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώραταί τις φοροῦσα, καὶ ἣ μὲν τὰ χρυσία φησὶν εἶναι δημόσια, προπαροξυτόνως ἀναγινώσκουσα τὸν νόμον, οἳ δὲ οὐ τὰ χρυσία ἀλλʼ αὐτὴν
δημοσίαν εἶναι, παροξυτόνως ἀναγινώσκοντες περὶ δὲ διάστασιν συλλαβῶν, οἷον δύο ἦσάν τῳ παῖδες, Λέων 13 14 καὶ Πανταλέων· διέθετο οὕτως ῾ ἐχέτω τὰ ἐμὰ πανταλεων’, 15 καὶ ἑκάτερος ἀντιποιεῖται πάντων, ὃ μὲν ὑφʼ ἓν ἀναγινώσκων Πανταλέων, ὃ δὲ διιστὰς πάντα, εἶτα Λέων.
οὐκέθʼ ὁμοίως, ἀλλʼ ὅταν ἡ ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν· ἐν γὰρ μεταλήψει οὔτε εἰ 16 ἔστι τι προηγουμένως ζητήσεις, καθάπερ ἐν στοχασμῷ, οὔτε τί ἐστι, καθάπερ ἐν ὅρῳ, οὔτε ὁποῖόν τί ἐστιν, ὡς ἐν τοῖς λοιποῖς, ἀλλʼ αὐτὸ τοῦτο, εἰ δεῖ ζητῆσαί τι
τούτων· παραγραφὴ γάρ ἐστι. δύο δὲ αὐτῆς εἴδη· ἣ μὲν γάρ ἐστιν ἔγγραφος. ἀπὸ ῥητοῦ τινος λαμβάνουσα τὴν ζήτησιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφός ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις· οἷον δὶς περὶ τῶν αὐτῶν δίκας
μὴ εἶναι, φόνου κρινόμενός τις ἀπέφυγεν, ὕστερον αὐτῷ χρωμένῳ ἀνεῖλεν ὁ θεὸς ῾ ἀνδροφόνοις οὐ χρῶʼ καὶ πάλιν φεύγει· κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη ἐξέτασις, εἶθʼ ἕπεται τὸ στοχαστικόν, εἰ ἐφόνευσέ πουἡ δὲ ἄγραφος ἔστι μὲν ἀπαγωγὴ τῆς εὐθυδικίας καὶ
17 αὐτὴ κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ, τὴν ζήτησιν δὲ οὐ περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα, 18 τόπον ἢ χρόνον ἢ πρόσωπον ἢ αἰτίαν ἢ τρόπον, ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν δέ τι τούτων αἰτιώμεθα μεταλαμβάνοντες· οἷον ἐξῆν ἀποκτιννύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, τὸν μοιχὸν ἀποκτείνας
τις μόνον χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑρὼν ἀπέκτεινε τὴν γυναῖκα καὶ φόνου φεύγει· τὸν γὰρ τόπον ἐνταῦθα καὶ τὸν χρόνον αἰτιώμεθα δήπουθεν.
περὶ δὲ τῆς καθʼ ἑκάστην διαιρέσεως ἤδη λεκτέον. εἰδέναι μέντοι χρή, ὡς τὰ περὶ στοχασμοῦ λεχθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξεται, σχεδὸν εἰς ἅπόντα συντελεῖ τὰ μετὰ ταῦτα· διὸ καὶ εἰκότως μακρότερα ἔσται.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.