ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.
παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ, μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως αὐτῶν καὶ ἀποδείξεως, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο μέρος ῥητορικῆς· ἀλλʼ οὐ
περὶ τούτων νυνί, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γινέσθω· 1 ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως.
2 3 4 5 ἔστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρʼ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ ἢ τοῦ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν· τὸ γὰρ ὡς ἀληθῶς τε καὶ
καθόλου καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς.
συνιδεῖν τὰς εἰς τὰ κεφάλαια τῶν ζητημάτων καὶ ὅσα ὅλως διαιρεῖσθαι δύναται.
καὶ τὰ τοιαῦτα· δευτέραν δὲ τὰ πρός τι, οἷον πατήρ, υἱός, δοῦλος, δεσπότης· τρίτην τὰ διαβεβλημένα, οἷον 7 ἄσωτοι, μοιχοί, κόλακες· τετάρτην τὰ ἠθικά, οἷον γεωργοί, λίχνοι καὶ τὰ ὅμοια· πέμπτην τὰ κατὰ συμπλοκὴν
δύο προσηγοριῶν, οἷον νέος πλούσιος, τούτων γὰρ ἑκάτερον ἰδίᾳ μὲν σμικρὸν ἢ οὐδὲν ἰσχύει, συμπλακέντα δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι· ἕκτην τὰ 8 κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά, οἷον στρατηγός, ῥήτωρ. ταυτὶ δὲ δῆλον μὲν ὡς καὶ καθʼ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ κατὰ πλείονα. αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δήπου
καὶ ῥήτωρ καὶ πρεσβευτής, ἤδη δὲ καὶ στρατιώτης· ὅθεν καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἀλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι, ὡς ἂν ὁ καιρὸς διδῷ.
δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν. οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα, οἷον τὸ τίς, καὶ τὰ ἱσάζοντα διόλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους· ὃ γὰρ ἄν τις εἴπῃ κατὰ τοῦ ἑτέρου, ἔσται τοῦτο καὶ κατὰ τοῦ
ἑτέρου.
φόνου φεύγων· δευτέραν δέ, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ κρίνεται 10 προδοσίας· τρίτην, ἃ μεταξὺ τούτων ἐστίν, οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, 11 καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς,
διὰ δὲ τὰ ἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆναι ὡς ἀναφερόμενον. ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων· καὶ οὐκ ἀγνοῶ γε, ὡς ῷήθησαν τινὲς μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα κρινόμενον, θαυμάζω δέ, εἰ μὴ κρινομένου
πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον 12 χρῶμα, ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι.
ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα διαλλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὐ διὰ τὸ ἰσάζειν.
τε — ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς — τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον δυνάμενόν τε πέρας λαβεῖν συνέστηκε· τὰ δʼ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν. εἰρήσεται δὲ καὶ κατʼ εἶδος.
τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά, οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ ὄρυγμα ποιήσας ὑποδεξάμενος ἀπέκτεινε καὶ φεύγει φόνου. — Δεύτερον τὸ ἰσάζον διόλου, οἷον δύο νέοι πλούσιοι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν
ἀλλήλους ἐξιόντας ἀπὸ τῶν ἀλλήλων οἰκιῶν καὶ 15 μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσι. — Τρίτον κατὰ τὸ ἀντιστρέφον, οἷον ἀπῄτει τις δάνειον καὶ τόκους, ὃ δὲ παρακαταθήκην φάσκων ἔχειν οὐκ ὀφείλειν ἔλεγε τόκους· μεταξὺ πεποίηται χρεῶν ἀποκοπὰς ὁ δῆμος, καὶ
ὃ μὲν ὡς παρακαταθήκην ἀπαιτεῖ, ὃ δὲ ὡς χρέος οὐκ 16 ὀφείλειν ἔτι φησίν. ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς· περιπετεῖς γὰρ τοῖς ἑαυτῶν ἄμφω γίνονται λόγοις. — Τέταρτον κατὰ τὸ ἄπορον, οὗ μὴ ἔστι λύσιν λαβεῖν μηδὲ πέρας, οἷον Ἀλέξανδρος
ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν καὶ βουλεύεται· ὅ τι γὰρ ἂν συμβουλεύῃ τις ἐνταῦθα, τὸ ἐναντίον 17 αὐτοῦ περανεῖ. — Πέμπτον κατὰ τὸ ἀπίθανον, οἷον εἰ Σωκράτην τις πλάττει πορνοβοσκοῦντα ἢ Ἀριστείδην ἀδικοῦντα. — Ἕκτον κατὰ τὸ ἀδύνατον, οἷον εἰ
Σιφνίους ἢ Μαρωνείτας λέγει τις περὶ ἀρχῆς τῶν Ἑλλήνων βουλεύεσθαι ἢ τὸν Πύθιον ψεύδεσθαι. — Ἕβδο. μον κατὰ τὸ ἄδοξον, οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκα τὸν μισθὸν οὐκ ἀπολαμβάνων δικάζεται τῷ μισθωσαμένῳ. — Ὄγδοον κατὰ τὸ ἀπερίστατον, οἷον
ἀποκηρύσσει τις τὸν υἱὸν ἐπʼ οὐδεμιᾷ αἰτίᾳ. Τʹαῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα.
Ἀριστογείτονος εἰκόνας βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ 18 ἀποσπᾶν· τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν, ἑτερορρεπὲς 19 δὲ. — Εἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ ἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις γὰρ ἡμάρτηται παραπλησίως
ἐπʼ ἀμφοῖν, ἐπεὶ τεθνᾶσί γε δήπου Κλέων τε πρὸ τῶν Σκελικῶν καὶ Μαρδόνιος πρὶν ἢ ἐπανελθεῖν τοὺς διαφυγόντας τῶν Περσῶν.— Ἔστιν ἐν τούτοις 20 καὶ τὸ προειλημμένον τῇ κρίσει, οἷον μηδενὸς ἐπιγνῶναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον ἔδειξε
γυνή τις τῷ ἑαυτῆς ἀνδρί, ὃ δὲ ἀνελθὼν ἀπέκτεινεν ἐκεῖνον καὶ μοιχείας αὐτῇ ἐγκαλεῖ· θαυμάζω γάρ, εἴ τις αὐτῆς καταψηφιεῖται, κἂν ἐλεγχθῇ μεμοιχευμένη, διʼ ἣν ὁ τύραννος ἀνῄρηται. — Τάχα δʼ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα.
μελετῶμεν, οἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικὸν καὶ ἐπιδεικτικῶς 22 τὸ ἐπιδεικτικὸν καὶ ἕκαστον ὡς προσήκει προσφόρως τοῖς ὑποκειμένοις· τοὺς δὲ μήπω περὶ ψιλῆς διαιρέσεως τῆς εἰς τὰ λεγόμενα κεφάλαια τῶν ζητημάτων ἐπεσκεμμένους μηδʼ αὐτὸ τοῦτο δὴ τὰς λεγομένας στάσεις
τῶν προβλημάτων εἰδότας ἀμήχανον δήπου τῶν προειρημένων τι καλῶς γινώσκειν. διδάσκειν οὖν πρό γε ἐκείνων τὸν περὶ ἰδεῶν λόγον καὶ πάντῃ ἀνόητον, ἄλλως τε κἂν ἐπιχειρήσωμέν τι λέγειν περὶ αὐτῶν νυνί, πλείων ἂν ἡμῖν ὁ τοῦ παρέργου λόγος ἢ ὁ τοῦ ἔργου γένοιτο·
πραγματείας γὰρ ἰδίας καὶ οὐ σμικρᾶς, εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτάτης, ἐστὶν ὁ περί τε τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγος. νῦν οὖν περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς εἰς τὰ κεφάλαια.
ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς 25 26 τῶν ζητημάτων ἁπάντων, ὅπως τοῦτο ἐπιγνωσόμεθα τὴν μέθοδον ἐνταυθοῖ προθεὶς ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως τῶν κεφαλαίων ἀπὸ στοχασμοῦ, ἀναγκαίως, ὡς αὐτὸ δηλώσει· ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων λελέξεται. Ἡ δʼ οὖν μέθοδός ἐστιν ἥδε.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.