Περὶ μεταλήψεως.
1καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στάσιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· 2 ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα· τὸ δὲ μετὰ τὴν παραγραφὴν καθʼ ἑτέραν τινὰ διαιρεθήσεται τῶν λογικῶν στάσεων. οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τῶν τριάκοντα τοῦ κυρωθῆναι ἡμερῶν ἀντιλέγειν, μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος
τοῦ πένητος ὁ πλούσιος ἐχθρὸς ὢν εἰσήνεγκε νόμον τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύεσθαι μηδὲ λέγειν, ἐπανῆκε μετὰ τὰς τριάκοντα ὁ πένης καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ. ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, πότε καὶ τίσιν
εἴσω τῶν τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος, καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐδὲ τοῖς ἀποῦσι καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ δευτέρα δὲ κατὰ τὴν 3 4 πραγματικήν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον καὶ τὰ ἑξῆς. ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν
τι ὡς παραγραφικόν, οἷον οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγεινʼ· δῆλον δέ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτόν, οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι.
5
ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου. ἡ προβολὴ ἀνδροφόνος εἶ᾿ . — Τὸ παραγραφικὸν οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμουʼ. — μετάληψις ῾ οὐκ ἦν, ὅτε ἀνῃρεῖτο, οὔπω παραδεδομένοςʼ· τὸ γὰρ κατὰ τὸν χρόνον
μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδʼ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. — Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότεʼ· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλʼ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως
τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν. — Ὁ ὅρος ὅτι πάμπολυ διαφέρειʼ. — ἀντίθεσις ῾ ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν᾿ . — Ἑτέρα μετάληψις ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα 6 σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι,
καὶ αἰτεῖν ἄφεσιν. — Οἷς ἀκόλουθος ἡ ἀντίληψις ὅτι ῾ ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμιᾶς ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθʼ ὃν ἐχρῆν αἰτεῖνʼ. 7 — Ἡ θέσις, εἰ δεῖ ταῦτα ἐπιτρέπειν ἢ οὐ δεῖ τοὺς ἀρίστους ἐπὶ τοῖς συκοφάνταις ποιεῖνʼ. — Ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν τοῖς ἔμπροσθεν.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.