Περὶ συλλογισμοῦ.
εἶτα ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις, ᾗ ἕπεται πάντως ἡ ἀντίληψις, εἶτα ποιότητι καὶ γνώμῃ· καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται.
2 ῾ καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γάρ ἐστι τὸ κωλυόμενονʼ. — συλλογισμός, εἰ μηδὲν διαφέρει τοῦτο ἐκείνου. — Ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. — Ἡ γνώμη τοῦ νομοθέτου κοινή, τί βουλόμενος ἐκώλυσε τοῦτο ὁ νομοθέτης· ὁ μὲν διώκων ἐρεῖ ὅτι ῾ ἀνελεῖν
βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντινασῦν 3 τῶν πολιτῶν, ἐφʼ ὅτῳ ἂν οὗτοι ἐθέλωσιν ἐγκλήματιʼ, ὁ δʼ αὖ φεύγων ῾ οὐ διὰ τοῦτοʼ ἔρεῖ, ῾ ἀλλʼ ἐπιστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὔκουν ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν· ὑπομνήματα
δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους
ἀνθρώπους διαβολή᾿ . — Ἡ πηλικότης ὡς ἐν τῷ ὅρῳ, ὅτι μέγα τὸ γινόμενον. — Ὁ δὲ βίαιος ὅρος, εἰ καὶ ὀνομαστὶ κωμιῳδεῖν τοῦτό ἐστι. — Τὸ πρός τι καὶ τὰ ἐξῆς πάντα καθάπερ καὶ ἐν τῷ ὅρῳ ἐξετασθήσεται.
διαιρήσεις· ὅμωωος μέντοι ἐκκείσθω αὐτῶν παραδείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ τοῦ ἴσου ὡς ὁ προειρημένος, ἢ ἀπὸ τοῦ μείζονος, οἷον ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας, μαστίξας τινὰ κατιόντα τις φεύγει παρανόμου τιμωρίας· ὁ γὰρ τὸ μεῖζον’,
φησί, δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν᾿ . ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· οὐ 4 γὰρ ἀπλῶς τῷ ἀντεγκλήματι ἀλλὰ μετὰ τῶν προειρημένων 5 χρήσεται. ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον, οἷον ἔξεστι στίζειν τοὺς μοιχούς, στίζων τις ἀπέκτεινε καὶ φόνου φεύγει· ῾ ὁ γὰρ τὸ πρότερονʼ, 6 φησί, δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν᾿ .
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.