Περὶ ἀκτινομίας.
δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει διὰ τὸ ἰσάζειν, οἷον ἕπεται μὲν τούτοις ὥσπερ ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ μὴ προσδιωρίσθαι καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ ταῦτα ἐπʼ
ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα, καὶ χαλεπὸν αὐτοῖς χρῆσθαι δυνηθῆναι. — Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν, οἷον ἀννίθεσις, μετάληψις, πρός τι, ὁ βίαιος ὅρος, ἡ θέσις, ἑτέρα μετάληψις, 3 ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη. — Ἴδιον
δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διαίρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ πότερον περιέχεται τῶν ῥητῶν ζήτησις, οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥητῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται.
ὄντι σοι οὐ μέτεστι τῶν πατρῴωνʼ. — Ἡ διάνοια ῾τότε λέγει δήπουθεν, ὅταν ὡς κληρονομήσων, ὅταν ὡς διαδεξόμενός τι τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους ἀντιποιῆταί τις, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκωνʼ. — Εἶτα ἕπεται ἡ
ἑτέρα προβολὴ τοῦ νόμου, οἷον ῾ ἄλλως τε καὶ ὅταν 5 νόμος τοῦτο σαφῶς διδῷ τὸ κύριον εἶναι τὸν ἐπιμείναντα τῆς νεώς᾿ . — Πρὸς ἣν ἡ ἑτέρα διάνοια ῾ ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν μὴ πατρῷον τὸ κτῆμια, ὅταν ἀλλότριον, ὅταν μὴ ἀποκήρυκτός τις ᾖ, ὅταν μὴ
νόμῳ εἰργόμενοςʼ.
τί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων;ʼ ὁ μὲν διώκων ἐρεῖ ὅτι νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου τινὸς μετέχεινʼ, ὁ δὲ φεύγων ῾ οὐχί, ἀλλʼ ἵνα καὶ καθʼ ἑαυτοὺς πονοῦντες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαι ἀναγκάζωνται
καὶ τὴν βλακείαν, διʼ ἣν ἀπεκηρύχθησαν, καὶ τὴν τρυφὴν ἀποθῶνται· ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηί᾿ . πάλιν ῾ διὰ τί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν;ʼ ῾ ἵνα δὴ καρτεροῖεν τοῖς κινδύνοις οἱ ἐμπλέοντεςʼ ἢ ὅ τι ἂν εὑρίσκωσιν ἀμφότεροι. Πολλάκις δὲ διεμαρτυράμην,
ὡς οὐ διαιρῶν λέγω νῦν, ὅσον δὲ πρὸς ἔνδειξιν τῶν κεφαλαίων ταῦτα ἐκτίθεμαι.
ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα. — Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ 8 ὅτι ῾ οὐ δικαίως ἂν εἰργοίμην τῆς νεώς, εἰ καὶ τοιοῦτος 9 εἴην· οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖνʼ, ὃ δὲ ῾ ἐφʼ ἑτέροις ἔδει ἀνδρίζεσθαι καὶ μὴ ἐπὶ τούτοιςʹ. — Τὸ 10 πρός τι, πότερον φυλάξαι βέλτιον τῶν νόμων, εἰ ἐγχωροίη λέγειν, ὅτι ὃ μὲν παλαιός, ὃ δὲ νέος, καὶ ὃ μὲν
ὑπὸ Σόλωνος τεθείς, ἂν οὕτω τύχῃ, δὲ ὑπὸ τοῦδε, καὶ ὃ μὲν κοινός, ὃ δὲ ἴδιος, καὶ ὃ μὲν περὶ τὰ μέγιστα ἔχων, ὃ δὲ περὶ τὰ μικρά, καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, θάτερος δʼ εἰ λυθείη, βραχέα ἢ οὐδέν. — Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ
ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, πότερον τὸ περιέχον αὶ πότερον τὸ περιεχόμενον, οἷον ποτέρου γενομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων. κἀνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται· δύο τις κατὰ
ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον, ἣ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα αὐτὸν 11 τεθνάναι ἐρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. — Ὁ βίαιος ὅρος ῾ εἰ μηδὲ τοῦ πατρός
ἐστιν ἡ ναῦς, τοῦ δὲ κλύδωνοςʼ ἢ ῾ εἰ μηδὲ τοῦ πατρός, 12 ἀλλʼ οὐδʼ ἑτέρου τινός᾿ . — θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται ὡς ἐν ταῖς ἀντιθετικαῖς.
Περὶ στάσεων. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.