Περὶ ἠθοποιίας.
1 ὥσπερ παρὰ τῷ Ἀριστείδῃ ἡ θάλασσα ποιεῖται τοὺς λόγους πρὸς τοὺς Ἀθηναίους. ἡ δὲ διαφορὰ δήλη· ἐκεῖ μὲν γὰρ ὄντος προσώπου λόγους πλάττομεν, ἐνταῦθα δὲ οὐκ ὂν πρόσωπον πλάττομεν. εἰδωλοποιίαν δέ φασιν ἐκεῖνο, ὅταν τοῖς τεθνεῶσι λόγους περιάπτωμεν,
ὥσπερ Ἀριστείδης ἐν τῷ Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεσσάρων· τοῖς γὰρ ἀμφὶ τὸν Θεμιστοκλέα περιῆψε λόγους.
τις πρὸς τοὺς οἰκείους μέλλων ἀποδημεῖν, ὡρισμένων δέ, οἷον ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς πρὸς Δηιδάμειαν μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι.
στρατηγὸς πρὸς τὸ στρατόπεδον μετὰ τὴν νίκην.
δὲ αἱ σύνοδον ἔχουσαι ἤθους καὶ πάθους, οἷον τίνας 4 ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ· καὶ γὰρ τὸ πάθος διὰ τὴν τοῦ Πατρόκλου σφαγὴν καὶ τὸ ἦθος, ἐν ᾧ περὶ τοῦ πολέμου βουλεύεται.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.