Περὶ συγκρίσεως.
1 αὐτὴν καθʼ αὐτὴν ἐποίησαν γύμνασμα, μικρὸν περὶ αὐτῆς λεκτέον.
καὶ γένος γένει καὶ τροφὴν τροφῇ καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τὰ ἐκτὸς καὶ τρόπους θανάτων καὶ τὰ μετʼ ἐκεῖνα. — Ὁμοίως δὲ εἰ καὶ φυτὰ συγκρίνοις, ἀντεξετάσεις 2 τοὺς δόντας θεούς, τοὺς τόπους, ἐν οἷς φύεται, τὸ ἥμερον, τὴν χρείαν τῶν καρπῶν καὶ τὰ ἐξῆς. —
Ὁμοίως δὲ εἰ καὶ πράγματα συγκρίνοις, ἐρεῖς τοὺς πρώτους ἀψαμένους τῶν πραγμάτων καὶ τοὺς μετιόντας παραθήσεις ἀλλήλοις, ποιότητα ψυχῆς, ποιότητα σώματος. ταὐτὸν δέ σοι καὶ περὶ πάντων κείσθω θεώρημια.
ἴσα δεικνύντες, ἃ παραβάλλομεν, ἢ διὰ πάντων ἢ διὰ πλειόνων· ἐνίοτε δὲ θάτερον προτίθεμεν, ἐγκωμιάζοντες κἀκεῖνο, οὗ τοῦτο προτίθεμεν· ἐνίοτε δὲ 3 τὸ μὲν ψέγομεν ὅλως, τὸ δὲ ἐπαινοῦμεν, οἷον εἰ λέγοις σύγκρισιν δικαιοσύνης καὶ πλούτου. γίνεται δὲ καὶ
πρὸς τὸ βέλτιον σύγκρισις, ἔνθα ἀγὼν τὸν ἐλάττονα 4 ἴσον τῷ κρείττονι δεῖξαι, οἷον εἰ σύγκρισιν λέγοις Ἡρακλέους καὶ Ὀδυσσέως. ἀπαιτεῖ δὲ τὸ τοιοῦτο βίαιον ῥήτορα καὶ δεινότητα, δεῖται δὲ καὶ γοργότητος ἡ ἐργασία πανταχοῦ διὰ τὸ δεῖν ταχείας ποιεῖσθαι τὰς μεταβάσεις.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.