Περὶ ἐγκωμίου.
2 καὶ ἄλογα ζῴα οἷον ἵππον, ἤδη δὲ καὶ φυτὰ καὶ ὄρη καὶ ποταμούς.
ᾄδειν· ἐκάλουν δὲ κώμας τοὺς στενωπούς.
κατʼ εὐφημισμὸν ὀνομάζοντες ἢ ὅτι τοῖς αὐτοῖς τόποις ἀμιφότερα προάγεται. τίνι οὖν διαφέρει τὸ ἐγκώμιον 4 τοῦ κοινοῦ τόπου; δοκεῖ γὰρ ἐν ἐνίοις καὶ σφόδρα ταῦτα ἀμφότερα συμβαίνειν, οἷον ἀριστέως ἐγκώμιον καὶ ὑπὲρ ἀριστέως. φασὶ τοίνυν τὴν διαφορὰν ἐν τῷ
τέλει φαίνεσθαι, ἐν τῇ ἐκβάσει· ἐν μὲν γὰρ τῷ κοινῷ 5 τόπῳ σκοπός ἐστι δωρεὰν λαβεῖν, τὸ δὲ ἐγκώμιον ψιλὴν ἀρετῆς ἔχει μαρτυρίαν.
δέ τινα καὶ ἃ περὶ τὴν γένεσιν συνέπεσεν ἄξια θαύματος, οἷον ἐξ ὀνειράτων ἢ συμβόλων ἢ τινων τοιούτων. 6 ἐπὶ τούτοις ἡ τροφή, οἷον ὥσπερ ἐπὶ τοῦ Ἀχιλλέως, ὅτι μυελοῖς λεόντων ἐτράφη καὶ παρὰ τῷ Χείρωνι. εἶτα ἡ ἀγωγή, πῶς ἤχθη ἢ πῶς ἐπαιδεύθη. καὶ μὴν καὶ φύσις ψυχῆς καὶ σώματος ἐξετασθήσεται καὶ 7 τούτων ἑκάτερον κατὰ διαίρεσιν· ἐρεῖς γὰρ περὶ μὲν
σώματος, ὅτι καλός, ὅτι μέγας, ὅτι ταχύς, ὅτι ἰσχυρός, περὶ δὲ ψυχῆς, ὅτι δίκαιος, ὅτι σώφρων, ὅτι σοφός, ὅτι ἀνδρεῖος. ἐπὶ τούτοις ἐκ τῶν ἐπιτηδευμάτων, οἷον ποῖον ἐπετήδευσε βίον, φιλόσοφον ἢ ῥητορικὸν ἢ στρατιωτικόν. τὸ δὲ κυριώτατον αἱ πράξεις· ἐν γὰρ τοῖς
ἐπιτηδεύμασιν αἱ πράξεις· οἷον στρατιωτικὸν βίον ἑλόμενος τί ἐν τούτῳ κατέπραξε. τὰ δὲ ἐκτός, οἷον συγγενεῖς, φίλοι, κτήματα, οἰκέται, τύχη καὶ τὰ τοιαῦτα. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου ὅσον ἐβίωσε, πολὺν ἢ μέτριον· ἑκάτερον δὲ ἀφορμὴν ἐγκωμίων δίδωσι· τόν τε
γὰρ μακροβιώτατον ἐξ αὐτοῦ τούτου ἐπαινέσεις, τόν τε μὴ μακρόβιον ἐν τῷ ‘μὴ μετασχεῖν τῶν νοσημάτων τῶν διὰ τὸ γῆρας γινομένων’. ἔτι δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς τελευτῆς, ὅπως ἀπέθανεν ὑπὲρ τῆς πατρίδος μαχόμενος· καὶ εἴ τι παράδοξον ἐνταῦθα, ὡς ἐπὶ τοῦ
8 Καλλιμάχου, ὅτι καὶ νεκρὸς εἱστήκει· καὶ ἀπὸ τοῦ ἀποκτείναντος αὐτὸν ἐπαινέσεις, οἷον ὅτι Ἀχιλλεὺς ὑπὸ θεοῦ ἀπέθανε τοῦ Ἀπόλλωνος. ἐξετάσεις δὲ καὶ τὰ μετὰ τὴν τελευτήν, εἰ ἀγῶνες ἐτέθησαν ἐπʼ αὐτῷ, ὡς ἐπὶ 9 10 Πατρόκλῳ, εἰ χρησμός τις περὶ τῶν ὀστέων, ὡς ἐπὶ 11 Ὀρέστου, εἰ οἱ παῖδες ἔνδοξοι, ὡς ὁ Νεοπτόλεμος. μεγίστη δὲ ἐν τοῖς ἐγκωμίοις ἀφορμὴ ἡ ἀπὸ τῶν συγκρίσεων, ἃς τάξεις, ὡς ἂν ὁ καιρὸς ὑφηγῆται.
ψυχήν, ποταπὸν τὸ σῶμα, τίνα ἔργα ἔχει, ποῦ χρήσιμα, πόσος ὁ χρόνος τοῦ βίου. καὶ συγκρινεῖς δὲ καὶ ὅλως τοῖς ἐμπίπτουσι τῶν τόπων χρήσῃ.
τῶν χρησαμένων, ὅτι ἥρωες αὐτῇ ἐχρῶντο· μέθοδος δὲ ἀρίστη ἐπὶ τῶν τοιούτων ἐγκωμίων, ὅσα περὶ πραγμάτων, τὸ τοὺς μετιόντας αὐτὰ σκοπεῖν, ὁποῖοί τινές 12 εἰσι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, οἷον οἱ θηρῶντες ἀνδρεῖοι, εὔτολμοι, ὀξύτεροι τὰς φρένας, ἐρρωμένοι
τὰ σώματα. — Ἐντεῦθεν οὐκ ἀγνοήσεις, ὅπως θεοὺς ἐγκωμιαστέον. ἰστέον δέ, ὅτι τὰ εἰς θεοὺς ὕμνους κλητέον.
τὸ χρήσιμον, ᾧ μάλιστα ἐνδιατρίψεις. τὰς δὲ συγκρίσεις πανταχοῦ παραληπτέον.
καὶ περὶ παιδείας, ὡς ὑπὸ θεῶν ἐπαιδεύθησαν. ἐξετάσεις δὲ ὡς ἐπὶ ἀνθρώπου, ποδαπὴ τούς τρόπους ἡ πόλις, ποδαπὴ τὴν κατασκευήν, τίσιν ἐπιτηδεύμασιν ἐχρήσατο, τίνα κατέπραξε.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.