Περὶ ἐκφράσεως.
προσώπων μέν, ὡς παρʼ Ὁμήρῳ «φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα»· πραγμάτων δὲ οἷον ἔκφρασις πεζομαχίας καὶ ναυμαχίας· καιρῶν δὲ οἷον εἰρήνης, πολέμου· τόπων δὲ οἷον λιμένων, αἰγιαλῶν, πόλεων· χρόνων δὲ οἷον ἔαρος, θέρους, ἑορτῆς. — Γένοιτο δʼ ἄν 1 τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ τῷ Θουκυδίδῃ ἡ νυκτομαχία· ἡ μὲν γὰρ νύξ καιρός τις, ἡ δὲ μάχη πρᾶξις.
2 οἷον εἰ πολέμου λέγοιμεν ἔκφρασιν, πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου ἐροῦμεν, τὰς στρατολογίας, τὰ ἀναλώματα, τοὺς φόβους, εἶτα τὰς συμβολάς, τὰς σφαγάς, τοὺς θανάτους, εἶτα τὸ τρόπαιον,
εἶτα τοὺς παιᾶνας τῶν νενικηκότων, τῶν δὲ τὰ δάκρυα, τὴν δουλείαν. — Ἐὰν δὲ τόπους ἐκφράζωμεν ἢ χρόνους 3 ἢ πρόσωπα, ἕξομέν τινα καὶ ἐκ τῆς διηγήσεως καὶ ἐκ τοῦ καλοῦ ἢ χρησίμου ἢ παραδόξου λόγον.
ἐπειδή τινες οὐ φαῦλοι καὶ ταύτην ἐγκατηρίθμησαν τοῖς γυμνάσμασιν, οἷς ἠκολουθήσαμεν καὶ ἡμεῖς ῥᾳθυμίας ἔγκλημα φεύγοντες.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.