Περὶ θέσως.
ἀλλʼ ἁπλῶς κοινῶς πρὸς ὁτιοῦν κατὰ ἀναθεώρησιν μόνων τῶν προσόντων τῷ πράγματι τὴν διέξοδον λαμβάνουσα· ὅταν γὰρ ἐξετάσωμεν, εἰ γαμητέον, οὐ τῷ δεῖνι προσθέντες λέγομεν, οἷον Περικλεῖ ἢ Ἀλκιβιάδῃ, ἢ ἐπὶ τοῖσδε τοῖς συμβεβηκόσιν ἢ ταύτην
ἔχοντι τὴν ἡλικίαν ἢ τοιαύτῃ κεχρημένῳ τύχῃ, ἀλλʼ ἁπλῶς ταῦτα πάντα ἀφελόντες τὸ πρᾶγμα ἐφʼ ἑαυτοῦ θεωρήσομεν, τῶν προσόντων αὐτῷ τὴν ἐξέτασιν ποιούμενοι, οἷον εἰ ποιητέον τόδε ᾡτινιοῦν διὰ τὸ τοιάδε εἶναι τὰ ἀποβαίνοντα τοῖς μετιοῦσιν· ὡς, ἐὰν ὡρισμένον
πρόσωπον λάβωμεν καὶ περίστασίν τινα καὶ οὕτω 2 τὴν διέξοδον τῶν λόγων ποιώμεθα, οὐ θέσις ἔσται ἀλλ᾿ ὑπόθεσις.
εἰ ῥητορευτέον καὶ ὅσα τοιαῦτα· οὐ πολιτικαὶ δέ, ὅσαι
οἰκεῖαί τινος ἐπιστήμης καὶ προσήκουσαι τοῖς περὶ αὐτὰς ἀναστρεφομένοις, οἷον εἰ σφαιροειδὴς ὁ οὐρανός, εἰ πολλοὶ κόσμοι, εἰ ὁ ἥλιος πῦρ. αἵδε μὲν οὖν φιλοσόφοις ἁρμόζουσιν, ἐν δὲ ταῖς ἄλλαις τοὺς ῥήτορας
γυμναστέον. ὠνόμιασαν δὲ τινὲς ταύτας μὲν πρακτικάς, ἐκείνας δὲ θεωρητικάς· ταύτας μὲν γὰρ ἐνδέχεται καὶ πραχθῆναι, ἐκείνων δὲ τὸ τέλος ἡ θεωρία.
πράγματος ζήτησις.
γεωργητέον᾿ , διπλῆ, δεῖ γὰρ τοῦ μὲν ἀποτρέπειν, ἐπὶ δὲ τὸ προτρέπειν.
διακεῖσθαι. οὕτω κατασκευάσεις· ἀνατρέψεις δὲ ἐκ τῶν ἐναντίων. λύσεις δὲ καὶ τὰς εὑρισκομένας ἀντιθέσεις. ἐπὶ δὲ τελευτῆς αἱ προτροπαὶ καὶ τὰ κοινὰ ἔθη πάντων ἀνθρώπων.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.