〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Εὶ ἔϲτιν ἴδια πάθη γυναικῶν.
(καθ᾿ ὃ ϲημαινόμενον ἐϲθῆτά τιϲ ἰδίαν εἶναί φηϲιν ὡϲ ἰδιόκτητον) καὶ. τὸ μὴ ἀλλότριον (καθ᾿ ὃ ϲημαινόμενον ἑκάτεροϲ τῶν ἀδιαιρέτων ἀδελ- φῶν ἴδιον λέγει τὸ χωρίον ἢ τὸ ἀνδράποδον καίτοι καὶ τοῦ ἑτέρου πάντωϲ ὑπάρχοντα]. περὶ τοῦ προτέρου δὲ τῶν ϲημαινομένων ἔϲτιν
ἡ ϲκέψιϲ. ‘πάθοϲ’ δὲ λέγεται τὸ μὲν κατὰ φύϲιν (οἶον τὸ ϲυλλαμβάνειν
καὶ ἀποτίκτειν καὶ γάλα ποιεῖν), τὸ δὲ παρὰ φύϲιν (οἶον πυρέττειν) καὶ τοῦ παρὰ φύϲιν τὸ μὲν ὡϲ καθόλου καὶ γενικόν (οἷον τὸ ϲτεγνὸν). τὸ δὲ μερικὸν καὶ ὑποβεβηκόϲ ίοἷον τὸ φρενιτικὸν ἢ ληθαργικόν). ἐνέϲτηκεν δὲ μάλιϲτα ὁ λόγοϲ 〈περὶ〉 τοῦ παρὰ φύϲιν καθ᾿ ὅλου τε καὶ κατὰ μέροϲ.
τιάδηϲ, τῶν Ἀϲκληπιαδείων δὲ Λοὑ |κιοϲ ἐν τῷ τρίτῳ τῶν Χρονίων καὶ Δημήτριοϲ ὁ Ἀπαμεύϲ, τινὲϲ δὲ μὴ γίνεϲθαι. 1 2 3 4 καθάπερ κατὰ τοὺϲ πλείϲτουϲ Ἐραϲίϲτρατοϲ καὶ Ἡρόφιλοϲ, ὡϲ παραϲεϲημείωται, καὶ Ἀπολλώνοιϲ ὁ Μῦϲ ἐν τῷ πρώτῳ καὶ τρίτῳ 〈τῶν Περὶ〉 τῆϲ αἱρέϲεωϲ καὶ Ἀϲκληπιάδηϲ κατὰ τοὺϲ πλείϲτουϲ καὶ ὁ Φιλαλήθηϲ Ἀλέξανδροϲ Θεμίϲων τε καὶ Θεϲ-
ϲαλὸϲ καὶ οἱ ἀπ᾿ αὐτῶν.
τοιαῦτά τινα φέρεται. γυναικείουϲ τινὰϲ λέγομεν ἰατρούϲ, ὅτι τὰ γυναικῶν θεραπεύουϲι πάθη, καὶ μαίαϲ ἐν ταῖϲ νόϲοιϲ ὁ βίοϲ εἴωθεν παρακαλεῖν, ὅταν αἱ γυναῖκεϲ ἴδιόν τι πάϲχωϲιν καὶ ὃ μὴ κοινόν ἐϲτιν
πρὸϲ τοὺϲ ἄνδραϲ· φύϲει τε τὸ θῆλυ τοῦ ἄρρενοϲ διαφέρει μέχρι τοῦ
καὶ Ἀρϲτοτέλην καὶ Ζήνωνα τὸν Ἐπικούρειον εἰπεῖν ἀτελὲϲ μὲν εἶναι τὸ θῆλυ, τέλειον δὲ εἶναι τὸ ἄρρεν· ὃ δὲ τῆ ὅλῃ φύϲει διαφέρει, τοῦτο καὶ ἰδίαν ἐπεδέξατο πεῖϲιν. ἔτι γε μὴν ἡ μήτρα μέροϲ ἴδιον γυναικῶν, καὶ τὰ ἐνεργήματα τῆϲ μήτραϲ ἐπὶ μόνων τούτων
ἐϲτίν, οἷον κάθαρϲιϲ, ϲύλληψιϲ, ἀπότεξιϲ * * * * * * * * * πάθη δὲ ἑπτὰ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποϲτήϲεται πάθοϲ
γυναικῶν. καὶ Ἡρόφιλοϲ ἐν τῷ Μαιωτικῷ φηϲι τὴν ὑϲτέραν ἐκ
τῶν αὐτῶν τοῖϲ ἄλλοιϲ μέρεϲι πεπλέχθαι καὶ ὑπὸ τῶν αὐτῶν δυνά- μεων διοικεῖϲθαι καὶ τὰϲ αὐτὰϲ παρακειμέναϲ ἔχειν ὕλαϲ καὶ ὑπὸ τῶν
αὐτῶν αἰτιῶν νοϲοποιεῖϲθαι (καθάπερ πλήθουϲ, πάχουϲ, διαφορᾶϲ τῶν
ὁμοίων)· οὐδὲν οὖν ἴδιον πάθοϲ γυναικῶν πλὴν τοῦ κυῆϲαι καὶ τοῦ τὸ κυηθὲν ἐκθρέψαι καὶ ἀποτεκεῖν καὶ τὸ γάλα πεπᾶναι καὶ τὰ ἐναντία τούτοιϲ. οἱ δὲ Ἀϲκληπιάδειοι καταϲκευάζοντεϲ ὡϲ οὐδέν ἐϲτιν
πάθοϲ ἴδιον γυναικῶν φαϲιν, ὅτι τὸ θῆλυ τοῖϲ ἄρρεϲιν ἐκ τῶν αὐτῶν
ϲυγκέκριται, ϲτοιχείων ὥϲπερ, τῶν ὄγκων καὶ ὑπὸ τῆϲ αὐτῆϲ αἰτίαϲ νοϲοποιεῖται (τοῦτ᾿ ἔϲτιν τῆϲ ἐνϲτάϲεωϲ, ταύτην γὰρ τῶν πλείϲτων παθῶν ϲυνεκτικὴν εἶναί φαϲιν) καὶ δι〈ὰ τῶν〉 αὐτῶν θεραπεύεϲθαι ποιουμένων τε καὶ προϲφερομένων· οὐδὲν οὖν ἴδιον πάθοϲ θηλειῶν, κοινὴ γὰρ αὐτῶν καὶ ἡ φυϲιολογία καὶ ἡ αἰτιολογία καὶ ἡ θεραπεία. 5 6 7 8
Θεμίϲων δὲ καὶ Θεϲϲαλὸϲ † ἐπὶ παρὰ τὰϲ ἐν τοῖϲ ἄλλοιϲ μέρεϲιν τοῦ ϲώματοϲ * * διὰ τοῦτό φαϲι μὴ εἶναι ἴδιον πάθοϲ γυναικῶν.
πληθώραν εἶναι τοῦ αἴματοϲ, ϲυνεκτικὴν δὲ τὴν μετέραϲίν τε καὶ ϲφήνωϲιν· πάθη δὲ ἑπτὰ κατὰ γένοϲ 〈ὑπάρχειν〉 οὐκ ἀληθέϲ, ὡϲ
παρίϲταμεν διὰ πολλῶν ἐν ἑτέροιϲ. εἰτα παρὰ τὴν ποιὰν τῶν πρώτων ϲυμπλοκὴν ἐνδέχεται μέροϲ ἐπὶ θηλειῶν γεγονέναι τι διάφο-
ρον (καὶ γὰρ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆϲ ποιᾶϲ
ϲυγκρίϲεωϲ τῶν ἀγγείων ὁ Ἐραϲίϲτρατόϲ φηϲι γεγονέναι)· κἂν μὴ διαφέρῃ τῶν ἄλλων, ἐνδέχεται πάϲχειν αὐτὸ διαφόρωϲ, ὅτι καὶ τὸ
αὐτὸ μέροϲ ποτὲ μὲν ϲτεγνοπαθεῖ, ποτὲ δὲ ῥευματίζεται. τὰ δὲ ὅμοια καὶ πρὸϲ Ἡρόφιλον λεκτέον καὶ πρὸϲ Ἀϲκληπιάδην καταψευδό- μενον μὲν τῶν ϲτοιχείων, καταψευδόμενον δὲ καὶ τῆϲ αἰτίαϲ. εἶτα
καὶ τὴν ἔνϲταϲιν οὐ πάντων, ἀλλὰ τῶν πλείϲτων ϲυνεκτικὴν εἶναὶ φηϲιν διὰ τὸ τὸν βούλιμον καὶ ὕδρωπα καὶ τὸν πρὸϲ τῆ ὑπεκλύϲει πυρετὸν ὑπ᾿ ἄλληϲ αἰτίαϲ ϲυνέχεϲθαι. δύναται τοίνυν ὅϲον ἐφ᾿ ἑαυτῷ ϲυϲτῆναί τι πάθοϲ ἴδιον γυναικῶν οὐχ ὑπ᾿ ἐνϲτάϲεωϲ γινόμενον, ὡϲ ἐπὶ τῶν δυϲτοκιῶν.
καὶ κατὰ μέροϲ. ὅϲον μὲν γὰρ ἐπὶ τοῖϲ ἀναβεβηκόϲι, κοινῶϲ τοῖϲ ἄρρεϲι νοϲεῖ τὸ θῆλυ ϲτεγνοπαθοῦν καὶ ῥευματιζόμενον ὀξέωϲ ἢ χρο- νίωϲ τάϲ τε αὐτὰϲ τῶν καιρῶν διαφορὰϲ ὑπομένον καὶ τὸ μέγεθο τῆϲ νόϲου καὶ τὴν ἀτονίαν τῆϲ δυνάμεωϲ καὶ τὰϲ ἐν τοῖϲ ἀλλοτρίοιϲ, ἕλκεϲί τε καὶ τραύμαϲι, διαφοράϲ· ὅϲον δὲ ἐπὶ τοῖϲ κατὰ μέροϲ καὶ
9 10 11 12 εἰδικὴν ἔχουϲι τὴν παραλλαγήν, ἰδίοιϲ κέχρηται πάθεϲι, τοῦτ᾿ ἔϲτιν ϲυμπτωμάτων χαρακτῆρϲι δια φόροιϲ. ὅθεν καὶ ὑπὸ τὴν αὐτὴν κατὰ
γένοϲ ἄγεται θεραπείαν, ὅπερ πλατύτερον διὰ τῶν ἑξῆϲ ῥηθηϲομένων ἔϲται κατανοῆϲαι.
Ι. Περὶ ἐποχῆϲ ἐμμήνων καὶ ϲτραγγῆϲ καὶ μετὰ πόνου καθάρϲεωϲ.
ἐποχῆϲ ἐμμήνων, ἐπεὶ καὶ πρῶτον ἔργον ὑϲτέραϲ ἡ κάθαρϲιϲ. διαφέρει δὲ τῆϲ ἐποχῆϲ ἡ μετὰ πόνου καὶ ϲτραγγὴ κάθαρϲιϲ (ὡϲ καὶ τῆϲ ὶϲχου-
ρίαϲ ἡ ϲτραγγουρία καὶ δυϲουρία)· παντελὴϲ μὲν οὖν κώλυϲίϲ ἐϲτιν τοῦ διὰ μήτραϲ φερομένου κατὰ φύϲιν αἵματοϲ ἡ ἐποχή, παραποδιϲμὸϲ δὲ τῆϲ ἀποκρίϲεωϲ ἡ ϲτραγγὴ κάθαρϲιϲ. ἕτερον δέ ἐϲτι καὶ τὸ μὴ
καθαίρεϲθαι τοῦ ἐπέχεϲθαι τὸ ἔμμηνον. τῇ μὲν γὰρ ἐποχῇ καὶ τὸ μὴ παρεῖναι τὴν κάθαρϲιν ϲυμβέβηκεν, τῷ δὲ μὴ καθαίρεϲθαι οὐ πάντωϲ
καὶ τὸ ἐπέχεϲθαι τὸ ἔμμηνον, οἷον ἐπὶ προηλίκων καὶ πρεϲβυτίδων καὶ ἄλλων τινῶν ἐμφερῶν· ἄτοπον γὰρ ἐπὶ τούτων ἐποχὴν λέγειν ἐμμήνων, ἐφ᾿ ὧν οὐδὲ παράκειται τὸ καθαρθηϲόμενον. ἐντεῦθεν ἐπαναβεβηκὸϲ μὲν τὸ μὴ καθαίρεϲθαι καὶ κοινὸν τοῦ παρὰ φύϲιν καὶ 〈τοῦ〉 κατὰ φύϲιν, ὑποβεβηκὸϲ δὲ καὶ πάντοτε παρὰ φύϲιν τὸ ἐπέχε-
ϲθαι τὸ ἕμμηνον.
καθαίρονται φυϲικῶϲ, ἢ διὰ τὴν ἡλικίαν (καθάπερ αἱ λίαν νέαι καὶ πάλιν πρεϲβύτιδεϲ) ἢ αἱ ϲυνειληφυῖαι καὶ ἀνδρώδειϲ καὶ ϲτεῖραι φω- ναϲκοί τε καὶ γυμναϲτικαί, | [καὶ] μηδενὸϲ ἐπ᾿ αὐτῶν εὶϲ κάθαρϲιν
περιϲϲεύοντοϲ, ἐξαναλιϲκομένου 〈δὲ〉 ὑπὸ τῶν γυμναϲίων ἢ μεταβάλ-
λοντοϲ εἰϲ ϲάρκαϲ· αἱ δὲ διὰ νόϲον τῆϲ μήτραϲ ἢ τοῦ ἄλλου ϲώματοϲ
ἢ ἑκατέρων, ὑϲτέραϲ μέντοι 〈τοῦ〉 ἀτρήτου λεγομένου ϲυμπτώματοϲ ὑποϲτάντοϲ ἢ περιτυλώϲεωϲ ἢ ϲκίρου ἢ φλεγμονῆϲ ἢ οὐλῆϲ ἐφ᾿ ἑλ- κώϲει γενομένηϲ ἢ μύϲεωϲ περὶ τὸ ϲτόμιον (διά τε ἄλλα καὶ μακρὰν
χηρείαν) ἢ παρεγκλίϲεωϲ, τοῦ τε ἄλλου ϲώματοϲ οἷον ἀτροφίαϲ περὶ αὐτὸ γινομένηϲ καὶ πολλῆϲ ἰϲχνώϲεωϲ καὶ ϲυντήξεωϲ ἢ πιμελώδουϲ ϲαρκὸϲ παρεγχύϲεωϲ ἢ καχεξίαϲ ἢ πυρετῶν καὶ μακρᾶϲ ἀρρωϲτίαϲ ἢ 13 14 δι᾿ αίμορροῖδων ἢ δι᾿ ἐμέτων ἢ τῆϲ διὰ ῥινῶν αἱμορραγίαϲ [ἢ] τῆϲ ὕληϲ εἰϲ ταῦτα τὰ μέρη μεταλαμβανομένηϲ.
δὲ ἐπιτήδευμα καὶ τὸν βίον ἐκ τῆϲ ἀνακρίϲεωϲ· τὰϲ δὲ διὰ νόϲον τῆϲ. μήτραϲ τῇ τοῦ ἄλλου ϲώματοϲ ὑγείᾳ, τὰϲ δὲ διὰ πάθοϲ περὶ τοὺϲ. γυναικείουϲ τόπουϲ ἢ τὸν ἄλλον ὄγκον ὑποπῖπτον τῷ πρότερον πεφηνυῖαν τὴν κάθαρϲιν μηκέτι παρεῖναι τῆϲ γυναικὸϲ ἔτι ἀκμαζούϲηϲ, καὶ βάροϲ ὀϲφύοϲ ἢ διάταϲιν ἢ πόνον ἐφηβαίου τε καὶ βουβώνων
παρακολουθεῖν, ἢ ἀνατροπὴν ϲτομάχου καὶ ὑπτίωϲιν ἦχόν τε τῶν ὤτων καὶ παραποδιϲμὸν τῆϲ ὁράϲεωϲ ἢ κεφαλῆϲ βάροϲ ἢ πόνον ἢ πύρωϲιν προϲώπου καὶ κύρτωϲιν ἀγγείων τῶν περὶ τὸ ἰνίον καὶ τὰϲ
ῥίζαϲ τῶν ὀφθαλμῶν ἀλγεῖν. ϲυνδραμόντοϲ δέ ποτε τοῦ μὴ καθαίρε-
ϲθαι διά τινα τῶν κατὰ φύϲιν προφάϲεων (οἷον εἰ τύχοι ϲύλληψιν
παρεῖναι καὶ πάθοϲ τῶν εἰωθότων ἐπέχειν τὸ ἔμμηνον) ἐπιϲυντιθέντεϲ τὰϲ ϲημειώϲειϲ καταλαμβάνομεν, ὅτι [ὃ] μὴ τῷ τοῦ πάθουϲ λόγῳ γέγονεν ἡ ἐποχή. κὰν διαλάθῃ δέ, βλαβερὸν οὐδέν, ἐπεὶ μηδὲν ἐξαιρέ- τωϲ πρὸϲ τὴν ἐποχὴν τῶν ἐμμήνων πράττομεν, ἐξ εὐθείαϲ δὲ πᾶϲαν τὴν ὑποκειμένην νόϲον ἀναϲκευάζομεν, εἴτε ἐπέχει τὸ ἔμμηνον εἴτε
καὶ μή.
φύϲιν μεταλαμβανόμενον εἰϲ τὸ ἐναντίον γενέϲθαι παρὰ φύϲιν. τὰϲ δὲ διὰ γυμναϲτικὴν ἀγωγὴν ἢ ἀναφωνήϲειϲ εὐτόνουϲ μὴ καθαιρομέναϲ οὐδὲ αὐτὰϲ δεῖ θεραπεύειν ἄτε μηδὲν πάθοϲ ἐχούϲαϲ. εἰ δ᾿ ἕνεκα τοῦ μὴ ϲυλλαμβάνειν ἐπιζητοῖεν τὴν κάθαρϲιν, τρυφερώτερον αὐτὰϲ ἀκτέον κατ᾿ ἐπίϲταϲιν τοῦ ἐμπράκτου τῆϲ διαίτηϲ, ἵν᾿ ἀκμὴν θηλύτερα τὰ ϲώ
ματα γένηται. τὰϲ δὲ διά τι πάθοϲ μὴ καθαιρομέναϲ ἀκολούθωϲ τῷ 15 16 17 18 πεποιηκότι πάθει τὴν ἐποχὴν τῶν ἐμμήνων θεραπευτέον, περικόπτοντα μὲν τὸν ὑμένα ἢ τὴν ϲάρκα ἐπὶ τῶν ἀτρήτων, μαλάϲϲοντα δὲ καὶ μεταϲυγκρίνοντα τὴν περιτύλωϲιν καὶ τὸν ϲκίρον, χαλῶντα δὲ παρηγο- ρικῶϲ τὴν φλεγμονήν, λεπτύνοντα δὲ ὡϲ ἔϲτιν τὴν οὐλήν, ἀνιέντα
δὲ τὰϲ μύϲειϲ καὶ παρεγκλίϲειϲ, ἀναλαμβάνοντα δὲ καὶ ϲαρκοῦντα τὰϲ ἰϲχνὰϲ καὶ ἀτρόφουϲ, μεταβάλλοντα δὲ τὰϲ καχεξίαϲ καὶ τὴν πιμελὴν καθαιροῦντα, καὶ λούοντα μὲν τὰϲ πυρεϲϲούϲαϲ, ἀναϲκευάϲαντα δὲ πᾶν ἀρρώϲτημα ἢ νέον ἡ χρόνιον, καὶ τὰϲ μὲν αἱμορροῖδαϲ αἴροντα, ἀνα- ϲτέλλοντα δὲ τὸν ἔμετον καὶ τὴν ἀπὸ ῥινῶν αἱμορραγίαν. ὧν ἑνὸϲ
ἑκάϲτου τὴν ἰδικὴν ἐπιμέλειαν ἐκ μέρουϲ μὲν ἐν τοῖϲ ἄλλοιϲ θεραπευτικοῖϲ εἰρήκαμεν, ἀπὸ μέρουϲ δὲ ἐνταῦθα παραδώϲομεν. ἁρμόϲει μέντοι, κἂν διὰ τὴν περὶ τῷ ἄλλῳ ϲώματι νόϲον ἐπέχηται τὸ ἔμμηνον, καὶ τοπικῶϲ τῆϲ μήτραϲ ἐπιμελεῖϲθαι διὰ τρίψεωϲ καὶ τῶν ϲτερεοποιεῖν δυναμένων, καθὼϲ μικρὸν ὕϲτερον ἐροῦμεν.
μὲν παντελῶϲ ἐπέχεται τὸ ἔμμηνον, ποτὲ δὲ ϲτραγγῶϲ φέρεται καὶ μετὰ πόνων, ὁπότε ϲτρόφοι ϲυνεδρεύουϲιν καὶ ὀδύναι βουβώνων. ὀϲφύοϲ, ἐφηβαίου, ποτὲ δὲ κεφαλῆϲ τε καὶ τραχήλου τενόντων τε ὀμ- μάτων καὶ ἰϲχίων καὶ μηρῶν, καὶ μαϲτῶν διογκώϲειϲ ἀνορεξίαι τε καὶ
πυρώϲειϲ καὶ ἀναξηραϲμὸϲ τῶν γυναικείων τόπων (ἅπερ κατὰ τὴν προθεϲμίαν γίνεϲθαι τῆϲ καθάρϲεωϲ τῶν οὕτωϲ διακειμένων ϲυμβαίνει], ἐκθηϲόμεθα τὴν ἐπιμέλειαν. ὅταν οὖν ἀρχήν τινα οἱ πόνοι λαμβά-
νωϲιν ἢ παντελῶϲ ἐπιϲχεθῇ τὸ ἔμμηνον, κατακλιτέον ἐν οἰκήματι ϲυμ- μέτρωϲ ἀλεεινῷ τε καὶ φωτεινῷ καὶ φυλακτέον ἐφ᾿ ἡϲυχίαϲ, ἐτρηγόρ-
ϲεωϲ δέ, καὶ πάντων ἀποχῆϲ καὶ κούφηϲ διακρατήϲεωϲ τῶν ἄκρων καὶ τῶν ἐν περιωδυνίᾳ μερῶν. οὐ μόνον γὰρ ὑπὸ τῆϲ ἐμφύτου θερμαϲίαϲ ἀναχαλᾶται τῶν ἐϲφιγμένων ἕκαϲτον, ἀλλὰ καὶ τῇ τῆϲ ἐπερείϲεωϲ ἀντιβάϲει κουφίζεται τὸ ϲφυγματῶδεϲ τοῦ ἀλγήματοϲ. εὶ
δὲ μὴ ἐνδιδῴη, καὶ θερμάϲματά τινα παραλημπτέον, ἤτοι ῥάκη θερμὰ
ἢ ὠμόλινα καὶ ἔρια καὶ πυριατῆραϲ θερμοῦ ὕδατοϲ πεπληρωμένουϲ ἢ κύϲτειϲ θερμὸν ἔλαιον περιεχούϲαϲ ἢ ὠμὴν λύϲιν ἐν μαρϲίποιϲ χλιαροῖϲ ἢ |ϲπόγγον εἰϲ ζεϲτὸν ὕδωρ ἀποτεθλιμμένον καὶ ῥάκει περιειλημένον,
ὥϲτε μὴ ψυγῆναι ἐκ τῆϲ νοτίδοϲ τοὺϲ τόπουϲ, παρηγορηθῆναι δὲ 19 20 21 22
πειθηνίωϲ διὰ τῆϲ τῶν ἀτμῶν ἐπιφορᾶϲ. μετὰ δὲ ταῦτα μαλακὸν καὶ καθαρὸν ἔριον ἐλαίῳ γλυκεῖ καὶ θερμῷ διαβραχὲν καὶ ἀποθλιβὲν περι- βλητέον ἐφηβαίῳ καὶ ἐπιγαϲτρίῳ ϲύν ὀϲφύι καὶ ἰϲχίοιϲ, ἵνα ϲυνεχῶϲ θερμοτέρῳ προϲεμβρεκτέον, καὶ διάκλυϲμα καὶ ποτὸν ὕδωρ δοτέον θερμόν. κούφηϲ δὲ οὖϲηϲ τῆϲ ἐπιτάϲεωϲ καὶ ὑπνοῦν ἐπιτρεπτέον.
χρηϲτέον δὲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ λινοϲπέρμου ἢ ἄρτῳ φυρατῷ δι᾿ ὑδρομέλιτοϲ θερμοῦ καὶ τοῖϲ ὑποδειχθηϲομένοιϲ ἐγκαθίϲμαϲι, καὶ τῆϲ πρώτηϲ ἐνϲτάϲηϲ διατρίτου τῆ διὰ τοῦ ἀλείμματοϲ ἀποθεραπείᾳ προϲκλύϲματί τε καὶ τροφῇ θερμῇ καὶ ἁπλῇ.
τρίτου ἢ καὶ ἐν αὐτῇ φλεβοτομητέον ἀπ᾿ ἀγκῶνοϲ τοῦ ἀντικειμένου τοῖϲ μᾶλλον 〈πονοῦϲι τόποιϲ〉 πρὸϲ τὸ ἀϲκυλτότερον ἀπὸ τῶν ἧττον πεπονθότων γενέϲθαι τὴν ἀφαίρεϲιν· πάντων δὲ ἐφίϲηϲ κακοπαθούν- των ἀπὸ τοῦ εὐωνύμου πρὸϲ τὸ τὴν δεξιὰν χεῖρα ταῖϲ ὑπηρεϲίαιϲ
ἀπαραποδίϲτωϲ ϲψζεϲθαι. τὴν δὲ ἀπὸ ϲφυροῦ φλεβοτομίαν παραιτη-
τέον, ἕωϲ ἂν τὰ ἐν τοῖϲ βραχίοϲιν ἀγγεῖα φαίνηται καὶ μηδεμία φλεγμονὴ περὶ αὐτοῖϲ ᾖ πρόδηλοϲ· ἢ τε γὰρ ϲπάϲιϲ τὴν ἀϲθενοῦϲαν
ϲκύλλει καὶ ἰϲχνότερα τὰ παρὰ τοῖϲ ἀϲτραγάλοιϲ ἀγγεῖά ἐϲτιν. μετά δὲ τὸ ἐκλυθῆναι τὴν ἀπὸ τῆϲ φλεβοτομίαϲ ταραχὴν ἀποθεραπευτέον τὸ ϲῶμα καὶ ἐγκαθιϲτέον εἰϲ ὑδρέλαιον θερμὸν ἢ τήλεωϲ ἢ λινοϲπέρ-
μου ἢ μολόχηϲ ἡμέρου ἢ καὶ ἀγρίαϲ ἀφέψημα. διαϲτήϲαντα δὲ τὰ |
πτερυγώματα τῷ αὐτῷ ἐγχυματιϲτέον ἐλαίῳ καὶ ψῶ κατ᾿ ἰδίαν ἢ μετά τινοϲ τῶν εἰρημένων ἀφεψημάτων εἰϲ γλοιοῦ πάχοϲ ἀνακοπέντων εἶτα καὶ τοῖϲ τόποιϲ ἐρίου τι μαλθακοῦ παραθετέον βεβρεγμένου τοῖϲ
αὐτοῖϲ ὑγροῖϲ, κἄπειτα τὸ πίλημα περιβλητέον. καὶ τῆϲ ταραχῆϲ
ὑπεκλυθείϲηϲ ὕδωρ δοτέον διάκλυϲμα θερμὸν καὶ ποτόν, παρητορίαϲ τοῦ δίψουϲ χάριν καὶ εἰϲ ἀταλαιπώρητον κατεργαϲίαν [ἢ] τῆϲ τροφῆϲ. μετὰ δὲ τὸ πόμα τροφὴν ἁπλῆν κούφην ὀλίγην ἔνθερμον ῥοφηματώδη (καθάπερ τὸν ἐξ ὕδατοϲ χόνδρον ἢ τὸν διὰ μελικράτου μετρίωϲ ἀπο- ζεϲθέντοϲ ἢ τὸν ῥοφητὸν διὰ μέλιτοϲ ἢ ἐλαίου καὶ ἀνήθου καὶ ὀλί-
γων ἁλῶν, ἢ ἄρτον ἐξ ὕδατοϲ, εἰ δὲ μή, μετὰ ῥοφητῶν ψῶν)· ἀπὸ δὲ τῆϲ τροφῆϲ ὀλίγηϲ γενομένηϲ διαϲτάϲεωϲ ἐπιτρεπτέον ὑπνοῦν. ἐν- 23 24 τεῦθεν δὲ μέχρι παρακμῆϲ λεπτῶϲ ἀκτέον καὶ παρὰ μίαν δοτέον τὴν τροφήν, εἰ [δὲ] μὴ κατηϲθένηκεν ἡ δύναμιϲ τοῦ ϲώματοϲ. * * ϲικύαιϲ
χρηϲτέον, κούφαιϲ μὲν τὸ πρῶτον καὶ οὐκ ἐν ἀνέϲει μόνον, ἀλλὰ καὶ ἐν ἐπιθέϲει πρὸϲ παρηγορίαν ἀλγήματοϲ πρᾴωϲ ἐπιτιθεμέναιϲ ἄνευ
τοῦ πολλὴν ἐπιφέρειν ϲυνολκήν (τὸ ϲφοδρότερον γὰρ τοῦ ἐπιϲπαϲμοῦ παρεκλύειν ἔϲτιν παρά τι μέροϲ τοῦ χείλουϲ τῆϲ ϲικύαϲ ἰϲχνῆϲ παρ- εντιθεμένηϲ ϲπαθομήληϲ)· ὕϲτερον δὲ καὶ μετ᾿ ἀμυχῶν ἐπιπολαίων, ἐν ἀκμῇ μὲν τοῦ πάθουϲ, ἐν ἀνέϲει δὲ τῆϲ ἐπιτάϲεωϲ, κατ᾿ ἐφηβαίου καὶ ὑποχονδρίου· μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ βδέλλαιϲ προῦπο-
βληθέντοϲ αὐταῖϲ ὀθονίου πρὸϲ τὸ μὴ ψύχειν. δραϲτικώτερον δὲ
ἀφαιμάϲϲουϲιν αὗται διὰ ϲικύαϲ τῶν τόπων προεξογκωθέν|των διὰ
τῶν ἐμβαλλομένων τιλτῶν ἐλλυχνίων, ἵνα μὴ διὰ τῶν ἄλλων λιπαι- νομένων τῶν μερῶν κωλυθῇ τὰ ζῷα ἅψαϲθαι τῶν ἡλκωμένων. μετὰ
δὲ τὴν ἀπόπτωϲιν αὐτῶν εἰ μὲν ὀλίγον εἴη τὸ ἀποϲπαϲθὲν αἷμα,
ϲικύαϲ ἐπιβλητέον οἷϲ ἐνδέχεται τόποιϲ, εἰ δὲ μή, τιλματίοιϲ ϲκεπα- ϲτέον τὰ δήγματα καὶ κατ᾿ αὐτῶν ἐλαιοβραχὲϲ ὀθόνιον [καὶ] ἐφαπλω- τέον, εἶτα ἔριον. ἐντεῦθεν δὲ τοῖϲ χαλαϲτικοῖϲ χρηϲτέον καταπλάϲμα-
ϲιν, οἰον ἄρτῳ μετὰ πιμελῆϲ προϲφάτου φυραθέντι ὑείαϲ τεθερμαϲμέ- νηϲ ἢ μετὰ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ ἑψημένων καὶ καλῶϲ
λεανθειϲῶν, ἢ λινοϲπέρμῳ μετὰ γύρεωϲ ἢ τήλεωϲ, ἢ τοῖϲ τριϲὶν ὑφ᾿ ἓν ἑψημένοιϲ μετὰ ἐλαίου καὶ μέλιτοϲ καὶ τοῦ ἀφεψήματοϲ τῆϲ μολόχηϲ ἣ τήλεωϲ. ἀλλακτέον δὲ τὰ πρῶτα ϲυνεχῶϲ, διὰ γὰρ τῆϲ ἐπιμονῆϲ καὶ ψύχεται καὶ ἀποξύυεται διὰ τὴν ἐκ τῆϲ φλεγμονῆϲ πύρωϲιν. ἐμ-
πεπλάϲθω δὲ μήτε ἐπὶ λεπτὸν ἄγαν, καὶ γὰρ ψύχεται ϲυντόμωϲ καὶ
ξηραίνεται ῥᾳδίωϲ, μήτε ἐπὶ πάχοϲ, βαρεῖται γὰρ τὰ φλεγμαίνοντα. χρηϲτέον δὲ καὶ τῇ εἰϲ τὴν ἓδραν ἐνέϲει τοῦ θερμοῦ ἐλαίου μέχρι. κυάθων τεϲϲάρων καὶ πεϲϲοῖϲ ἀπεριέργοιϲ.
ἐντάϲϲοντεϲ εἰϲ καταϲπαϲμὸν αἵματοϲ καὶ ποτήματα τὰ αὐτὰ παρέχει
δυνάμενα, οὐχ δρῶντεϲ, ὅτι τὰ μὲν ποτήματα φθείρει καὶ ἀνατρέπει τὸν ϲτόμαχον, τὰ δὲ πρόϲθετα καταξύοντα τὴν ὑϲτέραν ἐϲχαροῖ καὶ διὰ τοῦτο δυϲλύτουϲ καὶ βαθείαϲ καὶ κακοήθειϲ ἑλκώϲειϲ ἀποτελεῖ καὶ 25 26 27 οὐλὴν ἐπὶ τὰϲ ἑλκώϲειϲ γίνεϲθαι πάϲηϲ ϲαρκὸϲ τῆϲ κατὰ φύϲιν πυκ- νοτέραν οὐϲαν, ὥϲτε τὴν ἔμμηνον κάθαρϲιν ἐπέχειν. τὸ δὲ ὅλον
ἄπαντα τὰ τοιαῦτα ποτήματα καὶ πρόϲθετα δριμέαϲ ὄντα δυνάμεωϲ ἐρεθίζει τὴν φλεγμονήν οὕτω δὲ καὶ τούϲ πόνουϲ διπλαϲιάζει καὶ τὸν
τῆϲ καθάρϲεωϲ ἐπιτείνει παραποδιϲμόν. ὡϲ γὰρ οὐδὲ φλεγμαινόντων
τῶν ὀφθαλυῶν ϲυμφέρει δριμέϲι χρῆϲθαι κολλυρίοιϲ οὐδὲ δυϲουρίαϲ γινομένηϲ ἢ τεινεϲμοῦ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τῆϲ μήτραϲ φλεγμαινούϲηϲ ἐν ταῖϲ μετὰ περιωδυνίαϲ καθάρϲεϲιν τὰ δριμέα δεῖ παραλαμβάνειν· τοιαῦτα γὰρ τὰ δοκοῦντα παρ᾿ αὐτοῖϲ αἱμαγωγά, καθάπερ ἐλατήριον, ἐλλέβοροϲ μέλαϲ, πύρεθρον,
ὀποπάναξ, οἶϲ αἱ γυναῖκεϲ καὶ πρὸϲ τὸ φθεῖραι πολλάκιϲ ἐχρήϲαντο. καθάπερ οὖν ἔφην, ἀποδοκιμαϲτέον πᾶν τὸ δριμὺ καὶ ἀμυκτικόν, παρα- ληπτέον δὲ τὸ παρηγορικῶϲ ἀνιέναι δυνάμενον.
ἀνακοπέντοϲ μετά τινοϲ τούτων ϲυνεψηθὲν ϲτέαρ πρόϲφατον χήνειον ἢ ὀρνίθειον, ὥϲτε τὸ ἐφιϲτάμενον πιμελῶδεϲ ἀποϲῦραι καὶ εἰϲ ἔριον χρῖϲαι· καὶ ψοῦ λέκιθοϲ τούτοιϲ ϲυλλειοτριβηθεῖϲα, ποτὲ δὲ καὶ διὰ μέλιτοϲ ἀπέφθου ϲυντακεῖϲα· καὶ μελίλωτον ἐν γλυκεῖ καθεψηθέν· ἢ πατητοῦ φοίνικοϲ ἡ ἔνδοθεν ϲὰρξ ὁμοίωϲ ἑψηθεῖϲα τῷ γλυκεῖ, περιηρη-
μένου τοῦ ἔξωθεν ὑμένοϲ, παραϲτύφει γὰρ οὗτοϲ. χρηϲτέον δὲ καὶ πυρίᾳ τῇ διὰ ϲπόγγων ἀποθλιβομένων εἰϲ ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἢ ἀφέψημα τήλεωϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ ἡμέρου ἢ ἀγρίαϲ. ϲυν- εχῶϲ δὲ ἀλλαϲϲέϲθωϲαν οἱ ϲπόγγοι προῦπορριφέντοϲ ὀθονίου καὶ ἀφθό- νωϲ ἐλαίῳ θερμῷ περιχριομένων τῶν μερῶν εἰϲ τὸ ἀπεριψύκτουϲ μεῖναι
τοῦϲ τόπουϲ.
θέϲεωϲ εὐθέωϲ μὲν ἡ κάθαρϲιϲ ἐπιφαίνεται, μετὰ δὲ τὴν ἀπόληξιν αὐτῆϲ τοῖϲ ἀναλημπτικοῖϲ χρηϲτέον, λουτρῷ, ποικίλῃ τροφῇ, οἴνῳ καὶ
αἰώρᾳ, περιπάτοιϲ, γυμναϲίοιϲ, τρίψεϲιν τοῦ τε ὅλου ϲώματοϲ καὶ τῶυ
περὶ τὴν ὑϲτέραν. ἐπεὶ μέντοι πρὸϲ τὴν τοπικὴν τῆϲ ὑϲτέραϲ τρίψιν αἱ διὰ ψιλῶν τῶν χειρῶν παραφοραὶ περίθλαϲιν φέρουϲι, καθ᾿ ὃν 28 29 καιρὸν εἰϲ εὐμεγέθη λεκάνην ἐγκαθίζει ἡ κάμνουϲα λουομένη 〈ἢ〉 κατα- βαίνει εἰϲ τὴν ἔμβαϲιν, ϲπόγγουϲ πλατεῖϲ καὶ μαλακοὺϲ τῷ ἤτρῳ περι- τιθέναι καὶ ίϲχίοιϲ καὶ ἠρέμα προϲεντυπώϲαντα ταῖϲ χερϲὶν παράγειν τῇδε κἀκεῖϲε 〈καὶ〉 κατ᾿ ὀλίγον παραύξειν τὸ τῆϲ τρίψεωϲ πλῆθοϲ.
δοκιμαϲτέον δὲ καὶ κηρωτὰϲ διὰ ϲαμψυχίνου ἢ Ϲουϲίνου ἢ τινοϲ τῶν
ἐμφερῶν οὐ μόνον ἐντιθεμέναϲ ἀλλὰ καὶ διαχριομέναϲ κατὰ τοῦ ϲτο- μίου καὶ τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, ὁπότε δὴ καὶ τοὺϲ μαλακτικω- τέρουϲ πεϲϲοὺϲ παραλημπτέον, ἐξ ὧν ἐϲτιν ὁ διὰ κηροῦ καὶ ῥητίνηϲ τερεβινθίνηϲ καὶ ταυρείου ϲτέατοϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου το-
ϲούτου κατὰ τὸ πλῆθοϲ, ὥϲτε τὰ λοιπὰ βληθέντα γλοιώδη γενέϲθαι, καὶ ὁ διὰ χυλῶν πεϲϲὸϲ ϲκευαζόμενοϲ καὶ πὰϲ ὁ διὰ μυελῶν καὶ ϲτεάτων καὶ ϲπερμάτων ἀνετικῶν· ἐν δὲ τούτοιϲ ἐϲτὶ καὶ τὸ διὰ ϲαμψύχου λεγόμενον ἄκοπον. μεγαλωφελὴϲ δὲ καὶ ἡ εἰϲ ἔλαιον ἔμβαϲιϲ.
παραληπτέον ἐπιμέλειαν, ἐν δὲ τοῖϲ διαλείμμαϲιν πρῶτον μὲν τὴν ἀναληπτικήν, ἧϲ τὴν ὕλην εἰρήκαμεν, ϲυμπαραληφθέντοϲ τινὸϲ εἰϲ τὴν ὑπηρεϲίαν καὶ τῶν ἐμπείρων ἀλειπτῶν, δευτέραν δὲ τὴν μεταϲυγκριτι- κήν. ἐν ἢ δεῖ | πρὸ μιᾶϲ ἡμέραϲ ϲυϲτέλλειν, εἰ δὲ μὴ ἀντέχοι τιϲ,
ἐπ᾿ ὀλιγοϲιτίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν. εἴτα μερίϲαι τὸν ἄρτον, ὅϲου ῥᾳδίωϲ πλείϲτου δύναται περιγενέϲθαι, μερίϲαι δὲ εἰϲ δύο μέρη, καὶ. τὸ μὲν ἕτερον ἤμιϲυ εἰϲ τρία μέρη διαιρεῖν ἴϲα, τὸ δὲ ἕτερον τῇ ἑξῆϲ ἡμερᾳ διδόναι μετὰ τὴν ϲυϲτολὴν ϲύν ταριχίοιϲ καὶ τοῖϲ δριμέϲιν προϲεψήμαϲιν ἡμέραιϲ δυϲὶν ἢ τριϲὶν ἢ τέϲϲαρϲιν. εἰτα ἀλλάϲϲειν εἰϲ
τὴν μέϲην ὕλην, οἶον λάχανα καὶ τοὺϲ τρυφερωτέρουϲ ἰχθύαϲ καὶ ἐγκεφάλουϲ, εἶτ᾿ ἄλλαιϲ ἴϲαιϲ 〈εἰϲ〉 τὰ πτηνὰ, καὶ ταῖϲ ἰϲαρίθμοιϲ 〈εἰϲ〉 ὕεια πρόϲφατα, καθ᾿ ἑκάϲτην μετέλευϲιν ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα προϲλαμβάνοντα τῶν τριῶν τοῦ ἡμίϲουϲ ἄρτου μερῶν ἓν μέροϲ, καὶ τῇ πρώτη μὲν ἡμέρᾳ τῆϲ μετελεύϲεωϲ ὑφαιροῦντα τὸ οἰνάριον καὶ τὸ
λουτρόν, τῇ δὲ ἐξῆϲ ἑκατέροιϲ χρώμενον. πλὴν δὲ ἐπὶ μόνηϲ τῆϲ
δριμυφαγίαϲ ϲυνδοκιμάζειν δεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων ἐν τῇ ἐξῆϲ ἡμέρᾳ τῆϲ ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα μεταβάϲεωϲ, ποτὲ μὲν ϲικύαιϲ χρώμενον μεταϲυγκριτικαῖϲ, ποτὲ δὲ παροπτήϲει, ποτὲ δὲ δρώ- πακι κατ᾿ ἐφηβαίου καὶ ὀϲφύοϲ νίτρου τε καὶ ἁλῶν καὶ τῶν ἀμυκτι- 30 31 32 κῶν ϲμηγμάτων ϲυμπάϲμαϲι, ποτὲ δὲ πυρίᾳ καὶ ἐγκαθίϲμαϲιν διὰ θαλάϲ- ϲηϲ καὶ τῷ διὰ ϲινάπιοϲ φοινιγμῷ καὶ κατακρουνιϲμῷ. μὴ ἀναϲκευαζο- μένου δὲ τοῦ πάθουϲ οὐκέτι μόνον ἀπὸ ϲυϲτολῆϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ διὰ ῥαφανίδων ἀρκτέον ἐμέτου.|
τῷ διὰ δαφνίδων 〈ῆ〉 τῷ διὰ ϲπερμάτων, καὶ πεϲϲοῖϲ ὁμοίαϲ δυνάμεωϲ ἐχομένοιϲ, ῶν εὔκαιροϲ ἡ χρῆϲιϲ μετὰ τὴν ἀπόληξιν τῆϲ καθάρϲεωϲ· δεῖ γάρ, [τὸ] ὅτε ϲύνεγγύϲ ἐϲτιν ἡ προθεϲμία τῆϲ καθάρϲεωϲ, τὰ
δραϲτικὰ καὶ ϲυγκινοῦντα παραιτεῖϲθαι. κατὰ μέροϲ δὲ ἐν τοῖϲ προϲθέτοιϲ ἐϲτὶ πήγανον λεῖον μετὰ μέλιτοϲ ἢ κόνυζα ἡ λεπτόφυλλοϲ
καλουμένη ἢ ϲταφὶϲ χωρὶϲ τῶν γιγάρτων λεία μετὰ νίτρου ἢ ἁλῶν τὰ τε διὰ κυμίνου, πεπέρεωϲ, ἀψινθίου, ὑϲϲώπου, βουτύρου, ἐλαίου παλαιοῦ καὶ τῶν ὁμοίων ὡϲ κυάμου μέγεθοϲ εἰϲ πεϲϲὸν ἐγχριϲτέον καὶ καταβαπτέον εἰϲ ἔλαιον γλυκὺ ἢ Ϲούϲινον, ἳνα τὸ πολὺ τῆϲ δήξεωϲ ἀπαμβλυνθῇ, καὶ παραθετέον τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ. τοῖϲ δὲ αὐτοῖϲ
καὶ τούϲ βουβῶναϲ ἀλειπτέον καὶ τὸν δακτύλιον ἔνδοθεν διαχριϲτέον.
ὃν τρόπον γὰρ περιγραφομένων ἐϲθ’ ὅτε τῶν δυϲτραπέλων ὀφθαλμιῶν ϲκληρὰ γίνεται καὶ τραχέα τὰ βλέφαρα καὶ διὰ τοῦτο χρῄζει δριμέων καὶ μεταϲυγκριτικῶν κολλυρίων εἰϲ παντελῆ τοῦ πάθουϲ ἀναϲκευήν, οὕτω καὶ τὰ περὶ τὴν ὑϲτέραν ὑπεκλυομένηϲ ποτὲ τῆϲ φλεγμονῆϲ
ϲκληρὰ μείναντα 〈καὶ〉 τραχέα καὶ οἱον περίτυλα [καὶ] δέεταί τινοϲ
εἰϲ μεταϲύγκριϲιν δήξεωϲ. μηδὲ οὕτωϲ λυομένηϲ 〈δὲ〉 τῆϲ διαθέϲεωϲ τῷ λευκῷ ϲπαρακτέον ἐλλεβόρῳ καὶ μετ’ αὐτὸ δοκιμαϲτέον ἀπο- δημίαν μακροτέραν καὶ αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ τὸ ϲύνολον τῆϲ ψυχῆϲ διάχυϲιν. οὕτω γὰρ ἐξ ἐπιμονῆϲ τε τῶν αὐτῶν καὶ
προϲθέϲεωϲ τῶν ϲφοδροτέρων λυομένου τοῦ πάθουϲ ἡ κάθαρϲιϲ ἀπαραπόδιϲτοϲ γίνεται.|
II. Περὶ φλεγμονῆϲ ὑϲτέραϲ.
Δημόκριτοϲ εἴρηκεν ἀπὸ τοῦ αἴτιον εἰναι τὸ φλέτγμα. προκατάρχει δὲ τῆϲ περὶ τὴν ὑϲτέραν φλεγμονῆϲ πολλὰ μὲν καὶ ἄλλα, ϲυνεχέϲτερον
δὲ ψύξιϲ, ὡϲαύτωϲ κόποϲ, ἔκτρωϲιϲ φαύλη τε μαίωϲιϲ, ὧν οὐδὲν εἰϲ τὴν ἐξαλλαγὴν ϲυντελεῖ τῆϲ ἐπιμελείαϲ. μήτραϲ δὲ φλεγμαινούϲηϲ τὰ
μὲν κοινὰ παρέπεται ϲημεῖα, τὰ δὲ ἴδια καὶ δηλωτικὰ τοῦ πάϲχοντοϲ μέρουϲ αὐτῆϲ. φλεγμαίνει γὰρ ποτὲ μὲν ὅλη, ποτὲ δὲ τὸ ϲτόμιον αὐτῆϲ, ποτὲ δὲ ὁ τράχηλοϲ, ποτὲ δὲ ὁ πυθμήν, ποτὲ δὲ τὸ κύτοϲ
ἤτοι ἄνωθεν ἢ κάτωθεν ἢ ἐκ πλαγίων, ποτὲ δέ τινα τούτων ἢ τὰ πλεῖϲτα μέρη.
τε τοῦ πάϲχοντοϲ μέρουϲ καὶ παλμόϲ, ὄγκοϲ τοῦ ἐπιγαϲτρίου καὶ 〈ϲκληρία〉, πύρωϲιϲ, ξηρότηϲ, ϲύνταϲιϲ ἰϲχίων ἢ βάροϲ ὀϲφύοϲ,
λαγόνων, ἤτρου, βουβώνων, μηρῶν, φρικώδηϲ ἀντίληψιϲ, διαδρομὴ νυγματώδηϲ, νάρκα ποδῶν καὶ περίωυξιϲ τῶν γονάτων, περιίδρωϲιϲ, ϲφυγμὸϲ μικρὸϲ καὶ πυκνότατοϲ, ϲυμπάθεια τοῦ ϲτομάχου, | λειποθυμία,
ἔκλυϲιϲ· κατ᾿ ἐπίταϲιν δὲ καὶ λυγμόϲ, ἀλγήματα τραχήλου καὶ ϲιαγόνων
καὶ βρέγματοϲ καὶ ὀφθαλμῶν, μάλιϲτα κατὰ τὰϲ βάϲειϲ, παραποδιϲμὸϲ
οὕρων ἢ ϲκυβάλων ἢ καὶ ἀμφοτέρων. χείρονοϲ δὲ τῆϲ φλεγμονῆϲ οὔϲηϲ αὔξονται καὶ οἱ πυρετοὶ καὶ ἐπιγαϲτρίου ἐξόγκωϲιϲ καὶ παρα- κοπὴ παρακολουθεῖ καὶ ϲυνέρειϲιϲ ὀδόντων 〈καὶ〉 ϲπαϲμόϲ.
νοντοϲ ἐπίμυϲιϲ αὐτοῦ καὶ ϲυναίϲθηϲιϲ ὀδυνώδηϲ, ἐπινεύει δ᾿ ὡϲ πρὸϲ
τὸν δακτύλιον, ϲυντείνονται δὲ βουβῶνεϲ ἰδίωϲ καὶ τὰ περὶ τὸν κτένα. 35 36 37
μὴ ὅλου δὲ τοῦ ϲτόματοϲ ἀλλ᾿ ἐκ μέρουϲ φλεγμαίνοντοϲ τὰ μὲν αὐτὰ ϲυντείνεται μερικῶϲ, ὀδυνώδηϲ δὲ ὡϲ 〈πρὸϲ〉 τὴν ἁφὴν ἐπανόϲταϲιϲ ὑποπίπτει καὶ παρέγκλιϲιϲ εἰϲ τὰ ἐναντία τῷ διογκουμένῳ· τὸ δεξιὸν μὲν γὰρ φλεγμαῖνον μέροϲ πρὸϲ τὸ ἀριϲτερὸν ἐκκλίνει, τὸ δὲ ἀριϲτε- ρὸν πρὸϲ τὸ δεξιόν, τὸ δὲ κάτω πρὸϲ τὸ ἄνω ῥέπει μᾶλλον, τὸ δὲ
ἄνω πάντων πλέον ἀπονεύει πρὸϲ τὸν δακτύλιον.
εὐθύ· μὴ εἶναι γὰρ πιθανὸν τὰ μὲν πρὸϲ τῷ φλεγμοίνοντι μέρει μὴ
πονεῖν, τὰ | δὲ ἀπαθῆ τὰϲ ἀλγηδόναϲ ἔχειν (ὅπερ ὑπενόηϲάν τινεϲ ἀποβλέψαντεϲ εἰϲ τὸ παρῆχθαι τὸ φλεγμαῖνον εἰϲ τὰ ἐναντία μέρη κἀκείνων τῶν τόπων ψαύειν), πολλῷ γάρ ἐϲτιν εὐλογώτερον, ἐπεὶ πλείονα τάϲιν ἐπιδέχεται τὰ κατ᾿ εὐθὺ τῷ φλεγμήναντι, διὰ τὸν ἐπὶ
τὰ ἐναντία περιϲπαϲμὸν ἐκεῖνα καὶ τὰϲ ἐπαιϲθήϲειϲ ἔχειν. καὶ ἡμεῖϲ δὲ τοῦτο ϲυναινοῦμεν, εἰ καὶ τὸ ζητούμενον οὐδεμίαν ἐξαλλαγὴν ἐπι- φέρει πρὸϲ τὴν χρῆϲιν τῶν τοπικῶν βοηθημάτων.
νοντοϲ τὸ κατ᾿ εὐθὺ ϲυμπάϲχει ϲκέλοϲ καὶ βουβών ἐπανίϲταται, τὸῦ ἀριϲτεροῦ δὲ τὸ ἐναντίον τοῦ δὲ κάτωθεν, ὅπερ ἐπίκειται τῇ ἀρχῇ τοῦ ἀπευθυϲμένου, ϲκυβάλων δυϲοδία καὶ ἐποχὴ καὶ προθυμία τεινεϲμώ- δηϲ καὶ οὐκ εὐμαρὴϲ ἡ τοῦ κλύϲματοϲ παράθεϲιϲ, κὰν ἐνθῇ τιϲ τὸν δάκτυλον εἰϲ τὴν ἕδραν, ὄγκοϲ ὑποπίπτει δοκῶν εἶναι περὶ τὸ ἀπευ-
θυϲμένον· τοῦ δὲ ἄνωθεν δυϲουρία 〈καὶ〉 πλείων κατ᾿ ἐφηβαίου καὶ κτενὸϲ ὁ πόνοϲ. ὅλου δὲ τοῦ τραχήλου φλεγμαίνοντοϲ πάντα παρέπε- ται τὰ προειρημένα, καὶ διὰ τὴν πλείονα διόγκωϲιν εἰϲ τὸν γυναικεῖον προκύπτει κόλπον.
〈τῆϲ〉 καταλλήλου λαγόνοϲ γίνεται, ϲφοδρυνόμενοϲ κατὰ τὴν εἰϲ τὰ ἐναντία ἐπιϲτροφήν· κατὰ δὲ τὰ ἔμπροϲθεν καὶ ἄνωθεν ἡ μὲν ἀλγη- δὼν κατὰ τοῦ ἐπιγαϲτρίου πλείων μετὰ διογκώϲεωϲ, δυϲουρία δὲ ἧ 38 39 ἰϲχουρία, καὶ μετὰ τὸ οὐρῆϲαι μᾶλλον ὑποπίπτει τῇ ἁφῇ τὸ οἴδημα. κατὰ δὲ τὰ ὄπιϲθεν καὶ κάτωθεν τοῦ κύτουϲ τῆϲ φλεγμονῆϲ ὑπάρχου
ϲηϲ περὶ τὴν ὀϲφὺν ὁ μὲν πλείων πόνοϲ, ϲφοδρυνόμενοϲ εἰ ἐκκλίνοιτο
πρηνὴϲ ἢ ἐπὶ πλευράν, κλύϲμα δὲ οὐ παρατίθεται ῥᾳδίωϲ, ἐπέχεται.
δὲ τὸ ϲκύβαλον καὶ οὐ διαχωροῦϲι φῦϲαι, καὶ πρὸϲ τὸν εἰϲ τὴν ἕδραν ἐντιθέμενον δάκτυλον ὄγκοϲ 〈ὑποπίπτει δοκῶν μὲν εῖναι περὶ τὸ ἀπευθυϲμένον, διαφέρων δὲ τῆϲ〉 τοῦ ἀπευθυϲμένου φλεγμονῆϲ τῷ μὴ εὐθὺϲ ἅμα τῷ ἐπερεῖϲαι τὸν δάκτυλον ἄλγημα παρακολουθεῖν, ἐξ ἐπιμονῆϲ δὲ τοῦ θλίβοντοϲ, καὶ τῷ τὸν ὄγκον ὑποχωρεῖν, ὥϲτε τὸ
ἔντερον τὴν ἰδίαν χώραν ἀπολαβεῖν, καὶ τῷ μεταπίπτειν τὸν ὄγκον ἐν τοῖϲ ἐπὶ τὰ γόνατα μεταϲχηματιϲμοῖϲ, ὧν οὐδὲν γίνεται φλεγμαί- νοντοϲ ἀπευθυϲμένου. 〈τοῦ πυθμένοϲ δὲ φλεγμαίνοντοϲ καὶ ὁ πόνοϲ〉
καὶ ἡ διάταϲιϲ καὶ ἡ βαρύτηϲ παρ’ ὀμφαλὸν κατ’ ὀϲφύν· πολλάκιϲ δὲ καὶ ῥυϲὸν ὑποπίπτει τὸ ϲτόμιον τῶν ὑπὲρ τὸν τράχηλον φλεγμαι-
νόντων καὶ ϲυνείλκυϲται πρὸϲ τὸ ἐντόϲ, ὥϲτε τινὰϲ ἀπαθῆ λέγειν τὴν ὑϲτέραν.
ϲυμπάθεια ϲφοδρὰ καὶ πλείων κατ’ ἐπιγαϲτρίου διόγκωϲιϲ. ἣν δια- κρινοῦμεν τῆϲ γινομένηϲ τοῦ ἐπιγαϲτρίου φλεγμονῆϲ τῷ μήτε προ-
φαίνειν οὔτωϲ ἔξω τὸν ὄγκον ἢ τὸ ἔρευθοϲ μήτε πρὸϲ τοὺϲ ϲχημα τιϲμοὺϲ ἡδραϲμένον μένειν τὸν ὄγκον, ἀλλὰ μετακινεῖϲθαι καὶ τὸ δέρμα πρὸϲ τὸν διὰ τῶν δακτύλων ἐπιϲπαϲμὸν ἐπακολουθεῖν, τοῦ ἐπιγαϲτρίου δὲ φλεγμαίνοντοϲ τὰ ἐναντία γίνεϲθαι τούτων καὶ τὰ ἔξωθεν ἀλγεῖν μᾶλλον ἐν τῷ μηδὲ τὴν οὔρηϲιν ἐμποδίζειν. ὡϲαύτωϲ δὲ καὶ τὰϲ τοῦ
περιτοναίου διακρίνομεν φλεγμονὰϲ καὶ τῷ μὴ κατὰ περιγραφὴν ἔχειν ὄγκον καὶ ἤτοι μηδ’ ὅλωϲ τὰ οὖρα παρεμποδίζειν ἢ μὴ πρὸϲ λόγον
τῆϲ διογκώϲεωϲ. κοινῶϲ γε μὴν φλεγμοναῖϲ ὑϲτέραϲ ϲυμπάϲχει κε- φαλὴ καὶ τράχηλοϲ, ἐπιγαϲτρίου δὲ καὶ περιτοναίου πρὸϲ ὀλίγον ἢ οὐδ’ ὅλωϲ.
πείαν δὲ ἤδη τὸν λόγον τρέψομεν. παραληπτέον τοίνυν ἅπερ ἔμ- προϲθεν ἐπὶ τῆϲ μετὰ πόνου γινομένηϲ καθάρϲεωϲ εἰρήκαμεν, κατ’ ἀρχὰϲ κατακλίνοντεϲ ἐν οἰκήματι φωτεινῷ καὶ ϲυμμέτρωϲ ἀλεεινῷ, 40 41 ἡϲυχίαν ἐμποιοῦντεϲ καὶ πάντων ἀποχήν, ψηλαφίᾳ χρώμενοι καὶ δια- κρατήϲει ϲκελῶν καὶ καρπῶν, θερμάϲματα προϲάγοντεϲ καὶ ἐπιβρέχον- τεϲ καὶ ϲκέποντεϲ ἐρίοιϲ καθαροῖϲ, ἐγχυματίζοντεϲ καὶ κενοῦντεϲ διὰ κλυϲτῆροϲ ἀνετικοῦ τὴν κοιλίαν, ἤγουν δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ
καὶ τῶν ὁμοίων. ποτὸν δὲ καὶ διάκλυϲμα ὕδωρ θερμὸν δοτέον καὶ
τροφὴν ῥοφηματώδη θερμήν * * μετὰ δὲ ταῦτα καταπλάϲματα παρηγο- ρικῶϲ ἀνιέντα καὶ ϲικύαϲ καὶ καταϲχαϲμόν, βδελλῶν προϲβολὴν ἢ ἐγκά- θιϲμα ἢ πυρίαν τὴν διὰ ϲπόγγων, ἔνεϲιν ἐλαίου θερμοῦ διὰ κλυϲτῆροϲ, πεϲϲῶν ἀπεριέργων πρόϲθεϲιν * * καὶ μαλακτικωτέρουϲ πεϲϲοὺϲ προϲ- τίθου λουτρόν τε καὶ ποικίλην τροφήν, ὕϲτερον δὲ οῖνον αὐϲτηρὸν καὶ
λεπτὸν ὑδατώδη.
πειρατέον δὲ ὅπωϲ τὰ μὲν ἐν παροξυϲμοῖϲ πράϲϲηται, τὰ δ᾿ ἐν ἀνέϲεϲιν δρᾶ τὴν ἐξαλλαγὴν τῆϲ προηγηϲαμένηϲ αἰτίαϲ, οὐκ ἐξαλλαϲ-
ϲομένηϲ τῆϲ ἐπιμελείαϲ. διὸ καὶ Θεμίϲων μεμπτὸϲ ἐπὶ μὲν τῆϲ χωρὶϲ
πυρετῶν φλεγμονῆϲ χαλαϲτικὰ δοκιμάϲαϲ διὰ τοῦ τρίτου τῶν Χρονίων, ἐπὶ δὲ τῆϲ μετὰ πυρετῶν τὰ ϲταλτικά, ϲτρύχνου καὶ περ- δικίου χυλόν, ἀπατηθεὶϲ διὰ τὴν ϲυνεδρεύουϲαν πύρωϲιν τὰ ψυκτικὰ παραλαβεῖν, ὕϲτερον δὲ καὶ ὑδρορόδινον, μὴ ἐπιϲτήϲαϲ, ὅτι δι᾿ ὧν ἐπιτείνεται τὰ φλεγμαίνοντα, διὰ τούτων ἡ πύρωϲιϲ αὔξεται. διὸ καὶ κατ᾿
ἐκεῖνον αὐτὸν διὰ τοιούτων δεῖ παρηγορεῖν τὰ ϲυμπτώματα, δι᾿ ὧν
οὐ παροξύνομεν τὴν διάθεϲιν. παραιτητέον δὲ καὶ ὅϲα τῶν ὰρ- χαίων τινὲϲ πρόϲθετα δριμέα παρέλαβον, ἔλαιον μετὰ πηγάνου κα οἰϲυπηρῶν ἐρίων ἀποβρέγματοϲ, βούτυρόν τε καὶ ἄρτον μετὰ ῥοδίνου καὶ ϲελινίνου καὶ ὀξελαίου· πᾶν γὰρ τὸ δριμὺ καὶ δηκτικὸν ἐρεθίζει
[γὰρ] τὰϲ φλεγμονὰϲ εἰϲ ἐπίταϲιν.
ΙΙΙ. Περὶ ϲατυριάϲεωϲ.
ἐν τοῖϲ Ὀξέϲι τὸν πολὺν περὶ αὐτῆϲ λόγον ἐφωδεύκαμεν, γίνεται δὲ καὶ ἐπὶ γυναικῶν. παρέπεται δὲ αὐταῖϲ κνηϲμὸϲ ἐπιτεταμένοϲ τῶν
γυναικείων τόπων μετὰ πόνων, ὥϲτε τὰϲ χεῖραϲ ϲυνεχῶϲ τοῖϲ | μέρεϲιν
ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτοϲ αὐταῖϲ πρὸϲ ϲυνουϲίαν ὁρμὴ γίνεται καὶ παρατροπὴ τῆϲ διανοίαϲ ἐπὶ ποϲὸν διὰ τὴν πρὸϲ τὴν ὑϲτέραν τῶν μηνίγγων ϲυμπάθειαν παραγκωνιϲαμένη πᾶϲαν αἰδῶ * *
IV. Περὶ ὑϲτερικῆϲ πνιγόϲ.
τόπου καὶ ϲυμπτώματοϲ ἑνόϲ, λέγω δὲ τοῦ πνιγμοῦ, κατ᾿ ἔννοιαν δέ ἐϲτιν ἐποχὴ ἀναπνοῆϲ μετὰ ἀφωνίαϲ καὶ κατοχῆϲ αἰϲθήϲεωϲ διὰ ποιὰν περὶ τὴν ὑϲτέραν διάθεϲιν. προκατάρχει δὲ τοῦ πάθουϲ ὡϲ ἐπὶ τὸ
πλεῖϲτον ἐπάλληλοϲ ἔκτρωϲιϲ, ὠμοτοκία, χηρεία μακρά, κράτηϲιϲ ἐμ-
μήνων καὶ ϲυνήθουϲ κυήϲεωϲ περιγραφή, πνευμάτωϲιϲ ὑϲτέραϲ. παρέπε-
ται δὲ ταῖϲ ἐν τῷ πάθει τυγχανούϲαιϲ παροξυϲμοῦ γινομένου κατάπτω- ϲιϲ, ἀφωνία, βαρύπνοια, κατάληψιϲ αἰϲθήϲεωϲ, ϲυνέρειϲιϲ ὀδόντων καὶ τριϲμὸϲ ϲπαϲμώδηϲ ϲυνολκή τε τῶν ἄκρων (ποτὲ δὲ πάρεϲιϲ μόνον], ὑποχονδρίων | μετεωριϲμόϲ, μήτραϲ ἀναφυγή, θώρακοϲ διόγκωϲιϲ, τῶν
καταπλεκόντων τὸ πρὸϲωπον ἀγγείων κύρτωϲιϲ, περίψυξιϲ, περιίδρω- ϲιϲ, ἀϲφυξία παντελὴϲ ἡ βραχὺϲ ἄγαν ὁ ϲφυγμόϲ, καὶ ϲυντόμωϲ κατὰ τὸ πλεῖϲτον ἐξανίϲταϲθαι τῆϲ καταπτώϲεωϲ καὶ ἀναφέρειν ὡϲ ἐπὶ τὸ πολὺ περὶ τῶν γεγονότων, ἀλγεῖν κεφαλήν τε καὶ τένονταϲ, ἐνιάκιϲ δὲ καὶ παρακόπτειν.
κατάληψιν τῶν αἰϲθήϲεων τὸ ἐπιληπτικὸν καὶ ἀποπληκτικὸν καὶ κατα- 44 45 46 ληπτικὸν καὶ ληθαργικὸν καὶ τὸ ἀπὸ ἑλυίνθων ἄναυδον. ὧν ἁπάντων ὑφ᾿ ἓν διακριθήϲεται τῷ τὴν ὑϲτέραν ἐπὶ τούτων κατὰ φύϲιν εὓρίϲκε- ϲθαι ῆ μὴ ἐπὶ πολὺ κεκακωμένην, ἐπὶ δὲ τοῦ ὑϲτερικοῦ ϲφοδρῶϲ
φλεγμαίνουϲαν καὶ ἀναδεδραμηκυῖαν· καὶ τῷ τὰϲ μὲν ὑϲτερικὰϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον τοῦ παροξυϲμοῦ παυϲαμένου περὶ ὧν ἔπαθον ἀνα-
φέρειν, τὰϲ δὲ ἐν τοῖϲ ἄλλοιϲ πάθεϲι μηδαμῶϲ, καὶ τὰϲ μὲν ὑϲτερικὰϲ προηγουμένωϲ ἐϲχηκέναι μέμψιν ὑϲτέραϲ, τῶν ἄλλων δὲ τὰϲ μὲν ἐξ ἑλμίνθων ἀφώνουϲ ἐντέρων καὶ κοιλίαϲ, τὰϲ δὲ λοιπὰϲ κεφαλῆϲ πόνον
ἔχειν· καὶ τῷ ταῖϲ μὲν ἐπιληπτικαῖϲ ἀφρὸν ἐπιφαίνεϲθαι καὶ ϲφυγμῶν μέγεθοϲ, ταῖϲ δὲ ὑϲτερικαῖϲ οὐκέτι· καὶ τῷ ταῖϲ μὲν ἀποπληκτικαῖϲ
ϲφοδρὸν εἴναι τὸν ϲφυγμόν, ταῖϲ ὑϲτερικαῖϲ δὲ ἀμυδρὸν εἰναι· τῶν δὲ. καταληπτικῶν τῶ τὴν μὲν κατάληψιν ἐν πυρετοῖϲ γίυεϲθαι μετὰ τοῦ διατετάϲθαι τὰ βλέφαρα κοὶ ϲυνηρεικέναι τούϲ ὀδόνταϲ πρὸ τῆϲ ἀκμῆϲ τοῦ πυρετοῦ, κατὰ δὲ τὴν ἀκμὴν ἀνίεϲθαι, τὴν δ᾿ ὑϲτερικὴν
πνίγα καὶ ἄνευ πυρετοῦ καὶ μετὰ τοῦ ἐπιμεμυκέναι τὰ βλέφαρα. τῶν
δὲ ληθαργικῶν ἴδιον τὸ ἐν πυρετῷ καταφέρεϲθαι καὶ μέγαν ἔχειν τὸν
ϲφυγμόν, ἅπερ οὐκ ἐϲτιν ἐπὶ τῶν ὑϲτερικῶν, τῶν δὲ δι᾿ | ἕλμινθαϲ ἀφώνων τὸ ἐκβοαν ἐκ διαϲτημάτων καὶ ἀνώμαλον καὶ διαλείποντα τὸν ϲφυγμὸν ἔχειν.
ρικῶν διάκριϲιϲ. ἔϲτιν δὲ 〈τὸ πάθοϲ〉 τῷ γένει ϲτεγνὸν καὶ ϲφοδρὸν καὶ κατ᾿ ὀξύτητα γινὸμενον καὶ κατὰ χρονιότητα. διὸ τούτοιϲ ἀκόλου-
θον εἴναι δεῖ καὶ τὴν ἐπιμέλειαν. τῆϲ μὲν οὖν ἐπιτάϲεωϲ γινομένηϲ κατακλίνειν δεῖ τὴν κάμνουϲαν ἐν οἰκήματι ϲυμμέτρωϲ ἀλεεινῷ καὶ φωτεινῷ καὶ ἀϲκύλτωϲ τὴν κατάπτωϲιν ἀνακαλεῖν, κινοῦντα μὲν τὴν
γένυν, χλιάϲματα κατὰ τῶν μέϲων πάντων ἐπιτιθέντα, πράωϲ ἐξ- απλοῦντα πάν τὸ ϲυνελκόμενον, διακρατοῦντα τῶν ἄκρων ἕκαϲτον καὶ διὰ ψιλῶν 〈τῶν〉 χειρῶν τπροϲαφῆϲ θάλποντα πάν τὸ κατεψυγμένον, εἰτα διὰ ϲπόγγου θερμῷ ὕδατι βραχέντοϲ περιμάϲϲοντα τὸ πρόϲωπον.
ἔχει γάρ τι ζώπυρον ὁ τοῦ προϲώπου περιϲφογγιϲμόϲ. εἰ δὲ τὰ τῆϲ
ἀφωνίαϲ ἐπιμένοι, καὶ ϲικύαιϲ κούφαιϲ χρώμεθα κατὰ βουβώνων ἐφη- 47 48 49 βαίου τε καὶ τῶν παρακειμένων, εἴτα τρυφερῶν καὶ καθαρῶν ἐρίων ἐπιβολαῖϲ καὶ πολλῆ καὶ ἀδιακόπῳ μέχρι τινὸϲ τῇ δι᾿ ἐλαίου γλυκέοϲ. καταβροχῇ καὶ τῆ παντὸϲ ἄκρου διὰ τῶν ἐρίων περιειλήϲει (δια- πρεϲβεύεται γὰρ τὸ ἀπὸ τῶν περάτων χάλαϲμα μέχρι τῶν μέϲων),
εἴτα θερμοῦ ὕδατοϲ ἐπὶ δυϲτα μένῃ τῇ γένυι παρενϲτάξει, μετὰ δὲ
ταῦτα καὶ μελικράτου, καὶ τῇ διὰ κρεμαϲτοῦ κλινιδίου κινήϲει. παυϲα
ιένηϲ δὲ τῆϲ ἐπιτάϲεωϲ εἰ μή τιϲ ἀτονία κωλύοι ἢ μὴ πρὸ πολλοῦ εἴη δεδομένη τροφή, φλεβοτομίᾳ χρηϲτέον, εἴτα ἐγχυματιϲμῷ δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ [ὕδατοϲ] καὶ καταβροχῇ διακλύϲματί τε καὶ ποτῷ
ὕδατι θερμῷ καὶ ἀποχῇ τροφῆϲ ἕωϲ διατρίτου· κὰν ταύτη τὸ μὲν πρῶτον ἀποθεραπείᾳ, τὸ δὲ μετὰ ταῦτα τροφῇ ῥοφηματώδει καὶ ἀπὸ ταύτηϲ τῇ παρὰ μίαν δόϲει μέχρι τοῦ βεβαίωϲ παρακμάϲαι τὴν περὶ. τήν μήτραν γενομένην ἀπειλήν. 〈καθ᾿ ἑκάϲτην δὲ ἡμέραν〉 κατα-
πλάϲμαϲιν τοῖϲ ἐπὶ τῶν μετὰ πόνου καθαιρομένων παραδοθεῖϲι καὶ
πυρίαιϲ ταῖϲ διὰ ϲπόγγων καὶ τοῖϲ ἀνετικοῖϲ ἐγκαθίϲμαϲιν, ὧν τῆϲ ὕληϲ ἐμνημονεύϲαμεν, καὶ πεϲϲοῖϲ τοῖϲ διὰ ϲτεάτων καὶ μυελῶν καὶ. τήλεωϲ καὶ μαλάχηϲ Ϲουϲίνου τε ἢ κυπρίνου ἐλαίου, καὶ τῇ διὰ κλυϲτῆ- ροϲ ἐνέϲει τοῦ ἐλαίου ἢ ὑδρελαίου, καὶ μᾶλλον εἰ ϲκύβαλον εἴη κατεϲχη- μένον (θλίβει γὰρ τὸ περίϲϲωμα παρακειμένην τὴν μήτραν]· παρακμα-
ζούϲηϲ δὲ τῆϲ διαθέϲεωϲ κηρωταῖϲ καὶ μαλακτικωτέροιϲ πεϲϲοῖϲ, εἶτα τροφῇ ποικίλη κἄπειτα λουτρῷ καὶ ὕϲτερον οἴνῳ. πολλάκιϲ δὲ τῶν
παροξυϲμῶν γινομένων καὶ τῶν ἀνέϲεων καὶ διὰ τοῦτο χρονίϲαντοϲ τοῦ πάθουϲ κατὰ μὲν τούϲ παροξυϲμοὺϲ ἁρμόϲει τοῖϲ ὑποδεδειγμένοιϲ χρῆϲθαι, κατὰ δὲ τὸ διάλειμμα πρῶτον ἀναλαμβάνειν τὴν κάμνουϲαν
διὰ ποικίληϲ αἰώραϲ καὶ περιπάτου καὶ ἀναγνώϲεωϲ καὶ ἀναφωνήϲεωϲ καὶ ἀλειμμάτων καὶ γυμναϲίων καὶ λουτρῶν καὶ ποικίληϲ τροφῆϲ, εἶτα μεταϲυγκρίνειν διὰ δριμυφαγίαϲ, δρώπακοϲ, ϲικυῶν, παροπτήϲεωϲ,
τρίψεωϲ μερικῆϲ εὐτόνου, ϲυμπαϲμάτων, ἐγκαθιϲμάτων δριμέων, πεϲ- ϲῶν ἀμυκτικῶν 〈καὶ〉 μαλαγμάτων, ϲιναπιϲμοῦ καὶ τῆϲ κατὰ κύκλον
ἀγωγῆϲ· εἰ δὲ μὴ λύοιτο ἡ διάθεϲιϲ, καὶ τῷ [ἀπὸ] δι᾿ ἐλλεβόρου
λευκοῦ ϲπαραγμῷ μετὰ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ ἀποδημίαιϲ τε 50 51 52 53 ἐπὶ γῆϲ καὶ θαλάϲϲηϲ καὶ αὐτοφυέϲιν ὕδαϲιν, ὥν ἀπάντων τὴν ἐπι- δέξιον χρῆϲιν ἐν τοῖϲ Περὶ βοηθημάτων ὑπομνήμαϲιν ἐφω- δεύκαμεν.
κεκαυμέναιϲ καὶ ἐλλυχνίοιϲ ἀπεϲβεϲμένοιϲ ἐλαφείῳ τε κέρατι τεθυμια- μένῳ, ἐρίῳ κεκαυμένῳ, κναφάλλοιϲ κεκαυμένοιϲ [πίϲϲῃ ὑγρᾶ, κεδρίᾳ. ϲφονδυλίῳ, πευκεδάνῳ] δέρματί τε καὶ ῥάκεϲι, καϲτορίῳ διαχρίοντεϲ τὰϲ ῥῖναϲ καὶ τὰ ὦτα, πίϲϲῃ, κεδρία, ἀϲφάλτῳ, κόρεϲι τεθλαϲμέναιϲ καὶ πᾶϲιν ἤδη τοῖϲ βαρυόϲμοιϲ εἰναι νομιζομένοιϲ) ὡϲ τῆϲ ὑϲτέραϲ ἀπὸ
τῶν δυϲωδῶν φευγούϲηϲ· ἔνθεν καὶ κάτωθεν ἐπεθυμίαϲαν τὰ εὐώδη καὶ πεϲϲοὺϲ παρελαβον διὰ νάρδου ϲτάχυοϲ 〈καὶ〉 ϲτύρακοϲ πρὸϲ τὸ τὴν μήτραν ἃ μὲν φεύγουϲαν, ἃ δὲ διώκουϲαν ἐκ τῶν ὑπερκειμένων
τόπων εἰϲ τούϲ ὑποκειμένουϲ μεταϲτῆναι. ἔξωθεν δὲ τούτων Ἱππο- κράτηϲ τὰϲ μὲν ἀφεψήματι κράμβηϲ ἐπότιϲε, τὰϲ δὲ ὀνείῳ γάλακτι,
καὶ ὡϲ εἰλεωδῶϲ ϲτροφουμένηϲ τῆϲ μήτραϲ αὐλίϲκον ἐνθεὶϲ χαλκευτι-
κῆϲ φύϲηϲ εἰϲ τὸν γυναικεῖον κόλπον ἐφύϲα διαϲτολὴν ἐπιτηδεύων.
Διοκλῆϲ δὲ ἐν τῷ τρίτῳ τῶν Γυναικείων ϲυνάγει μὲν τὰ πτερύγια τῆϲ ῥινόϲ, ἀνοίγει δὲ τὸ ϲτόμα καὶ πταρμικῷ χρῆται καὶ τῇ χειρὶ τὴν ὑϲτέραν εἰϲ τούϲ ὑποκειμένουϲ ἀποθλίβει τόπουϲ διὰ
τῆϲ εἰϲ τὸ ὑποχόνδριον ἐπερείϲεωϲ καὶ τὰ ϲκέλη θερμῷ καταντλεῖ.
Μαντίαϲ δὲ καϲτορίῳ καὶ ἀϲφάλτῳ ποτίζει δι᾿ οἴνου, μελλούϲηϲ δὲ τῆϲ καταφορᾶϲ καταυλήϲει χρῆται καὶ τυμπάνοιϲ. Ξενοφῶν δὲ καὶ φῶϲ τὸ ἀπὸ λαμπτήρων εἰϲφέρει καὶ ἤχουϲ ἐπιτηδεύει πλείοναϲ ἀκο- νῶν καὶ τύπτων χαλκώματα. Ἀϲκληπιάδηϲ δὲ πταρμικῷ χρῆται
καὶ τὰ ὑποχόνδρια τελαμῶϲι καὶ χορδαῖϲ διαϲφίγγει καὶ ἐμβοῶ καὶ ταῖϲ ῥιϲὶν ὄξοϲ ἐμφυϲᾶ, κατὰ δὲ τὸ διάλειμμα ϲυνουϲίαν δοκιμάζει καὶ 54 55 ὑδροποϲίαν 〈καὶ διὰ τοῦ ψυχροῦ τῆϲ κεφαλῆϲ καταιόνηϲιν〉. μεμφό-
μεθα δὲ πάνταϲ εὐθέωϲ πλήϲϲονταϲ τὰ φλεγμαίνοντα καὶ κάρουϲ καταϲκευάζονταϲ [τῆϲ] διὰ τῆϲ ἐκ τῶν δυϲωδῶν ἀποφοράϲ. οὐ γὰρ ὡϲ θηρίον ἐκ φωλεῶν ἡ μήτρα προέρπει, τερπομένη μὲν τοῖϲ εὐώδεϲι,
φεύγουϲα δὲ 〈τὰ〉 δυϲώδη, διὰ δὲ τὴν ἐκ τῆϲ φλεγμονῆϲ ϲφίγξιν ϲυνολκοῦται. χαλεπὸν δὲ καὶ τὸ φλεγμαίνοντα κατὰ ϲυμπάθειαν τὸν ϲτόμαχον ποτήμαϲιν κακοῦν φαρμακώδεϲι καὶ δριμέϲιν. ἡ δὲ ὑπὸ τῆϲ
χαλκευτικῆϲ φύϲηϲ ἔκθλιψιϲ εἰϲ τὸ αἰδοῖον τῇ πνευματώϲει προϲδια- τείνει τὴν ὑϲτέραν ἱκανῶϲ ἤδη τῷ λόγῳ τῆϲ φλεγμονῆϲ διατεταμένην.
ἡ δὲ τῶν πταρμικῶν χρῆϲιϲ τῷ τιναγμῷ καὶ τῇ δριμύτητι τῶν φαρ-
μάκων μεταϲυγκρίνει τὰ χρονίϲαντα, διόπερ παροξύνει τῆϲ ἐν ἐπιτάϲει τὴν διάθεϲιν οὐ βίαϲ δεομένηϲ, ἀλλὰ πραῦϲμοῦ. πληκτικοὶ δὲ καὶ οἱ
ψόφοι καὶ οἱ τῶν χαλκωμάτων ἦχοι καὶ τῶν διὰ τὴν φλεγμονὴν εὐπαθῶν ἐρεθιϲτικοί· πολλαὶ γοῦν καὶ τῶν ὑγιαινουϲῶν ἀπὸ τοιούτων
ψόφων ἐκεφαλάργηϲαν. ἐπιβλαβὲϲ δὲ καὶ τὸ ἐυφυϲηθὲν ὄξοϲ· ὡϲ γὰρ
τὰϲ ἔξωθεν φλεγμονάϲ, οὕτω καὶ τὰϲ ἔνδοθεν πᾶν τὸ ϲτῦφον ἐπι- τείνει. βλαβερὸν δὲ καὶ τὸ διὰ χορδῶν ἢ τελαμώνων περιϲφίγγειν φλεγμαίνουϲαν ἔξωθεν τὴν ὑϲτέραν οὐδὲ κατάπλαϲμα φέρειν ἀβαρῶϲ δυναμένην διὰ τὴν ἐκ τῆϲ περιθλάϲεωϲ ἐπίταϲιν. τὸ δὲ ὑδροποτεῖν
οὐκ ἀϲύμφορον 〈μόνον〉, ἔϲθ᾿ ὅπου δὲ καὶ βλαβερόν ἐϲτι, ῥώϲεωϲ δεομένηϲ τῆϲ καμνούϲηϲ, οὐ μεταϲυγκρίϲεωϲ, 〈ἤ〉 γίνεται καὶ διὰ τῆϲ ἐπὶ τὸ κρᾶμα μετελεύϲεωϲ. ϲυνουϲία δὲ παραϲκευαϲτικὴ πᾶϲιν ἀτονίαϲ,
διὰ τοῦτο οὐ ϲυμφέρει μηδενὸϲ προϲγινομένου βελτίονοϲ κακοῦϲα τὸν ὄγκον εἰϲ ἀτονίαν. ἡ μέντοι διὰ τοῦ ψυχροῦ τῆϲ [δὲ] κεφαλῆϲ καταιό-
νηϲιϲ ἕνεκα τοῦ παύϲαϲθαι τὴν ἀφωνίαν καταφανῶϲ ἐϲτιν ἄτεχνοϲ· τῇ ψύξει γὰρ ἐπιπυκνουμένου τοῦ ϲώματοϲ διὰ τὴν ἐπίταϲιν τῆϲ φλεγμονῆϲ δυϲανακλητοτέραν δεῖ γίνεϲθαι τὴν καταφοράν.
VI. Περὶ ἐμπνευματώϲεωϲ μήτραϲ.
ψύξεωϲ ἢ φθοράϲ ἢ δυϲτοκίαϲ μύϲαντοϲ τοῦ | ϲτομίου ἢ θρόμβου
παραϲφηνωθέντοϲ αὐτῷ τοῖϲ ἄλλοιϲ ὁμοίωϲ * * καὶ ποτὲ μὲν εἰϲ τὸν δεξιόν, ποτὲ δὲ εἰϲ τὸν ἀριϲτερὸν βουβῶνα τὴν ἔρειϲιν ποιουμένηϲ.
ἔτι δὲ καὶ ψόαι καὶ ἰϲχία ϲυναλγεῖ τιϲι, καὶ τὰ τῆϲ ϲυμπαθείαϲ τῆϲ πρὸϲ τὴν ὑϲτέραν ϲημεῖα ἐφορᾶται, οἷον τενόντων ἀλγήματα καὶ κεφα- λῆϲ καὶ τὰ λοιπά, καὶ κατὰ τὴν τῶν δακτύλων θλίψιν εἶξιϲ ἀντιμετα- βατικὴ ποϲῶϲ, ταχεῖα δὲ πάλιν ἐπιδιόγκωϲιϲ, καὶ πρὸϲ τὸν διὰ τῆϲ χειρὸϲ ῥαπιϲμὸν ἦχοϲ τυμπανώδηϲ, ποτὲ δὲ καὶ ϲτρόφοϲ καὶ διαδρομὴ
νυγματώδηϲ καὶ οἱονεὶ ϲφυγμόϲ. καὶ πρὸϲ τὰ θερμαίνοντα δὲ κουφι- ϲμόϲ, εἰτα μετ᾿ ὀλίγον παροξυϲμὸϲ [ὁ] ψόφοϲ τε καὶ βορβορυγμὸϲ ὡϲ αἰϲθητῶϲ ἔξω τοῦ πνεύματοϲ διατρέχοντοϲ· τὸ δὲ ἐνιέμενον ἐν τῇ ϲυνουϲίᾳ ϲπέρμα διαλύεται· τὰ δὲ τῆϲ ϲυνοιδήϲεωϲ τιϲὶ μὲν ἀεὶ δια- μένει, τιϲὶ δὲ διά τινοϲ χρόνου γίνεται.
ῥαδίωϲ καταπονεῖϲθαι δυναμέναϲ. ἡ δὲ μαῖα προλελιπαϲμένον τὸν δά-
κτυλον καθεῖϲα τὸν ἐγκείμενον θρόμβον, εἴπερ τύχοι παρακείμενοϲ, κομιζέϲθω πράωϲ αὐτὸν ἐνδιαλύϲαϲα τῇ προϲαφῇ χάριν τοῦ ἄϲκυλτον
γενέϲθαι τὴν ἔκκριϲιν. χρονιζούϲηϲ δὲ τῆϲ ἐμπνευματώϲεωϲ ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ τὰ ἀνετικώτερα προϲάξομεν (ἐν γὰρ ταῖϲ ἐπιθέϲεϲι
καὶ τοῖϲ παροξυϲμοῖϲ τὰ ὅμοια δοκιμάζομεν]· διαλείμματοϲ δὲ γενο- μένου τὰ ϲώματα τονοῦμεν διὰ ϲυναλειμμάτων θερμοτέρων καὶ τρίψεωϲ τῶν ϲκελῶν καὶ τῶν παϲχόντων τόπων, τῆϲ τε τῶν ὅλων καὶ τοπικῆϲ, 58 59 60 ποτὲ μὲν διὰ ψιλῶν τῶν χειρῶν, ποτὲ δὲ δι᾿ ὠμοτάτων λίνων ξηρῶν τροφάϲ τε δίδομεν ποικίλαϲ, ἔϲθ᾿ ὅτε δὲ καὶ δριμέαϲ. τὴν ὀϲφὺν δὲ
καὶ τὸ ἐπιγάϲτριον δρώπακι καταχρίομεν καὶ νίτρῳ ϲυμπάϲϲομεν ἢ παροπτῶμεν, καὶ τῷ διὰ νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ
κρίθινον μετὰ ϲύκων ἑψημένων καὶ πηγάνου καὶ ὑϲϲώπου καὶ μέλιτοϲ καταπλάττομεν. ἐπιρριπτοῦμεν δὲ καὶ τὸ διὰ νίτρου καὶ ϲύκων καὶ. ἀψινθίου ἢ τὴν ὠμὴν λύϲιν μετὰ ϲύκων ἡψημένων καὶ ὑϲϲώπου ἢ τὸ διὰ ϲπερμάτων μάλαγμα ἢ τὸ Πολυάρχιον ἢ τὸ διὰ δαφνίδων μετὰ κηρωτῆϲ τὸ πρῶτον, εἶτα κατ᾿ ἰδίαν. ὅμοια δὲ τούτοιϲ καὶ τὰ ἐγ-
καθίϲματα παραϲκευάζομεν καθέψοντεϲ τῷ ὕδατι ϲταφυλῖνον καὶ δαῦκον Κρητικὸν καὶ γλήχωνα, μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ ἀρτεμιϲίαν καὶ ὕϲϲωπον καὶ πράϲιον καὶ δάφνην ἢ τὸν καρπὸν αὐτῆϲ καϲίαν τε καὶ νάρδον. τῆϲ δὲ αὐτῆϲ δυνάμεωϲ καὶ πεϲϲοὺϲ προϲβάλλομεν τοὺϲ
διὰ πηγάνου 〈καὶ γλήχωνοϲ〉 καὶ μέλιτοϲ καὶ νίτρου καὶ τερεβινθίνηϲ,
χαλβάνηϲ, ἴρεωϲ, πηγάνου, ὑϲϲώπου | καὶ ταυρείαϲ χολῆϲ ἴϲων ἢ
ἀνίϲων μεμειγμένων. ἐκ τούτων δέ ἐϲτι καὶ τὸ τοιοῦτον πρόϲθετον ϲύκων λιπαρῶν κεκομμένων ὥϲτε τὰϲ κετχραμίδαϲ αὐτῶν μὴ φαίνεϲθαι. ⩹ ᾱ, 〈κυκλαμίνου ῥίζηϲ λειοτάτηϲ ⩹ β, ἀφρονίτρου λευκοῦ ⩹ ᾱ〉. εἰϲ δὲ τὸ ἀμαυρῶϲαι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν εἰϲ γάλα
τὸν πεϲϲὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι. καὶ ϲικύαϲ δὲ τοῖϲ τόποιϲ
κατὰ κύκλον προϲβλητέον καὶ βιαίωϲ ἀποϲπαϲτέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶϲι τοῖϲ μεταϲυγκρίνειν δυναμένοιϲ χρηϲτέον, καθάπερ τοῖϲ αὐτοφυέϲιν ὕδαϲιν καὶ κατακρουνιϲμοῖϲ καὶ νήξεϲιν, πρῶτον μὲν θερμοῖϲ, ὕϲτερον δὲ καὶ ψυχροῖϲ, κατ᾿ ὀλίγον ἐθίζονταϲ τὸ ϲῶμα ὑπὸ-
μένειν τὴν ψυχρολουϲίαν, ὥϲτε τονωθῆναι τὰ πεπονθότα μέρη. τροφὰϲ δὲ διδόναι λεπτυνούϲαϲ καὶ διαλύειν πνεύματα δυναμέναϲ. χρηϲτέον δὲ καὶ τῷ Διοϲπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθηϲ.
τροπὴν τοῦ ϲτομάχου καὶ τὰϲ ὑποθυμιάϲειϲ καὶ τούϲ διὰ τῶν ἄρωμά-
των ὑποκαπνιϲμούϲ· πληρουμένη γὰρ ὑπὸ τούτων ἡ κεφαλὴ μείζονα τὴν βλάβην ὑπομένει τῆϲ ὠφελείαϲ. ἀποδοκιμάζομεν δὲ καὶ τὰ ϲτύφοντα
τῶν ἐπιθεμάτων, οἷον τὰ διὰ μήλων Κυδωνίων, φϲινίκων Θηβαικῶν, οἴνου αὐϲτηροῦ, οἰνάνθηϲ, ἀκακίαϲ, ϲιδίων· τὴν γὰρ ἐπὶ ϲτεγνώϲει γεγενημέ- νην ἐμπνευμάτωϲιν οὐ τὰ ϲτύφοντα λύει, τὰ δὲ χαλῶντα καὶ ἀνιέντα.
VII, Περὶ οἰδήματοϲ ὑϲτέραϲ.
δαιϲτύλοιϲ ἑλκόμενον ἐπακολουθεῖ. τὰ αὐτὰ δὲ καὶ νῦν παραλητπτέον
ἅπερ ἐπὶ τῆϲ ἐμπνευματώϲεωϲ εἰρήκαμεν. ἐγχυματιϲτέον δὲ τοὺϲ τόπουϲ τὸ μὲν πρῶτον ἐλαίῳ θερμῷ, ἔπειτα κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ. καὶ πεϲϲοῖϲ ὁμοίοιϲ 〈τοῖϲ ἐπὶ〉 τῆϲ ἐμπνευματώϲεωϲ 〈χρηϲτέον〉.
VIII. Περὶ ϲκίρρου καὶ ϲκληρωμάτων ἐν ὑϲτέρᾳ.
ἢ καθόλου. παρέπεται δὲ ὄγκοϲ ἀπηνήϲ, ἀντίτυποϲ, ἐν δὲ ταῖϲ βιαιο- τέραιϲ θλίψεϲιν ναρκώδη ϲυναίϲθηϲιν ἐπιφέρων, καὶ ὡϲ ἐπὶ ἰϲχιάϲιν ἐν τῷ περιπατεῖν 〈καὶ〉 ἐπικεκυφέναι [καὶ] πονεῖν ὀϲφύν, βουβῶναϲ, ἐπιγάϲτριν * *
IX. Περὶ μύληϲ.
ρωϲίϲ ἐϲτιν ὑϲτέραϲ διὰ προηγουμένην φλεγμονὴν ἐπὶ γενομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκοϲ ἐπὶ πολὺ ὑπερϲαρκῶϲαν· ὠνόμαϲται δὲ ‘μύλοϲ’
ἀπὸ τῆϲ δυϲκινηϲίαϲ καὶ τοῦ βάρουϲ. γίνεται δὲ ποτὲ μὲν κατά τι μέροϲ μήτραϲ, οἷον ϲτόμα καὶ τράχηλον, ὥϲτε δακτύλοιϲ καθιεμένοιϲ
ὑποπίπτειν τὸν ὄγκον καὶ κάτω τὸ πᾶν εἶναι βάροϲ, ὡϲ ἐπὶ τὸ πολὺ 64 65 66 δὲ καθ᾿ ὅλην τὴν μήτραν, ὁπότε παρακολουθεῖ πρόδηλοϲ ὄγκοϲ περὶ τὸ ἐπιγάϲτριον ἀπηνὴϲ λιθώδηϲ μετὰ καταϲπαϲυοῦ τῶν ὑπερκειμένων ὑποχονδρίων καὶ ἰϲχνώϲεωϲ ἀχροίαϲ τε καὶ ἀνορεξίαϲ.
μὲν τῶν καταμηνίων, διογκουμένων δὲ τῶν μαϲτῶν, ἀνατρεπομένου δὲ τοῦ ϲτομάχου, καὶ βαρυνομένηϲ μὲν τῆϲ ὀϲφύοϲ, διογκουμένου δὲ τοῦ ἐπιγαϲτρίου. διακρίνεται δὲ τοῦ χρόνου προκόπτοντοϲ τῷ νυγμα- τώδη παρακολουθεῖν ἀλγήματα, μηδεμίαν δὲ γίγνεϲθαι κίνηϲιν ὥϲπερ ἐπὶ τῶν κυουϲῶν. ὕϲτερον καταλυομένου τοῦ παντὸϲ ϲώματοϲ, μεγε-
θυνομένηϲ δὲ τῆϲ ὀγκώϲεωϲ ἔμφαϲιϲ ὕδρωποϲ ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωποϲ τῷ κατὰ 〈τὴν〉 τῆϲ χειρὸϲ ἐπίθεϲιν μηδέποτε εἴκειν τὸν ὄγκον μηδὲ κοιλαίνεϲθαι μηδὲ ἦχον τυμπανώδη ἢ κλύδωνα γίνεϲθαι κατὰ τὸν τῆϲ χειρὸϲ ῥαπιϲμόν, ὥϲπερ ἐπὶ τοῦ ὕδρωποϲ· ἔϲθ᾿ ὅτε δὲ προϊόντοϲ τοῦ χρόνου καὶ καταψυχομένου τοῦ ἥπατοϲ καὶ ὕδρωψ
ἐπιγίνεται. τινὲϲ δὲ ἱϲτοροῦϲιν ἐπ᾿ ἐνίων καὶ ϲαρκὸϲ ἔκφυϲιν γίνεϲθαι
ϲυνιϲταμένηϲ ὡϲεὶ καρύου μέγεθοϲ διὰ τοῦ γυναικείου αἰδοίου, αἷϲ μὲν κατὰ μῆνα, οἶϲ δὲ διὰ δύο ἢ τριῶν μηνῶν.
λιπον, οἱ δὲ τὴν ἀρχομένην μόνον ὑπήγαγον τοῖϲ βοηθήμαϲιν, ἡμεῖϲ
δὲ καὶ νῦν ὡϲ κεχρονικυῖαν θεραπεύομεν νόϲον. δεῖ δὲ μὴ ἀμελεῖν,
ἀλλ᾿ ἐν μὲν ταῖϲ ἐπιθέϲεϲιν, ἃϲ καταλαμβάνομεν ἐκ βάρουϲ πλείονοϲ καὶ ναρκώδουϲ ϲυναιϲθήϲεωϲ ἢ φθορᾶϲ ϲιτίων καὶ ἀγρυπνίαϲ δίχα προδήλου τινὸϲ αἰτίαϲ γεγενημένηϲ, παραλαμβάνειν καὶ καταπλάϲματα θερμὰ χαλαϲτικά, ϲικύαϲ, καταϲχαϲμόν, βδέλλαϲ, πυρίαϲ, ἐγχυματιϲμοὺϲ
πραϋντικοὺϲ ἀνετικούϲ, πεϲϲοὺϲ μαλακτικούϲ, ἐγκαθιϲμούϲ, κηρωτὰϲ μετὰ ἀλθαίαϲ ἡψημέναϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου καὶ μάλαγμα τὸ διὰ χυλῶν ἢ τὸ Μναϲέου καὶ τροφὰϲ εὐχύμουϲ τε καὶ εὐχύλουϲ καὶ τὴν εἰϲ τούϲ ὤμουϲ διὰ τελαμῶνοϲ ἀνάληψιν εἰϲ ἐπικουφιϲμὸν τῆϲ. διὰ τὸν καταϲπαϲμὸν ὀχλήϲεωϲ. ταῦτα μὲν οὖν ἐν τοῖϲ παροξυϲμοῖϲ
παραλαμβάνειν. ἐν δὲ τοῖϲ διαλείμμαϲιν ὅλον τὸ ϲῶμα προϲαναλαμβά- νομεν διὰ τῆϲ ἀναληπτικῆϲ ἐπιμελείαϲ, αἰώραϲ, περιπάτων, λουτρῶν, ἀναφωνήϲεωϲ, οἰναρίου καὶ τῆϲ ἐπιτηδείου καὶ ποικίληϲ τροφῆϲ, τὰ δὲ πρωτοπαθοῦντα μεταβάλλοντεϲ διὰ δρώπακοϲ, παροπτήϲεωϲ, ἡλιώ- ϲεωϲ, νίτρου τε καὶ ἁλῶν ἐπιπαϲϲομένων καὶ τρίψεωϲ καὶ τῷ διὰ 67 68 69 70 71 νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα καὶ μαλάγμαϲι [χρώμεθα] τῷ διὰ ϲπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ Πολυαρχίῳ καὶ τῷ
Κηφιϲοφῶντοϲ καὶ τοῖϲ ὁμοίοιϲ, ἐγκαθιϲμάτων τε καὶ πυριῶν 〈τοῖϲ〉
μεταϲυγκρίνειν δυναμένοιϲ (οἷον 〈διὰ〉 θαλάϲϲηϲ ἐζεϲμένηϲ | ἢ ἅλμηϲ, ἀφεψήματοϲ δάφνηϲ, δαφνίδοϲ, γλήχωνοϲ, ὑϲϲώπου, ἐλελιϲφάκου,
πραϲίου, ἀρτεμιϲίαϲ, δικτάμνου, κενταυρίου, πολίου, ϲκορδίου) καὶ πεϲϲῶν τοῖϲ διὰ βουτύρου, ὑϲϲώπου, ϲτέατοϲ χηνείου, ὀρνιθείου, μυελοῦ ἐλάφου ἢ ἐγκεφάλου καὶ μέλιτοϲ ἢ ἰϲχάδων λιπαρῶν ϲαρκὸϲ καὶ ϲταφίδων μετὰ παλαιοῦ ἐλαίου ἢ κυπρίνου ἢ ἰρίνου ἢ ϲαμψυχίνου
ἢ ἀμαρακίνου ἢ Ϲουϲίνου ἢ μαλαβαθρίνου. δοκιμαϲτέον δὲ καὶ δριμυ-
φαγίαν προκοπτούϲηϲ τῆϲ διαθέϲεωϲ καὶ τὴν κατὰ κύκλον ἀγωγὴν καὶ τῶν αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ κατακρουνιϲμῶν καὶ νήξεωϲ ἐν θαλάττῃ ἢ αὐτοφυέϲιν ὕδαϲιν καὶ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ καὶ εἰ ἡ δύναμιϲ ἐπιτρέποι, καὶ τοὺϲ ἀπὸ ἐλλεβόρων.
των 〈τὰ〉 δριμύτερα, μὴ τῇ ϲυνεχεῖ χρήϲει λάθωμεν ἑλκώϲαντεϲ τὰ
ἐϲκιρωμένα καὶ παρὰ τοῦτο κακοήθη ποιήϲωμεν τὴν διάθεϲιν. τὰϲ δὲ διὰ κρόκου καὶ ϲτύρακοϲ καὶ ῥητίνηϲ καὶ ϲμύρνηϲ ὑποθυμιάϲειϲ καὶ τοὺϲ δι᾿ ἀρτεμιϲίαϲ γλήχωνόϲ τε καὶ πραϲίου καὶ ϲκορδίου κόμηϲ περοιατμιϲμοὺϲ καὶ τὸ πινόμενον οἰνόμελι 〈ἐν〉 ἀφεψήματι καρδάμου
καὶ γλήχωνοϲ ἀποδοκιμάζομεν δι᾿ ἃc ἐπὶ τῶν ἔμπροϲθεν εἰρήκαμεν αἰτίαϲ. πλείϲταιϲ δὲ διὰ τῆϲ προρρηθείϲηϲ ἀγωγῆϲ ἐξαπίνηϲ ἔκκριϲιϲ
αἵματοϲ τεθρομβωμένου καὶ μεμελαϲμένου ϲφόδρα πολλοῦ γέγονε καὶ ἀπήλλαξε τῆϲ διαθέϲεωϲ.
X. Περὶ αἱμορραγούϲηϲ ὑϲτέραϲ.
ἀναϲτομώϲεωϲ ἡ ἐξ οἱοϲδήποτε προφάϲεωϲ ῥήξεωϲ ἀγγείων αἷμορραγία γίνεται μήτραϲ. καὶ πρόδηλοϲ μὲν αὐτῆϲ ἡ κατάληψιϲ ἐξ ἀθρόαϲ καὶ.
ἀμέτρου φορᾶϲ αἴματοϲ, ϲυνεδρεύει δὲ ταῖϲ καμνούϲαιϲ ἀϲθένεια. ῥάκωϲιϲ, ἴϲχνωϲιϲ, ἄχροια καὶ κατ᾿ ἐπιμονὴν ἀνορεξία. δοκεῖ δέ ποτε καὶ περιοδικῶϲ ἀπαντάν. ἔϲτιν δὲ τὸ ϲύμπτωμα χαλεπόν· οὕτε γὰρ
δακτύλων ἐπερείϲεϲιν οὕτε ἀγκίϲτρων κατεπάρϲεϲιν οὕτε μοτῶν δια- ϲψηνώϲεϲιν οὕτε βρόχων περιϲφίγξεϲιν οὔτε διαρραφαῖϲ χρῆϲθαι δυνα-
τόν ἐϲτιν. οὐκ ἀπὸ τῆϲ ὑϲτέραϲ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ γυναι-
κείου κόλπου φέρεται τὸ αἷμα, καί τινεϲ ϲημειούμενοι τὸν τόπον τὸ μὲν ἀπὸ τοῦ αἰδοίου φαϲὶν λεπτὸν καὶ ξανθὸν καὶ θερμὸν φέρεϲθαι [τὸ αἷμα], τὸ δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ παχύτερον καὶ μελανώτερον καὶ ψυχρότερον. ἀϲφαλέϲτερον δὲ διορίϲαι τὸ πεπονθὸϲ μέροϲ ἐνέϲται
διοπτριϲμὸν παραλαμβάνονταϲ.
μικροτέρῳ καὶ ϲκοτεινῷ καὶ μετρίωϲ ἀναψύχοντι κατὰ κλίνηϲ ϲτερεᾶϲ, ἀκινήτου, μετεωρότερα τὰ πρὸϲ τούϲ πόδαϲ ἐχούϲηϲ, ἠρεμία τε καὶ τὸ ἐφ᾿ ἑνὸϲ μένειν ϲχήματοϲ (προκλητικὴ γὰρ ῥύϲεωϲ πᾶϲα κίνηϲιϲ) ϲυν-
αγωγή τε τῶν μηρῶν καὶ διαπλοκή (μιμητικὸν γὰρ χαρακτῆρόϲ ἐϲτι. τὸ ϲχῆμα)· καὶ ϲπόγγων πλατέων καθαρῶν τρυφερῶν, ἐν ψυχρῷ ὕδατι βραχέντων ἢ ὀξυκράτῳ ἢ ὄξει κατ᾿ ἰδίαν ἐπιθέϲειϲ κατὰ τοῦ
αἰδοίου καὶ τοῦ ἐφηβαίου καὶ τῆϲ ὀϲφύοϲ καὶ τῶν ἰϲχίων, ὕϲτερον δὲ καὶ κατὰ ϲτήθουϲ, νεαροποιουμένων καὶ ϲυνεχέϲτερον· καὶ τῶν ἄκρων
προϲτυπὴϲ διακράτηϲιϲ καὶ διάϲφιγξιϲ (τὸ γὰρ ἐκ τῆϲ θλίψεωϲ πύκνωμα μέχρι τοῦ πάϲχοντοϲ διαφέρεται μέρουϲ)· καὶ ἢ εἰϲ ψυχρὸν ὕδωρ κάθεϲιϲ τοῦ προϲώπου ἢ περιϲφογτιϲμὸϲ δι᾿ ἀκραιφνοῦϲ ὕδατοϲ καὶ. ἐκ διαϲτήματοϲ καταρριπιϲμόϲ, καὶ τῆϲ κεφαλῆϲ ἐπιβροχὴ [καὶ] δι᾿ ἐλαίου ψυχροῦ νεοτριβοῦϲ, καὶ καταρρόφηϲιϲ ὄξουϲ. ἐγκαθίϲμαϲί τε
〈χρῆϲθαι〉 μέχρι βουβώνων εἰϲ ψυχρὸν ὕδωρ ἢ ὀξύκρατον ἤ καθαρὸν ξοϲ ἢ ἀφέψημα μύρτων ἢ ῥόδων ξηρῶν ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ ἢ μυρϲίνηϲ καὶ φακῶν ἢ ϲχίνου ἢ ϲιδίων ἢ βάτου θαλίαϲ ἢ δρυὸϲ φύλ- 76 77 78
λων ἢ ἰτέαϲ ἢ ῥοὸϲ βυρϲοδεψικῆϲ. εἰ δὲ ἐκ τῆϲ διαναϲτάϲεωϲ ϲκυλμὸϲ ὀχληρότεροϲ εἴη, διὰ κλυϲτηριδίων ἢ μητρεγχύτου τῶν εἰρημένων ἑνὸϲ τινοϲ ἐγχυματιζέϲθω χυλὸϲ ἢ ἀρνογλώϲϲου ἢ χυλὸϲ πολυγόνου ἢ ϲέρεωϲ ἢ ϲτρύχνου ἢ ψυλλίου ἢ περδικίου· εἰ δὲ καὶ ἐπιμένοι αἱμορραγοῦϲα, καὶ ὑποκιϲτίδοϲ καὶ ἀκακίαϲ καὶ ὄπιον (ὄξει διειμένα ἤ ὁμοῦ πάντα ἢ
πρὸϲ ἕν) ἢ ὀμφάκιον, πλῆθοϲ ἕωϲ δύο κυάθων. καὶ τρυφερὸν ἔριον ἐνί τινι τῶν εἰρημένων χυλῶν διάβροχον ἢ διὰ δακτύλου ἡ μήληϲ
παρεντι|ϲθέθω τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ, καὶ πολὺ μᾶλλον ἐντεῦθεν τῆϲ. αἱμορραγίαϲ ὑπαρχούϲηϲ· ὅταν γὰρ ἀπὸ τῶν ἄνωθεν, ϲφηνούμενον τὸ ἔριον ϲυϲτέλλει τὴν ῥύϲιν, ἐγκατέχει δὲ τῇ εὐρυχωρίᾳ τὸ ἀποκριθέν.
ὁπότε τρυφερὸν καὶ καθαρὸν ϲπογγάριον ἐπίμηκεϲ [προϲτίθεται] ὡϲαύτωϲ διάβροχον ὡϲ ἐϲωτάτω παρεντιθέναι προϲῆκεν, ἵνα τὸ ἀπο- κρινόμενον παραλαμβάνηται καὶ μὴ θρομβούμενον ϲυμπαθείαϲ ἐξάπτῃ καὶ φλεγμονάϲ· ἐκ διαϲτημάτων δὲ τὸν ϲπόγγον ἀλλάϲϲειν. ἁρμόϲει δὲ καὶ ϲικύαϲ κολλᾶν κατ᾿ ὀϲφύοϲ βουβώνων τε καὶ λαγόνων (εἰ δὲ
δυνατὸν εἴη, καὶ ἰϲχίων) μετὰ πυρὸϲ πολλοῦ, καὶ προϲκειμέναϲ ἐᾶν
ἐπὶ χρόνον ἱκανόν, εἶτα καὶ πράωϲ ἀποϲπᾶν. ἐπιθέμαϲι δὲ χρῆϲθαι καθ᾿ ὧν τοὺϲ ϲπόγγουϲ ἐπερρίψαμεν φοίνιξιν ἐν οἴνῳ αὐϲτηρῷ ἢ ὄξει βεβρεγμένοιϲ. μετὰ κηρωτῆϲ ῥοδίνηϲ ἤ μηλίνηϲ ἢ μυρϲίνηϲ φύλλων λείων ἢ μεϲπίλων ἢ ϲτυπτηρίαϲ ἢ ἀλόηϲ ἢ οἰνάνθηϲ ἢ ὑποκιϲτίδοϲ ἢ
ἀκακίαϲ ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ καὶ ἐλαίου νεοτριβοῦϲ ἢ ῥοδίνου ἢ μυρϲίνου ἢ ϲχινίνου ἢ μηλίνου, ἢ πάλιν τοῖϲ διά τινοϲ πόαϲ ϲτυφού- ϲηϲ καὶ ψυχούϲηϲ (οἷον ἀνδράχνηϲ, ὑοϲκυάμου, ἀρνογλώϲϲου, ψυλλίου. ϲτρύχνου, περδικίου, πολυγόνου, ϲέρεωϲ) μετὰ πάληϲ ἀλφίτου καὶ ὄξουϲ
ἢ φοινίκων, ἀλλαϲϲομένων πάντων ϲυνεχέϲτερον. εὐτονωτέροιϲ δὲ
χρῆϲθαι τοῖϲ πεϲϲοῖϲ, οἰον κηκῖδι, μάννῃ, χαλκίτιδι ἐξ ἴϲου μετὰ γλυ- κέοϲ οἴνου, ἢ ϲποδῷ ἢ τῇ ὑγρᾷ πίϲϲῃ ϲπόγγου βραχέντοϲ, εἶτα καὶ
ἐντὸϲ εἰϲαχθέντοϲ * * ἢ ξηρᾶϲ τρυγὸϲ μετά ¦ τινοϲ τῶν ϲτυφόντων χυλῶν. 79 80 81 82 εἰ δὲ πρὸϲ ἀνάβρωϲιϲ εἴη, καὶ τῷ διὰ χάρτου μέλανι μετ’ ὄξουϲ ἤ τινι τῶν πρὸϲ τοὺϲ δυϲεντερικοὺϲ ἀναγραφομένων τροχίϲκων· καὶ γὰρ εἰ γίνεταί τιϲ ἐκ τούτων ἐϲχάρωϲιϲ, εὐμαρὴϲ ἡ πρὸϲ ταύτην ὑπάντηϲιϲ κρατουμένηϲ ἐν τῷ ζῆν τῆϲ καμνούϲηϲ. διδόναι δὲ καὶ τροφὴν προ-
αποϲπογγίϲαντα τὸ πρόϲωπον μετὰ ψυχροῦ ὔδατοϲ· ἔϲτω δὲ ἡ τροφὴ ὄρυζα ἐκ ψυχροῦ ὕδατοϲ ἢ ὀξυκράτου ἢ χόνδροϲ ἢ ἄρτοϲ καὶ ἁπαλὸν ὠὸν δι᾿ ὄξουϲ. ὕϲτερον δὲ καὶ μετά τιναϲ ἡμέραϲ καὶ ϲέριν ἢ ἀρνό-
γλωϲϲον δι᾿ ὄξουϲ καὶ ῥοὀϲ ὀλίγου νεοτριβοῦϲ, καὶ μετὰ τὸ καλῶϲ ἑψηθῆναι ἔλαιον νεοτριβὲϲ καὶ αὐτό, καὶ μῆλον καὶ κυδώνιον ὀπτὸν
ἢ ἑφθὸν ἄπιον, καὶ ϲαρκίον ἀπὸ ϲτήθουϲ φάϲϲηϲ ἑψημένηϲ ἐν ὀξυκράτῳ ἢ μύρτοιϲ ἐνδοθεν ἐκπεπληρωμένηϲ, ἢ πέρδικοϲ ἢ ἀτταγῆνοϲ ἢ τινοϲ τῶν ἐμφερῶν τούτοιϲ· ὑπερβάντων δὲ τῶν τῆϲ ϲυμπαθείαϲ χρόνων καὶ οἰνάριον δοτέον, ϲτερεᾶϲ δὲ παντελῶϲ γενομένηϲ καὶ λουτρόν.
μεταγωγῆϲ ἕνεκα τῆϲ ὕληϲ, ἀποδοκιμάζομεν· χαλᾷ μὲν γὰρ ἡ φλεβο- τομία, πύκνωϲιν 〈δὲ〉 καὶ ϲυϲτολὴν τὸ αἱμορραγοῦν ἀπαιτεῖ, καὶ οὐ δεῖ μετάγειν τὴν ὕλην, ἀλλὰ κατέχειν. ἐπιϲφαλὲϲ δὲ καὶ τὸ φλεβοτο- μεῖν, ὅτι μὴ κρατηθείϲηϲ μὲν τῆϲ φορᾶϲ τοῦ αἵματοϲ ἐκ τῆϲ φλεβοτο- μίαϲ ἀνάγκη τάχιον τὴν κάμνουϲαν ἀπολέϲθαι ὡϲ ἂν ὑπὸ διπλῆϲ
δαπανηθεῖϲαν αἱμορραγίαϲ, κρατηθείϲηϲ δὲ οὕτωϲ, ὥϲτε φλεγμονὴν ὕϲτερον ὡϲ ἀπὸ ϲκυλμοῦ πλείονοϲ ἐπιγίνεϲθαι, κατάλληλον τρόπον
ὁ κίνδυνοϲ. εἰ μὲνφ γὰρ φλεβοτομήϲαιμεν, ϲυντόμωϲ ἀπολέϲομεν
τὴν γυναῖκα μετὰ φλεβοτομίαν καὶ αἱμορραγίαν· πάλιν δὲ εἰ μὴ φλεβοτομοῦντεϲ ἀφέλοιμεν αἷμα φλεγμονῆϲ μεγάληϲ ὑπαρχούϲηϲ,
ἀβοήθητον περιοψόμεθα τὴν κάμνουϲαν, οὐδὲν γὰρ οὕτω διακόπτει τὸν ἐν φλεγμονῇ κίνδυνον ὡϲ φλεβοτομία. φαϲὶ δὲ ἔνιοι καὶ κατὰ
ἀντιπάθειαν ἔνια ποιεῖν, καθάπερ Μαγνῆτιν λίθον καὶ τὸν Ἄϲϲιον καὶ. λαγωοῦ πυτίαν καὶ ἄλλα τινὰ τῶν περιάπτων, οἷϲ ἤμεῖϲ οὐ προϲέχο- μεν. οὐκ ἀποκωλυτέον δὲ τὴν παράληψιν αὐτῶν· καὶ γὰρ εἰ μηδὲν
ἐξ εὐθείαϲ παρέχει τὸ περίαπτον, ἀλλ᾿ οὖν δι᾿ ἐλπίδοϲ εὐθυμοτέραν τὴν κάμνουϲαν τάχα παρέξει.
XI. Περἱ ῥοῦ γυναικείου.
ὑγρῶν διὰ μήτραϲ μετὰ παρεκτάϲεωϲ χρόνου ”, τῷ μὴ αἱματώδη μόνον ἀλλὰ καὶ ἄλλοτε ἀλλοῖον κατὰ χρόνον γίνεϲθαι ῥοῦν. καθ’ ἡμ ᾶ ϲ δὲ ῥευματιϲμόϲ ἐϲτιν ὑϲτέραϲ χρονίζων αίϲθητῶϲ ἀποκρινομένου πλείονοϲ
ὑγροῦ. διαφοραὶ δὲ αὐτοῦ κατὰ μὲν Ἀϲκληπιάδην καὶ ἄλλουϲ τινὰ ϲ δύο (εἶϲ μὲν γάρ ἐϲτιν ἐρυθρόϲ, ἄλλοϲ δὲ ὑδατώδηϲ καὶ λευκόϲ),
κατὰ δὲ τὸν Δημήτριον παρὰ τὴν χρόαν καὶ τὴν δύναμιν. παρὰ μὲν οὖν τὴν χρόαν· ὃϲ μὲν γάρ ἐϲτι λευκόϲ, πτιϲάνηϲ χυλῷ παρα-
πλήϲιοϲ, ὅϲ δὲ ὑδατώδηϲ, |ὅϲ δὲ ἐρυθρόϲ, ὃϲ δὲ μέλαϲ, ὃϲ δὲ ὕφαιμοϲ ϲαρξὶ πεπλυμέναιϲ ὅμοιοϲ. ὃϲ δὲ ἀνώμαλοϲ, ὃϲ δὲ ὠχρόϲ· παρὰ δὲ τὴν δύναμιν ὅϲ μέν ἐϲτιν ἀργὸϲ καὶ ἄνευ δήξεωϲ καὶ ἀλγήματοϲ
φέρεται, ὃϲ δὲ φέρεται μετὰ δήξεωϲ καὶ ἀναβρώϲεωϲ καὶ ϲυναίϲθηϲιν
ἐπώδυνον ἐν τῷ καιρῷ τῆϲ ἀποκρίϲεωϲ ἐπιφέρων. λέγει δὲ καὶ τὸν μὲν ἀφ’ ὅλου φέρεϲθαι τοῦ ϲώματοϲ, τὸν δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ, τὸν δὲ ἀπ’ ἄλλου τινὸϲ μέρουϲ, καὶ τὰϲ τούτων διαφορὰϲ ἐπεξέρχονται δὲ μετὰ ϲημειώϲεωϲ. ἃϲ μακρὸν ἅμα καὶ ἄχρηϲτον ἐξιϲτορεῖν· ἐπὶ
παντὸϲ γὰρ ῥευματιϲμοῦ καὶ ὅλων τῶν ϲωμάτων καὶ μερικῶϲ τῆϲ ὑϲτέραϲ ἐπιμελεῖϲθαι προϲῆκεν. λέγεται δὲ ὁ λευκὸϲ ῥοῦϲ τοῦ ἐρυθροῦ
δυϲτραπελώτεροϲ, ὡϲ διὰ ϲτενοτέρων φερόμενοϲ πόρων. ἡμεῖϲ δὲ κατὰ κοινὸν ϲημειωϲόμεθα τὸν ῥοῦν ἐκ τοῦ ϲυνεχῶϲ καθυγροίνεϲθαι τοὺϲ τόπουϲ διαφόροιϲ κατὰ χρόαν ὑγροῖϲ, τὴν δὲ κάμνουϲαν ἀχροεῖν
καὶ ἀτροφεῖν καὶ ἀνορεκτεῖν κἀν τοῖϲ περιπάτοιϲ πολλάκιϲ δυϲπνοεῖν καὶ κατοιδηκόταϲ ἔχειν τοὺϲ πόδαϲ.
85 86 87 καθαρᾶϲ. 〈ὅτε μὲν οὖν χωρὶϲ ἑλκώϲεωϲ ἡ πόνου φέρεται, πᾶϲι
χρηϲτέον τοῖϲ ἐπὶ τῆϲ αἱμορραγούϲηϲ ὑϲτέραϲ εἰρημένοιϲ〉· εἰ δὲ καὶ ποτήμαϲί τιϲ ἐθέλοι, μὴ φαρμακώδεϲι καὶ δριμέϲιν, ἀλλ’ ἠπίοιϲ τε 〈χρῆϲθαι καὶ ϲταλτικοῖϲ, ταῦτα παραλαμβάνειν οὐ παραιτητέον〉,
οἷον λωτοῦ πριϲμάτων ἀπόβρεγμα κατ’ ἰδίαν ἢ μετὰ δυοῖν ὀβολῶν Ϲαμίαϲ γῆϲ ἐν δυϲὶ κυάθοιϲ ὕδατοϲ (εἰ δὲ〈ὁ〉 καιρὸϲ ἐπιτρέποι, καὶ μετ’ οἴνου αὐϲτηροῦ) ἢ ϲὺν αὐτῷ λαγωοῦ ἢ μόϲχου πυτίαν ῆ ἀρνὸϲ ἢ ἐλάφου (πηκτικὴ γὰρ κατὰ δύναμίν ἐϲτιν) ἢ γίγαρτα λεῖα ἢ μύρτα ἤ ϲίδια ἢ φλοιὸν πίτυοϲ ἤ τι τῶν ἐμφερῶν ἐπιπαϲϲόμενον τῷ ποτῷ
μέχρι δυοῖν δραχμῶν ἢ ἀφέψημα φοινίκων Θηβαικῶν ἢ κυδωνίων καὶ μήλων. ὅτε δὲ μετὰ πόνου φέρεται, χυλὸν ἐνετέον τράγου ἢ χόνδρου
ἢ πτιϲάνηϲ διὰ μητρεγχύτου 〈ἢ〉 κλυϲτηριδίου, καὶ τοῖϲ θερμοῖϲ κατὰ δύναμιν χρηϲτέον καταπλάϲμαϲι καὶ τροφαῖϲ ἐνθέρμοιϲ τε καὶ λεπταῖϲ. ὅτε δὲ μεθ’ ἑλκώϲεωϲ, ἐπὶ μὲν τῆϲ φλεγμαινούϲηϲ τοῖϲ αὐτοῖϲ πάλιν
χρηϲτέον οἷϲ ἐπὶ τοῦ μετὰ περιωδυνίαϲ καὶ χωρὶϲ ἑλκώϲεωϲ ῥευμα- τιϲμοῦ· εἰ δ’ εἴη ῥυπαρά, ὥϲτε τρυγῶδεϲ εἶναι τὸ φερόμενον, ἢ 〈καθαρἀ〉, καθάπερ ἐπὶ δυϲεντερικῶν ποὺ μὲν 〈τοῖϲ〉 ἀνακαθαίρειν,
ποὺ δὲ τοῖϲ ἐπουλοῦν δυναμένοιϲ, ὧν μνημονεύϲομεν μικρὸν ὕϲτερον περὶ τῶν ἐν μήτρᾳ διαλαμβάνοντεϲ ἑλκῶν. εἰ δὲ χροτίϲαϲ ὁ ῥοῦϲ
ποτὲ μὲν ἐπιθέϲειϲ, ποτὲ δὲ διαλείμματα λαμβάνοι, κατὰ μὲν τὴν ἐπί- θεϲιν τοῖϲ ἁπλοῖϲ παρηγορίαϲ ἕνεκεν χρηϲτέον, κατὰ δὲ τὰ διαλείμ- ματα τοῖϲ τονοῦν καὶ μεταϲυγκρίνειν δυναμένοιϲ, οἶον αἰώρᾳ διαφόρῳ, περιπάτῳ, ἀναφωνήϲει, ἀναληπτικῇ ἐπιμελεία, λουτρῷ, οἰναρίῳ, ποικίλῃ τροφῇ, παροπτήϲεϲιν, ἡλιώϲεϲιν, ϲικύαιϲ μεταϲυγκριτικαῖϲ, δρώπαξι,
τρίψεϲι διὰ γυμνῶν τῶν χειρῶν ἢ δι’ ὠμολίνου, ἢ ψιλώθρῳ ἢ ϲμή- γμαϲι μεταϲυγκριτικοῖϲ, ϲιναπιϲμῷ, ἐμέτῳ ἀπὸ ῥαφανίδων, δριμυφαγίᾳ καὶ τῇ κατὰ κύκλον ἀγωγῇ, κολύμβοιϲ, κατακρουνιϲμοῖϲ ἐν ὕδαϲιν 88 89 90 91 αὐτοφυέϲιν, ἀλλαγαῖϲ ἀέρων διὰ γῆϲ καὶ θαλάϲϲηϲ, ἐγκαθίϲμαϲί τε καὶ
πεϲϲοῖϲ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ. τὴν δὲ ἐπὶ τοῦ αἱματώδουϲ ῥοῦ φλεβοτομίαν [ἀπὸ ἀγκῶνοϲ ἢ ῥινὸϲ ἢ μετώπου ὡϲ ἀνωτέρω εἰρήκαμεν] καὶ νῦν ἀποδοκιμάζομεν μὴ ϲφοδροτέραϲ περιωδυνίαϲ ἐπειγούϲηϲ· ϲυϲτολῆϲ γὰρ χρῇζει τὸ πάθοϲ, οὐκ ἀνέϲεωϲ, ἤν ἡ τοῦ αἵματοϲ ἀραί
ρεϲιϲ πέφυκεν παρέχειν.
XII. Περὶ γονορροίαϲ.
ἀδυναμεῖν καὶ ϲυντήκεϲθαι· χαλᾶται γὰρ ἡ μήτρα, καὶ ἀδυναμία
παρέπεται, καὶ ϲυντήκεται τὰ ϲώματα κατὰ βραχύ. ϲυρρεῖ γὰρ πρὸϲ τὴν μήτραν κατ’ ὀλίγον ἡ ἀπὸ τοῦ ϲώματοϲ ὕλη, ἀλλοίωϲιν βραχεῖαν ἐν τοῖϲ τόποιϲ ὑπομένουϲα, καθάπερ ἐπὶ τῶν ὀφθαλμιώντων τὸ δά- κρυον. χρονίζειν δὲ εἴωθε τὸ πάθοϲ τῷ γένει ῥοῶδεϲ ὑπάρχον.
τοῖϲ διὰ φυινίκων καὶ κυδωνίων καὶ μυρϲίνηϲ καταπλάϲμαϲι καὶ κηρω-
ταῖϲ χρῆϲθαι. ἔλαϲμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον ὀϲφύι νυκτόϲ, καὶ τριβακοῖϲ χρωμέναιϲ περιβλήμαϲι καὶ μὴ τρυφερὰ ἔϲτω τὰ ὑποϲτρώματα. ἐμέτοιϲ δὲ χρηϲτέον καὶ τοῖϲ ἀπὸ τροφῆϲ μέν, μάλιϲτα δὲ νήϲτεϲι. καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολύ
μὴ λιπαίνειν δὲ ὅλωϲ μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη. ποτίζειν δὲ ἁλικακάβου ῥίζηϲ ἐξηραμένηϲ ἐν ϲκιᾷ ⋖ α μεθ’ ὕδατοϲ ἢ ἄγνου ϲπέρματοϲ ὁμοίωϲ ἢ κανάβεωϲ ἢ πηγάνου ϲπέρματοϲ’ τροφὰϲ δὲ διό- 92 93 ναι μὴ διαλελυμέναϲ μηδὲ ῥοφηματώδειϲ μηδὲ γεννητικὰϲ τοῦ ϲπέρμα τοϲ ἢ ἐρεθιϲτικάϲ. ἀλλὰ ξηροφαγεῖν τὰ πλεῖϲτα καὶ τῶν πτηνῶν τι
λαμβάνειν ὸπτὸν καὶ οἶνον ὀλίγον ϲκληρότερον. φεύγειν δὲ καὶ τὰ
λοιπὰ ἐρεθιϲτικὰ τῶν ἀφροδιϲίων, ὡϲ μηδὲ ἐν ζωγραφίᾳ χαρακτῆραϲ
δεικνύειν εὐμόρφουϲ μηδὲ τοὺϲ περὶ τῶν ϲυμπλοκῶν λόγουϲ διηγεῖϲθαι [μηδὲ τοὺϲ περὶ τῆϲ ϲυνουϲίαϲ λόγουϲ τίθεϲθαι], ϲτυγνὰϲ δὲ τὰϲ δια- γωγὰϲ ποιεῖϲθαι καὶ ἀναγνώϲειϲ ὁμοίωϲ καὶ διηγήματα. χρονιζούϲηϲ
δὲ τῆϲ διαθέϲεωϲ κοὶ γυμναϲίοιϲ χρῆϲθαι καὶ ἀφιδρώϲεϲι καὶ τρίψεϲι καὶ βαλανείοιϲ ψυχροῖϲ, ῥοδίνῳ δὲ ϲυνεχῶϲ χριϲτέον τὸ ἦτρον καὶ τὴν
ὀϲφύν. [χρηϲτέον δὲ καὶ τοῖϲ ἐπὶ τῆϲ τῶν ἀνδρῶν γονορροίαϲ καὶ. ὀνειρώξεωϲ προγεγραμμένοιϲ βοηθήμαϲιν.] διαλείμματοϲ δὲ γενομένου 〈παραλαμβάνειν〉 τὰ τονοῦντα καὶ μεταϲυγκρίνοντα τοπικῶϲ καὶ τὴν ὅλην ϲύγκριϲιν, ὧν τὰϲ ὕλαϲ ἐκ τῶν πρόϲθεν εἰρημένων μετενεκτέον.
XIII. Περἱ ἀτονούϲηϲ μήτραϲ.
ἐνίοτε ἀτονεῖ. παρέπεται δὲ ταῖϲ τοιαῦτα παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, ἔκκριϲιϲ πνευμάτων, πλεοναϲμὸϲ καταμηνίων δὶϲ ἢ τρὶϲ ἐπιφαινομένων τοῦ μηνὸϲ ἀτάκτωϲ, μελάνων, ὑδατωδῶν, ἀκρατηϲία τοῦ ϲπέρματοϲ. ἐκρεῖ γὰρ μετὰ τὴν ϲυνουϲίαν αἷϲ μὲν εὐθύϲ, αἷϲ δὲ
μετὰ ἡμέραϲ τινὰϲ ὀλίγωϲ βράδιον, αἷϲ δὲ καὶ διατυπωθέν, ἄλλαιϲ
δὲ καὶ νεκρωθὲν ἢ παντελῶϲ ἄτροφον καὶ τοῖϲ χρόνοιϲ ἐλλιπέϲ, ὥϲτε γίνεϲθαι ποτὲ μὲν ἔκροιαν, ποτὲ δὲ ἔκ κτρ πωϲιν, ποτὲ δὲ ὧμοτο - κίον. ‘ἔκροια’ μὲν οὖν ἐϲτιν ἀποπτυϲμὸϲ τοῦ ϲπέρματοϲ μετὰ τὴν ϲυνουϲίαν μετὰ πρώτην ἢ δευτέραν 〈ἢ τρίτην〉 ἡμέραν, ‘ἔκτρωϲιϲ’ δὲ
ἡ μετὰ δεύτερον ἢ τρίτον μῆνα φθορὰ τοῦ ἐμβρύου, ‘ὠμοτοκία’ δὲ ἡ ϲύνεγγυϲ τῆϲ τελειώϲεωϲ πρὸ ὥραϲ ἀπότεξιϲ· τὰ δὲ μὴ φθαρέντα 94 95 96 97
ἔμβρυα ἄτροφα καὶ ἀϲθενέϲτατα γίνεται. ἐν δὲ τῷ καιρῷ τῶν κατα- μηνίων παρέπεται βάροϲ τοῦ ἐπιγαϲτρίου, ὀϲφύοϲ, ϲκελῶν· ὁ ϲτόμα- χοϲ κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε ἀναθυμιάϲεων περὶ τὴν κεφαλὴν γιγνομένων τὰ αὐτὰ ϲυμπτώματα ταῖϲ ὑϲτερικῶϲ πνιγομέναιϲ παρέπε- ται, ἐνίοτε δὲ καὶ μελαγχολικαῖϲ παρανοίαιϲ περιπίπτουϲι καὶ μανίαιϲ.
ϲυμβαίνει δὲ τὸ πάθοϲ ἐκ ϲυνεχῶν κυήϲεων καὶ διατάϲεων καὶ μάλιϲτα ὅτε μεγάλα εἴη τὰ ἔμβρυα.
μὲν κατὰ τὰϲ ἐπιθέϲειϲ χρώμεθα, τονωτικοῖϲ δὲ καὶ μεταϲυγκριτικοῖϲ
κατὰ τὰ διαλείμματα. δεῖ μέντοι μὴ ἀποπτυϲθέντοϲ εὐθέωϲ τοῦ ϲπέρ- ματοϲ τῇ ϲυλλήψει ϲυνεργεῖν, ὡϲ ἐν ἀρχαῖϲ ὑπεδείξαμεν. φθορᾶϲ δὲ προϲδοκωμένηϲ ἔϲεϲθαι, καθάπερ διὰ τοῦ προηγουμένου ϲκέμματοϲ παρεϲτήϲαμεν (ἰϲχνουμένων τε παραλόγωϲ τῶν μαϲτῶν, ὡϲ Ἱπ ποκρᾶ-
τηϲ φηϲίν, καὶ ψυχομένων τῶν μηρῶν, ὥϲπερ ἐϲημειώϲατο Διοκλ ῆ ϲ) ἢ καὶ τοῦ ἐμβρύου διεφθαρμένου πρὸϲ μὲν τὴν ἔκκριϲιν ἀποϲυνεργοῦντα δεῖ πολλὴν ἡϲυχίαν ἄγειν καὶ ἀναρρόπωϲ κατακλίνειν καὶ ϲπόγγουϲ ἀποτεθλιμμένουϲ ἐν ὀξυκράτῳ περιβάλλειν ἐφηβαίῳ καὶ ὀϲφύι, πολ- λάκιϲ γὰρ οὕτωϲ ἔκτρωϲιϲ ἐκρατήθη, τοιαύτηϲ ἐπιμελείαϲ πρὸϲ διαίρεϲιν
πρόϲφατον ϲυνταχθείϲηϲ. ἐφθαρμένου δὲ τοῦ κατὰ γαϲτρὸϲ διὰ τῶν
ἀνετικῶν ϲυνεργητέον τῇ τελείᾳ ἐκβολῇ. ἐγκαθίϲματα οὖν παραλαμ- βάνειν χρὴ τὰ ϲτύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιϲτέον τὴν ὑϲτέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκιϲϲίνῳ ἢ Ϲουϲίνῳ ἢ μηλίνῳ καὶ τοῖϲ ὁμοίοιϲ τὸ ὑπογάϲτριον ἀλειπτέον καὶ τὴν ὀϲφύν. γυμνάζειν δὲ
ϲυνεχῶϲ ὅλον τὸ ϲῶμα γυναικὶ πρέπουϲι γυμναϲίοιϲ. τροφαῖϲ δὲ χρη- ϲτέον ὀλίγαιϲ μέν, κρεώδεϲι δὲ καὶ ὑποϲτυφούϲαιϲ ἠρέμα, καὶ οἶνον ὁμοίωϲ ϲτύφοντα μετρίωϲ ϲκληρὸν διδόναι· ὀλίγον δὲ ἔϲτω τὸ πλῆθοϲ τοῦ πινομένου, μᾶλλον γὰρ ἡ δίψα ἐπιτηδεία τῷ πάθει. παραιτεῖϲθαι δὲ τὰ διὰ γάλακτοϲ καὶ τυροῦ ϲκευαζόμενα πάντα καὶ πᾶϲαν κάθαρϲιν
καὶ κοιλιολυϲίαν.
XIV. Περὶ παραλύϲεωϲ μήτραϲ.
ἔκτρωϲιν· παρέπεται δὲ ταῖϲ παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, κατά- ψυξιϲ τοῦ ϲτομίου τῆϲ μήτραϲ καὶ τὸ ἀτροφώτατον αὐτὸ καὶ λαπαρώ-
τατον καὶ οἱονεὶ ῥακωδέϲτατον ὑπάρχειν καὶ χαλᾶϲθαι τὸν τράχηλον καὶ ἀναιϲθητεῖν. καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία
ποτὲ δὲ τούτων | [ποτὲ] καὶ ἄτακτοϲ ἀπόκριϲιϲ καὶ παραποδιϲμὸϲ πρὸϲ
τοὺϲ περιπάτουϲ ὡϲ ἀλλοτρίου τινὸϲ ἐγκειμένου καὶ πρὸϲ ϲύλληψιν ἀπραξία, τοῦ ϲπέρματοϲ ἐν ταῖϲ ϲυνουϲίαιϲ ἢ μηδ᾿ ὅλωϲ παρατιθεμένου
τῇ μήτρᾳ ἢ καθάπερ ἐξ ἀψύχου κύτουϲ [οὐκ] ἀποδιδομένου παραυτίκα, ποτὲ δὲ κατὰ ϲυμπάθειαν τῶν παρακειμένων καὶ ἀπροαίρετοϲ ἔκκριϲιϲ οὔρων ἢ ϲκυβάλων καὶ ἀπευθυϲμένου βάροϲ. ϲτεγνὸν δὲ τὸ πάθοϲ
καὶ πολυχρόνιον, ποτὲ μὲν ἐπιθέϲειϲ ἔχον, ποτὲ δὲ διάλειμμα. τὴν μὲν οὖν ἐπίθεϲιν ἐκ βάρουϲ καταληψόμεθα καὶ δυϲαιϲθηϲίαϲ καὶ ῥύϲεωϲ
πλείονοϲ, τὸ δὲ διάλειμμα ἐκ τῶν ἐναντίων. μετενεκτέον δὲ τὴν
θεραπείαν ἐκ τῶν εἰρημένων περὶ τῆϲ ἐποχῆϲ τοῦ ἐμμήνου καὶ τῆϲ ϲτραγγῆϲ καθάρϲεωϲ καὶ μετὰ πόνου.
ὑϲτέραϲ καὶ ὁ τράχηλοϲ ἀποϲτροφὰϲ καὶ παρεγκλίϲειϲ ὑπομένει, ποτὲ μὲν εἰϲ τὰ πλάγια, ποτὲ δὲ εἶϲ τὰ ἔμπροϲθεν, ποτὲ δὲ εἰϲ τὰ ὀπίϲω καὶ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, ποτὲ δὲ προϲαναφεύγει. καὶ γίνεται ταῦτα φανερὰ τῆ τε καθέϲει τῶν δακτύλων (καταλαμβάνεται γὰρ διὰ
τῆϲ ἁφῆϲ, εἰϲ ὃ μέροϲ | γέγονεν ἡ διαϲτροφή) καὶ τοῖϲ παρακολουθοῦϲι
ϲημείοιϲ. τῆ μὲν γὰρ εἰϲ τὰ πλάγια παρεγκλίϲει τοῦ καταλλήλου μηροῦ
γίνεται τάϲιϲ καὶ πόνοϲ καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία καὶ κατάψυξιϲ καὶ παραποδιϲμὸϲ τοῦ περιπατεῖν ἢ καὶ ἵϲταϲθαι. τῇ δὲ εἰϲ τὸ ἔμ- προϲθεν καὶ ἆνω παραποδιϲμὸϲ οὔρων καὶ περίταϲιϲ ἐφηβαίου, τιϲὶ δὲ
καὶ τὸ ἀδυνατεῖν ἵϲταϲθαι. τῇ δὲ εἰϲ τοὐπίϲω καὶ κάτω παραποδιϲμὸϲ 101 102 103 ἐκκρίϲεωϲ ϲκυβάλων ἢ φυϲῶν καὶ δυϲέργειά τιϲ ἐν τῷ καθίζειν, καὶ μᾶλλον ὅϲον ἂν[ω ἢ ὅϲον] ἐπὶ τὸν δακτύλιον ἡ παρέγκλιϲιϲ γένηται. ταῦτα δὲ πάντα ϲυμπτώματα ϲτεγνώϲεωϲ· τῆϲ γὰρ φλεγμονῆϲ ὑπο-
κειμένηϲ πάντωϲ γέγονεν ἢ ϲκληρίαϲ ἢ μερικῆϲ τινοϲ ϲφίγξεωϲ. ἔνιοι μὲν οὖν καὶ τῆϲ παρεγκλίϲεωϲ ὑπαρχούϲηϲ αἴτιον 〈τὴν φλεγμονὴν
λέγουϲιν〉, καθ’ ἡμᾶϲ δὲ καὶ νῦν ϲκοπεῖν προϲῆκεν εἰϲ τὴν διάθεϲιν. [καὶ] εἴτε φλεγμονὴ γέγονεν εἴτε κοινῶϲ ϲτεγνωϲιϲ, 〈καὶ〉 ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ παραιτεῖϲθαι δεῖ πάν τὸ δριμὺ καὶ δηκτικόν, χρῆϲθαι δὲ τοῖϲ παρηγορικῶϲ χαλᾶν δυναμένοιϲ, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν καὶ τοῖ ἀναϲκευαϲτικωτέροιϲ προϲέρχεϲθαι, χρονίϲαντοϲ δὲ τοῦ πάθουϲ καὶ τοῖϲ
μεταϲυγκριτικοῖϲ, ὧν τὰϲ ὕλαϲ καὶ τὰϲ ἐπιδεξίουϲ χρήϲειϲ ἐκ τῶν ἔμπροϲθεν εἰρημένων μετενεκτέον.
Gynaeciorum Libri IV. Soranus. ed. Johannes Ilberg. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.