〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
I [XX]. Τίνα ϲημεῖα προηγεῖται μελλούϲηϲ ἀποτέξεωϲ γίνεϲθαι τῆϲ κατὰ φύϲιν.
ταῖϲ μελλούϲαιϲ ἀποτίκτειν περὶ τὸν ἔβδομον ἢ τὸν ἔνναιον ἢ τὸν δέκατον μῆνα βάροϲ ἤτρου καὶ ἐπιγαϲτρίου μετὰ πυρώϲεωϲ τοῦ γυναι- κείου αἰδοίου 〈καὶ〉 ἄλγημα βουβώνων καὶ ὀϲφύοϲ καὶ ἰξύοϲ πρὸϲ τὸ ὑποκείμενον τῆϲ ὑϲτέραϲ· ἢ τε ὑϲτέρα προϲχωρεῖ τῷ αἰδοίῳ, ὥϲτε ῥᾳδίωϲ τὴν μαῖαν ϲημειουμένην ἅψαϲθαι αὐτῆϲ [καὶ διέϲτηκεν αὐτῆϲ
τὸ ϲτόμα μετὰ εὐαφίαϲ 〈καὶ〉 καθυγραϲμοῦ], τὸ δὲ ϲτόμιον αὐτῆϲ μετὰ τρυφερίαϲ ἀναπετάννυται καὶ διέϲτηκε μετὰ τοῦ ἐπινοτίζεϲθαι,
πρὸϲ λόγον δὲ τοῦ ϲυνεγγιϲμοῦ τῆϲ ἀποτέξεωϲ ϲυμπίπτει μὲν τὰ ἰϲχία καὶ τὸ ἐπιγάϲτριον, ϲυνογκοῦται δὲ μετὰ βουβώνων 〈τὸ〉 ἐφήβαιον, καὶ ϲυνεχὴϲ γίνεται πρὸϲ ἀπούρηϲιν προθυμία. φέρεται δὲ ὑγρὸν
γλίϲχρον, εἶτα καὶ αἷμα ταῖϲ πλείϲταιϲ ῥηγνυμένων τῶν ἐν τῷ χορίῳ λεπτῶν ἀγγείων, τῷ δὲ καθιεμένῳ δακτύλῳ εἰϲ τὸ γυναικεῖον αἰδοῖον περιφερὴϲ ὄγκοϲ ὑποπίπτει [γὰρ] παρόμοιοϲ ψῶ. καὶ διὰ φλεγμονὴν
ὁ πόνοϲ παρηκολούθηϲεν, διακριθήϲεται δὲ τῷ μεμυκέναι τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ καὶ ἀνεξηράνθαι.
ΙΙ [XXI]. Τίνα δεῖ παραϲκευάζειν πρὸϲ τὴν ἀποκύηϲιν.
καὶ τὰϲ ἐπιβροχάϲ· ὕδωρ δὲ θερμὸν χάριν τοῦ ἀποπλιθῆναι τοὺϲ τό- πουϲ· θερμάϲματα δὲ πρὸϲ τὴν παρηγορίαν τῶν ὠδίνων· ϲπόγγουϲ δὲ
πρὸϲ τοὺϲ ἀποϲπογγιϲμούϲ· ἔρια δὲ πρὸϲ τὸ ϲκεπαϲθῆναι τούϲ τῆϲ γυναικὸϲ τόπουϲ· ἐπιδέϲμουϲ 〈δὲ〉 πρὸϲ τὸ ϲπαργανωθῆναι τὸ ἀπο- τεχθέν· ὑποκεφάλαιον δέ, ἵνα ἐπ’ αὐτῷ τεθῇ τὸ ἔμβρυον ὑπὸ τὴν κύουϲαν, ἕωϲ ἂν κομιϲθῇ καὶ τὸ χόριον· ὀϲφραντὰ δὲ (καθάπερ γλή- χωνα, γῆϲ βῶλον ἄλφιτόν τε καὶ μῆλον καὶ κυδώνιον κἂν ὁ καιρὸϲ
ἐπιτρέπῃ κίτριον, πέπονα καὶ ϲίκυον 〈καὶ〉 πᾶν τὸ ἐμφερὲϲ τούτοιϲ) εἰϲ ἀνάκτηϲιν τῆϲ ἀποκυούϲηϲ.
δεῖ δὲ κατὰ τὴν μεϲότητα τοῦ δίφρου καὶ καθ᾿ ὃ μέροϲ ἐπικουφίζουϲιν, μηνοειδῶϲ ϲύμμετρον εὐρυχωρίαν ἐκκεκόφθαι πρὸϲ τὸ μήτε μείζονοϲ
αὐτῆϲ ὑπαρχούϲηϲ [μήτε μικροτέραϲ] μέχρι τῶν ἰϲχίων καταφέρεϲθαι, μήτε τοὐναντίον ϲτενῆϲ [εἰϲ τὸ μὴ] πιέζεϲθαι τὸ γυναικεῖον αἰδοῖον,
ὅπερ χαλεπώτερον, τὴν γὰρ πλατυτέραν ἔκτρηϲιν ἐνδέχεται προϲεκπλη- ροῦν ῥάκη παραβάλλουϲαν. τοῦ δὲ ὅλου δίφρου τὸ ϲύμπαν πλάτοϲ ἱκανὸν ἔϲτω πρὸϲ τὸ καὶ τὰϲ εὐϲαρκοτέραϲ χωρεῖν γυναῖκαϲ, ϲύμμετρον
δὲ καὶ τὸ ὕψοϲ, ταῖϲ γὰρ μικρομεγέθεϲιν ὑποπόδιον ὑποτιθέμενον ἀναπληροῖ τὸ ἐλλεῖπον. τῶν δὲ ὑπὸ τῆϲ ἕδραϲ πλευρῶν τὰ μὲν ἐκ
πλαγίων ὅλα ϲανίϲιν ἐϲκεπάϲθω, τὸ δὲ ἔμπροϲθεν καὶ τὸ ὄπιϲθεν ἀνεψχθω πρὸϲ τὴν λεχθηϲομένην ἐν ταῖϲ μαιώϲεϲιν χρείαν. ἐκ δὲ τῶν ἄνω πλευρῶν κατὰ μὲν τὰ πλάγια μέρη δύο πιοειδῆ τυγχανέτω
τῷ διαπήγματι πρὸϲ τὸ κατὰ τὰϲ ἐντάϲειϲ ἐπ᾿ αὐτὰ τὰϲ χεῖραϲ ἐνϲτη- ρίζειν, ἐξόπιϲθεν δὲ ἀνάκλιτον, ὥϲτε καὶ τὴν ὀϲφύν καὶ τὰ ἰϲχία τὸ ἀντιβαῖνον ταῖϲ ὑπαναχωρήϲεϲιν ἔχειν· εἰ γὰρ καὶ γυναικὸϲ ἐξόπιϲθεν ἑϲτώϲηϲ ἀνακλιθεῖεν, τῷ ἀνωμάλῳ ϲχηματιϲμῷ παραποδίζουϲιν τὴν ἐπ᾿ εὐθεῖαν τοῦ ἐμβρύου φοράν. ἔνιο δὲ κατὰ τὰ κάτω μέρη τοῦ
4 5 6 7 δίφρου ἔκθετον ἄξονα προϲβάλλουϲιν ἐξ ἑκατέρου μέρουϲ περιαγωγίδαϲ ἔχοντα καὶ τύλον, ἵνα ἐν ταῖϲ ἐμβρυουλκίαιϲ περιτιθέντεϲ βρόχουϲ ἢ ϲπάρτα κυκλοτερῶϲ τοῖϲ βραχίοϲιν ἢ ἄλλοιϲ μέρεϲιν τοῦ ἐμβρύου καὶ τὰϲ ἀρχὰϲ ἀποδήϲαντεϲ πρὸϲ τὸν τύλον 〈διὰ〉 τῆϲ περιαγωγῆϲ τὴν ὁλκὴν ποιήϲωνται, μὴ ϲυνιέντεϲ τὸ κοινόν, ὅτι τὴν ἐμβρυουλκίαν
ἐπὶ κατακειμένηϲ δεῖ γίνεϲθαι τῆϲ δυϲτοκούϲηϲ. δεῖ δὴ τοιοῦτον εἶναι δίφρον οἶον εἰρήκαμεν, ἢ καθέδραν ἔμπροϲθεν ἢ καὶ ὄπιϲθεν ἐκτετμημένην. † ἐκ κοιλοῦ δὲ γενομένηϲ ἡ γεγονεῖϲα ἔτι ἐξόπιϲθεν
προϲτίθεταί τι ὡϲ ϲυνήθωϲ τοῖϲ δέρμαϲιν κατερραμμένηϲ. κλίναϲ δὲ δύο, τὴν μὲν τρυφερῶϲ ἐϲτρωμένην πρὸϲ [τὸ] τὴν μετὰ τὸ τεκεῖν
ἀνάπαυλαν, τὴν δὲ ϲκληρὰν πρὸϲ τὴν ἐν ταῖϲ ἀποτέξεϲιν κατάκλιϲιν, ὥϲτε μὴ κατὰ τετρυμένηϲ κλίνηϲ 〈πρὸϲ τὸ εἶκον ἐνδιδόναι τὴν ὀϲφύν〉 ∗
∗ ∗ ∗ 〈κατακλιτέον δὲ αὐτὴν〉 ἐν ὑπτίῳ τῷ ϲχήματι, ϲυνηγμένων μὲν τῶν ποδῶν, διεϲτώτων δὲ τῶν μηρῶν, προυποκειμένου δὲ τοῖϲ ἰϲχίοιϲ τινόϲ, ὥϲτε κατωφερὲϲ γενέϲθαι τὸ γυναικεῖον αἰδοῖον.
ΙΙΙ. 〈Τίνα δεῖ ποιεῖν ἐν τῇ ἀποκυήϲει〉
τιθέναι δὲ καὶ κύϲτειϲ ἐλαίου πεπληρωμέναϲ θερμοῦ. διιϲταμένου δὲ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ ἡ μαῖα θερμῷ ἐλαίῳ προλιπάναϲα τὰϲ 8 9 10 11 χεῖραϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ λιχανὸν δάκτυλον ἀπωνυχιϲμένον καθιείτω, πράωϲ τῇ προϲαγωγῇ προδιαϲτέλλουϲα τὸ ϲτόμιον, ὥϲτε τὸ πρόχειρον τοῦ χορίου μέροϲ ἐπιπροπίπτειν, τῇ δεξιᾷ δὲ χειρὶ τούϲ τόπουϲ ἐλαιοχυτείτω φυλαϲϲομένη τὸ ἐϲ τῆϲ ἑψήϲεωϲ κεκνιϲμένον
ἔλαιον. τοῦ προχείρου δὲ τὸ μέγεθοϲ 〈ψοῦ〉 λαμβάνοντοϲ ὑπὸ τὸ ϲτόμιον
τῆϲ ὑϲτέραϲ, εἰ μὲν ἀϲθενῆϲ εἴη ἡ κυοφοροῦϲα καὶ ἄτονοϲ, τὴν μαίωϲιν ἐπὶ κατακειμένηϲ αὐτῆϲ | ποιητέον, ὅτι ἀϲκυλτότεροϲ οὗτοϲ
ὁ τρόποϲ καὶ ἀφοβώτεροϲ, εἰ δ᾿ εὔτονοϲ τυγχάνει, διαναϲτατέον αὐτὴν 〈καὶ〉 κατὰ τοῦ μαιωτικοῦ λεγομένου δίφρου κοθιϲτέον ∗ ∗ θερμῷ
ἐλαίῳ καὶ καταχλιαϲτέον καὶ ἐγχυματιϲτέον πρὸϲ τὸ τῆϲ κυοφορούϲηϲ εὔψυκτον. ἐπιτιθέϲθω δὲ καὶ τοῖϲ ποϲὶν αὐτῆϲ ϲκέπηϲ ἕνεκεν ∗
μενοι τὸ δειλὸν παραμυθεῖϲθαι τῆϲ κυοφορούιηϲ, κᾶν μὴ πεπειραμέναι τῶν τοκετῶν τυγχάνωϲιν, ὦν δύο μὲν ἑκατέρωθεν, μία δὲ ἐξόπιϲθεν
διακρατοῦϲα πρὸϲ τὸ μὴ διὰ 〈τοὺϲ〉 πόνουϲ τὴν κύουϲαν παρεγκλίνειν. μὴ παρόντοϲ δὲ τοῦ μαιωτικοῦ δίφρου καὶ ἐπὶ μηροῖϲ γυναικὸϲ καθε-
ζομένηϲ ὁ αὐτὸϲ δύναται γενέϲθαι ϲχηματιϲμόϲ· δεῖ δὲ τὴν γυναῖκα τυγχάνειν εὔτονον, ἵνα κοὶ τὸ βάροϲ ἐνέγκῃ τῆϲ ἐφεδραζομένηϲ γυναικὸϲ καὶ παρὰ τὰϲ ὠδῖναϲ κατέχειν αὐτὴν δύνηται. λοιπὸν δὲ ἡ
μαῖα περιζωϲαμένη κοϲμίωϲ ἄνωθεν καὶ κάτωθεν καθεζέϲθω μὲν ἄντι- κρυϲ τῆϲ ἀποτικτούϲηϲ ταπεινοτέρα· δεῖ γὰρ ἐξ ὑπερκειμένων εἰϲ τὰ ὑποκείμενα τὴν ἐξολκὴν γίνεϲθαι τοῦ ἐμβρύου. τὸ δὲ εἰϲ τὸ γόνυ καθίζειν αὐτήν, ὡϲ ἐδοκίμαϲάν τινεϲ, μετὰ τοῦ δυϲεργοῦϲ καὶ ἄϲχη- μον ὡϲαύτωϲ δὲ καὶ τὸ ἑϲτῶϲαν ἐν βόθρῳ χάριν τοῦ μὴ ἐξ ὑπὲρ-
κειμένου τὰϲ χεῖραϲ ἐπιβαλεῖν, ὡϲ ἠξίωϲεν Ἥρων, τοῦτο γὰρ οὐ 12 13 14 15
μόνον ἀπρεπέϲ, ἀλλὰ καὶ ἀδύνατον ἐπὶ τῶν διϲτέγων οἴκων. καθε- ζέϲθω τοίνυν ἡ μαῖα, διεϲτῶταϲ τούϲ μηρούϲ ἔχουϲα καὶ μικρὸν τὸν
εὐώνυμον προκλίνουϲα πρὸϲ τὸ εὐεργὲϲ τῆϲ εὐωνύμου χειρόϲ, ἔμ- προϲθεν, ὡϲ εἴρηται, τῆϲ ἀποτικτούϲηϲ. τούϲ μὲν γὰρ πλαγίουϲ τοῦ δίφρου πόδαϲ ἀποπεφράχθαι παραινοῦμεν, τὰ δὲ ἐξόπιϲθεν εἰϲ
ἀναγκαίαν κατέχεται χρείαν ὑπὸ τῆϲ ὑπηρετούϲηϲ [εἰϲ]· πτύγματοϲ γὰρ ὑποθέϲει τὸν δακτύλιον αὐτῆϲ ἀποκρατεῖν δεῖ διὰ τὰϲ ἐν τῇ ἐν-
τάϲει γινομέναϲ προπτώϲειϲ καὶ ῥήξειϲ. εἶτα καλὸν καὶ τὴν ὄψιν τῆϲ κυοφορούϲηϲ φαίνεϲθαι τῇ μαίᾳ, ἤτιϲ παραμυθείϲθω τὸ δειλὸν αὐτῆϲ εὐαγγελιζομένη τὸ ἄφοβον καὶ τὴν εὐτοκίαν.
αὐτῶν καὶ τὸ ϲτῆθοϲ πάϲηϲ ἐλευθεροῦν περιειλήϲεωϲ, οὐ κατὰ τὴν ἰδιωτικὴν πρόληψιν, καθ᾿ ἢν τὰ γυναίκια δεϲμὸν οὐδένα βούλεται τυγχάνειν, διὰ τοῦτο δὲ 〈καὶ〉 τὰϲ τρίχαϲ λύειν· διὰ δὲ τὴν προειρημένην αἰτίαν τάχα δὴ καὶ ἡ λύϲιϲ τῶν τριχῶν εὐτονίαν ἀποτελεῖ τῆϲ κεφα-
λῆϲ. παραινετέον οὖν αὐταῖϲ ϲυνεντείνειν τὸ πνεῦμα καὶ μὴ ἀπο-
φεύγειν τὰϲ ὠδῖναϲ, ἀλλ᾿ ὅτε πάρειϲιν αῦται, τότε μάλιϲτα προϲβιά- ζεϲθαι. φυλαϲϲέϲθω δὲ ἡ μαῖα τὸ εἰϲ τούϲ γυναικείουϲ κόλπουϲ τῆϲ
τικτούϲηϲ τὸ πρόϲωπον ἐνατενίζειν, ὅπωϲ μὴ αἰδου|μένηϲ ϲυϲταλῇ τὸ ϲῶμα, δακτύλῳ δὲ κυκλοτερῶϲ διαϲτελλέτω τό τε ϲτόμιον τῆϲ ὑϲτέραϲ
〈καὶ〉 τὰ πτερυγώματα ∗ ∗ ∗ καὶ ἀνατρέχει τὸ ϲτόμιον αὐτῆϲ, ποτὲ
δὲ καὶ προκύπτει. πειθηνίωϲ οὖν δεῖ καθιέναι τούϲ δακτύλουϲ ἐν τῷ καιρῷ τῆϲ διαϲτολῆϲ καὶ τὸ ἔμβρυον ἐπιϲπᾶϲθαι, προϲενδιδοῦϲαν μέν, 16 17 18 19 20 ὅτε εἰϲ αὐτὴν ἡ μήτρα ϲυνέλκεται, προϲηνῶϲ δὲ ἐπιϲπωμένην, 〈ὅ〉τε διαϲτέλλεται· τὸ γὰρ ἐν τῷ καιρῷ τῆϲ ϲυϲτολῆϲ τοῦτο ποιεῖν φλεγμο- νῆϲ ἢ αἱμορραγίαϲ ἢ καταϲπαϲμοῦ τῆϲ μήτραϲ ἀποτελεϲτικόν. χερϲὶ
δὲ τὸν ὄγκον ἐκ πλαγίων ὑπηρέτιδεϲ ἑϲτῶϲαι πρὸϲ τούϲ κάτω τόπουϲ
πράωϲ ἐρειδέτωϲαν. λοιπὸν δὲ ἡ μαῖα δι’ ἑαυτῆϲ ἀποδεχέϲθω τὸ ἔμβρυον, προυποβεβλημένου ῥάκουϲ κατὰ τῶν χειρῶν ἤ, ὡϲ αἱ ἐν Αἰγύπτῳ ποιοῦϲιν, λεπτῆϲ παπύρου ξεϲμάτων πρὸϲ τὸ μήτε ἀπο- λιϲθάνειν αὐτὸ μήτε θλίβεϲθαι, τρυφερῶϲ δὲ ἐφεδράϲθαι. ϲυναποκρι-
θέντων μὲν οὖν καὶ τῶν δευτέρων τὰ ἑξῆϲ ποιητέον· εἰ δ’ ὑπομένοι
τὸ χὸριον, κατακειμένηϲ μὲν τῆϲ τικτούϲηϲ πληϲίον θετέον τὸ βρέφοϲ ∗
[XXII.] 〈Περὶ ἐγκατεχομένων δευτέρων.〉
IV [XXIII]. 〈Τίϲ ἡ τῆϲ ἀποκεκυηκυίαϲ ἐπιμέλεια.〉
V [XXV.] Περὶ ϲπαργήϲεωϲ μαϲτῶν.
τοῦ προκειμένου διαλαβεῖν. κατὰ γὰρ τὴν ἐπιφορὰν τοῦ γάλακτοϲ διογκούμενοι ϲυντόνωϲ οἱ μαϲτοὶ βαροῦνται τὸ πρῶτον, ὅπερ λέγεται χόνδρωϲιϲ· εἶτα καὶ ἀλγοῦϲιν καὶ διατεινόμενοι πυροῦνται, καὶ τὸ τοιοῦτον καλεῖται ϲπάργηϲιϲ. δεῖ τοίνυν ὡϲ πρὸϲ φλεγμονὴν ποι-
21 22 23 ήϲαϲθαι τὴν ἐπίϲταϲιν, καὶ κατ’ ἀρχὰϲ μὲν χρῆϲθαι τοῖϲ ἠρέμα ϲτέλ- λουϲιν (ἐξ ὧν ϲππόγγοϲ ἐϲτὶν τρυφερὸϲ ὀξυκράτῳ νενοτιϲμένοϲ μετὰ προϲτυποῦϲ ἐπιδέϲεωϲ ἢ φοίνικεϲ λεῖοι μετὰ ἄρτου καὶ ὀξυκράτου λειοτριβηθέντεϲ)· εἰ δ’ ἀποϲβέϲαι τιϲ τὸ γάλα βούλοιτο, καὶ ϲτυπτηρίᾳ.
ἢ ψυλλίῳ καὶ κοριάνδρῳ ἡ ἀνδράχνῃ. ϲυναυξήϲεωϲ αὖ γενομένηϲ καὶ
διατάϲεωϲ ἢ θρομβώϲεωϲ, καταπλάϲμαϲιν τοῖϲ ἀνετκοῖϲ (οἷον ἄρτῳ δι’ ὑδρελαίου ἢ ὑδρομέλιτοϲ καλῶϲ μεμαλαγμένῳ ἢ λινοϲπέρμῳ καὶ.
πυρῷ ἡ τήλει μεθ᾿ ὑδρομέλιτοϲ) καταπλαϲϲέϲθωϲαν· εἰ δὲ μὴ φέροιεν τὸ βάροϲ οἱ μαϲτοί, καταβροχῇ διὰ γλυκέοϲ ἐλαίου καὶ θερμοῦ προ- περικειμένων πυριφόρων [καὶ καταθλίβειν προπυριάϲαντα διὰ τῶν
ϲπόγγιν ἀποθλιβομένων εἰϲ ὕδωρ θερμὸν ἢ εἰϲ ἀφέψημα τήλεωϲ ἢ μαλάχηϲ ἢ λινοϲπέρμου. διαπυήϲεωϲ 〈δὲ〉 γενομένηϲ ἐκλαμβάνειν τὸ ὑγρόν, ὡϲ ἐν τοῖϲ Χειρουργουμἐνοιϲ ὑπεδείξαμεν. παρακμα- ζούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ κηρωτὴν ἐπιβάλλειν καθ᾿ ἑαυτήν.
ἀνατρέφειν, καὶ λίθου πυρίτου ἱκανῶϲ λελειωμένου μέροϲ τι | ϲυμπλέ- κειν, εἶτα κατ᾿ ὀλίγον πεπιεϲμένῃ χρῆϲθαι τῆ τῶν μαϲτῶν περιειλήϲει· ϲυμπιπτόντων γὰρ τῶν ἀγγείων κωλύεται τὸ ἐπιφερόμενον, καὶ οὕτωϲ τὸ γάλα ϲβέννυται· εἰ δὲ μή, μᾶλλον ἐμπλεονάζειν ταῖϲ πυρίαιϲ καὶ
ταῖϲ προϲτυπέϲιν ἐπιδέϲεϲιν. παραιτεῖϲθαι δὲ τὴν ἐν τῇ πρώτῃ παραι-
ϲθήϲει τῶν μαϲτῶν ἐκμύζηϲιν, ὡϲ τοῦ ἀποθηλαϲμοῦ διὰ τῆϲ ἐκκρίϲεωϲ τοῦ 〈γάλακτοϲ〉 παρακουφίζοντοϲ τὴν διάταϲιν· πᾶν γὰρ τοὐναντίον πρὸϲ τὴν τῆϲ ἐκμυζήϲεωϲ ϲυναίϲθηϲιν πλεῖον ἐπὶ τοὺϲ τόπουϲ ϲυν- τρέχει, καὶ πρὸϲ τὴν περίθλαϲιν ἀγανακτοῦϲιν αἱ θηλαί. φυλακτέον δὲ καὶ τὴν δι’ ἅλμηϲ καὶ ὀξάλμηϲ καὶ θαλάϲϲηϲ πυρίαν, ὑπὸ γὰρ τῆϲ
δριμύτητοϲ ἡ φλεγμονὴ παροξύνεται. τινὲϲ δὲ κυπέρῳ καταχρίουϲιν μετ’ οἴνου καὶ κρόκου τοὺϲ μαϲτούϲ, ἔνιαι δὲ κυπρίνῳ καὶ κιϲϲήρει λελειοτριβημενῃ, τινὲϲ δὲ κυμίνῳ μεθ’ ὕδατοϲ ἢ ἐλαίου 〈ὴ〉 ϲτυ- πτηρίᾳ ὑγρᾷ μετ’ ὄξουϲ καὶ ῥοδίνου, ὡϲ μέλιτοϲ γενέϲθαι πάχοϲ· αἱ δὲ καταπλάττουϲιν κυμίνῳ μετὰ ϲταφίδοϲ τῶν γιγάρτων προεξηρη
μένων ἡ ϲηϲάμῳ μετὰ μέλιτοϲ, αἱ δὲ τριβόλοιϲ χλωροῖϲ ἡψημένοιϲ ἐν 24 25 26 27 28 ὄξει ἢ κιϲϲῷ ἢ ϲύκοιϲ ξηροῖϲ ἢ πιτύροιϲ ὁμοίωϲ ἡψημένοιϲ, θρομβώ- ϲεωϲ δὲ γενομένηϲ ϲελίνῳ ἢ ἡδυόϲμῳ ἡ κράμβῃ μετὰ ἄρτου. τούτων
δὲ τὰ μὲν δριμέα παραιτητέον δι’ ὅλου, τῶν δὲ ἄλλων τὰ μὲν ὑπο- ϲτύφοντα κατ᾿ ἀρχὰϲ ποραλαμπτέον, τὰ δὲ παρηγορικῶϲ ἀνιέντα κατὰ
τοὺϲ ἑξῆϲ χρόνουϲ. καὶ τοιαύτη μὲν ἡ τῆϲ λεχοῦϲ ἐπιμέλεια, τίϲ δὲ ἡ τοῦ βρέφουϲ, ἑξῆϲ ὑποδεικτέον.|
Περὶ τῆϲ τοῦ βρέφουϲ ἐπιμελείαϲ.
μερήϲ. ἐν αὐτῷ γὰρ ἐξετάζεται, τίνα τῶν γεννηθέντων πρὸϲ ἀνατρο-
φῆν ἐϲτιν ἐπιτήδεια καὶ πῶϲ ὀμφαλοτομητέον καὶ ϲπαργανωτέον καὶ ἀποϲμηκτέον τὸ ἀνατρεφόμενον καὶ τίνα τρόπον λουτέον καὶ πῶϲ κατακλιτέον καὶ ποταπὴν ἐκλεκτέον τιτθὴν ποῖόν τε τὸ ἄριϲτον γάλα καὶ τί πρακτέον ἐκλιπόντοϲ αὐτοῦ καὶ πότε καὶ πῶϲ ἀπογαλακτιϲτέον τὰ βρέφη περί τε ὀδοντοφυήϲεωϲ καὶ τῶν κατὰ χρόνουϲ αὐτοῖϲ ἐπι-
γινομένων ϲυμπτωμάτων. ἵνα δὲ μὴ δυϲπερίγραφοϲ ἡ πραγματεία γέ- νηται, διὰ ϲυντόμων ὑφ’ ἓν παραδώϲομεν.
VI [XXVI]. Πὧϲ γνωρίζεται τὸ πρὸϲ ἀνατροφὴν ἐπιτήδειον.
γῆν ἀποτιθέϲθω προεπιθεωρήϲαϲα, πότερον ἄρρεν τὸ ἀποκεκυημένον
ἐϲτὶν ἢ θῆλυ, καί, καθὼϲ γυναιξὶν ἔθοϲ, ἀποϲημαινέτω· κατανοείτω δὲ καί, πότερον πρὸϲ ἀνατροφήν ἐϲτιν ἐπιτήδειον ἢ οὐδαμῶϲ. κριθή
ϲεται δὲ τὸ πρὸϲ ἀνατροφὴν εὐφυὲϲ ἐκ τοῦ τὴν ἀποκυήϲαϲαν ὑγιεινῶϲ ἐν τοῖϲ τῆϲ κυοφορίαϲ βεβιωκέναι χρόνοιϲ· αἱ νοϲηλεῖαι γὰρ καὶ | μάλιϲτα τοῦ ϲώματοϲ, ϲυναδικοῦϲαι τὸ κατὰ γαϲτρὸϲ τὰ πρῶτα τῆϲ
ζωῆϲ αὐτοῦ θεμέλια θραύουϲιν. δεύτερον δὲ ἐκ τοῦ κατὰ τὸν
λοντα καιρὸν ἀποκεκυῆϲθαι, μάλιϲτα μὲν τὸν ἔνναιον μῆνα καί, εἰ τύχοι, βράδιον, ἤδη δὲ καὶ τὸν ἔβδομον. εἶτα λοιπὸν ἐκ τοῦ τεθὲν
ἐπὶ γῆϲ εὐθέωϲ αὐτὸ κλαυθμυρίϲαι μετὰ τόνου τοῦ προϲήκοντοϲ· τὸ γὰρ ἕωϲ πλείονοϲ ἀκλαυϲτὶ διάγον ἢ καὶ παρέργωϲ κλαυθμυρίζον
ἐνύποπτον ὡϲ διά τινα περίϲταϲιν τοῦτο πάϲχον. ἔκ τε τοῦ πᾶϲιν
29 30 31 32 τοῖϲ μέρεϲι καὶ μορίοιϲ καὶ ταῖϲ αἰϲθήϲεϲιν ἄρτιον ὑπάρχειν καὶ τοὺϲ πόρουϲ ἔχειν ἀπαρεμποδίϲτουϲ, οἷον ὤτων, ῥινῶν, φάρυγγοϲ, οὐρήθραϲ, δακτυλίου, καὶ τὰϲ ἑκάϲτου 〈μορίου〉 φυϲικὰϲ κινήϲειϲ μὴ νωθρὰϲ [καὶ] μηδὲ ἐκλύτουϲ καὶ τὰϲ τῶν ἄρθρων κάμψειϲ τε καὶ ἐκτάϲειϲ μεγέθη τε καὶ ϲχήματα καὶ τὴν πάϲαν ἐπιβάλλουϲαν εὐαιϲθηϲίαν, ῆν γνωρί-
ζομεν κἀκ τῆϲ ἐπιφανείαϲ ἐπερείδοντεϲ τούϲ δακτύλουϲ· κατὰ φύϲιν γάρ ἐϲτιν τὸ πρὸϲ ἕκαϲτον ἀλγεῖν τῶν νυϲϲόντων ἢ θλιβόντων. ἐϲ δὲ τῶν ἐναντίων τοῖϲ εἰρημένοιϲ τὸ πρὸϲ ἀνατροφὴν 〈ἀν〉επιτήδειον.
VII [ XXVII]. Πῶν ὀμφαλοτομητέον.
ἀποκυήϲεωϲ βραϲμὸν βαϲτάζειν αὐτὸ καὶ τὴν ὀμφαλοτομίαν παραλαμ- βάνειν. δεῖ δὲ τέϲϲαραϲ δακτύλουϲ διαϲτήϲαϲαν ἀπὸ τῆϲ γαϲτρὸϲ ἀπο- κόπτειν τὴν ὀμφαλίδα διά τινοϲ ἐπάκμου χάριν τοῦ μηδεμίαν γενέϲθαι
περίθλαϲιν. πάϲηϲ δὲ ὅληϲ τμητικώτατόϲ ἐϲτιν ὁ ϲίδηροϲ· αἱ πολλαὶ δὲ τῶν μαιουμένων ὑέλῳ ἢ καλάμῳ ἢ ὀϲτράκῳ ἢ τῷ λεπίῳ τοῦ ἄρτου
δοκιμάζουϲιν τὴν ἀποκοπὴν ἢ λίνῳ βιαίωϲ ἀποϲφίγξαϲαι, τῷ δυϲοιώνι- ϲτον εἶναι τὴν ἐν τῷ πρώτῳ χρόνῳ ϲιδήρου τομήν. ὅπερ παντελῶϲ καταγέλαϲτόν ἐϲτιν· καὶ 〈γὰρ〉 τὸ κλαίειν αὐτὸ δυϲοιώνιϲτόν ἐϲτιν, ἀπὸ δὲ τούτου τὸ γεννηθὲν ἄρχεται τοῦ ζῆν. ὅπωϲ 〈δὲ〉 μήτε δια- πριζομένου τοῦ ϲώματοϲ μήτε περιθλωμένου ϲυμπάθεια γένηται καὶ
διαγανάκτηϲιϲ, ἄμεινον ἀδειϲιδαιμονέϲτερον ϲμιλίῳ μᾶλλοντὸν ὀμφαλὸν
κόπτειν. εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον ἐκθλίβειν, ὅπερ οὐδὲν ἕτερόν ἐϲτιν εἰ μὴ πεπηγὸϲ αἷμα, κἄπειτα τὸ ἄκρον τῆϲ διακοπῆϲ ἀποϲφίγγειν ὡϲ ἐρίῳ ἐϲτραμμένῳ ἢ μίτῳ ἢ κροκύδι ἤ τινι παραπληϲίῳ· τὸ γὰρ λίνον ἐντέμνον τὴν τρυφερίαν τῶν ϲωμάτων δυϲυπομονήτουϲ ἀλγηδό
ναϲ ἀποτελεῖ. τὸ δὲ ἀποβροχίζειν τὸ μέροϲ, ὡϲ ὑπεδείξαμεν, ἀναγκαῖον. ὥϲτε μὴ τῆϲ αἱμορρατίαϲ ἐπιγίνεϲθαι κίνδυνον, τῶν ἐντεῦθεν ἀγγείων τὸ ἀπὸ τῆϲ κυούϲηϲ αἶμα καὶ πνεῦμα διακονικῶϲ ἐπικεχορηγηκότων 33 34 35 36 37 τῷ ϲώματι τοῦ βρέφουϲ. διὸ τινὲϲ μὲν μετὰ τὴν ἀποκοπὴν ἐπέκαυϲαν τὸν ὀμφαλὸν διὰ αὐλοῦ θερμανθέντοϲ ἢ διὰ τοῦ πλατέοϲ τῆϲ μήληϲ. ὅπερ ποιεῖν ἡμεῖϲ ἀποδοκιμᾷ ζομεν· τὰ γὰρ ἐπικαέντα περιωδυνίαϲ
καὶ φλεγμονὰϲ ϲφοδρὰϲ ὑπομένει. μὴ ἐξῃρημένου δὲ τοῦ χορίου κατὰ
δύο τόπουϲ ἀποβροχίζειν δεῖ τὸν οὐραχὸν καὶ τότε μεταξὺ διακόπτειν, ἵνα διὰ μὲν τοῦ ἑτέρου βρόχου τὴν τοῦ βρέφουϲ αἱμορραγίαν προ- φυλαξώμεθα, διὰ δὲ θατέρου τὴν τῆϲ ἀποκεκυηκυίαϲ· ἔτι γὰρ αὐτῇ προϲέχεται τὸ χόριον.
VIII [XXVIII]. 〈Πῶϲ ἀποϲμηκτεον〉
ὡϲ οἱ Γερμανοὶ καὶ Ϲκύθαι, τινὲϲ δὲ καὶ τῶν Ἐλλήνων εἰϲ ψυχρὸν ὕδωρ καθιᾶϲι τὸ βρέφοϲ ϲτερεοποιήϲεωϲ χάριν καὶ 〈τοῦ〉 τὸ μὴ φέρον τὴν ψύξιν, ἀλλὰ πελιούμενον ἢ ϲπώμενον ὡϲ οὐκ ἄξιον ἐκτροφῆϲ ὄν ἀπολέϲθαι. τινὲϲ δὲ οἰνάλμῃ, τινὲϲ δὲ καθαρῷ λούουϲιν οἴνῳ, τινὲϲ
δὲ οὔρῳ παιδὸϲ ἀφθόρου, τινὲϲ δὲ μυρϲίνῃ λεπτῇ ϲυμπεπαϲμένον ἢ κηκῖδι. τούτων δὲ ἕκαϲτον ἡμεῖϲ ἀποδοκιμάζομεν. τὸ ψυχρὸν μὲν
γὰρ διὰ τὴν πολλὴν καὶ ἀθρόαν πύκνωϲιν, ἢϲ ἀμέτοχον ἦν τὸ γεν- νηθέν, πάντα βλάπτει, τῆϲ δὲ ἐξ αὐτοῦ βλάβηϲ τὸ ἀποτέλεϲμα λαν- θάνει μὲν ἐπὶ τῶν δυϲπαθεϲτέρων, ἐλέγχεται δὲ ὑπὸ τῶν εὐπαθῶν
ϲπαϲμοῖϲ καὶ ἀποπληξίαιϲ ἁλιϲκομένων. οὐ μὴν ἐπεὶ τὴν βλάβην οὐκ ἦνεγκεν, ζῆϲαι μὴ βλαβὲν οὐκ ἠδύνατο, καὶ τὰ δυϲπαθέϲτερα βελτίω τὴν ἀνατροφὴν ἔξει μηδὲ ὅλωϲ ἀδικούμενα. κἂν ῇ δὲ χρεία ψύξεωϲ, αὐτάρκηϲ ἡ ἐπὶ τοῦ ἀέροϲ ψύξιϲ, δι’ ἣν εὐθέωϲ κλαυθμυρίζει ξενοπα- θοῦντα τῇ ψύξει διὰ τὸ ἀκμὴν ἀπὸ θερμῆϲ καὶ ϲυνεχοῦϲ προεληλυθέναι
τῆϲ μήτραϲ. ὁ δὲ | οἶνοϲ διὰ τὴν ἀποφορὰν πληκτικὸϲ καὶ καρώδηϲ
οὐ μόνον 〈ἐπὶ〉 τῶν οὕτω τρυφερῶν παίδων ἀλλὰ καὶ τῶν ἥδη τε- λείων· ὡϲαύτωϲ δὲ καὶ τὸ οὖρον, ὅτι δυϲῶδεϲ. αἱ μυρϲίναι δὲ καὶ κηκῖδεϲ ϲτύφουϲιν μέν, οὐκ ἀποϲμήχουϲι δέ, χρεία δὲ τῶν μετὰ ϲτύ- ψεωϲ ἀποϲμηχόντων, ἵνα ὁ φυϲικὸϲ τοῦ γλίϲχρου 〈τοῦ〉 οἴματοϲ κατὰ
τῶν ϲωμάτων ἐπίπαγοϲ ἀποτακῇ μετὰ τοῦ πήγνυϲθαι τὴν ἐπιφάνειαν καὶ δυϲάλωτον εἰϲ τὴν τῶν ἐξανθημάτων γένεϲιν ἀποτελεῖϲθαι.
διὰ γὰρ τὴν πλείονα δριμύτητα βρυώδηϲ ἀκμὴν καὶ ἀϲθενὴϲ ἄγαν ἡ ϲύγκριϲιϲ ὑπάρχουϲα διαβιβρώϲκεται, μήτε ὀλίγῳ διὰ τὸ μὴ ἱκανῶϲ ϲτερεοποιεῖϲθαι τὴν ἐπιφάνειαν. ἐνδέχεται δὲ τρυφεροῦ τοῦ βρέφουϲ ὄντοϲ τὸ ἅλαϲ μέλιτι δεῖν ἀνακόψαι ἢ ἐλαίῳ 〈ἢ〉 χυλῷ πτιϲάνηϲ ἢ
τήλεωϲ ἢ μαλάχηϲ. μετὰ δὲ τὸ ἀποϲμῆξαι τὸ ϲῶμα δεῖ χλιαρῷ ἀπο-
λούειν ὕδατι καὶ ἀποπλύνειν τὸ περικείμενον νίτραϲμα πᾶν. εἶτα ἐκ δευτέρου τὸ αὐτὸ ποιεῖν καὶ ϲυμπάϲϲειν μὲν τοὺϲ ἄλαϲ, θερμοτέρῳ δὲ τῷ ὕδατι μᾶλλον ἀπολούειν. καὶ δακτύλοιϲ ἀποθλίβειν τὸ ἐγκείμενον ταῖϲ ῥιϲὶν γλίϲχραϲμα, ἀποκαθαίρειν δὲ καὶ τὸ ϲτόμα καὶ τοὺϲ τῶν ὤτων πόρουϲ, ἐγχυματίζειν δὲ καὶ τοὺϲ ὀφθαλμοὺϲ ἐλαίῳ· ϲμῆξαι γὰρ
ἀγαθὸν τούτῳ τὸ παχύτατον ἐν αὐτοῖϲ ὑγρόν, οὐ μὴ γενομένου κατὰ
τὸ πλεῖϲτον ἀμβλυωπεῖν ϲυμβαίνει τὰ τρεφόμενα. διὰ δὲ τοῦ ϲμικροῦ δακτύλου προαπωνυχιϲμένου τὸν δακτύλιον διαϲτέλλειν καὶ διαιρεῖν τὸ περιπεφυκὸϲ αὐτῷ πολλάκιϲ ϲῶμα λεπτὸν καὶ ὑμενῶδεϲ εἰϲ ἀπαραπό- διϲτον τῶν περιϲϲωμάτων ἔκδοϲιν. παραχρῆμα γοῦν ἐκκρίνεται τὸ
καλούμενον ϲυνήθωϲ μηκκώνειον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐπιρρῖψαι ἐλαιοβραχὲϲ ἢ καὶ ἔριον, τὸ δὲ κύμινον ὡϲ δριμὺ παραιτεῖ. ϲθαι δεῖ. τοῦ μέντοι καταλειφθέντοϲ ὀμφαλοῦ τὸ ἀποϲφιχθὲν ἔνιοι μὲν τῷ μηρῷ προϲέδηϲαν· ἄμεινον δὲ διπλώϲαντα καὶ τῷ ἐριδίῳ περι- τυλίξαντα πράωϲ ἐντιθέναι κατὰ τὴν μεϲότητα τοῦ ὀμφαλοῦ, τάχα γὰρ
καὶ τῷ βάρει πιεζούμενον τὸ μέροϲ εἰϲ εὐμορφοτέραν κοίλωϲιν τυπω- θήϲεται.
IX [XXIX]. 〈Πῶϲ ϲπαργανωτέον.〉
λαμβάνων ϲπαργάνωϲιν εἰϲ ξύλον μεϲόκοιλον καὶ παράμηκεϲ βάλλει 41 42 43 ψίεθον χόρτου πλήρη ἢ ἀχύρων, εἶτα ἐπιϲτρώννυϲι ῥάκοϲ καὶ τὸ βρέφοϲ κατακλίνων ἐπ᾿ αὐτοῦ κατειλημένον ἄχρι τῆϲ ὀϲφύοϲ ῥάκεϲι καὶ ταινίαιϲ εἶτα καὶ προϲκαταδεϲμεῖ κηρίσιϲ διεκβαλλομένοιϲ διὰ τῶν πλαγίων ἐκκοπῶν, ἃϲ τὸ ξύλον ἔχειν δεῖ. δυϲκαρτέρητοϲ δὲ καὶ ἀπη-
νὴϲ ὁ τρόποϲ οὗτόϲ ἐϲτιν τῆϲ διαδέϲεωϲ. ὅθεν δεῖ διαπλάϲϲειν μὲν ὡϲ ἔχει ἕκαϲτον φυϲικοῦ ϲχήματοϲ 〈καί〉, εἴ τι παρὰ τὸν τῆϲ ἀπο- κυήϲεωϲ χρόνον διέϲτραπται, τοῦτο ῥυθμίζειν καὶ εἰϲ τὸ κατὰ φύϲιν μετάγειν ϲχῆμα· εἰ δέ τι παρα|θλιβὲν ἐξοίδηκεν, ψιμυθίῳ περιχρίειν
λελειοτριβημένῳ μεθ᾿ ὕδατοϲ ἢ λιθαργύρῳ. κατατιθεμένην δὲ αὐτὸ
πράωϲ ἐπὶ τῶν ἰδίων μηρῶν ϲυνεϲκεπαϲμένων ἐρίῳ ἢ ῥάκει χάριν τοῦ μὴ ψυγῆναι γεγυμνωμένον ἐν τῇ κατὰ μέροϲ ϲπαργανώϲει, λαμβάνειν τελαμῶναϲ ἐρεοῦϲ τρυφερούϲ, [τε] καθαρούϲ τε καὶ μὴ λίαν τετριμ- μένουϲ, τοὺϲ μὲν τριῶν δακτύλων τῷ πλάτει, τοὺϲ δὲ τεϲϲάρων. ἐρεοῦϲ μὲν διὰ τὸ τῆϲ ὕληϲ προϲηνὲϲ καὶ διὰ τὸ περιϲφίγγεϲθαι τοῖϲ
ἱδρῶϲι τοὺϲ λινοῦϲ· τρυφεροὺϲ δὲ χάριν τοῦ μὴ μετὰ περιθλάϲεωϲ τὴν ϲκέπην τρυφεροῖϲ ἔτι ϲώμαϲιν καθεϲτῶϲι παρέχειν· καθαρούϲ δέ, ἵνα κοῦφοι καὶ μὴ βαρεῖϲ ὦϲι καὶ μὴ δυϲώδειϲ μηδὲ νιτρούμενοι τὴν ἐπιφάνειαν δάκνωϲι· μὴ λίαν δὲ τετριμμένουϲ· οἱ καινοὶ μὲν γὰρ
βαρεῖϲ ὑπάρχουϲιν, οἱ δὲ τριβακοὶ λίαν ψυχροὶ καθεϲτᾶϲι, ποτὲ δὲ καὶ
τραχεῖϲ καὶ παντελῶϲ εὐδιάϲπαϲτοι· μὴ ἔχονταϲ δὲ παρῴαϲ μηδὲ παρα- ϲτροφίδαϲ, ἵνα μὴ ἐντέμνωϲιν μηδὲ ἀνωμάλωϲ ἃ μὲν μᾶλλον θλίβωϲιν ἃ δὲ ἧττον· ϲυμμέτρουϲ δὲ κατὰ τὸ πλάτοϲ, οἱ ϲτενοὶ μὲν γὰρ τέ-
μνουϲιν, οἱ πλατεῖϲ δὲ οὐ πιέζουϲιν ἀλλὰ ῥυτιδοῦνται· τριῶν δὲ καὶ τεϲϲάρων δακτύλων, ἵνα [μὲν] οἱ μὲν ἐπὶ τῶν κώλων ἁρμόϲωϲιν, οἱ δὲ
ἐπὶ τοῦ θώρακοϲ.
ἀκροχειρίου τιθέτω καὶ τὴν ἐπείληϲιν ἐγκύκλιον ἀγέτω κατὰ τῶν δακτύλων ἐκτεταμένων, εἶτα κατὰ τοῦ ἐπικαρπίου, πήχεώϲ τε καὶ βραχίονοϲ, πιέζουϲα μὲν τὰ κατὰ τοὺϲ καρποὺϲ ἡϲυχῆ, τὰ δὲ ἄλλα
μέχρι μαϲχάληϲ ἀνιεῖϲα. τῷ δὲ αὐτῷ τρόπῳ καὶ τὴν ἑτέραν ϲπαργα-
νώϲαϲα τῷ θώρακι λοιπὸν κυκλοτερῶϲ περιειλείτω τελαμῶνα τῶν πλατυτέρων, ὁμα|λῶϲ μὲν ἐπὶ τῶν ἀρρένων πιέζουϲα τὴν ἔνδεϲιν,
44 45 46 μᾶλλον δὲ τὰ κατὰ τοὺϲ μαϲτοὺϲ ϲφίγγουϲα τῶν θηλειῶν, ἀνιεῖϲα δὲ τὸ περὶ τὴν ὀϲφύν, εὐπρεπέϲτερον γάρ ἐϲτιν ἐπὶ γυναικῶν τοῦτο τὸ
ϲχῆμα. μετὰ δὲ ταῦτα ϲπαργανοῦν κατ᾿ ἰδίαν ἑκάτερον τῶν ϲκελῶν, τὸ γὰρ ζυγώϲαϲαν αὐτὰ γυμνὰ ϲυνεπιδεϲμεῖν ὁμοῦ ποιητικόν ἐϲτιν ἑλκώϲεωϲ· αἱ γὰρ τρυφερῶν ἀκμὴν ἔτι τῶν ϲωμάτων παραθέϲειϲ τῇ
πυρώϲει ταχέωϲ ἐπικαίουϲιν. τὰϲ δὲ περιειλήϲειϲ τῶν τελαμώνων ἕωϲ ἄκρων ποιείϲθω δακτύλων, ἀνιεῖϲα μὲν τὰ κατὰ τοὺϲ μηροὺϲ καὶ τὰϲ γαϲτροκνημίαϲ, ϲφίγγουϲα δὲ τὰ πρὸϲ τοῖϲ γόναϲι καὶ ταῖϲ ἰγνύαιϲ τά τε κατὰ τοὺϲ ταρϲούϲ τε καὶ τὰ ϲφυρά, ἵνα τὰ μὲν ἄκρα πλατύνηται
τῶν ποδῶν, τὰ δὲ μέϲα ϲυνάγηται. μετὰ δὲ ταῦτα παραβάλλουϲα τοὺϲ
μὲν βραχίοναϲ τοῖϲ πλευροῖϲ, τοὺϲ δὲ πόδαϲ ἀλλήλοιϲ, πλατεῖ τελα- μῶνι κυκλοτερῶϲ ὅλον τὸ βρέφοϲ ἀπὸ θώρακοϲ ἄχρι ποδῶν κατει- λείτω· παραβεβλημέναι γὰρ αἱ χεῖρεϲ ἐνδοθεν τῆϲ περιειλήϲεωϲ εἰϲ ἔκταϲιν ἐθίζονται. παχυντικαὶ γὰρ τῶν νεύρων αἱ μέχρι πλείονοϲ τῶν ἄρθρων εἰϲὶ ϲυζεύξειϲ (ὥϲτε καὶ ἀγκύλαϲ ἐπιφέρειν), τῷ μέντοι
πρῶτον κατειλῆϲθαι τὰ χέρια κωλύεται 〈τὸ〉 διὰ τῆϲ ἀτάκτου παρα- φορᾶϲ διαϲτρέφεϲθαι, πολλάκιϲ δὲ καὶ διὰ τοῦ κατὰ τῶν ὀφθαλμῶν
τοὺϲ δακτύλουϲ ἐπιφέρειν κακῶϲ διατίθεται τὰϲ ὄψειϲ. μεταξὺ μέντοι τῶν ἀϲτραγάλων καὶ τῶν γονάτων, ἔτι δὲ καὶ τῶν ἀγκώνων ἔριον παρεντιθέϲθω πρὸϲ τὸ μὴ ἑλκοῦϲθαι τὰϲ ἐξοχὰϲ τῇ βιαιοτέρᾳ θλίψει
καὶ παραθέϲει τῶν μερῶν. τὸ δὲ κεφάλιον ϲκεπαζέϲθω κυκλοτερεῖ
περιειλήϲει ῥάκουϲ ἢ ἐρίου τρυφεροῦ | τε καὶ καθαροῦ. ἐνδέχεται δὲ καὶ ὑπὸ τὸ μετάφρενον ἐπίμηκεϲ καὶ πλατὺ ῥάκοϲ ἢ ἔριον προυπο- βάλλειν· εἶτα μετὰ τὴν ἔμπροϲθεν εἰρημένην ϲπαργάνωϲιν (δίχα τοῦ ἔξωθεν ἑνὸϲ καὶ κοινοῦ κατὰ πάντων τελαμῶνοϲ) ἀναδιπλοῦν τὸ ὑπο-
κείμενον ῥάκοϲ ἢ τὸ ἔριον πρῶτον μὲν κατὰ τὰ ἄνω μέρη ὑπὸ τὸν τράχηλον, εἶτα καθ᾿ ὅλου τοῦ νηπίου δίχα τῆϲ κεφαλῆϲ· ὕϲτερον δὲ πλατυτέρῳ τελαμῶνι καὶ ὡϲανεὶ πέντε δακτύλων τὸ πλάτοϲ ὅλον περιτυλίττειν τὸ βρέφοϲ, τὴν δὲ κεφαλὴν ὡϲ ὑπεδείξαμεν ϲκέπειν.
ἐνδέχεται δὲ καὶ δύο μὲν ὑποϲτρωννύναι ῥάκη, ἵν᾿ ᾖ τὸ μὲν εὐμέγεθεϲ
καὶ τὸ ὅλον περιλαβεῖν ϲῶμα δυνάμενον, τὸ δὲ χάριν τοῦ μόνην τὴν ὀϲφὺν περιελθεῖν αὔταρκεϲ εἰϲ ὑποδοχὴν τῶν ϲκυβάλων. οὐ δεῖ γάρ, ὡϲ ἐπαχθέϲτερον, ἐρίῳ μὲν καθαρῷ τὸν θώρακα μετὰ τοῦ ἐπι- γαϲτρίου περιλαβεῖν, τὰ δὲ λοιπὰ 〈μὴ〉 περιλαβεῖν, ὡϲ ἔμπροϲθεν εἰρήκαμεν.
47
X [XXX]. Περὶ τῆϲ τοῦ βρέφουϲ κατακλίϲεωϲ.
ἀντιτύπου, καθάπερ πράττουϲι Θρᾷκέϲ τε καὶ Μακεδόνεϲ ὁμαλαῖϲ ϲανίϲιν ἐπικαταδεϲμοῦντεϲ τὰ βρέφη χάριν τοῦ περιπλατέα τὰ περὶ
τὸν τράχηλον καὶ τὸ ἰνίον αὐτῶν ἀποτελεϲθῆναι (ϲυμβαίνει γὰρ οὕτωϲ ἑλκοῦϲθαί τε καὶ περιθλᾶϲθαι τὰ ϲώματα διὰ τὴν ἀπήνειαν τῶν ὑπο- κειμένων καὶ ἀπρεπῆ τὴν κεφαλὴν ἀποτελεῖϲθαι, ϲὺν τῷ καὶ εἰ τοῦτο εὐπρεπέϲ ἐϲτιν τὸ ϲχῆμα διὰ τῆϲ περὶ τὰ λουτρὰ πλάϲεωϲ ἀκινδύνωϲ αὐτὸ καὶ ἀϲυμπαθῶϲ ἀποδοθήϲεϲθαι), 〈μήτε〉 κατὰ τρυφεροῦ τινοϲ
λίαν, ὥϲτε πάλιν διὰ τὴν πολλὴν ϲύννευϲιν | διαϲτρέφεϲθαι τὴν ῥάχιν
ἢ τὸν τράχηλον [κατακλιτέον]. ϲυμμέτρωϲ οὖν κατακλινέϲθω τὸ βρέφοϲ,
οἶον κατὰ προϲκεφαλαίου πεπληρωμένου κναφάλλων, εἰ δὲ μή, χόρτου ἁπαλοῦ, ϲωληνοειδῶϲ κοιλαινομένηϲ τῆϲ ϲτρωμνῆϲ, ὥϲτε τὸ βρέφοϲ τιθέμενον 〈μὴ〉 περικυλιϲθῆναι. μετέωρον δὲ ποϲῶϲ ϲχηματιζέϲθω τὸ
κεφάλιον, διόπερ οὐκ ἀτόπωϲ ἐν ταῖϲ ϲκάφαιϲ ἐϲτρωμέναιϲ ἐῶϲί τινεϲ κατακλίνεϲθαι. κοὶ τὰ ἐπιβλήματα πρὸϲ λόγον τῆϲ ὥραϲ θερμότερα
ἔϲτω ἢ τριβακώτερα, τὰ δὲ ὑποκείμενα κατὰ μέροϲ ψυχέϲθω καὶ ἀλ- λαϲϲέϲθω πρὸϲ τὸ μήτε περιψῦξαι μήτε τῆϲ δυϲωδίαϲ πληρῶϲαι τὸ βρέφοϲ. ὅθεν τινὲϲ καὶ φύλλα ὑπέϲτρωϲαν δάφνηϲ ἢ μυρϲίνηϲ κατ᾿
ἐπιτήδευϲιν εὐωδίαϲ, οἱ δὲ καὶ αὐτὴν φυλαϲϲόμενοι τὴν εὐωδίαν ὡϲ πληκτικὴν ἀπεδοκίμαϲαν αὐτά. τὸν οἶκον δὲ δεῖ καθαρὸν εἶναι καὶ
ϲυμμέτρωϲ θερμὸν καὶ μήτε ἄγαν ἔχοντα πληκτικὴν ἀποφορὰν μήτε περιαύγειαν, παρ᾿ ὃ καὶ οἰκεία τῆϲ ἀναψυχῆϲ ἀφθονία καὶ κωνωπίων ἡ περίθεϲίϲ ἐϲτιν.
XI [XXXI]. 〈Περὶ τροφῆϲ. 〉
ἐάν τὸ βρέφοϲ ἠρεμεῖν καὶ πάϲηϲ ἀπέχεϲθαι προϲφορᾶϲ | μέχρι δύο κατὰ τὸ πλεῖϲτον ἡμερῶν. καὶ γὰρ βράϲϲεται πανταχόθεν ἀκμὴν καὶ πολλῆϲ ἔτι καθ᾿ ὅλον τὸ ϲῶμα μητρῴαϲ τροφῆϲ ἐϲτιν πλῆρεϲ, ἥν
ὀφείλει διοικῆϲαι πρῶτον, ἵνα κατὰ καιρὸν εὐχερῶϲ ἄλλην λάβῃ, χωρὶϲ εἰ μὴ πρότερον ἐπιδείξειεν ἡ ὄρεξιϲ, ὅπερ τίνι τρόπῳ ϲημειωτέον, ὑπὸ-
δείξομεν ὕϲτερον. μετὰ δὲ τὸ διαϲτῆϲαι δοτέον ἐκλείχειν τροφήν, μὴ τὸ βούτυρον (βαρὺ γὰρ ὃν καὶ κακοϲτόμαχον ἀδικεῖ), ἀλλ᾿ οὐδὲ ἀβρό- τονον μετὰ βουτύρου (δριμύτερον γὰρ καὶ τοῦτο καὶ ταρακτικόν), ἀλλ᾿
οὐδὲ κάρδαμον οὐδὲ μακτὸν ἄλφιτον (τὸ κάρδαμον μὲν γάρ ἐϲτιν δριμύ, καὶ τὸ ἄλφιτον τραχῦνον φλεγμονὴν ἐργάζεται, πάντωϲ δ᾿ ἐπι- ξαίνει τὴν κατάποϲιν)· μέλι δὲ ϲυμμέτρωϲ ἑφθόν (τὸ μὲν γὰρ ὠμὸν ἐμπνευματοῖ καὶ δριμὺ τυγχάνει, μᾶλλον δὲ τὸ ὑπερεψημένον ϲτύφει. τὸ δὲ εὐμέτρωϲ ἄπεφθον ὑπανακαθαίρει τὸν ϲτόμαχον καὶ τὴν κοι-
λίαν). δεῖ δὲ τῷ δακτύλῳ τὸ ϲτόμα τοῦ βρέφουϲ ἠρέμα διαχρίειν, εἶτα χλιαρὸν ὑδρόμελι παρενϲτάζειν· διὰ τούτου γὰρ τὸ μὲν ἀργὸν καὶ παχὺ τῆϲ ὕληϲ λεπτοποιεῖται, διατείνεται δὲ ἡ ὄρεξιϲ εἰϲ ὑπό- μνηϲιν, διανοίγεται δὲ ἡ κατάποϲιϲ, εὐοδίᾳ δὲ καὶ ἀνακαθάρϲει τῶν πόρων ἡ ἀνάδοϲιϲ ἑτοιμάζεται 〈καὶ〉 τρέφεται ἡ ϲύγκριϲιϲ.
ἐϲτιν ὡϲ ἂν παχὺ καὶ τυρῶδεϲ ἄγαν καὶ διὰ | τοῦτο δύϲπεπτον καὶ ἀργὸν καὶ ἀκατέργαϲτον καὶ ἀπὸ ϲωμάτων κεκακοπαθηκότων καὶ ἐκτε-
ταραγμένων φερόμενον καὶ τοϲαύτην μετακόϲμηϲιν εἰληφότων, ὅϲην ὁρῶμεν ϲυμβαίνουϲαν μετὰ τὴν ἀποκύηϲιν, ἰϲχνουμένου καὶ ἀτονοῦντοϲ καὶ ἀχροοῦντοϲ τοῦ ϲώματοϲ ὡϲ πολλὴν αἵματοϲ ἀπόκριϲιν ὑπομένον- τοϲ, τὰ πολλὰ δὲ καὶ πυρέττοντοϲ· ὧν χάριν πάντων τὸ μητρῷον 50 51 52 γάλα, μέχριϲ ἂν εὐϲταθήϲη τὸ ϲῶμα, ϲυντάϲϲειν ἄτοπόν ἐϲτιν. διὸ καὶ
Δαμάϲτην ἐπιμεμπτέον κελεύοντα παραχρῆμα τῷ βρέφει τὴν μητέρα τὸν μαϲτὸν ὀρέγειν, ὡϲ διὰ τοῦτο καὶ τῆϲ φύϲεωϲ τὸ γάλα ποιῆϲαι πρότερον ἐνοικονομηϲάϲηϲ, ἵν᾿ εὐθέωϲ καὶ τὴν τροφὴν τὸ βρέφοϲ ἔχοι.
μεμπτέον δὲ καὶ τούϲ ἀποδεξαμένουϲ αὐτὸν ἐπὶ τούτων, καθάπερ καὶ τὸν Bιβλᾶν ὠνομαϲμένον Ἀπολλώνιον, πιθανῷ γὰρ λόγῳ ϲοφί- ϲαϲθαι τὴν ἐνάργειαν θέλουϲιν. εἰ δὲ μὴ παρείη τιϲ εὐπόρωϲ τὸ γάλα
παρέχειν δυναμένη, ταῖϲ πρώταιϲ τριϲὶν ἡμέραιϲ μόνῳ τῷ μέλιτι χρη- ϲτέον ἢ καὶ τὸ αἴγειον αὐτῷ γάλα ϲυμπλεκτέον, εἶτα τὸ μητρῷον
ἐπιχορηγητέον τοῦ πρώτου προεκμυζηθέντοϲ διὰ μειρακίου τινόϲ (βαρὺ γάρ ἐϲτιν) ἢ πράωϲ διὰ χειρῶν ἀποθλιβέντοϲ, ἐπεὶ καὶ δυϲεκμύζητόν ἐϲτιν τὸ παχυμερὲϲ καὶ δυνάμενον ἐπὶ τῶν ἀρτιγενῶν διὰ τὴν τρυφε- ρίαν τῶν οὔλων ἐπιναϲθῆναι. παρεχούϲηϲ δὲ τῆϲ περιϲτάϲεωϲ τὰϲ
τιτθεύειν δυναμέναϲ ἐκλέγειν δεῖ τὴν ἀρίϲτην καὶ οὐ πάντωϲ τὴν μή-
τέρα, πλὴν εἰ μὴ καὶ περὶ ταύτην ὑπάρχει τὰ ὀφείλοντα ταῖϲ ἀρίϲταιϲ ϲυμβεβηκέναι τιτθαῖϲ. ἄμεινον γὰρ τῶν ἄλλων ἐπ᾿ ἴϲηϲ ἐχόντων τῷ μητρῴῳ γάλακτι τρέφεϲθαι τὸ νήπιον· τοῦτο γὰρ οἰκειότερον αὐτῷ,
καὶ πρὸϲ τὰ γεννηθέντα ϲυμπαθέϲτεραι μᾶλλον αἱ μητέρεϲ γίνονται, καὶ φυϲικώτερον ὡϲ πρὸ τῆϲ ἀποτέξεωϲ οὕτωϲ καὶ μετὰ τὴν ἀπότεξιν
ἀπὸ τῆϲ μητρὸϲ τρέφεϲθαι. κωλύοντοϲ δέ τινοϲ τὴν ἀρίϲτην ἐκλέγειν
τιτθήν, ὥϲτε μηδὲ τὴν μητέρα προτηρᾶϲαι διὰ τὴϲ ἐκμυζήϲεωϲ καθ᾿ ἡμέραν δαπανωμένην. ὡϲ γὰρ 〈ἡ γῆ〉 μετὰ τὴν ϲπορὰν ἀποδοῦϲα τούϲ καρπούϲ ἀτονεῖ καὶ διὰ τοῦτο πρὸϲ τὸ ἐπὶ πλεῖον ἄκαρποϲ γίνε- ται, κατὰ τὸν αὐτὸν τρόπον καὶ γυνὴ τρέφουϲα τὸ ἀποτεχθέν, εἶτε
καὶ προγηράϲκει μίαν προϲφερομένη τροφήν, ἢ τὸ ἀπουϲιαζόμενον εἰϲ τὴν τοῦ γεννηθέντοϲ ἀνατροφὴν ἀτροφώτερον ἀναγκάζει γίνεϲθαι τὸν ὄγκον. ἄμεινον οὖν ἡ μήτηρ ἀπαλλάξει πρόϲ τε τὴν ἑαυτῆϲ ἀνάκτη-
ϲιν καὶ πρὸϲ τεκνοποιίαν ἄλλων ἀναπαυϲαμένη καὶ τοῦ ὑπάρχειν τὸν μαϲτὸν ἐν ἀποτάϲει. καθάπερ γὰρ καὶ τὰ λαχανευόμενα πρὸϲ [τὴν ]
τῶν κηπευόντων ἐν ἄλλη μὲν γῇ ϲπείρεται χάριν τῆϲ ἀναφυήϲεωϲ, εἰϲ ἄλλην δὲ μεταφυτεύεται πρὸϲ τὴν εὐχερῆ τελείωϲιν, ἵνα μὴ μία 53 54 55 56 πρὸϲ ἀμφότερα κακοπαθήϲῃ, κατὰ δὴ τὸν αὐτὸν τρόπον καὶ τὸ βρέ- φοϲ ἐρρωμενέϲτερον ἂν γένοιτο γεννηθὲν μὲν ὑφ᾿ ἑτέραϲ, τρεφόμενον δὲ ὑπ᾿ ἄλληϲ, ἐὰν ἡ τεκνώϲαϲα διά τι πάθοϲ ἐμποδίζηται τὴν τροφὴν ἐπιχορηγεῖν.
XII [XXXII]. Περὶ ἐκλογῆϲ τιτθῆϲ.
ἔχουϲαν ϲυμμέτρουϲ, χαύνουϲ μαλακούϲ | ἀρρυϲώτουϲ, καὶ θηλὰϲ μήτε μεγάλαϲ μήτε μικροτέραϲ καὶ μήτε πυκνοτέραϲ μήτε ἄγαν ϲηραγγώδειϲ
καὶ ἀθροῦν ἀφιείϲαϲ τὸ γάλα, ϲώφρονα, ϲυμπαθῆ καὶ ἀόργιϲτον,
Ἑλληνίδα, καθάριον. τούτων δὲ ἕκαϲτον παρακειμένουϲ ἔχει τοὺϲ ἐπι- λογιϲμούϲ. ἀκμάζουϲαν μὲν γάρ, ὅτι αἱ νεώτεραι 〈μὲν〉 ἄπειροι παιδο- τροφίαϲ ὑπάρχουϲιν καὶ ἀμελεϲτέραν ἔτι καὶ παιδικὴν ἔχουϲι τὴν γνώμην, πρεϲβύτεραι δὲ διὰ τὴν ἀτονίαν τοῦ ϲώματοϲ ὑδαρέϲτερον
γεννῶϲι τὸ γάλα, ταῖϲ δὲ ἀκμαζούϲαιϲ ϲυνευτονεῖ πᾶν φυϲικὸν ἔργον.
προκεκυηκυῖαν δὲ δὶϲ ἢ τρίϲ, ὅτι αἱ πρωτοτόκοι μὲν ἀκμὴν παιδο- τροφίαϲ ἀγύμναϲτοι καὶ παιδικὸν ἔτι καὶ ἀμέγεθεϲ καὶ πυκνότερον τὸ ϲύγκριμα τῶν μαϲτῶν ἔχουϲιν, αἱ δὲ πολλάκιϲ μὲν ἀποκυήϲαϲαι, πολ- λάκιϲ δὲ νηπιοτροφήϲαϲαι, ῥακώδειϲ οὖϲαι, λεπτὸν καὶ οὐκ ἀκμαῖον
ἀποτελοῦϲι τὸ γάλα. 〈ἄνοϲον δὲ, ὅτι ὑγιὲϲ μὲν τὸ γάλα〉 καὶ τρόφι- μον ἐξ ὑγιεινοῦ ϲώματοϲ, νοϲῶδεϲ δὲ καὶ φαῦλον ἐκ νοϲεροῦ, καθάπερ καὶ τὸ διὰ τῆϲ γῆϲ φαύληϲ ῥέον ὕδωρ καὶ αὐτὸ γεννᾶται φαῦλον ταῖϲ
ἐκ τῶν εὐρυχωριῶν διαφθειρόμενον ποιότηϲιν. εὐεκτοῦϲαν δέ, τοῦτ᾿ ἐϲτιν εὔϲαρκόν τε καὶ ῥωμαλέαν, καὶ τοῦ αὐτοῦ μὲν χάριν, ἤδη δὲ καὶ
τοῦ μὴ ῥᾳδίωϲ εἰϲ τὰϲ ὑπηρεϲίαϲ καὶ τὰϲ νυκτερινὰϲ φροντίδαϲ ἐξαϲθενεῖν, διὰ τοῦτο δὲ καὶ τὸ γάλα μεταβάλλειν ἐπὶ τὸ χεῖρον.
εὐμεγέθη δὲ τῷ ϲώματι· τροφιμώτερον γὰρ τῶν ἄλλων ἐπ᾿ ἔχόν- 57 58 59 60 των τὸ ἀπὸ μεγάλων ϲωμάτων γάλα. εὐχρουϲτέραν δέ· μείζονα γὰρ ἐπὶ τῶν τοιούτων ἀγγεῖα | ἐπὶ τοὺϲ μαϲτούϲ ἀναφέρει τὴν ὕλην,
ὥϲτε πλεῖον τὸ γάλα γίνεϲθαι. μαϲτοὺϲ δὲ ἔχουϲαν ϲυμμέτρουϲ· οἱ
μικροὶ μὲν γὰρ ὀλίγον ἔχουϲι τὸ γάλα, οἱ ὑπέρογκοι δὲ καὶ περιττό-
τερον τοῦ δέοντοϲ, ὥϲτε μετὰ τὴν τιτθείαν εἰ μὲν ὑπομένοι τὸ πλεῖον, μηκέτι νεαρὸν αὐτὸ πρὸϲ τοῦ βρέφουϲ ἑλκυϲθήϲεϲθαι, τρόπῳ δέ τινι προδιεφθαρμένον, εἰ δὲ πᾶν ἀποθηλάζοιτο δι᾿ ἄλλων παιδίων ἢ καὶ ἑτέρων ζῴων, καταλυθήϲεϲθαι 〈τὴν〉 γαλουχοῦϲαν. εἶθ᾿ οἱ μείζονεϲ καὶ βαροῦϲιν ἐπιπίπτοντεϲ τοῖϲ τρεφομένοιϲ· ἄλλωϲ τέ τινεϲ ὑπο-
λαμβάνουϲιν 〈αὐτοὺϲ〉 ὀλιγώτερον πολλάκιϲ ἔχειν τὸ γάλα, πρὸϲ τὴν αὔξηϲιν τῆϲ ϲαρκὸϲ αὐτῶν δαπανωμένηϲ τῆϲ εἰϲ αὐτούϲ φερομένηϲ τροφῆϲ καὶ οὐκ εἰϲ τὸ πλῆθοϲ τοῦ γάλακτοϲ. χαύνουϲ δὲ καὶ μαλα-
κοὺϲ καὶ ἀρρυϲώτουϲ καὶ μήτε φανεροῖϲ καταπεπλεγμένουϲ τοῖϲ ἀγγείοιϲ μήτε θρομβώδειϲ ϲυϲτάϲειϲ ἐναιωρουμέναϲ ἔχονταϲ· οἱ πυκνοὶ μὲν γὰρ
καὶ ϲκληροὶ καὶ καταπεπλεγμένοι τοῖϲ ἀγγείοιϲ ὀλίγον τὸ γάλα ποιοῦ- ϲιν, οἱ ῥυϲοὶ δὲ καὶ ῥακώδειϲ ὥϲπερ ἐν τοῖϲ γραιώδεϲι καὶ ἀραιοῖϲ ϲυγκρίμαϲιν ὑδαρέϲ, οἱ δὲ θρομβώδειϲ ϲυϲτάϲειϲ ἔχοντεϲ παχὺ καὶ ὑπανώμαλον. τὰϲ δὲ θηλὰϲ μήτε μεγάλαϲ μήτε μικράϲ αἱ μεγάλαι
μὲν 〈γὰρ〉 θλίβουϲιν τὰ οὖλα καὶ τῇ καταπόϲει κωλύουϲι ϲυνεργεῖν
τὴν γλῶϲϲαν, αἱ μικραὶ δὲ δυϲεπίληπτοι τυγχάνουϲιν καὶ κατ᾿ ὀλίγον 〈πέμπουϲιν〉 ἐκροφοῦϲιν τὸ γάλα, διὸ κακοπαθοῦντα τὰ βρέφη πρὸϲ τὰϲ ἐκμυζήϲειϲ ταῖϲ λεγομέναιϲ ἄφθαιϲ εἴωθεν περιπίπτειν. μήτε πυκνο-
τέραϲ μήτε ϲηραγγώδειϲ ἄγαν καὶ ἀθρόον | τὸ γάλα προϊεμέναϲ· ϲτενό-
ποροι μὲν γὰρ οὐ ῥᾳδίωϲ ἄνευ τοῦ θλίβεϲθαι τὸ γάλα προῑᾶϲιν, ὥϲτε
κακοπαθεῖν ἐν ταῖϲ ἐκμυζήϲεϲιν τὰ βρέφη μὴ ἐπιχορηγουμένου τοϲού- του γάλακτοϲ, ὅϲον ἐϲπούδακεν ἐπιϲπάϲαϲθαι, 〈αἱ〉 δὲ ἄγαν ϲηραγγώ- δειϲ κίνδυνον ἐπάγουϲι πνιγμοῦ, πρὸϲ γὰρ τὴν ἐκμύζηϲιν ἀθροῦν ἐπι- φέρεται τῷ ϲτόματι τὸ γάλα. ϲώφρονα δέ, πρὸϲ τὸ ϲυνουϲίαϲ ἀπέχε-
ϲθαι καὶ μέθηϲ καὶ λαγνείαϲ καὶ τῆϲ ἄλληϲ ἡδονῆϲ καὶ ἀκραϲίαϲ. αἱ
ϲυνουϲίαι μὲν γὰρ μετὰ τοῦ τὴν πρὸϲ 〈τὸ〉 τρεφόμενον φιλοϲτοργίαν ἀποψύχειν περιϲπαϲμῷ τῆϲ ἐκ τῶν ἀφροδιϲίων ἡδονῆϲ ἔτι καὶ φθεί- 61 62 63 64 ρουϲι τὸ γάλα καὶ μειοῦϲιν ἢ τελείωϲ ἀφανίζουϲιν, τὰϲ διὰ τῆϲ μήτραϲ
ἐρεθίζουϲαι καθάρϲειϲ ἢ ϲυλλήψειϲ ἀποτελοῦϲαι. διὰ δὲ τὰϲ μέθαϲ. πρῶτον μὲν ἡ γαλουχοῦϲα βλάπτεται καὶ τῇ ψυχῇ καὶ τῷ ϲώματι, διὰ τοῦτο δὲ καὶ τὸ γάλα διαφθείρει· δεύτερον δὲ ὕπνῳ δυϲδιεγέρτῳ κατε- χομένη καταλείπει τὸ βρέφοϲ ἀνεπιμέλητον ἢ καὶ κινδυνωδῶϲ ἐπ᾿
αὐτῷ καταπίπτει· τρίτον ἡ τοῦ πλείονοϲ οἴνου ποιότηϲ ϲυναναδίδοται τῷ γάλακτι, καὶ διὰ τοῦτο νωθρὰ καὶ καρώδη, ποτὲ δὲ καὶ ἔντρομα καὶ ἀπόπληκτα καὶ ϲπαϲμώδη τὰ τρεφόμενα γίνονται βρέφη, καθάπερ ϲυὸϲ τρύγα προϲενεγκαμένηϲ καροῦται καὶ ϲκοτοῦται τὰ γαλουχούμενα.
ϲυμπαθῆ δὲ καὶ φιλόϲτοργον, ἵνα καὶ τὰ τῆϲ ὑπηρεϲίαϲ ἀόκνωϲ παρέχῃ
καὶ ἀγογγύϲτωϲ. ἔνιαι γὰρ οὕτωϲ ἔχουϲιν ἀπαθῶϲ πρὸϲ τὸ γαλουχού- μενον, ὥϲτε μηδὲ ἐπὶ πολὺ κλαυθμυρίζοντοϲ αὐτοῦ ποιήϲαϲθαι πρό- νοιαν, ἀλλὰ μηδὲ ϲχηματίϲαι τὸ κείμενον, ἐᾶϲαι δ᾿ ἐφ᾿ ἑνὸϲ ϲχήματοϲ, ὥϲτε πολλάκιϲ διὰ τὴν θλίψιν προκακοπαθοῦν ναρκᾶν τε καὶ φαύλωϲ
διατίθεϲθαι τὸ νευρῶδεϲ. | ἀόργιϲτον δέ, ὅτι φύϲει ϲυνεξομοιοῦται τὰ
τρεφόμενα ταῖϲ τρεφούϲαιϲ καὶ διὰ τοῦτο βαρύθυμα μὲν ἐξ ὀργίλων, ἐπιεικῆ δὲ ἐκ μετρίων γίνεται· καὶ ἄλλωϲ μανιώδειϲ εἰϲὶν αἱ θυμού- μεναι καὶ φόβῳ κλαυθμυρίζον ποτὲ τὸ βρέφοϲ ἐπιϲχεῖν μὴ δυνάμεναι ῥιπτοῦϲιν ἐκ τῶν χειρῶν ἢ καταϲτρέφουϲιν ἐπικινδύνωϲ. διόπερ οὐδὲ. δειειδαίμονα δεῖ καὶ θεοφόρητον εἶναι τὴν γαλοῦχον, ἵνα μὴ παρα-
λογιϲθεῖϲά ποτε καὶ μανιωδῶϲ ϲαλευθεῖϲα κινδύνῳ τὸ βρέφοϲ περι-
βάλῃ. καθάριον δὲ δεῖ εἶναι τὴν τιτθήν, ἵνα μὴ διὰ τὴν τῶν ϲπαργά- νων ὀϲμὴν ὁ ϲτόμαχοϲ ἐκλύηται τῶν νηπίων ἀγρυπνῇ τε διὰ τοὺ ὀδαξηϲμοὺϲ ἤ τιν᾿ ὕϲτερον ἕλκωϲιν ὑπομένῃ Ἑλληνίδα δέ. χάριν τοῦ τῇ καλλίϲτη διαλέκτῳ ἐθιϲθῆναι τὸ τρεφόμενον ὑπ᾿ αὐτῆϲ.
διοίκητον, τὸ δὲ παλαιὸν ἄτροφον καὶ λεπτόν. ἔνιοι δέ φαϲιν, ὅτι δεῖ τὴν ἄρρεν μέλλουϲαν τρέφειν ἄρρεν τετοκέναι, τὴν δὲ θῆλυ πάλιν θῆλυ. οἶϲ οὐ προϲεκτέον· οὐ γὰρ θεωροῦϲιν, ὅτι δι᾿ ἑνὸϲ καὶ τοῦ
αὐτοῦ γάλακτοϲ αἱ τὰ δίδυμα τεκοῦϲαι τρέφουϲιν καὶ τὸ μὲν αὐτῶν ἄρρεν, τὸ δὲ θῆλυ. κοινῶϲ δὲ καὶ πᾶν γένοϲ ζῴων τῇ αὐτῇ τροφῇ χρῆται, καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ, κοὶ διὰ τοῦτο 〈οὐ〉 πάντωϲ ἢ τῷ
ἄρρεν γίνεται θηλύτερον ἢ τὸ θῆλυ ἀρρενικώτερον. δεῖ δὲ τοῖϲ ἀϲφα- 65 66 λῶϲ καὶ εὐτυχῶϲ τραφηϲομένοιϲ παιδίοιϲ πλείοναϲ παρεϲκευάϲθαι γα- λούχουϲ· ἐπιϲφαλὲϲ γὰρ τὸ πρὸϲ | μίαν τρεφόμενον ϲυνειθίϲθαι, καὶ
νοϲῆϲαι δυναμένηϲ αὐτῆϲ καὶ ἀποθανεῖν, ὁπηνίκα τῇ ἀλλαγῇ τοῦ γά- λακτοϲ ποτὲ μὲν ξενοπαθοῦν λυπεῖται τὸ νήπιον, ποτὲ δὲ καὶ πάντε-
λῶϲ ἀποϲτρεφόμενον λιμῷ διαφθείρεται.
XIII [XXXIII]. Περὶ δοκιμαϲίαϲ γάλακτοϲ.
ἄριϲτον ᾖ. δοκιμάζεται δὲ πρῶτον μὲν ἐκ τοῦ τὴν τιτθὴν τοιαύτην ὑπάρχειν, οἵαν τὴν ἀρίϲτην ὑπεδείξαμεν. δεύτερον ἐκ τοῦ τὸ ὑπὸ
ταύτηϲ τρεφόμενον παιδίον εὐεκτικὸν ὑπάρχειν. οὐ μὴν ἐπεὶ ϲημεῖόν ἐϲτιν τοῦ ἐπιτηδείου γάλακτοϲ τὸ εὐεκτικὸν ἐξ αὐτοῦ τρεφόμενον παιδίον, διὰ τοῦτο καὶ τοὐναντίον τοῦ φαύλου ϲημεῖον ἂν γένοιτο, καθάπερ ὑπολάβοι τιϲ, τὸ ἀτρόφητον παιδίον· ἐνδέχεται γὰρ τὸ γάλα μὲν ἐπιτήδειον εἶναι, τὸ δὲ παιδίον ὑπό τινοϲ νοϲήματοϲ ἐμποδίζεϲθαι
πρὸϲ τὴν εὐεκτικὴν θρέψιν. καὶ γὰρ τῶν τελείων οἱ νοϲοῦντεϲ ἀτρο- φοῦϲιν καὶ τῆϲ ἀρίϲτηϲ τροφῆϲ μεταλαμβάνοντεϲ, τοῦ ϲώματοϲ φθεί- ροντοϲ τὸ θρέψαι δυνάμενον, καθάπερ καὶ τὰ ὀξηρὰ τῶν ἀγγείων ἀφανίζει [καὶ] τὸν ἐγχεόμενον οἶνον εἰϲ οὐτά, κὰν ἄριϲτοϲ ᾖ.
ϲυϲτάϲεωϲ, πήξεωϲ, τῆϲ πρὸϲ γεῦϲιν ποιότητοϲ, τῆϲ ἐν χρόνῳ δυϲμετα- βληϲίαϲ. χρόαϲ μέν· εἰ λευκόν ἐϲτι ϲυμμέτρωϲ. τὸ μὲν γὰρ πελιδνὸν
ἢ ὑπόχλωρον ἔφθαρται, τὸ δὲ γυψῶδεϲ παχύ καὶ δυϲοικονόμητον, τὸ δὲ ξανθὸν ἄπεπτον καὶ ἀκατέργαϲτον, καὶ διὰ τοῦτο τὴν αἱματώδη χρόαν ἐμφαίνει. ὀϲμῆϲ δέ· 〈εἰ〉 χαρίεν. οὐ γὰρ δεῖ δυϲῶδεϲ ἢ
βρωμῶδεϲ ἢ τρυγῶδεϲ ἢ 〈ὑπάρχειν〉, πᾶν γὰρ τὸ τοιοῦτον κακόχυμον. ϲυϲτάϲεωϲ δέ· 〈εἰ〉 λεῖον καὶ ὁμαλὸν καὶ ϲυνεχὲϲ ἑαυτῷ. τὸ γὰρ ἰνῶδεϲ καὶ διαφύϲειϲ ἔχον ἐρυθρὰϲ ἢ ϲαρκοειδεῖϲ ἄπεπτον. πήξεωϲ δὲ καὶ παχύτητοϲ· εἰ μετριοπαγέϲ. τὸ μὲν γὰρ ὑγρὸν καὶ
λεπτότερον καὶ ὑδαρὲϲ ἄτροφον καὶ κοιλίαϲ ἐκταρακτικόν, τὸ δὲ παχὺ
καὶ τυρῶδεϲ δυϲκατέργαϲτον, καὶ ὅμοιον τοῖϲ ἁδρότερον μεμαϲημένοιϲ ϲιτίοιϲ ἀποφράττει τούϲ πόρουϲ καὶ τὰϲ κυριωτάταϲ τοῦ ϲώματοϲ κατέχον διαπνοὰϲ τὸν περὶ τοῦ ζῆν κίνδυνον ἐπάγει· τὸ δὲ ἀνώμαλον 67 68
καὶ τὴν ὡϲ λεπτοῦ καὶ τὴν ὡϲ παχέοϲ καταϲκευάζει βλάβην. γνωρι- ϲθήϲεται 〈δὲ〉 τὸ μετριοπαγὲϲ διὰ τοῦ ἐπιϲταγὲν αὐτὸ ὄνυχι ἢ φύλλῳ δάφνηϲ ἢ ἄλλῳ τινὶ παραπληϲίωϲ λείῳ πράωϲ πλατυνθῆναι καὶ ὥϲπερ ἐν τῷ αὐτῷ ϲαλευόμενον μεῖναι ϲχήματι· τὸ μὲν 〈γὰρ〉 εὐθέωϲ ἀπορ- ρέον ὑδαρέϲ, τὸ δὲ μελιτοειδῶϲ ϲυϲτραφὲν καὶ μένον ἀκίνητον παχύ.
τὸ αὐτὸ δὲ καταλαμβάνεται καὶ ἐκ τοῦ κατὰ διπλαϲίονοϲ ὕδατοϲ ἐπι- ϲτόξαι τὸ γάλα καὶ πρὸϲ ὀλίγον αὐτὸ διαμεῖναν ὕϲτερον διαλυθῆναι, λευκὸν δ᾿ ἕωϲ ἐϲχάτου διαφυλαχθῆναι. τὸ μὲν γὰρ εὐθέωϲ διαλυό- μενον ὑδαρέϲ, φαῦλον δὲ μᾶλλον, εἰ καὶ εἰϲ ἰνώδειϲ ἀναλύοιτο κτη- δόναϲ οἷον εἰϲ ἀπόπλυμα κρεῶν, τοῦτο δὲ καὶ ἄπεπτον· τὸ δὲ μέχρι
πλείονοϲ χρόνου μὴ ϲκορπιζόμενον καὶ ὑφιζόμενον, ὥϲτε τοῦ ὕδατοϲ ἀποχυθέντοϲ εὑρεθῆναι περὶ τῷ πυθμένι τυρῶδεϲ, παχὺ καὶ δυϲδιάλυ-
τον. διὰ δὲ τῆϲ πρὸϲ τὴν γεῦϲιν ποιότητοϲ· εἰ γλυκὺ καὶ ϲτομῶδεϲ.
τὸ γὰρ ὑπόδριμυ ἢ ὀξίζον ἢ πικρὸν ἢ ἁλμυρίζον | ἢ ϲτρυφνὸν καὶ ἐν τῷ ἐπιϲτάζεϲθαι τοῖϲ ὀφθαλμοῖϲ δριμύτητόϲ τινοϲ παρέχον ἔμφαϲιν
μοχθηρόν. διὰ δὲ τῆϲ ἐν χρόνῳ δυϲμεταβληϲίαϲ· ἄριϲτον τὸ μὴ ἀπ- οξυνόμενον ἐν τῷ τίθέϲθαι ταχέωϲ μηδὲ ποιοῦν ὀρρὸν ἢ παντελῶϲ ὀλίγον. νόϲτιμον γὰρ τὸ τοιοῦτον· τὸ δὲ ἀποξυνόμενον ἐν τῷ τίθεϲθαι εὐχερῶϲ καὶ πολὺν ἐργαζόμενον ὀρρὸν ἄνοϲτον. φαῦλον δὲ καὶ τὸ ἀφρῶδεϲ, πνευματοῖ γάρ· καὶ 〈γὰρ〉 τὸ ἔπαφρον τοῦ ὑγροῦ καὶ εἰϲ
πομφόλυγαϲ διογκούμενον κατὰ παράθεϲιν γίνεται πνεύματοϲ πλείονοϲ. ἔϲθ᾿ ὅτε δὲ καὶ παχύτητοϲ τοῦτο τεκμήριον, διοριϲθήϲεται δὲ ἐκ τοῦ τὰϲ ἐπιγινομέναϲ πομφόλυγαϲ ἐπιμένειν ἄχρι πλείονοϲ, ὡϲ ἂν τοῦ πνεύματοϲ κωλυομένου ϲυντόμωϲ διαπνεῖϲθαι διὰ τὴν παχύτητα τοῦ γάλακτοϲ.
μεταβαλὸν πρὸϲ ὀλίγον, ὡϲ καὶ τὸ πνεῦμα τῶν ἀπέπτων δυϲῶδεϲ γίνεται προϲκαίρωϲ, οὐκ ἐνδιαθέτωϲ. τινὲϲ δὲ τοὐναντίον μετὰ κακο- διαιτηϲίαν, τὸ γὰρ μηδενὶ πρὸϲ τὸ φαῦλον αὐτὸ τρέπειν δυναμένῳ
διαφθειρόμενον ἄριϲτον. ἡμεῖϲ δὲ ἀμφοτέραιϲ ταῖϲ διαίταιϲ τὸ γάλα 69 κρίνομεν· τὸ γὰρ ἐπὶ μηδεμιᾷ διαίτῃ φθειρόμενον ἄριϲτον, τὸ δὲ μηδ᾿ ἐν τῇ ὑγιεινῇ τὰϲ κακίαϲ ἀποβάλλον φαυλότατον, τὸ δὲ καταλ- λήλωϲ τῇ διαίτῃ τρεπόμενον μέϲον. ὅθεν καὶ πρὸϲ τὸ ἄριϲτον αὐτὸ παραμένειν 〈ζητεῖται〉.|
XIV [XXXIV]. Πῶϲ διαιτητέον τὴν τρορφόν.
φθειρομένου τοῦ γάλακτοϲ νοϲηλεύηται τὸ βρέφοϲ μήτ᾿ ἐνδεοῦϲ γενο- μένου ἀτροφήϲη τὸ νήπιον καὶ κακωθῇ τὴν κατάποϲιν, ἕλκον μὲν τὴν θηλὴν ἐπὶ πλείονα χρόνον, οὐχ εὑρίϲκον 〈δὲ〉 ἐκπληρῶϲαι τὴν ὄρεξιν.
ἁρμόζει τοίνυν τὴν μὲν ἀργίαν καὶ τὴν ἀκινηϲίαν τοῦ ϲώματοϲ φεύγειν
(παχὺ γὰρ ὑπ᾿ αὐτῆϲ καὶ δυϲδιοίκητον τὸ γάλα γίνεται), χρῆϲθαι δὲ καὶ γυμναϲίοιϲ, οὔ γε τοῖϲ βαρυτέροιϲ καὶ ἀθλητικοῖϲ (ἐπιπονώτερα γὰρ ἢ κατὰ γυναῖκάϲ ἐϲτιν ταῦτα, καὶ τῆϲ ὕληϲ περιελκομένηϲ εἰϲ τὴν εὐεκτικὴν τοῦ ϲώματοϲ θρέψιν ἔλαττον ἀεὶ τὸ γάλα γίνεται], τοῖϲ δὲ
μετρίοιϲ τε καὶ κούφοιϲ. διόπερ τὸ μὲν πρῶτον ἀπὸ τῶν ὕπνων
ἐγειρομένη τῆϲ κοίτηϲ μὴ παραυτίκα ἐξανιϲτάϲθω, πρὶν τῆϲ τροφῆϲ αἴϲθηται διοικουμένηϲ καὶ τοῦ μὲν ὑποχονδρίου κούφου, τῆϲ γαϲτρὸϲ δὲ λαγαρᾶϲ καὶ τῶν ἐρυγῶν διακένων καὶ μήτε καπνωδῶν μήτε ὀξω- δῶν, εἶτα περὶ τὴν διάτριψιν ἀϲχοληθεῖϲα τῶν περιϲϲευμάτων ἐπὶ
περίπατον ἐξίτω, μετὰ δὲ ταῦτα καὶ τὴν δι᾿ ὑποζυγίων αἰώραν ἐπι- τηδευέτω. 〈δεῖ〉 δὲ καὶ τοῖϲ γυμναϲίοιϲ ἐκείνοιϲ διαπονεῖν τὸν ὄγκον,
οἷϲ δύναται μὲν ϲαλευθῆναι πάντα τὰ μέρη, ἐπὶ πλεῖον δὲ τὰ περὶ τὰϲ χεῖραϲ καὶ τοὺϲ ὤμουϲ ἕνεκα τοῦ τὴν τροφὴν ἐκεῖ φέρεϲθαι μᾶλλον. ἐκ δὲ τού〈των〉 ἐϲτὶν ἥ τε διὰ ϲφαίραϲ παιγνία, καὶ μάλιϲτα
τῆϲ διακένου, καὶ 〈ἡ〉 διὰ τῶν κούφων ἁλτήρων βολή, ταῖϲ δὲ πενι- χροτεραιϲ τὸ ἐρέϲϲειν ἢ καὶ ἀνιμᾶν κάδον καὶ | τὸ πτίϲϲειν καὶ ἀλή-
θειν καὶ ϲιτοποιεῖν καὶ ϲτρωννύναι κοίτην καὶ ὅϲα κατ᾿ ἐπίκυψιν ποϲὴν ἐπιτελεῖται τοῦ ϲώματοϲ. τά τε γὰρ ἄνω μέρη γυμνάζεται
μᾶλλον, καὶ ἀπαιωρούμενοι μέχρι πλείονοϲ οἱ μαϲτοὶ τῷ μηδὲ αὐτοὺϲ
μένειν ἀργοὺϲ νοϲτιμώτερόν τε καὶ πλεῖον ἀποτελοῦϲιν τὸ γάλα τῆϲ ὕληϲ ἐπ᾿ αὐτοὺϲ ἀφθόνωϲ φερομένηϲ. διὸ καὶ λελυμένουϲ αὐτοὺϲ ἀεὶ μὲν ἔχειν ϲυμφέρει πρὸϲ τὸ μὴ διὰ τῆϲ περιειλήϲεωϲ ἀνακοπὴν γενέ- 70 71 72 73 ϲθαι τοῦ γάλακτοϲ, μάλιϲτα δὲ περὶ τὸν καιρὸν τῶν γυμναϲίων, ἕνεκα
τοῦ ϲυγκινηθῆναι ὅλοιϲ τοῖϲ ϲώμαϲιν. μετὰ δὲ τὰ γυμνάϲια ταῖϲ μὲν πλείοϲιν ἡμέραιϲ ἐπὶ μόνου μένειν τοῦ ἀλείμματοϲ (τὰ λουτρὰ γὰρ ἐξυδατοῖ τὸ γάλα), ἐκ διαϲτήματοϲ δὲ καὶ λουϲάϲθω μὴ τῷ θερμῷ μόνον, ἀλλὰ καὶ τῷ ψυχρῷ μετὰ τοῦ θερμοῦ.
γάρ ἐϲτι καὶ ὑδαρῆ) κρέα τε προβάτεια καὶ βόεια, μάλιϲτα δὲ τούτων ὀπτά, κακοϲτόμαχα καὶ δυϲδιοίκητα καὶ κακόχυλα ταῦτα πρὸϲ γάλακτοϲ
ἀπόδοϲιν ἐκτενοῦϲ. λαμβάνειν δὲ καθαρὸν ἄρτον πεπονημένον τε καὶ ζυμίτην ἀπὸ ϲητανίων γεγονότα πυρῶν, ψῶν λεκίθουϲ, ἐγκέφαλον, κίχλαϲ, νεοϲϲούϲ περιϲτερῶν καὶ τῶν κατοικιδίων ὀρνίθων, ἰχθῦϲ τε
πετραίουϲ, λάβρακαϲ, τρίγλαϲ καὶ κοινῶϲ τοὺϲ εὐϲτόμουϲ τε καὶ εὐϲτο-
μάχουϲ καὶ εὐχύμουϲ καὶ τὰ τῶν νεωτέρων χοίρων κρέα. φεύγειν
δὲ πᾶν τὸ πολυάρτυτον καὶ κεκαρυκευμένον· κολακεῦον γὰρ ἐπὶ πολὺ τὴν γεῦϲιν ἀπεψίαϲ παραϲκευάζει, δι’ ἃϲ φαρμάϲϲεται τὸ γάλα τοῖϲ ἄλλοιϲ τοῖϲ ἐν τῷ ϲώματι παραπληϲίωϲ. διὸ καὶ τῆϲ ϲυμμετρίαϲ
τῶν λαμβανομένων ϲτοχάζεϲθαι χρή, ἵνα μὴ διὰ τὸ πλῆθοϲ ἀπεψία γένηται, ληφθῇ δὲ ὅϲα ῥᾳδίωϲ πεφθήϲεται, καὶ μάλιϲτα εἰ διὰ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν καὶ ἀγρυπνίαι παρεμπίπτουϲιν.
τὸ πλεῖϲτον δέκα τὴν ἁπλῆν καὶ εὐοικονόμητον τροφήν, οἶον ῥόφημα, πόλτον 〈μὴ〉 λιπαρώτερον καὶ ψὰ καὶ ἄρτον καὶ ποτὸν ὕδωρ. εἰ δυνατὸν δέ, καὶ πρὸ μιᾶϲ τοῦτο διδόναι, λεπτότερον γὰρ ἐκ τούτου καὶ εὐκατεργαϲτότερον τὸ γάλα γίνεται· τοιούτου γὰρ τὸ βρέφοϲ χρῄζει βρυῶδεϲ ἔτι τυγχάνον καὶ ϲτενόπορον, ὥϲτε δυϲδιόδευτον εἶναι
πρὸϲ τὸ παχύτερον ἀκμὴν γάλα. μετὰ δὲ τὴν πρώτην ἑβδομάδα καὶ ἰχθύδιον τρυφερὸν ϲὺν τοῖϲ εἰρημένοιϲ ἢ νέων χοίρων ϲάρκαϲ ἢ 74 75 76 77 ἐγκεφάλουϲ ἕωϲ δευτέραϲ καὶ τρίτηϲ ἑβδομάδοϲ, ὥϲτε τροφιμώτερον τὸ γάλα γίνεϲθαι. μετὰ δὲ τὴν δευτέραν ἢ τρίτην ἑβδομάδα, τοῦτ᾿ ἔϲτιν
πηγνυμένου τοῦ νηπίου καὶ δεκτικοῦ γινομένου τροφιμωτέραϲ ὕληϲ, κἀκ τῶν μέϲων λαμβανέτω τι πτηνῶν, εἶθ᾿ οὕτωϲ πρὸϲ λόγον τῆϲ
τοῦ βρέφουϲ τονώϲεωϲ καὶ αὐξήϲεωϲ καὶ τῶν μειζόνων, εἶτα καὶ κρέαϲ λάγειον ἢ δορκάδειον ἢ ἐρίφειον, μετὰ δὲ ταῦτα καὶ χοίρειον· τὸ γὰρ ἐκ τῆϲ εὐτροφωτέραϲ ὕληϲ γάλα τροφιμώτερον. ὕϲτερον δὲ ποικίλοιϲ
χρήϲθω ϲιτίοιϲ, ἵνα καὶ τὸ βρέφοϲ ἐθίζῃ πρὸϲ τὴν ποικιλίαν τῶν δυ- νάμεων. ϲυν|αναφέρονται γὰρ αἱ ποιότητεϲ τῶν λαμβανομένων ϲιτίων
τῷ γάλακτι, διὸ καὶ τὸ μὲν τῶν αἰγῶν ἀϲτομώτερόν ἐϲτι καὶ παρα- ϲτῦφον, ἐπεὶ τοιαύταιϲ πόαιϲ χαίρουϲιν αἱ αἶγεϲ τρεφόμεναι, τὸ δὲ τῶν προβάτων εὐϲτομώτερον καὶ γλύκιον, ὅτι τοιαύτη καὶ ἡ τροφὴ τῶν προβάτων. τὸ δὲ ποτὸν ὕδωρ ἄχρι μὲν τεϲϲαράκοντα ἡμερῶν
λαμβανέτω τὸ ἐλάχιϲτον, τὸ δ᾿ ἐντεῦθεν οἰνομέλιτοϲ 〈παρὰ〉 μίαν καὶ
δευτέραν ἡμέραν ποϲόν. διευτονώϲαντοϲ δὲ τοῦ βρέφουϲ καὶ παγέν- τοϲ καὶ μετὰ εὐτροφίαϲ εὐχροήϲαντοϲ οἰνάριον πινέτω λευκόν, διαυγέϲ, ἀθάλαϲϲον, μετρίωϲ ὑπαύϲτηρον, μέϲον δὲ κατὰ τούϲ χρόνουϲ, ἀλλ᾿ ἅπαξ [δὲ κατὰ] τὸ πρῶτον καὶ διά τινων ἡμερῶν. εἶτα καὶ παρὰ δύο καὶ παρὰ μίαν, μετὰ δὲ ταῦτα καὶ καθ᾿ ἡμέραν καὶ οὐ μόνον ἅπαξ,
ἀλλὰ καὶ δίϲ, εἶτα καὶ ὅϲον ἱκανὸν παρηγορῆϲαι τὸ δίψοϲ. οὕτω γὰρ ἀβλαβῶϲ τὸ βρέφοϲ ὑπὸ τοῦ πεποιωμένου τῷ οἴνῳ τραφήϲεται γά- λακτοϲ, ἐν τοῖϲ ἔμπροϲθεν χρόνοιϲ ἀβλαβῶϲ τὴν δύναμιν ταύτην φέρειν οὐ πεφυκόϲ.
ὑπάρχον πρὸ τῆϲ ἀποτέξεωϲ ἔφερεν τὰϲ εἰρημέναϲ ποιότηταϲ τῆϲ μητρὸϲ αὐτοῦ καὶ οἶνον καὶ ποικίλην τροφὴν προϲφερομένηϲ. πρὸϲ ὅν λεκτέον, ὅτι ταῖϲ τῆϲ μητρὸϲ δυνάμεϲι τότε διοικούμενον ὡϲπερεὶ μέροϲ οὐκ ἔκαμνεν, μετὰ δὲ τὴν ἀπότεξιν ἰδίᾳ χρηϲάμενον ὑποϲτάϲει καὶ ἀϲθενεῖϲ ἔτι τὰϲ ἐνεργείαϲ ἔχον εὐμαρῶϲ ὑπὸ τῶν πληκτικωτέρων
πάϲχει, καθ᾿ ὃν τρόπον καὶ τὰ φυτὰ προϲηνωμένα μὲν ἔτι τοῖϲ μεγά- λοιϲ δένδρεϲι καὶ τῇ τούτων ϲυνδιοικούμενα ϲτερεότητι καρπο|φορεῖ
78 79 80 τε καὶ ἀνέμων ἐμβολὰϲ ὑποφέρει, χωριϲθέντα δὲ καὶ πρὸϲ ἰδίαν ὑπό-
ϲταϲιν φυτευθέντα ῥᾳδίωϲ ἐξ ὀλίγηϲ βλάπτεται. οὐ τοίνυν ἐκ τοῦ μὴ ἀδικεῖϲθαι τὴν γαλοῦχον ἐξ οἵνου νῦν νομιϲτέον μηδὲ τὸ βρέφοϲ κακωθήϲεϲθαι, διαλογιϲτέον δέ, ὅτι τῆϲ κατὰ τοῦτο ϲυϲτάϲεωϲ εὐτονώ- τερον ὁ οἶνοϲ, ἔνθεν τὰ πολλὰ τῶν ἀμελῶϲ τρεφομένων ἐπιληπτικοῖϲ
ἁλίϲκεται ϲπαϲμοῖϲ.
XV [XXXV]. Τί ποιητέον ϲβεννυμένου τοῦ γάλακτοϲ ἢ φθειρομένου ἢ παχυνομένου ἢ λεπτυνομένου.
[γὰρ] ἑτέραϲ τιτθῆϲ γάλα διδόναι [τὸ βρέφοϲ], μὴ ἐπιτρεπούϲηϲ δὲ τῆϲ περιϲτάϲεωϲ τὴν παροῦϲαν διαιτᾶν, ὡϲ μὴ νόϲῳ περιπεϲεῖν τὸ
βρέφοϲ. ἀποϲβεννυμένου τοίνυν τοῦ γάλακτοϲ ἐπιθεωρητέον, πότερον διὰ νόϲον γίνεται τοῦτο μερικὴν ὑϲτέραϲ ἢ καὶ ἄλλων τινῶν τόπων, ἢ καὶ 〈δι᾿〉 ὅλου τοῦ ϲώματοϲ ἀτροφίαν κοινῶϲ ἢ φυϲικῶϲ ἐλαττοῦται
τὸ γάλα μηκέτι τῆϲ φύϲεωϲ τοϲοῦτον ἀπογεννᾶν δυναμένηϲ, ὅϲον
ἱκανόν ἐϲτιν τῷ τρεφομένῳ. κἇν μέν τιϲ νοϲώδηϲ ὑποπίπτη διάθεϲιϲ, ταύτην δεῖ ἀκολούθωϲ ἀναϲκευάζειν, τοῦ γὰρ πάθουϲ λυθέντοϲ καὶ ὁ παραποδιϲμὸϲ λύεται τῆϲ ἐνεργείαϲ· ἐὰν δὲ μὴ διὰ πάθοϲ, γυμναϲίοιϲ
δεῖ χρῆϲθαι τοῖϲ ἀνειμένοιϲ καὶ περιπάτοιϲ καὶ τρίψεϲιν ταῖϲ δι᾿
αὐτῆϲ καὶ ταῖϲ δι᾿ ἄλλων μετὰ κατοχῆϲ πνεύματοϲ, ἐπὶ τέλει δὲ καὶ
τούϲ μαϲτοὺϲ τρίβειν ἠρέμα. χρῆϲθαι δὲ καὶ ἀναφωνήϲει καὶ λουτρῷ καὶ τροφαῖϲ εὐχύλοιϲ καὶ τῇ διαχύϲει τῆϲ ψυχῆϲ καὶ τοῖϲ δυναμένοιϲ μάλιϲτα γυμνάζειν τὰ ὑπερκείμενα μέρη· διὰ τούτων γὰρ εἰϲ εὐτρο- φίαν ἀγομένου τοῦ ὅλου ϲώματοϲ ϲυνευτροφεῖ καὶ τὰ περὶ τοὺϲ
μαϲτούϲ. ϲυνεχεϲτέρα δὲ ἔϲτω καὶ ἡ ἐκμύζηϲιϲ, πρὸϲ γὰρ τὴν τοι-
αύτην αἴϲθηϲιν ὕληϲ ἐπιφορὰ γίνεται πλείονοϲ. Μνηϲίθεοϲ δὲ δὶϲ 81 82 83 84 85 τῆϲ ἡμέραϲ ἐμέτῳ χρῆϲθαι παραινεῖ μὴ ἐφιϲτάϲ, ὅτι διὰ τῶν ἐμέτων διαφθορὰ γίνεται μᾶλλον, χωρὶϲ εἰ μὴ χρόνιον νόϲημά τιϲ θέλοι διορ- θώϲαϲθαι. τινὲϲ δὲ τοῖϲ ἀρωματικοῖϲ ποτήμαϲιν ἐχρήϲαντο καὶ τοῖϲ καταποτίοιϲ 〈τοῖϲ διὰ〉 τοῦ γάλακτοϲ λεγομένοιϲ· ἔδοϲαν δὲ καὶ τοὺϲ
μαϲτοὺϲ ἐϲθίειν τῶν πολυγαλακτούντων τῇ φύϲει ζῴων. οἱ δὲ γλαῦ-
κάϲ τε καὶ νυκτερίδαϲ ἔκαυϲαν καὶ τὴν ϲποδιὰν αὐτῶν τοῖϲ πινομένοιϲ ἐπέπαϲϲον ἢ μεθ᾿ ὑγροῦ τινοϲ τοῖϲ μαϲτοῖϲ ἐπέχριον. ἅπερ ἀποδοκι- μαϲτέον ἕκαϲτα, τὸν γὰρ ϲτόμαχον ἀνατρέποντα καὶ φθορὰν ἐργαζό- μενα διπλαϲιάϲει τὴν ἀτροφίαν.
γυμναϲίοιϲ τὰ ϲώματα δεῖ καταπυκνοῦν, παχυτέρου δὲ ὄντοϲ λουτροῖϲ τε χρῆϲθαι καὶ τροφαῖϲ ῥοφηματώδεϲιν καὶ τοῖϲ ὀλιγοτρόφοιϲ τῶν προϲφερομένων καὶ ὑδροποϲίᾳ. τινὲϲ δέ, ὧν εἰϲιν οἱ περὶ Μοϲχίωνα, κάππαριν ἔδοϲαν καὶ ῥαφανῖδαϲ καὶ ταρίχουϲ· οῖϲ οὐ ϲυγκαταθετέον,
διὰ γὰρ τῆϲ δριμυφαγίαϲ εἰ καὶ τὸ πάχοϲ τέμνοιτο τοῦ γάλακτοϲ, 〈ἡ〉 ποιότηϲ αὐτοῦ φθαρεῖϲα καὶ δηκτικὴ γενομένη μᾶλλον 〈βλάπτει〉. | λεπτοτέρου δὲ τοῦ γάλακτοϲ γενομένου τὰ μὲν λουτρὰ ἀποδοκιμαϲτέον
ἐξυδατωτικὴν φύϲιν ἔχοντα. χρηϲτέον δὲ τροφῇ πόλτοιϲ ϲκευαζομένοιϲ ἐκ φαρόϲ τε καὶ χόνδρου καὶ ῴοῖϲ ῥοφητοῖϲ καὶ ϲτροβίλοιϲ καὶ ποϲὶ
χοιρείοιϲ καὶ τοῖϲ ἀκροκωλίοιϲ (γλίϲχρον γάρ τι καὶ κολλῶδεϲ [ὃν] ἐν τούτοιϲ) καὶ ἐριφείοιϲ κρέαϲι ποτὲ μὲν ὀπτοῖϲ, ποτὲ δὲ ἑφθοῖϲ καὶ οἰναρίῳ τῆϲ γε τοῦ βρέφουϲ προκοπῆϲ ἐπιτρεπούϲηϲ. διαφθειρομένου
δὲ τοῦ γάλακτοϲ, ὅπερ ἐπὶ τὸ πλεῖϲτον ἐξ ἀπεψιῶν γίνεται καὶ ϲυνου- ϲιῶν καὶ τῆϲ κακοχυμοτέραϲ τροφῆϲ, ὑφαιρετέον μὲν τούτων ἕκαϲτον,
εἰϲ δὲ τὴν εὔχυλον καὶ ὑγιεινὴν ἐπιϲτρεπτέον δίαιταν. καὶ τὰ μὲν περὶ τῶν γαλούχων ταῦτα, ἀνακαμπτέον δὲ ἐπὶ τὰ λοιπὰ 〈τῶν〉 εἰϲ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν.
XVI [XXXVI]. Περὶ λουτροῦ καὶ τρίψεωϲ τῶν βρεφῶν.
τῷ μετὰ τὸ λουτρὸν αὐτὸ κεκοπωμένον ἡϲυχάζειν τε καὶ κοιμᾶϲθαι.
τοῦτο δ᾿ ἐϲτὶ βλαβερώτερον· ἄτονον γὰρ γίνεται τὸ ϲῶμα καὶ εὐπαθὲϲ καὶ εὐπερίψυκτον καὶ πρὸϲ πᾶϲαν βλάβην εὐάλωτον, ἐξοχώτερον δὲ κεφαλὴν πέφυκεν ἀδικεῖϲθαι καὶ τὰ περὶ τὰϲ αἰϲθήϲειϲ. ὅθεν καὶ καθ᾿ ἡμέραν μὲν αὐτὸ δεῖ λούειν, οὐδέποτε δὲ νυκτόϲ, ἀλλ᾿ οὐδὲ δὶϲ οὐδὲ
τρίϲ, μόνον δὲ ὅταν ἐπείγῃ τι, μολυνόμενον ἐπὶ πλεῖον ἢ ἐξανθήμαϲιν τραχυνόμενον. |
ἐπὶ τῶν γονάτων ἁπλώϲαϲαν ὠμόλινον 〈ἢ〉 ῥάκοϲ, ἔπειτα κατακλίνειν
τὸ βρέφοϲ καὶ ἀποϲπαργανώϲαϲαν ἀλείφειν ἐλαίῳ χλιαρῷ· εἶτα κατέ- χουϲαν τῇ εὐωνύμῳ χειρὶ τὸν δεξιὸν βραχίονα ὑπὸ τὴν μαϲχάλην, ὥϲτε τὸ ϲτῆθοϲ αὐτοῦ τῷ πήχει προϲαναπαύεϲθαι παρεγκεκλιμένου ποϲῶϲ ἐπὶ τὸ δεξιὸν πλευρόν, καταντλεῖν διὰ τῆϲ δεξιᾶϲ χειρὸϲ ὕδωρ
θερμόν τε καὶ εὔκρατον ὡϲ πρὸϲ τὴν τοῦ βρέφουϲ εὐαρέϲτηϲιν· τὸ γὰρ ὡϲ πρὸϲ ἡμᾶϲ εὔκρατον ζεϲτότερον ἀκμὴν τῷ νηπίῳ διὰ τὴν ὑπερβάλλουϲαν τρυφερίαν τοῦ ϲώματοϲ. παρεπιχέειν δέ τινα κατὰ λόγον ἁρμόϲει ὕδωρ θερμόν, ἐπεὶ ψύχεται τὸ πρῶτον, καὶ καταντλεῖν
μέχριϲ ἂν εὐανθὲϲ γένηται τὸ ϲῶμα καὶ ὁμαλῶϲ θερμόν. εἶτα ϲτρέφειν
τὸ βρέφοϲ καὶ ὑπτιωθέντοϲ αὐτοῦ προϲαπολούειν καὶ ἀποκαθαίρειν τὰ μηρία καὶ τὴν ἕδραν καὶ τὰ περὶ τὸν τράχηλον καὶ τὰ περὶ τὰϲ μαϲχά- λαϲ (ῥύποϲ γὰρ αὐτοῖϲ περιφύεται) κἄπειτα λοιπὸν εἰϲ καθαρὸν ὕδωρ ὴ ἔλαιον ἀποβαπτομένῳ τῷ λιχανῷ τὰ ἐγκείμενα τῷ ϲτόματι ϲίελα κομίζεϲθαι καὶ ἡϲυχῆ γλῶττάν τε καὶ οὖλα καὶ χαλινὰ διαψηλαφᾶν,
κούφωϲ δὲ θλίβειν τὸ ἦτρον εἰϲ ὑπόμνηϲιν ἀπουρήϲεωϲ. μετὰ δέ τιναϲ ἡμέραϲ καὶ διὰ γαλακτώδουϲ ὕδατοϲ μετὰ τὸ θερμὸν ἐθίζειν αὐτὸ 89 90 91 λοῦϲθαι, χάριν τῆϲ πρὸϲ τὴν ψυχρολουϲίαν ϲυνηθείαϲ, ὑφ᾿ ἧϲ δυϲπερί- ψυκτον φυλαχθήϲεται.
ἐπὶ κεφαλὴν αὐτὸ δεῖ κρεμνᾶν χάριν τοῦ διάϲταϲιν λαμβάνειν τούϲ
ϲπονδύλουϲ καὶ εὐκαμπῆ τὴν ῥάχιν ἀποτελεῖϲθαι καὶ τὰ νεῦρα καθά- περ ἐκ ϲυϲτροφῆϲ τινοϲ ἁπλοῦϲθαι, κἄπειτα προϲηνῶϲ αὐτὸ ϲχηματί- ζειν κατὰ τῶν τῆϲ λελουκυίαϲ μηρῶν καὶ τῷ προυποκειμένῳ ῥάκει ἢ ὠμολίνῳ περιβληθὲν ἐκμάϲϲειν. εἶτα ϲυναλείφειν ἐκτενῶϲ καὶ τρίβειν
μετὰ διαπλαϲμοῦ μέροϲ ἕκαϲτον, ὥϲτε λεληθότωϲ [ἕκαϲτον] τὸ ἀκμὴν
ἀδιαμόρφωτον εἰϲ τοὺϲ κατὰ φύϲιν διατυπωθῆναι χαρακτῆραϲ. δια- κρατήϲαϲα γὰρ οὖν ἡ τιτθὴ ποτὲ μὲν τὸν καρπὸν μετὰ ἀποτάϲεωϲ τῆϲ δεξιᾶϲ χειρὸϲ λοξὴν κατὰ ῥάχεωϲ ἀπὸ εὐωνύμου γλουτοῦ τὴν τρίψιν ἀγέτω, ποτὲ δὲ καὶ τὸ δεξιὸν ϲφυρὸν καταϲχοῦϲα πάλιν ἀπὸ τῆϲ εὐωνύμου ὠμοπλάτηϲ ἐπὶ τὸ δεξιὸν ἀγέτω ϲκέλοϲ. εἶτ’ ἐπὶ ῥάχιν
ἀνακλάτω τὰ κῶλα, δεξιὸν μὲν ἀκροπόδιον ἀριϲτερῷ προϲάγουϲα χειρὸϲ ἄκρῳ, εὐώνυμον δὲ δεξιῷ. μαλάϲϲεται γὰρ οὕτω τὰ νεῦρα τῶν ἄρθρων, 〈ὧν〉 ἕκαϲτον εὐκινητότερον ταῖϲ ποικίλαιϲ περιαγωγαῖϲ ἀποτελεῖται, καὶ εἴ τι γλιϲχρῶδεϲ ϲυνιϲταμένου τοῦ ζῴου παρειϲεδύετο τοῖϲ ἄρθροιϲ, ἐκθλίβεται. μετὰ δὲ τὴν καθ᾿ ἓν μάλαξιν ἀμφότερα τὰ ϲκέλη πρὸϲ
ἄλληλα ϲυνάγουϲα διὰ μὲν τῆϲ ἑτέραϲ χειρὸϲ μετ᾿ ἀποτάϲεωϲ ϲυνεχέτω, διὰ δὲ τῆϲ ἑτέραϲ ὅλον κατὰ μῆκοϲ τριβέτω.
ἐπαγωγῇ. ϲφυρὰ δὲ ἀλλήλοιϲ προϲηγμένα ζυγούτω καὶ ῥυθμιζέτω 〈καὶ〉 κατὰ τὴν ἀνάτριψιν τὴν ἀπὸ τῶν πτερνῶν τὰϲ προτέραϲ ὑπεροχὰϲ
καταϲτελλέτω διορθουμένη τὸ ἐκτρεπόμενον· εἶτα προϲανακλάτω τὰ
κῶλα τοῖϲ πυγαίοιϲ προϲάγουϲα τὰϲ πτέρναϲ. ἐντεῦθεν δὲ καὶ πλα-
τείαιϲ ταῖϲ χερϲὶν ἐπ᾿ εὐθείαϲ τε καὶ κατὰ περιϲπαϲμὸν ἐξομαλιζέτω τὴν ῥάχιν, εἶτα τῷ μεγάλῳ δακτύλῳ κάτωθεν ἀπὸ μεϲοπυγίου ἕωϲ ἰνίου κατ᾿ ἀπόταϲιν θλίβουϲα ἐπικοιλαινέτω 〈καὶ πά〉λιν ἀπὸ τραχήλου
ἕωϲ ἱεροῦ ὀϲτέου κατ᾿ εὐθεῖαν, ἵνα ἡ μετὰ τοῦ εὐπρεποῦϲ καὶ ἡ μετ᾿ 92 93 94 95
εὐκινηϲίαϲ τῶν ϲπονδύλων ϲύνθεϲιϲ ἀποτελεϲθῇ. μετὰ δὲ ταῦτα διὰ τοῦ μεγάλου καὶ λιχανοῦ δακτύλου τὰ περὶ τὰ πυγαῖα ταῖϲ ἐμπιέϲεϲιν εὐπρεπείαϲ ἕνεκα κοιλαινέτω, ϲυνεϲτραμμένηϲ δὲ τῆϲ χειρὸϲ ἐπαγωγῇ τὰ ὑπὲρ τὸν ἔϲχατον τῆϲ ῥάχεωϲ ϲπόνδυλον λεληθότωϲ ἀπωθείϲθω πρὸϲ τὸ μὴ γενέϲθαι λόρδωϲιν, οὕτω δὲ καὶ κατὰ νώτου καὶ μετα-
φρένου χάριν τοῦ δυϲεξύβωτα καὶ 〈μὴ〉 ἀνώμαλα εἶναι. μετὰ δὲ ταῦτα τὸ κεφάλιον πρῶτον μὲν 〈κατὰ〉 περιαγωγὴν ἑκατέρᾳ χειρὶ τριβέτω ϲτρογγύλωϲ, δεύτερον δέ πωϲ ὑποτυπούτω ποτὲ μὲν ἐξ ἀντιθέτων τῶν χειρῶν ἦ μὲν κατ᾿ ἰνίου, ἢ δὲ κατὰ μετώπου ταϲϲομένη, ποτὲ δὲ
ἦ μὲν κατὰ κορυφῆϲ, ᾖ δὲ ὑπ᾿ ἀνθερεῶνα. εὐρυθμιζέτω δὲ δεξιῶϲ τὸ
κρανίον, ὥϲτε μὴ προμηκέϲτερον ἢ φοξὸν ἀποτελεϲθῆναι. ποτὲ δὲ καὶ κινείτω προϲεπαίρουϲα τὸ κεφάλιον καὶ ἀποτεινέτω, γυμναϲίαϲ ἕνεκα τῶν τενόντων καὶ κινήϲεωϲ τῶν ϲπονδύλων, ἐπεὶ δι᾿ αὑτοῦ ταῦτα τὰ μέρη κινεῖν ἀδυνατεῖ τὸ νήπιον.
τὰ ἔμπροϲθεν ϲυναλειφέτω. καὶ διά τινων ἡμερῶν τούϲ ὀφθαλμούϲ ἐγχυματιζέτω, καὶ μὴ καθ᾿ ἡμέραν, ὀφθαλμίαι γὰρ ἐντεῦθεν ἐνίοιϲ ἐπακολουθοῦϲιν ἑλκουμένων ποτὲ καὶ τῶν ὑμένων. τριβέτω δὲ πάλιν ἀπὸ ἀκρωμίου κατὰ μίαν ἀποτεταμένην χεῖρα, κἆπειτα λοιπὸν αὐτὰϲ ἀντιπαραλλαϲϲέτω περὶ ϲτέρνον ὡϲ ἐπὶ πλευρὰϲ ἄγουϲα καὶ περιπτύϲ-
ϲουϲα, καθάπερ ἐπὶ τῶν περιλαμβανόντων εἴωθε γίνεϲθαι, μετὰ ποϲῆϲ
ἐκτάϲεωϲ. προϲανατριβέτω δὲ κοιλίαν καὶ θώρακα καὶ καθ᾿ ἓν πάλιν ϲκέλοϲ ἀποτεταμένον. εἰθ᾿ ὑφ᾿ ἕν ἐζυγωμένα τὰ δύο. διαϲαλευέτω δὲ καὶ τὰϲ ἐπιγονατίδαϲ, ἵνα μὴ δυϲκίνητοι τῇ ϲυμβολῇ τῶν κώλων καθι- ϲτῶνται, καὶ προϲεκπλατυνέτω χάριν εὐμορφίαϲ ἁπλῇ τῇ χειρὶ κατὰ
μῆκοϲ ἀντιπαραγομένῃ, ϲυνηγμένων πρὸϲ ἄλληλα τῶν ϲκελῶν. τριβέτω δὲ τοῖϲ ἀντίχερϲιν ἑκατέροιϲ καὶ τοὺϲ ὀφθαλμοὺϲ 〈καὶ〉 περιπλαϲϲέτω καὶ τὸν μυκτῆρα διεγείρουϲα μὲν αὐτὸν ἐπὶ ϲιμῶν, θλίβουϲα δὲ ἐπὶ γρυπῶν, προϲαναϲτέλλουϲα 〈μέν〉, ἐφ᾿ ὧν τὸ γρυπόν, οὐ κατὰ μετε- ωριϲμὸν ἐπὶ τοῦ ὑψώματοϲ, κατὰ προπέτειαν δὲ τῶν περὶ τὸ ϲφαι-
ρίον ἄκρων, ἐπιϲπωμένη δὲ ἀνεϲταλμένα τὰ πτερυγώματα τῶν ῥινῶν. 96 97 98 εἰ δὲ ἄρρεν τὸ νήπιον ὑπάρχον φαίνοιτο λειπόδερμον, τρυφερῶϲ ἐπι-
ϲπάϲθω τὴν ἀκροποϲθίαν ἢ καὶ διὰ κροκύδοϲ ϲυνεχέτω πρὸϲ διακρά- τηϲιν· ἑλκομένη γὰρ ἐκ τοῦ πρὸϲ ὀλίγον καὶ ϲυνεχῶϲ ἐπιϲπωμένη ῥᾳδίωϲ ἐπιδίδωϲι καὶ τὸ κατὰ φύϲιν ἀπολαμβάνει μῆκοϲ καλύπτουϲα
τὴν βάλανον καὶ ϲυνεθιζομένη τὴν φυϲικὴν εὐμορφίαν τηρεῖν. προϲ- αναπλαϲϲέτω δὲ καὶ τὸν ὄϲχεον ἐκ τῶν ϲυμμηριῶν, 〈καὶ〉 ἵνα μὴ θλίβηται, προῦποβάλλουϲα ἔριον κατὰ τῶν μηρῶν οὕτωϲ αὐτὸν ἀπο- τιθέτω. |
ὀλίγῳ λελιπαϲμένον ἐλαίῳ· τὸ γὰρ πλεῖον ψύχει τε καὶ οὐκ ἐᾷ μένειν τὰ ϲπάργανα δι᾿ ὑγραϲίαν, καὶ ὀλιϲθανόντων καὶ περιτρεπομένων δια- ϲτρέφεται τὰ κῶλα. ϲυμφέρει δέ ποτε καὶ κηρῷ Τυρρηνικῷ τακέντι 〈ϲὺν〉 ἐλαίῳ πρὸ τῆϲ ϲπαργανώϲεωϲ ἀλείφειν τὰ ϲώματα· μαλάϲϲει γὰρ οὖτοϲ καὶ θάλπει τὸν ὄγκον, ἔτι δέ πωϲ τρέφει καὶ λευκαίνει τὸ
ϲῶμα. μετὰ δὲ τὸ λουτρὸν ἐκμυζάτω τὰ ὦτα καὶ τοὺϲ μυκτῆραϲ τοῦ
βρέφουϲ, ὅπωϲ μὴ ὑπομεῖναν ὑγρὸν τρυφεροὺϲ ἔτι τυγχάνονταϲ τοὺϲ φυϲικοὺϲ πόρουϲ βλάψῃ.
XVII [XXXVII]. Πῶϲ δεῖ καὶ πότε διδόναι τῷ βρέφει τὸν μαϲτόν.
μετὰ〉 τὴν ἐκ τοῦ λουτροῦ ταραχήν, αὐτὸ παρατιθέτω· τὸ γὰρ εὐθέωϲ παρέχειν τὴν τροφὴν ἐπιβλαβὲϲ οὐ μόνον νηπίῳ, ἀλλὰ καὶ τελείῳ, πεπυρωμένη γὰρ ἡ ϲύγκριϲιϲ ἀθρόωϲ ἐπιϲπᾶται τὴν τροφὴν καὶ δια- φθείρει. καὶ αὐτὴ ἡ γαλουχοῦϲα, εἴπερ ἀπὸ βαλανείου τυγχάνει,
διαϲτηϲάτω τὸ αὔταρκεϲ καὶ προλαμβανέτω πρότερον ὑδάτιον· οὐ γὰρ τεταραγμένῳ τῷ ϲώματι μόνον ἐπιβλαβὲϲ λαμβάνειν τὴν τροφήν, ἀλλὰ καὶ ἀπὸ τεταραγμένου ϲώματοϲ τροφὴ βλάπτει. καὶ τὸ νήπιον
οὖν ἀπὸ τοῦ λουτροῦ διαϲτηϲάτω καὶ ἡ τροφόϲ, 〈καὶ〉 ἀπαμελξάτω 99 100 101 102
τὸ παρεγκείμενον τοῖϲ μαϲτοῖϲ καὶ ἀποθλίψαϲα τὸ ἀπὸ τῆϲ τα|ραχῆϲ διεφθαρμένον γάλα, τότε διδότω καθαρὰν τροφὴν εὐϲταθοῦντοϲ τοῦ ϲώματοϲ.
ἐϲχηματιϲμένον, ποτὲ μὲν δεξιόν, ποτὲ δὲ εὐώνυμον, ἐντιθέτω τοῖϲ χείλεϲιν αὐτοῦ τὴν θηλήν. καθεζέϲθω μὲν οὖν οἶον ἐπινενευκυῖα, ἐπειδήπερ ὑπτιωμένηϲ αὐτῆϲ ἢ καταρρόπου ἐϲχηματιϲμένηϲ δυϲκολω- τέρα γίνεται ἡ κατάποϲιϲ, ὥϲτε ποτὲ μὲν ἀνταποδίδοϲθαι τὸ πινό-
μενον, ποτὲ δὲ καὶ πνιγμοῦ γίνεϲθαι παραίτιον. τοῦ αὐτοῦ δὲ χάριν
καὶ τὸ βρέφοϲ ποϲῶϲ ἀνάρροπον ἐϲχηματίϲθω, μὴ διηνεκῶϲ δὲ ἐπὶ τὸ- δεξιὸν πλευρόν, πρῶτον μὲν εἰϲ τὸ ἐναλλάξαι ἐφ᾿ ἑκατέρου τε μαϲτοῦ τρέφεϲθαι, δεύτερον δὲ πρὸϲ τὸ μὴ μετὰ τὴν λύϲιν τῶν ϲπαργάνων μὴ πάντοτε κατεχομένην τὴν δεξιὰν μελέτην ὑπομεῖναι τῆϲ ἀνενεργη-
ϲίαϲ. ἐνθεῖϲα μέντοι τὸν μαϲτόν, ὡϲ εἴρηται, πρὸ τοῦ τὸ νήπιον ἐπι-
ϲπᾶϲθαι τὴν θηλὴν πρᾴωϲ ἐνθλιβέτω τὸ γάλα πρὸϲ ὑπόμνηϲιν τῆϲ ὀρέξεωϲ καὶ εἰϲ τὸ μὴ κακοπαθεῖν ἐπὶ πολὺ τὸ νήπιον τὴν πρώτην
βιαζόμενον ὁλκήν. ἀφ᾿ ὕπνου δὲ ἡ τροφὸϲ ὑπάρχουϲα πάντοτε περι- πατείτω διατριψαμένη καὶ ϲαλεύουϲα τούϲ μαϲτούϲ 〈καὶ〉 οὕτω τὸ γάλα τῷ τρεφομένῳ παρεχέτω· διατμίζεται γὰρ τὸ περιϲϲὸν καὶ λύεται
τὸ παχυμερὲϲ ἐκ τῆϲ τοιαύτηϲ προδιακινήϲεωϲ. μικρὸν δ᾿ ἐν ταῖϲ ἀγκά- λαιϲ αὐτὸ προδιακατέχουϲα μετὰ τὸ ϲυμμέτρου μεταϲχεῖν γάλακτοϲ κοιμιζέτω καθ᾿ οἴαϲ ὑπεδείξαμεν κοίτηϲ, προκύπτον δὲ καὶ ἐγκλῖνον
καθεδρίῳ. πάντοτε δὲ ἄνωθέν τι περιβαλλέϲθω ϲκέπηϲ ἕνεκεν ἢ τοὺϲ ὁφθαλμοὺϲ αὐτοὺϲ ἐπικαλυπτέτω διά τινοϲ, οὐ μόνον τῇ τρυφερίᾳ
πρὸϲ πᾶν τὸ παρεμπεϲεῖν δυνάμενον εὐαδικήτουϲ ὑπάρχονταϲ, ἀλλὰ καὶ ὑπὸ τοῦ πλείονοϲ φωτὸϲ καὶ τῆϲ ἀηδεϲτέραϲ αὐγῆϲ εἰωθόταϲ ἀπο-
ϲτραβοῦϲθαι. μὴ ϲυγκοιμάϲθω δὲ τὸ βρέφοϲ αὐτῇ, καὶ μάλιϲτα ἐν ἀρχαῖϲ, ἵνα μὴ ἀπροόπτωϲ ἐπικυλιϲθεῖϲα περιθλάϲεωϲ ἢ πνιγμοῦ γένηται παραιτία. διὸ καὶ παρακείϲθωϲαν αἱ βαυκάλαι τῇ κλίνῃ, κἂν ἔγγιον
ἔτι ϲπουδάζῃ τὸ βρέφοϲ ἔχειν, ἡ ϲκάφη κατὰ τῆϲ κλίνηϲ ἐπιτιθέϲθω.
ἡμέραϲ ἢ νυκτὸϲ διδόναι τὸ γάλα· διὰ γὰρ τὴν ἀμετρίαν νόϲοιϲ ἁλί- ϲκεται, πρὶν ἐξοικονομῆϲαι τὸ πρῶτον ἕτερον λαμβάνον καὶ οὕτωϲ διαφθεῖρον τὸ πρῶτον, καὶ μάλιϲτα νυκτόϲ. πλεονάκιϲ μὲν οὖν παρ-
ἔχειν τὸν μαϲτὸν παρ᾿ ὅϲον τὴν αὐτάρκη τροφὴν οὐ δύναται λαμβά- νειν· καὶ γὰρ τὸ γάλα φύϲει πλήϲμιον, ὥϲτε κόρον ἐμποιῆϲαι τῷ νηπίῳ, πρὶν ἢ αὔταρκεϲ αὐτῷ πρὸϲ τὴν διάθρεψιν παρατεθῆναι, καὶ αὐτὸ δὲ τὸ βρέφοϲ, κάμνον διὰ τὴν ἀτονίαν τοῦ ἐπιϲπᾶϲθαι ἄχρι πλείονοϲ τὴν θηλήν, ἀφίϲταται πρὸ τοῦ λαβεῖν τὸ αὔταρκεϲ. παρ᾿ δ
πλεονάκιϲ μὲν αὐτῷ δεῖ τὸ γάλα δίδοϲθαι, πλὴν οὐκ ἀδιαλείπτωϲ οὐδὲ πρὸ τοῦ λουτροῦ, πολὺ δὲ μᾶλλον οὐδ᾿ ἐν αὐτοῖϲ τοῖϲ βαλανείοιϲ, ὅπερ ἀπαραιτήτωϲ ποιοῦϲιν αἱ γυναῖκεϲ ῥᾳδίωϲ κλαῖον αὐτὸ ϲιγῆϲαι θέλουϲαι· διαφθειρομένου γὰρ καὶ ἀποξυνομένου τοῦ γάλακτοϲ κακοῦ- ται τὸ νευρῶδεϲ ἐπιληψίαι τε καὶ ἀποπληξίαι γίνονται. πάντων δὲ
χαλεπώτατον καὶ εἰϲ προφυλακὴν τοῦ μηδ᾿ ὅλωϲ αὐτὸ κλαῦϲαι τὴν θηλὴν διὰ τοῦ ϲτὸματοϲ καταλιπεῖν αὐτοῦ κοιμωμένου· θλιβομένων
γὰρ τῶν μυξωτήρων καὶ ἀποφραϲϲομένου τοῦ ϲτόματοϲ καὶ βαρυνο- μένου τοῦ φάρυγγοϲ ἔϲθ᾿ ὁπότε τοῦ γάλακτοϲ χωρὶϲ ἐκμυζήϲεωϲ ἐπιρρέοντοϲ τὸ νήπιον πνίγεται.
μαϲτὸν αὐτῷ παρέχειν. πρῶτον μὲν γὰρ αὐτῷ ϲυμφέρει ποτὲ καὶ ὁ κλαυθμόϲ· γυμνάϲιον γὰρ φυϲικὸν τοῦτο εἰϲ τόνωϲιν τοῦ πνεύματοϲ καὶ τῶν ἀναπνευϲτικῶν ὀργάνων πρόϲ τε τὴν διάταϲιν διευρυνομένων τῶν πόρων ἡ ἀνάδοϲιϲ τῆϲ τροφῆϲ εὐχερεϲτέρα παραϲκευάζεται· πλὴν
οὐχ ἕωϲ πλείονοϲ κλαίειν ἀνετέον αὐτό, καὶ γὰρ τοὺϲ ὀφθαλμούϲ ἀδικεῖ καὶ τῆϲ εὶϲ ὄϲχεον ἐντέρων κατολιϲθήϲεωϲ αἴτιον γίνεται. δεύ-
τερον οὐ διὰ μόνην ἔνδειαν κλαυθμυρίζει τὸ βρέφοϲ, ἀλλὰ καὶ διὰ ϲφίγξιν ἢ θλίψιν κακῶϲ ἐϲχηματιϲμένον, ἢ διὰ δῆξιν περιϲϲωμάτων καὶ ζῴου τινὸϲ ἢ νυγμόν, ἢ πλῆθοϲ τροφῆϲ ἐπιβαρούϲηϲ τὸν ὄγκον,
ἢ ῥῖγοϲ, ἢ κα〈ῦμα, ἢ〉 τὸ μὴ δύναϲθαι διαχωρῆϲαι ϲκληροτέρου 105 106 107 108 παρεγκειμένου τοῖϲ ἐντέροιϲ περιϲϲεύματοϲ, ἢ διὰ δυϲαρέϲτηϲιν ἄλλην ἢ νόϲον· ὧν ἕκαϲτον, ἐφ᾿ ὅϲον ἐνδέχεϲθαι, ϲημειοῦϲθαι δὴ πέφυκεν, ὥϲτε κατάλληλα πρᾶξαι τοῖϲ ὀχλοῦϲιν καὶ οὐ πάντωϲ ἐπὶ τὸ δοῦναι
τὸν μαϲτὸν τῷ βρέφει παρελθεῖν. ὅτι μὲν οὖν θλίβεται, γνωρίϲομεν τῷ δακτύλῳ τὴν θλίψιν τῶν τελαμώνων καταλαμβάνοντεϲ καὶ πελιού-
μενον ἄκρον ἰδόντεϲ ἢ μὴ κατὰ φύϲιν ἐϲχηματιϲμένον· ὅτι δὲ δάκνε- ται ἢ νύϲϲεται ὑπό τινοϲ, διὰ τοῦ αἰφνίδιον κραυγάϲαι μήτε μεταϲχη-
ματιϲθὲν μήτε ἐϲφιγμένον ὑπὸ τῶν ϲπαργάνων· ὅτι | δὲ βαρεῖται διὰ πλείονοϲ τροφῆϲ παράθεϲιν, διὰ τοῦ ἀϲᾶϲθαι καὶ ἐρυγάζεϲθαι, πολλάκιϲ δὲ καὶ μετέωρον ἔχειν τὸ ὑποχόνδριον (κἀκ τούτου μαθεῖν πρόϲεϲτιν,
ποϲάκιϲ πέπωκεν γάλα)· ὅτι δὲ ῥιγοῖ, διὰ τοῦ πυκνοῦϲθαι καὶ ϲυϲτρέ- φεϲθαι καὶ ἀπεψῦχθαι, ποτὲ δὲ καὶ πεπελιῶϲθαι τὰ γυμνὰ καὶ τὸν
οῖκον, ἐν ᾧ τρέφεται, φαίνεϲθαι ψυχρόν· ὅτι δὲ καυματίζεται, διὰ τοῦ θερμοτέρου μὲν ἡμᾶϲ ἀντιλαμβάνεϲθαι τοῦ ἀέροϲ, ἐρυθραίνεϲθαι δὲ καὶ πνευϲτιᾶν τὸ νήπιον ἢ πολλάκιϲ παρὰ τὸ δέον ϲκεπάϲμαϲιν περί
βεβλῆϲθαι· ὅτι δὲ παρὰ τὸ ϲκληρὸν εἶναι τὸ ϲκόβαλον καὶ δυϲδιαχώ- ρητον, ἐκ τοῦ μετὰ διατάϲεωϲ καὶ ϲυνολκῆϲ τοῦ ϲώματοϲ κλαίειν ἔνεϲτι
γνῶναι· ὅτι δὲ 〈δι᾿ ἄλλην〉 δυϲαρέϲτηϲιν καὶ ὁποιανδήποτε νόϲον, διὰ τοῦ ϲυνάγεϲθαι τοῖϲ χαρακτῆρϲιν καὶ ἀποϲτρέφεϲθαι τὸν μαϲτὸν ἐπὶ μηδεμιᾶ
τῶν ἔμπροϲθεν αἰτιῶν εἰρημένων. τὸ δὲ τῆϲ τροφῆϲ ὀρεγόμενον διὰ
τοῦ μηδενὸϲ τῶν εἰρημένων παρόντοϲ τὰ χείλη μὲν ϲαλεύειν, τὸ δὲ ϲτομάτιον ἀνοίγειν (καὶ μάλιϲτα εἴ τιϲ αὐτοῦ δακτύλῳ παράψαιτο διὰ τῆϲ ἁφῆϲ εἰϲ ὑπόμνηϲιν ἄγων τῆϲ θηλῆϲ), ἔτι δὲ διὰ τοῦ προϲεπι- θεωρῆϲαι, πόϲῳ μὲν εἴωθεν ἀρκεῖϲθαι γάλακτι, πόϲον δὲ ἔλαβεν νῦν, καὶ εἰ, ἐπεὶ πολὺϲ ὁ μεταξὺ γεγένηται χρόνοϲ, καὶ 〈τὸ〉 ὑποχόνδριον
καθεῖται· τότε γὰρ παρέχουϲα τῷ βρέφει τὸν μαϲτὸν ἡ γαλοῦχοϲ εἰϲ διόρθωϲιν τοῦ διὰ τὴν ἔνδειαν τῆϲ τροφῆϲ κλαυθμυρίζοντοϲ οὐ δι- αμαρτήϲεται.
βλάπτονται φθειρομένηϲ τῆϲ τροφῆϲ, πολλῷ δὲ μάλλον τὸ ἀκμὴν νή-
πιὸν διά τε τὴν τρυφερίαν τοῦ | ϲώματοϲ καὶ διὰ τὸ φύϲει πωϲ εὐεπιπόλαϲτον εἰναι τὸ γάλα· δι᾿ ἣν αἰτίαν, ὡϲ εἰκόϲ, καὶ τὰ βρέφη 109 110 ϲυνεχέϲτερον ἐξερᾷ, πρὸϲ τὴν ἄτακτον καὶ ἀδιάλειπτον κίνηϲιν ναυ- τιῶντα καὶ ἀνατρεπόμενα 〈τὸν〉 ϲτόμαχον τοῖϲ δυϲθαλάϲϲοιϲ τῶν πλοιζο- μένων ἐμφερῶϲ. διὰ τοῦτο καὶ τὰ οὕτω τρεφόμενα πλαδαρὸν ποιεῖ τὸ
ϲῶμα καὶ πρὸϲ τὰϲ νόϲουϲ εὐεπηρέαϲτον, ὅμοιόν τι πάϲχοντα τοῖϲ
ϲιτευομένοιϲ ἐρίφοιϲ, οὓϲ οἱ κατ᾿ ἐπιτήδευϲιν λιπαρούϲ ποιῆϲαι θέλον- τεϲ, ὅταν πληρωθῶϲιν τοῦ γάλακτοϲ, ἐν ϲπυρίδι κρεμάϲαντεϲ κινοῦϲιν δι᾿ ὅληϲ ἡμέραϲ τε καὶ νυκτόϲ, οὕτω γάρ, διὰ τὸν ϲάλον τῆϲ τροφῆϲ εἰϲ ὅλα τὰ ϲώματα φερομένηϲ, διογκοῦται καὶ ἐμπιπλᾶται μέροϲ ἕκα- ϲτον. εἰ δὲ ἐπιμόνωϲ κλάοι τὸ βρέφοϲ ἀπὸ τῆϲ γαλακτοποϲίαϲ, ἐν
ταῖϲ ἀγκάλαιϲ αὐτὸ διακρατείτω ἐρεθιϲμοῖϲ τιϲιν καὶ ψελλίϲμαϲιν καὶ φωναῖϲ προϲηνέϲιν παρηγοροῦϲα τὸν κλαυθμόν, μήτε δὲ ἐκφοβοῦϲα μήτ᾿ ἐπιταράττουϲα ψόφοιϲ τιϲὶν ἢ ἄλλαιϲ ἀπειλαῖϲ· ἡ γὰρ ἀπὸ τιῶν τοιούτων ἔκπληξιϲ αἰτία παθῶν γίνεται ποτὲ μὲν ϲωματικῶν, ποτὲ δὲ ψυχικῶν. οὐκ εὐθέωϲ οὖν μετὰ τὴν τροφὴν αἰωρητέον, ἀλλὰ ἢ
μετ〈ὰ τὸ〉 αὐτὴν ἀναδοθῆναι ἢ πρὸ τροφῆϲ. πρὸϲ ἀναλογίαν δὲ τῆϲ ἕξεωϲ καὶ 〈ἡ〉 διὰ τῆϲ αἰώραϲ κίνηϲιϲ ἐπιτηδευέϲθω, τὸ 〈μὲν〉 πρῶτον μικρὸν ϲαλευομένηϲ τῆϲ ϲκάφηϲ ἢ τῆϲ βαυκάληϲ κρεμαμένηϲ ἢ ἐπὶ διαγωνίων λίθων ἐπηρειϲμένηϲ, εἰϲ ὔϲτερον δὲ καὶ διὰ φορείου, μετὰ δὲ τέϲϲαραϲ μῆναϲ καὶ τῆϲ τροφοῦ διακρατούϲηϲ ἐν ταῖϲ ἀγκάλαιϲ
αὐτὸ καὶ περιπατούϲηϲ ἢ διὰ ζεύγουϲ αἰωρουμένηϲ. τὸ γὰρ βαϲτάζειν
ἐπὶ τῶν ῶμων αὐτὸ καὶ κινεῖν ἀποδοκιμάζομεν· θλιβόμενοι τὰρ οἱ δίδυμοι ποτὲ μὲν ἀνατρέχουϲιν εἰϲ τὰ ὑπερκείμενα, ποτὲ δὲ διαλύον- ται, καὶ οὕτωϲ οἱ μὲν γίνονται κρυψόρχαι, οἱ δὲ εὐνοῦχοι.|
XVΙΙΙ[ΧΧΧVΙΙΙ]. Περὶ τῆϲ τοῦ ὀμφαλοῦ ἀποπτώϲεωc.
παραγγελμάτων ἐπιθεωρεῖν.
χοίρειον ἀϲτράγαλον καὶ λειοτριβήϲαϲαι 〈ἠ〉 κοχλίαϲ ἡ βολβοὺϲ ἐπί- 111 112
πάϲϲουϲιν, αἱ δὲ μόλυβδον κεκαυμένον καὶ πεπλυμένον· ἄμεινον δὲ τοῦτον καὶ ϲφονδύλῳ τῷ ἐριουργικῷ παραπληϲίωϲ ϲχηματίϲαϲαι κατὰ τῆϲ τοῦ ὀμφαλοῦ χώραϲ ἐρείδουϲιν, διὰ τὸ ἐμψυκτικὴν 〈μὲν〉 εἰναι τὴν ὕλην ἐπουλωθηϲομένηϲ τὴϲ ἑλκώϲεωϲ, διὰ δὲ τὸ βαρεῖαν εὐπρε- πῶϲ εὶϲ κοιλότητα τυπωθηϲομένου τοῦ ὀμφαλοῦ.
XIX[XXXIX]. Πότε καὶ πῶϲ παραλυτέον.
ϲχηματιϲμὸν εὐχρηϲτεῖν φαμεν τὰ ϲπάργανα, τότε παραλύειν αὐτὰ δοκι- μάζομεν, ὅτε ἤδη μετρίωϲ πεπηγότοϲ τοῦ ϲώματοϲ οὐκέτι φόβοϲ ἐϲτὶν
τοῦ διαϲτραφῆναί τι μέροϲ αὐτοῦ· τοῦτο 〈δ᾿ 〉 ἐφ᾿ ὧν μὲν διὰ βελτίονα ϲώματοϲ ϲύϲταϲιν τάχιον, ἐφ᾿ ὧν δὲ δι᾿ ἀϲθενεϲτέραν ϲύγκριϲιν βράδιον
παραγίνεται. δεῖ δὲ μηδὲ ἀθρόωϲ μηδὲ ὑφ᾿ ἓν πάντα λύειν τὰ ϲπάρ-
γανα, πᾶϲα γὰρ αἰφνίδιοϲ εἰϲ τὸ ἐναντίον μεταβολὴ ξενοπαθείαϲ ἀπο- τελεϲτική. πρῶτον μὲν 〈οὖν〉 μίαν ἐλευθερῶϲαι χεῖρα καὶ μετά τιναϲ ἡμέραϲ τὴν ἑτέραν, εἶτα καὶ τοὺϲ πόδαϲ· προεκλύειν δὲ τὴν δεξιάν, ἐπικρατηθεῖϲα γὰρ κατὰ τοὺϲ τὴν εὐώνυμον πρῶτον λῦϲαι φθάϲανταϲ ἀτονωτέρα γίνεται τῷ βράδιον τῆϲ ἑτέραϲ ἐπὶ τὴν γυμναϲίαν ἐλθεῖν,
ὥϲτε καὶ διὰ τοῦτο ἀριϲτερόχειραϲ ἐνίουϲ γίγνεϲθαι. πηγνυμένου δὲ τοῦ βρέφουϲ μᾶλλον καὶ τὸ ἐν οἴκῳ δεῖ λουτρὸν παραιτεῖϲθαι, χρῆϲθαι δὲ βαλανείῳ, μήτε ἐπὶ πολὺν χρόνον μήτε πεπυρωμένῳ· τὸν γὰρ κατ᾿ οἰκον ἀέρα προϲηνῶϲ καὶ ὁμαλῶϲ εὔκρατον οὕτωϲ οὐκ ἐνδέχεται παρα-
ϲκευάζειν. ἐὰν δὲ ἀκμὴν ϲπαργανούμενον τὸ βρέφοϲ ἑλκωθῇ διὰ τὴν
τῶν τελαμώνων παράτριψιν ἢ δι᾿ ἄλλην τινὰ ποιητικὴν ἑλκώϲεωϲ αἰτίαν, παραιτεῖϲθαι δεῖ τὰ ϲπάργανα καὶ ἁπλοῦν αὐτῷ περιτιθέντα. χιτωνάριον ἀποθεραπεύειν τὰ ἕλκη.
XX[XL]. Πῶϲ δεῖ καθίζειν καὶ περιπάτηϲιν ἀϲκεῖν.
βοηθεῖν αὐτοῦ τοῖϲ κινήμαϲιν δεῖ. τάχιον μὲν γὰρ προθυμούμενον καθίζειν καὶ μέχρι πλείονοϲ εἴωθε κυρτοῦϲθαι (καμπτομένηϲ τῆϲ ῥάχεωϲ
διὰ τὸ μήπω τὸ ϲωμάτιον τόνον ἔχειν], προπετέϲτερον δὲ ἀνιϲτά- μενον καὶ περιπατεῖν θέλον διαϲτρέφεϲθαι κατὰ τούϲ μηρούϲ τὰ ϲκέλη.
καθὼϲ μέν τινεϲ ὑπολαμβάνουϲιν, ὅτι ψυχροῖϲ ὕδαϲιν ἡ πόλιϲ κάτω- θεν διαρρεῖται καὶ τὰ ϲώματα περιψύχεται ῥᾳδίωϲ, καθὼϲ δέ τινεϲ
λέγουϲι, καὶ διὰ τὰϲ ϲυχνὰϲ τῶν γυναικῶν ϲυνουϲίαϲ ἢ διὰ τὸ μετὰ μέθην ταῖϲ ϲυμπλοκαῖϲ χρῆϲθαι, τὸ δ᾿ ἀληθὲϲ διὰ παιδοτροφίαϲ ἀπει- ρίαν. οὐ γὰρ ἔγκειται τοϲαύτη ϲτοργὴ ταῖϲ ἐν τῇ πόλει γυναιξίν, ὡϲ
τὸ καθ᾿ ἕκαϲτον ἐπιβλέπειν, ὃν τρόπον πράττουϲιν αἱ καθαρῶϲ Ἑλ- ληνίδεϲ. μηδενὸϲ 〈οὖν〉 ἐπιθεωροῦντοϲ τὰ κινήματα τῶν βρεφῶν δία-
ϲτρέφεται τὰ κῶλα τῶν πλείϲτων· ὅλον γὰρ τὸ βάροϲ τοῦ ϲώματοϲ ἐπίκειται τοῖϲ ϲκέλεϲι, ϲτερεὸν δὲ καὶ ἀπόκροτον τὸ ἔδαφοϲ, ὡϲ ἂν κατὰ τὸ πλεῖϲτον λίθοιϲ ἐϲτρωμένον. ὅταν οὖν ἀντίτυπον μὲν ἦ, καθ᾿ οὐ βαίνει, βαρὺ δὲ τὸ ἐπικείμενον, τρυφερὸν δὲ τὸ βαϲτάζον, κατ᾿ ἀνάγκην τὰ κῶλα ὑπενδίδωϲιν μήπω τῶν ὀϲτέων τετονωμένων.
τίων αὐτὸ ϲτεκτέον ἢ παραθέϲει τῶν ἀνακρατεῖν αὐτὸ δυναμένων διερει- ϲτέον, καὶ οὐ μέχρι πολλοῦ τὸ πρῶτον· προκόπτον δὲ μᾶλλον ἕωϲ τοῦ ἕρπειν καὶ πρὸϲ μικρὸν ἐξανίϲταϲθαι παρὰ τοῖχον αὐτὸ διαϲτήϲαντα καταλιπεῖν, κατὰ πρόβαϲιν δὲ καὶ πρὸϲ δίφρον ὑπότροχον. οὕτωϲ ἐκ
τῆϲ κατὰ βραχὺ ϲυναυξήϲεωϲ μελετήϲει τὴν ἐπίβαϲιν. καὶ ταῦτα μὲν περὶ κινήϲεωϲ, ἑξῆϲ δὲ καὶ περὶ τροφῆϲ ὑποδεικτέον.
XXI[XLI]. Πότε καὶ πῶϲ ἀπογαλακτιϲτέον τὸ βρέφοϲ.
γάλακτι· ϲτενῶν γὰρ ἔτι τῶν ἀραιωμάτων ὑπαρ χόντων ἐπιϲφαλὲϲ ἐπὶ
τὴν ϲτερεωτέραν προέρχεϲθαι τροφήν, βραδυποροῦϲαν μὲν πρὸϲ τὰϲ ἀναδόϲειϲ διὰ τὴν ϲτενότητα τῶν πόρων, θλίβουϲαν δὲ πᾶν τὸ δοκοῦν 115 116 117 118
αὐτὴν ὑποδέχεϲθαι. διὸ καὶ [αἱ] προπετεῖϲ μὲν αἱ μετὰ τὴν τεϲϲαρα- κοϲτὴν ἡμέραν ἤδη πειρώμεναι διδόναι τὴν ϲιτώδη τροφήν (ὅπερ μά- λιϲτα πϲιοῦϲιν 〈αἱ τῷ〉 ἐξαντλεῖν τὸ γάλα βαρυνόμεναι], φαῦλον δὲ καὶ τὸ ἐκ τῶν ἐναντίων ἤδη τοῦ ϲώματοϲ ἐϲτερεωμένου μὴ μεταβαίνειν ἐπὶ τροφὴν ἄλλην, οὐ μόνον ὅτι πλαδαρὸν γίνεται τὸ ϲῶμα καὶ διὰ
τοῦτο εὐπαθὲϲ τὸ ἐκ τοῦ γάλακτοϲ τρεφόμενον ἐπὶ πλέον, ἀλλὰ καὶ
ὅτι νόϲου γινομένηϲ εὐχερῶϲ ἀποξύνεται τὸ γάλα. παρ᾿ ἢν αἰτίαν πεπηγότοϲ ἤδη τοῦ ϲώματοϲ καὶ δεκτικοῦ ϲτερεωτέραϲ γινομένου τρο- φῆϲ, ὅπερ οὐκ ἂν ἔμπροϲθεν εὐτυχηθείη τῶν ἓξ μηνῶν, καὶ τῇ ϲιτώ- δει τροφῇ ψωμίζειν τὸ νήπιον ἁρμόζει, ψιχίοιϲ τρυφεροῖϲ ἐξ ὑδρο
μέλιτοϲ ἢ γάλακτοϲ ἢ γλυκέοϲ ἢ οἰνομέλιτοϲ. μετὰ ταῦτα δὲ δοτέον καὶ ῥόφημα τὸ ἀπὸ τοῦ χόνδρου καὶ πόλτον δίυγρον καὶ ψὸν ῥοφη-
τόν. μετάξὺ δὲ τῆϲ τροφῆϲ φυλακτέον διδόναι τὸ γάλα πιεῖγ· δυϲ- διοίκητοϲ γὰρ ἡ τροφὴ γίνεται τῷ ἐπινήχεϲθαι τῇ ὑγρότητι τοῦ γά- λακτοϲ, καὶ τὸ δίψοϲ οὺ παρηγορεῖται. διὸ κἂν ἔκδιψόν ποτε γένηται
μετὰ τὴν τροφὴν τὸ βρέφοϲ, ὕδωρ ἢ ὑδαρὲϲ οἰνάριον δοτέον αὐτῷ διὰ τῶν πεφιλοτεχνημένων θηλῶν, ἀβλαβῶϲ γὰρ ἐκ τούτων κατ᾿ ὀλί.
τον ὡϲ ἐκ τῶν μαϲτῶν τὸ ὑγρὸν ἕλκει. ποτὲ μέντοι καὶ ἀρτίδιον ἁπαλὸν ἐκ κραματίου προϲφέρειν ἔϲτιν, οἱ γὰρ διὰ τῆϲ μαϲήϲεωϲ τῆϲ τροφοῦ ψωμιϲμοὶ διὰ τὴν ϲυμπλοκὴν τοῦ φλέγματοϲ βλαβεροί. τῶν
ἄρτων δὲ καὶ τὸν μηκωνίαν καὶ τὸν ϲηϲαμοῦν καὶ πᾶν τὸ ἀρτυμα- τῶδεϲ ἀποδοκιμαϲτέον, ἕκαϲτον γὰρ τούτων καὶ ἐπὶ τελείων δυϲ- κατέργαϲτον.
ϲτερεμνιωτέρων διαίρεϲίν τε καὶ λείωϲιν ίὅπερ ὡϲ ἐπὶ τὸ πλεῖϲτον περὶ τὴν τρίτην ἢ τετάρτην ἑξάμηνον γίνεται) λεληθότωϲ καὶ κατ᾿ ὀλίγον ἀποϲυνεθίζειν αὐτὸ τοῦ μαϲτοῦ καὶ ἀπογαλακτίζειν τῷ προϲτι- θέναι μὲν ἀεὶ τῷ πλήθει τῆϲ ἄλληϲ τροφῆϲ, ὑποϲπᾶν δὲ τῆϲ ποϲότη-
τοϲ τοῦ γάλακτοϲ. οὕτω γὰρ ἂν μᾶλλον τὸ βρέφοϲ ἀποϲυνεθιϲθή.
ϲεται ἀλύπωϲ κατὰ βραχὺ τῆϲ πρώτηϲ ἀποχωροῦν ϲυνηθείαϲ, ἅμα δὲ ἀπεριέργωϲ ϲβεϲθήϲεται τὸ γάλα τῆϲ τιτθευούϲηϲ τὸ νήπιον τῇ κατὰ 119 120 μικρὸν ὑφαιρέϲει τῆϲ ἐκμυζήϲεωϲ. τὸ γὰρ πικροῖϲ τιϲι καὶ δυϲώδεϲι περιχρίειν τὰϲ θηλὰϲ καὶ ἀθρόωϲ ἀπογαλακτίζειν αὐτὸ βλαβερὸν διὰ τὸ τὸν ἐν τῇ ἀθρόᾳ μεταβολῇ ξενιϲμὸν ἐμποιεῖν καὶ διὰ τὸ κακού- μενον ὑπὸ τῶν φαρμάκων τὸν ϲτόμαχόν ποτε πάϲχειν.
τερον 〈ὂν〉 δι᾿ εὐκραϲίαν τοῦ περιέχοντοϲ. φαῦλοϲ γὰρ ὁ κατὰ φθινό- πωρον᾿ τότε γὰρ διὰ τὴν ἀνωμαλίαν τοῦ περιέχοντοϲ ἐπινόϲωϲ δια- κειμένου τοῦ παντὸϲ ϲώματοϲ φυλάϲϲεϲθαι [δὲ] δεῖ τὰϲ τῶν ἐθῶν μεταβολάϲ, ἐχούϲαϲ τι δυϲάρεϲτον ἐκ τῆϲ ξενοπαθείαϲ. οὐ προϲεκτέον
δὲ Μνηϲιθέῳ τε καὶ Ἀριϲτάνακτι βράδιον ἀξιοῦϲιν ἀπογαλακτί- ζειν ἐξ μηϲὶ τὸ θῆλυ διὰ τὸ ἀϲθενέϲτερον ὑπάρχειν᾿ οὐχ ὁρῶϲιν γάρ, ὅτι πολλῶν |ἀρρένων ἔνια θηλυκὰ βρέφη καὶ ἰϲχυρότερα καὶ ϲαρκω-
δέϲτερα. δεῖ δὲ μηδενὸϲ τὸ νήπιον ἀποξενοῦν μήτε οἰνοποϲίαϲ μήτε
ὑδροποϲίαϲ μήτε ψυχροποϲίαϲ μήτε θερμοποϲίαϲ μήτε ἀλείμματοϲ, καλὸν
γὰρ εὐθὺϲ ἐξ ἀρχῆϲ ἔθοϲ πρὸϲ τὰ ὠφέλιμα ποιεῖν. τοῦ δὲ τιτθεύειν μὴ πρότερον ἀφίϲταϲθαι, πρὶν ἢ γενέϲθαι τὴν ὀδοντοφυῖαν. εἰ δὲ
κάτογκον εἴη τῷ ϲώματι τὸ βρέφοϲ καὶ δύϲπνουν, δεήϲει τὸ πλῆθοϲ τῆϲ ϲαρκὸϲ ϲυνέργειν διὰ τοῦ τὴν μὲν τροφὸν ὀλιγοτρόφοιϲ καὶ ἥττοϲι τροφαῖϲ χρῆϲθαι καὶ ὑδροποτῆϲαι, τῷ δὲ βρέφει μὴ πολλάκιϲ τὸ γάλα
παρέχειν καὶ κινήϲεϲι χρῆϲθαι τοῖϲ διὰ τῶν χειραμαξίων. κἂν φύϲει
δὲ βορὸν ᾖ τὸ νήπιον καὶ πλείονοϲ ὀρεγόμενον τροφῆϲ ἤϲ δύνα- ται κρατεῖν, ἀποπεριϲπᾶν τὴν διάνοιαν αὐτοῦ ψυχαγωγίαιϲ τιϲὶν καὶ παιγνίαιϲ 〈καὶ〉 τὸ ψώμιϲμα διαιρεῖν καὶ ξηρὸν ἀρτίδιον αὐτῷ δι- δόναι καὶ τὸ γάλα ποιεῖν ὀλιγοτροφώτερον· τοὐναντίον δὲ πλείονοϲ
τροφῆϲ κρατεῖν δυνάμενον, ἥττονοϲ δὲ ὀρεγόμενον τῇ ποικιλίᾳ δελεά- ζειν τῶν προϲφερομένων, κινεῖ γὰρ τὴν ὄρεξιν ἡ καινότηϲ τῶν παρα- τεθέντων. εἰ δὲ ἀπογαλακτιϲθὲν νόϲῳ περιπέϲοι, πάλιν αὐτὸ δεῖ
μετάγειν ἐπὶ τὸ γάλα, καὶ μετὰ τὸ παύϲαϲθαι τὴν νόϲον καὶ ἀναλαβεῖν τὸ ϲωμάτιον, οὕτωϲ ἀπογαλακτίζειν.
XXII[ XLII]. Περὶ ὀδοντφυῖαϲ.
φυ??αϲ, ὑφ?᾿ ἧϲ φλεγμοναὶ γίνονται τῶν οὔλων καὶ ϲιαγόνων τε καὶ 121 122 123
τενόντων, ἔμπροϲθεν μὲν προφυλακῆϲ χάριν οὑδὲν |δεῖ τῷ νηπίῳ διδό- ναι τῶν μαϲήϲεωϲ δεομένων, περιθλώμενα γὰρ τὰ οὖλα διαγανακτεῖ καὶ
δυϲδιαίρετα γίνεται τυλωθέντα. πᾶν δὲ τοὐναντίον ἀπὸ τοῦ πέμπτου μηνὸϲ λελιπαϲμένῳ τῷ δακτύλῳ ϲυνεχῶϲ παρὰ τὸ λουτρὸν τὸ οὖλον ψηλαφᾶν καὶ μαλάϲϲειν ὀρνιθείῳ ϲτέατι· καὶ ὁ λάγειοϲ δὲ ἐγκέφαλοϲ
οὕτωϲ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖ. [τόδε πρὸϲ ἀνιῶντα οὖλα δεῖ δὲ καὶ λίπαϲμά τι προδιδόναι τῷ βρέφει ταῖϲ χερϲὶν κατέχειν μεῖζον ἢ 〈ὡϲ〉 καταπίνειν δύναϲθαι πρὸϲ τὸ καὶ ἀποθηλάζειν τοῦ νοτιϲμοῦ καὶ μὴ ἀπρεπῶϲ τὰ οὖλα διαμαλάϲϲειν παρὰ τὴν τῆϲ πιμελῆϲ
μαλακότητα. κατὰ δὲ τὴν ὀδοντίαϲιν αὐτὴν καὶ μάλιϲτα τῶν ὀδόντων
παρακυψάντων ἤδη τοῦτο μὲν οὐκέτι δεῖ ποιεῖν· πρὸϲ γὰρ τῷ ἐπι- πόνῳ διαϲτραφήϲεται τὰ φατνία ϲπαδονίζοντοϲ τοῦ παιδίου περὶ τοῖϲ
ὀδοῦϲιν κατὰ τὸν ἐφελκυϲμὸν τὰϲ τῆϲ πιμελῆϲ κτηδόναϲ. παραιτεῖϲθαι δὲ δεῖ καὶ τὸ βούτυρον καὶ τὰ δριμέα τῶν διαχριϲμάτων (ἐρεθίζεται γὰρ δακνόμενα τὰ φλεγμαίνοντα), παραπέμπειν δὲ ὡϲ ἐπιβλαβῆ καὶ
τὴν διὰ τοῦ ϲμιλίου διαίρεϲιν. χρῆϲθαι δὲ τρυφερῶν ἐρίων καὶ καθα- ρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆϲ καὶ ϲιαγόνων ἐπιβροχῇ τε τῶν αὐτῶν δι᾿ ἐλαίου γλυκέωϲ καὶ θερμοῦ παρενϲταζομένου καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ, ἐπιμενούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ γύρεωϲ ἢ τήλεωϲ ἢ λινοϲπέρμου πυρίᾳ τε τῇ διὰ ϲπόγγων,
καὶ μάλιϲτα τῶν οὔλων, ἔτι δὲ καὶ μέλιτι ϲυμμέτρωϲ ἀπέφθῳ ταῦτα
διαχρίειν. καὶ τὸ λουτρόν, ἐὰν μείζων |ἡ ϲυμπάθεια τυγχάνῃ, παραι- τεῖϲθαι δεῖ καὶ τὴν τροφὸν ἐπ᾿ ὀλιγοποϲίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν ῥοφηματώδη τροφὴν λαμβάνουϲαν κὰν τῷ διδόναι τὸν μαϲτὸν ἠρέμα τῇ χειρὶ τὸ γάλα παραναθλίβουϲαν, ὡϲ 〈μὴ〉 διὰ τὴν ἐκμύζηϲιν τὸ
νήπιον κακοπαθοῦν ϲφοδροτέραν ὑπομένειν τὴν φλεγμονήν.
XXIII[XLIII]. Περὶ φλεγμονῆϲ παριϲθμίων.
124 125 126 127 θερεῶνα, τὰ δὲ παρίϲθμια παρατρίβουϲιν ἄλατι καὶ παλαιῷ ἐλαίῳ, καὶ. διὰ μιᾶϲ χειρὸϲ ἑκατέρων ἐπιλαμβανόμεναι τῶν ϲκελῶν ἐπὶ κεφαλὴν ϲχηματίζουϲι τὸ βρέφοϲ μεταξὺ θύραϲ καὶ τῷ βρέγματι προϲάπτονται τοῦ τῆϲ ϲτέγηϲ 〈ὑπὸ〉 ποϲὶν ὀδοῦ, καὶ τοῦτο ποιοῦϲιν ἑπτάκιϲ. ὅπερ ϲχῆμα
ϲυμπληρωτικὸν τοῦ κεφαλίου, διὰ τοῦτο δὲ καὶ τῶν παριϲθμίων· ἡ δὲ παράτριψιϲ καθ᾿ ἑαυτὴν μὲν παροξυντικὴ τῆϲ φλεγμονῆϲ, διὰ δὲ τὴν δριμύτητα τῶν ἁλῶν καὶ μᾶλλον· τὸ 〈δὲ〉 κύμινον καὶ 〈διὰ τὴν〉 πληκτικὴν ἀποφορὰν τῆϲ κεφαλῆϲ ἐϲτι ϲυμπληρωτικόν.
XXIV [XLIV). Περὶ ἄφθηc.
ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ νεμόμενον) μικρᾶϲ μὲν ἐϲχάραϲ οὔϲηϲ μέλιτι δεῖ τὸ ϲτόμα διαχρίειν, μείζονοϲ δὲ μετὰ ξηραϲίαϲ μὲν καὶ φλεγμονῆϲ καταπλάϲϲειν τοῖϲ | χαλᾶν δυναμένοιϲ, μετὰ καθυγραϲμοῦ
δὲ τοῖϲ ϲτύφειν ὑπιϲχνουμένοιϲ, οἶον διὰ φακοῦ καὶ ϲιδίων. κατὰ δὲ
τοῦ ἕλκουϲ ἔνδοθεν χρῆϲθαι τῇ ἀνθηρᾷ ἢ λείῳ τῷ ἄνθει τῶν ῥόδων ἢ κυπέρῳ ἢ μυρίκηϲ καρπῷ, ποϲῶϲ δὲ τῆϲ ὑγραϲίαϲ κρατηθείϲηϲ τῇ διὰ μόρων ϲτοματικῇ καὶ τῇ διὰ κωδυῶν καὶ τῆ δι᾿ ἀρνογλώϲϲου μετὰ μέλιτοϲ ἦ τινι ἄλλῳ τῶν ϲτυπτικῶν χυλῶν ἑψηθέντι μετὰ μέλι- τοϲ. βοηθεῖ καὶ ἰρίϲ μετὰ μέλιτοϲ, καὶ εἰ ξηρὰν ἐμφυϲᾶν ἐθέλειϲ, καὶ
ῥόδων φύλλα κεκομμένα, καὶ τὸ ἄνθοϲ τῶν ῥόδων καὶ κρόκοϲ καὶ ὀλίγον ϲμύρνηϲ καὶ ἡ κηκὶϲ καὶ ὁ λιβανωτὸϲ καὶ ὁ φλοιὸϲ τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαϲτον, μέλιτι δευόμενα, ἐπὶ τούτοιϲ μελίκρατόν τε καὶ ῥόαϲ γλυκείαϲ ὁ χυλόϲ. τὸ δὲ θριξὶν περιειλεῖν
τὸν δάκτυλον καὶ ἀποβάπτειν εἰϲ ἔλαιον ἢ μέλι καὶ ἀποϲμήχειν τα
ἑλκη, καθάπερ αἱ τροφοὶ πράττουϲιν, καὶ μάλιϲτα τούτων αἱ Ϲύραι, παραιτητέον, ἀποϲπωμένων γὰρ τῶν ἐϲχαρῶν ἐνυβριζόμενα τὰ ἕλκη παροξύνονται.
XXV [XLV]. Περὶ ἐξανθημάτων καὶ ὀδαξηϲμῶν.
μένειν ἕωϲ πλείονοϲ. πρὸϲ δὲ τὰ ἐξανθήματα καὶ τὰϲ φλυκταίναϲ καὶ
τὰ κάθυγρα τῶν κατὰ τῆϲ ἐπιφανείαϲ ἀποτελουμένων ἑλκῶν τὴν
ἅλμην καὶ τὸ οὖρον διὰ τὴν δριμύτητα παραπέμπομεν * * ἀϲμένωϲ δὲ δέχεϲθαι. ὅταν οὖν ἀπανθήϲη καλῶϲ, τηνικαῦτα ἤδη θεραπεύειν. θερμῷ 〈δὲ〉 λούομεν ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονοϲ ϲτύψεωϲ χρή-
ζωμεν, μυρϲίνηϲ ἢ ϲχίνου ἢ βάτου ἡ ϲιδίων. τὰ δὲ μᾶλλον ἡλκωμένα
καταπλάϲϲομεν ἀρνογλώϲϲῳ μετ᾿ ἄρτου ἢ ϲέριδι ἢ πάλη ἀλφίτων μετὰ ἀνδράχνηϲ ἢ ἀειζῴου ἢ κοτυληδόνοϲ ἢ ῥόδοιϲ ξηροῖϲ ἢ χλωροῖϲ ἑψημένοιϲ μετὰ μελιλώτου ἢ φοίνιξι καταχρίομέν τε τοῖϲ διὰ λιθαρ- γύρου καὶ ψιμυθίου καὶ ϲτυπτηρίαϲ καὶ ὄξουϲ καὶ μυρϲίνου ἢ ῥοδίνου ἢ ϲχινίνου.
ψῶν ἀνακοπέντι καὶ ὑγρᾷ ϲυμπλακέντι κηρωτῇ. μετὰ δὲ τὴν ὑπέκλυϲιν
τῆϲ φλεγμονῆϲ ἐὰν ῥυπαρία τιϲ ὑπομένῃ, διὰ μέλιτοϲ μετρίωϲ ἀφεψη- θέντοϲ, ἷνα τὸ δριμὺ καὶ τὸ δηκτικὸν ἀποβάλῃ, προϲαποκαθαίρομεν
αὐτήν, ἢ φακῷ μετὰ μέλιτοϲ (ὁρμόζει δὲ τὸν φακὸν περιεπτιϲμένον ἕψειν, ἵνα ϲτυπτικὸν τὸ πίτυρον ὑπάρχον ἀποβάλῃ]. καθαρῶν δὲ γενο- μένων τῶν ἑλκῶν διὰ λιθαργύρου λείου ἢ ψιμυθίου ἢ τῇ διὰ χυλῶν
ἀνειμένῃ ποϲῶϲ ἀναπληροῦμεν τὰ ἐπίκοιλα. μετὰ δὲ τὴν ἐξίϲωϲιν ἀπου- λώϲεωϲ χάριν τὴν διὰ λαδάνου παραλαμβάνομεν ἢ τὴν δι᾿ ψῶν ἢ τὴν διὰ κριθῶν ἢ τὴν διὰ καδμίαϲ ῥοδίνῳ προϲενηλειμμένην. καὶ ῥύπτειν δεῖ που τοῖϲ νίτροιϲ μαλακώτερον, οὐ γὰρ οἴϲει τὰ ἰϲχυρότερα. 131 132 133 134 κάλλιϲτον δὲ καὶ τὴν τιτθὴν διαιτᾶϲθαι 〈τῷ〉 γλυκυτέρῳ τρόπῳ, κάλ-
λιϲτον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆϲαι μήτε ἐμπιπλῶνταϲ μήτ᾿ αὖ ϲφόδρα ἐνδεῶϲ. ἐὰν δὲ ἐφίϲτηται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοϲ ἐγχέονταϲ ἔψειν ὡϲ βαλάνιον, ἐὰν δὲ μηδὲ οὕτωϲ ὑπακούῃ, τῆϲ τερε-
βινθίνηϲ παρεμβάλλειν ὅϲον ἐρέβινθον· παρυγραινομένηϲ δὲ τῆϲ κοιλίαϲ κέγχρον μάλιϲτα προϲφέρειν.
XXVI[XLVI]. Περὶ ῥωχμοῦ τε καὶ βηχόϲ.
λέγειν ἔνιοι μὲν τὰ διὰ καρδαμώμου καὶ κυμίνου καὶ κνίδηϲ ϲπέρ-
ματοϲ καὶ πεπέρεωϲ ἐκλείγματα παραλαμβάνουϲιν. ἡμεῖϲ δὲ ταῦτα διὰ τὴν δριμύτητα παραπέμψαντεϲ, ὅτι δάκνοντα ῥευματίζει καὶ πλεί- ονοϲ γίνεται αἴτια φλεγμονῆϲ, μελίκρατον ϲυνεχῶϲ ἐνϲτάζομεν, κἂν καταπίνῃ τὸ φλέγμα μήπω δυνάμενον πτύειν, παραθλίβομεν τὴν γλῶϲ- ϲαν αὐτοῦ, καὶ οὔτωϲ ἐμέτου γινομένου τὸ καταποθὲν εὐχερῶϲ ἐκκρί-
νεται. βήϲϲοντοϲ δὲ τοῦ βρέφουϲ τοῖϲ διὰ ϲτροβιλίων καὶ ἀμυγδάλων
φρυκτῶν καὶ λινοϲπέρμου καὶ γλυκυρρίζηϲ χυλοῦ καὶ πιτυῖδων καὶ τραγακάνθηϲ καὶ μέλιτοϲ ϲκευαζομένοιϲ ἐκλείγμαϲιν χρώμεθα παραιτού- μενοι καὶ νῦν τὰ δριμέα (προϲερεθίζεται γὰρ ἡ βὴξ ἀκμὴν πρόϲφατοϲ ὑπάρχουϲα)· παραιτούμεθα δὲ καὶ τὸ λουτρόν. |
XXVII[ XLVII]. Περὶ ϲειριάϲεωϲ.
[φηϲὶ] ἐν Ϲημειωτικῷ παραδίδωϲιν, οὐδὲν ἄλλο πλὴν καυϲώ- δηϲ ἐϲτὶν πυρετόϲ, ὡϲ δὲ ἔνιοί φαϲι, φλεγμονὴ τῶν περὶ τὸν ἐγκέ- φαλον καὶ τὰϲ μήνιγγαϲ μερῶν, ὥϲτε κοιλότητα τοῦ βρέγματοϲ καὶ
τῶν ὀφθαλμῶν παρακολουθεῖν μετ᾿ ὠχριάϲεωϲ καὶ ξηραϲίαϲ τοῦ ϲώ- 135 136 137 ματοϲ καὶ ἀνορεξίαϲ, ὡϲ πρὸϲ φλεγμονὴν πάντα δεῖ ποιεῖν. ‘ϲειρίαϲιν’ δὲ τὸ πάθοϲ 〈καλεῖϲθαί φαϲιν〉 οἱ μὲν ἀπὸ τοῦ ἄϲτρου διὰ τὴν πύρωϲιν, οἱ δὲ ἀπὸ τῆϲ τοῦ βρέγματοϲ κοιλότητοϲ, ὅτι ‘ϲειρὸϲ’ παρὰ τοῖϲ γεωργοῖϲ λέγεται ϲῶμα κοῖλον, εἰϲ ὃ τὰ ϲπέρματα βάλλοντεϲ
φυλάττουϲιν. ὠφελεῖ δὲ καὶ αὐτοὺϲ τοῦ ψοῦ τὸ ἐρυθρὸν ἀνεθὲν διὰ
ῥοδίνου καὶ πτύγματοϲ τρόπον τιθέμενον κατὰ τοῦ βρέγματοϲ καὶ ϲυνεχῶϲ ἀλλαϲϲόμενον, ἢ ἐπὶ τοῦ αὐτοῦ βρέγματοϲ τιθέναι ἡλιοτροπίου φύλλον, κολοκύνθηϲ ξέϲματα, ϲικύου πέπονοϲ τὸ περικείμενον τῇ ϲαρκὶ δέρμα ἡ ϲτρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου.
XXVIII[XLVIII]. Περὶ ῥευματιϲμοῦ κοιλίαϲ.
〈ἢ〉 ἀρνογλώϲϲου ἤ τινοϲ τῶν ὁμογενῶν |τὸ ϲύνολον, ἃ καὶ ἐπὶ τῶν
τελείων παϲχόντων ἐγκρίνομεν, ἕωϲ ἡ δύναμιϲ ἐπιτρέπει. μαϲτὸν δὲ
λαμβάνοντοϲ αὐτοῦ τὴν τροφὸν διαιτῶμεν τῷ περὶ τὸ βρέφοϲ πάθει καταλλήλωϲ ἀλουτεῖν κελεύοντεϲ καὶ ὑδροποτεῖν καὶ τροφὰϲ λαμβάνειν ϲταλτικάϲ· ϲυναναφέρεται γὰρ αὐτῶν ἡ ποιότηϲ, ὥϲτε τὸ νήπιον εἰϲ
ϲυναίϲθηϲιν αὐτῆϲ μᾶλλον ἔρχεϲθαι. καθὼϲ γὰρ αἱ ϲύεϲ αἴραϲ φαγοῦϲαι ϲκοτοῦϲι τοὺϲ ὑπ᾿ αὐτῶν τρεφομένουϲ γαλαθηνοὺϲ αὐταὶ μὴ ϲκοτού
μεναι καὶ ὡϲ τῶν αἰγῶν ϲκαμωνίαν νεμηθειϲῶν οἱ ὑπ᾿ αὐτῶν τρεφό- μενοι ἔριφοι καθαίρονται τὴν κοιλίαν καίτοι τῶν αἰγῶν μὴ ῥευμα- τιϲθειϲῶν, οὕτῳ διὰ τὴν προϲφορὰν τῶν ϲταλτικῶν ϲιτίων ἦττον μὲν ἡ τροφὸϲ ἀντιλαμβάνεται τῆϲ ϲφίγξεωϲ, μᾶλλον δὲ τὸ βρέφοϲ τῷ ἐξ 138 139 140 141 αὐτῆϲ γάλακτι τρεφόμενον. διὸ καὶ τοὐναντίον 〈ἐὰν〉 ἀδιαχώρητον μένῃ μέχρι πλείονοϲ, τῇ τροφῷ δίδομεν τὰ μαλάϲϲοντα τὴν κοιλίαν.
βρέφοϲ, καταλλήλωϲ τῇ νόϲῳ τοῦ νηπίου τὴν τροφὸν διαιτῶμεν, τοῖϲ
δὲ ἐπιθέμαϲιν ἢ καταπλάϲμαϲιν ἢ καταβροχαῖϲ ἐπὶ τοῦ νηπίου χρώ- μεθα καταλλήλωϲ. ἐπὶ δὲ τοῦ ἀπογαλακτιϲθέντοϲ ϲιτίον αὐτῷ κατάλ- ληλον τῷ πάθει ϲυντάϲϲομεν, ἅπερ ἐκ τῶν θεραπευτικῶν ῥηθηϲομένων ἔϲτι μετενεγκεῖν.
πυταπῷ τούτῳ καὶ ἢν ϲυνήθειαν αὐτῷ καταϲκευαϲτέον πρὸϲ τοὺϲ γονεῖϲ, ὅτε μὴ τρέφεται παρ᾿ αὐτοῖϲ, καὶ πάν τὸ ἐμφερῶϲ ζητού- μενον τούτοιϲ οὐ κατ᾿ ἰατρικάϲ ἐϲτιν ὑποθήκαϲ, φιλοϲοφωτέραν δὲ τὴν διάταξιν ἔϲχηκεν, ὥϲτε |παρὰ τρόπον ἄλλοιϲ ἐπιτρέψαντεϲ φιλο
ϲοφεῖν αὐτοῖϲ τὸν περὶ παιδοτροφίαϲ λόγον ἐνθάδε τελειοῦμεν. ϲυν-
απηρτικότεϲ δὲ αὐτῷ πάντα τὸν περὶ τῶν κατὰ φύϲιν λόγον ἀναγκαίωϲ ἐπάνιμεν ἐπὶ τὸ πλειϲτοδυναμοῦν τῶν λεγομένων περὶ τῶν παρὰ φύϲιν ϲυνιϲτανομένων περὶ τὰϲ γυναῖκαϲ. καὶ ἠνα καθαρὸν γένηται τὸ ἰδίωμα τῆϲ πραγματείαϲ, περὶ αὐτοῦ πρῶτον ἐξετάϲομεν τοῦ κατὰ τὸ ϲημαι- νόμενον, εἰ ἴδια πάθη γίνεται γυναικῶν.
Gynaeciorum Libri IV. Soranus. ed. Johannes Ilberg. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.