〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Α〉
γματείαϲ ϲυμβάλλεται προδιαίρεϲιϲ, εὔχρηϲτον εἰϲ μέρη καὶ λόγουϲ αὐτὴν διαιροῦντα προκαταγράψαι. τινὲϲ μὲν οὖν εἰϲ δύο μέρη τέμνου- ϲιν αὐτήν, εἴϲ τε τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν * * * τὸ δὲ πρακτι- κὸν τὸ μὲν ὑγιεινὸν λέγουϲι, τὸ δὲ θεραπευτικόν. καὶ οἱ μὲν εἰϲ τὸ
περὶ τῶν κατὰ φύϲιν καὶ τῶν παρὰ φύϲιν, οἱ δὲ εἰϲ τὸ φυϲιολογικὸν
καὶ παθολογικὸν καὶ θεραπευτικόν. ἡμεῖϲ δὲ τὴν πραγματείαν εἰϲ δύο λόγουϲ τέμνομεν, εἴϲ τε τὸν περὶ τῆϲ μαίαϲ καὶ τὸν περὶ τῶν ὑποπιπτόντων τῇ μαίᾳ.
τε τὸν περὶ τῆϲ γενηϲομένηϲ (ἐν ᾦ ζητοῦμεν, τίϲ ἐϲτιν ἡ ἐπιτηδείωϲ
ἔχουϲα πρὸϲ τὸ γενέϲθαι μαῖα) καὶ εἰϲ τὸν περὶ τῆϲ ἤδη γεγενημένηϲ (ἐν ᾦ ζητοῦμεν, τίϲ ἀρίϲτη μαῖα)· τὸν δὲ περὶ τῶν | ὑποπιπτόντων τῇ
μαίᾳ πάλιν εἴϲ τε τὸν περὶ τῶν κατὰ φύϲιν καὶ εἰϲ τὸν περὶ τῶν παρὰ φύϲιν. ἐξ ὧν τὸν μὲν περὶ τῶν κατὰ φύϲιν εἴϲ τε τὸν φυϲικόν (ἐν
ᾦ ϲκεπτόμεθα περὶ ϲπέρματοϲ καὶ ζῳογονίαϲ) καὶ εἰϲ τὸν ὑγιεινὸν
ἄμα καὶ μαιωτικόν (ἐν ᾦ ϲυνειληφυίαϲ καὶ ἀποτεκούϲηϲ ἐπιμέλειαν 1 2 διδάϲκομεν ϲυναποδιδόντεϲ καὶ τὸν περὶ παιδοτροφίαϲ λόγον]· τὸν δὲ περὶ τῶν παρὰ φύϲιν εἴϲ 〈τε〉τὸν περὶ τῶν ὑπαγομένων τῇ διαίτη παθῶν (ἐν ᾧ καὶ περὶ ἐποχῆϲ ἐμμήνων καὶ ϲτραγγῆϲ καθάρϲεωϲ καὶ πνιγὸϲ ὑϲτερικῆϲ καὶ τῶν ὁμοίων παθῶν ἐπιζητοῦμεν) καὶ εἰϲ τὸν περὶ τῶν χειρουργίαιϲ καὶ φαρμακείαιϲ (δἰ οὑ ϲκεπτόμεθα περὶ δυϲτοκίαϲ καὶ
προπτώϲεωϲ ὑϲτέραϲ καὶ τῶν ἐμφερῶν]. τὸν μὲν οὖν φυϲικὸν ἄχρη- ϲτον ὄντα πρὸϲ τὸ τέλοϲ, φερέκοϲμον δὲ πρὸϲ χρηϲτομάθειαν, κεχω- ρίκαμεν ἐντεῦθεν, μόνον πρὸϲ τὸ παρὸν ἐχόμενοι τῶν ἀναγκαίων. πρὸ δὲ τῶν ἄλλων ἐροῦμεν πρῶτον τὸν περὶ τῆϲ μαίαϲ, εἶτα τὸν ὑγιεινόν, εῖτα τὸν περὶ τῶν παρὰ φύϲιν· ϲτιβαρώτεροϲ γὰρ οῦτοϲ καὶ μετὰ
ποικιλίαϲ δυϲχερέϲτεροϲ, διὸ καὶ τελευταῖοϲ ὀφείλει παραδίδοϲθαι.
I. Τίϲ ἐϲτιν ἐπιτήδειοϲ πρὸϲ τὸ γενέϲθαι μαῖα.
ἀπαρεμπόδιϲτοϲ ταῖϲ αἰϲθήϲεϲιν, ἀρτιμελήϲ, εὔτονοϲ, ὡϲ δ᾿ ἔνιοι λέ- γουϲιν καὶ μακροὺϲ καὶ λεπτοὺϲ ἔχουϲα καὶ τοὺϲ τῶν χειρῶν δακτύ-
λουϲ καὶ | ὑπεϲταλκόταϲ ταῖϲ ῥαξὶν τοὺϲ ὄνυχαϲ. τραμμάτων μὲν ἐντόϲ [ϲἰναι], ἵνα καὶ διὰ θεωρίαϲ τὴν τέχνην ἰϲχύϲῃ παραλαβεῖν· ἀγχίνουϲ δὲ πρὸϲ τὸ ῥᾳδίωϲ τοῖϲ λεγομένοιϲ καὶ γινομένοιϲ παρακολουθεῖν·
μνήμων δέ, ῖνα καὶ τῶν παραδιδομένων ἀποκρατῇ μαθημάτων (μάθ-
ϲιϲ γὰρ ἐκ μνήμηϲ γίνεται [καὶ] καταλήψεωϲ)· φιλόπονοϲ δὲ πρὸϲ τὸ ἐπιμένειν τοῖϲ ϲυμβεβηκόϲι (δεῖ γὰρ ἀνδρώδουϲ τληπαθείαϲ τῇ βουλο- μένη τοϲοῦτον μάθημα παραλαβεῖν]· κόϲμιοϲ δὲ διὰ τὸ μέλλειν οἰκίαϲ πιϲτεύεϲθαι καὶ μυϲτήρια βίου, καὶ ὅτι ταῖϲ φαύλαιϲ τὸ ἦθοϲ εἰϲ τὸ
ἐπιβουλεύειν ἐφόδιόν ἐϲτι τὸ δοκεῖν ἰατρικὰϲ ἔχειν κατηχήϲειϲ· ἀπαρ- εμπόδιϲτοϲ δὲ ταῖϲ αἰϲθήϲεϲιν, ἐπεὶ τὰ μὲν ὁρᾶν δεῖ, τῶν δὲ ἐξ ἀνακρίϲεωϲ ἀκούειν, τὰ δὲ διὰ τῆϲ ἁφῆϲ καταλαμβάνειν· ἀρτιμελὴϲ δὲ πρὸϲ τὸ τῆϲ ἐν τοῖϲ ἔργοιϲ ὑπηρεϲίαϲ ἀπαρεμπόδιϲτοϲ εἶναι· εὔτονοϲ δέ, διὰ γὰρ τῆϲ ἐν τῷ περιοδεύειν κακοπαθείαϲ διϲϲὴν τὴν πρᾶξιν
παραλαμβάνει· μακροὺϲ δὲ καὶ λεπτοὺϲ ἔχουϲα τούϲ δακτύλουϲ καὶ 3 4 5 6 ὑπεϲταλκόταϲ τοὺϲ ὄνυχαϲ, εἰϲ τὸ τῆϲ ἐν βάθει φλεγμονῆϲ ἀϲκυλτό- τερον ἅπτεϲθαι. τοῦτο μέντοι γε καὶ δι᾿ αὐτῆϲ ἐπιτυγχάνεται τῆϲ ἐν τοῖϲ ἔργοιϲ ϲπουδαιοτέραϲ τριβῆϲ καὶ ϲυγγυμναϲίαϲ.
II. Τίϲ ἀρίϲτη μαῖα.
μὲν ἄριϲται γινώϲκωϲιν ἑαυτάϲ, αἱ δὲ ἀρτιμαθεῖϲ ὡϲ εἰϲ ἀρχετύπουϲ ταύταϲ ἀποβλέπωϲιν, ὁ βίοϲ δὲ παρὰ τὰϲ χρείαϲ εἰδῇ, τίναϲ δεῖ μετα- καλεῖϲθαι. κατὰ τὸ κοινὸν μὲν οὖν τελείαν φαμὲν τὴν μόνον τοῦ
τέλουϲ τῆϲ ἰατρικῆϲ ἐπιτυγχάνουϲαν, ἀρίϲτην δὲ τὴν προϲειληφυῖάν
τι καὶ πρὸϲ ταῖϲ προϲταϲίαιϲ ἐν τοῖϲ θεωρήμαϲιν πολύπειρον. μερικώ- τερον δὲ λέγομεν ἀρίϲτην μαῖαν τὴν γεγυμναϲμένην ἐν πᾶϲι τοῖϲ μέρεϲιν τῆϲ θεραπείαϲ (τὰ μὲν γὰρ διαιτῆϲαι δεῖ, τὰ δὲ χειρουργῆϲαι, τὰ δὲ φαρμάκοιϲ διορθώϲαϲθαι) καὶ τὰ ὑγιεινὰ παραγγέλματα δοῦναι δυναμένην καὶ τὸ κοινὀν καὶ τὸ προϲεχὲϲ ἰδεῖν καὶ τὸ ϲυμφέρον ἐκ
τούτου λαμβάνουϲαν καὶ μήτ᾿ ἀπὸ τῶν αἰτίων μήτ᾿ ἀπὸ τῆϲ πλει- ϲτάκιϲ τηρήϲεωϲ τῶν καθόλου ϲυμ〈βαινόν〉των ἦ τινοϲ τούτων· εἶτα κατὰ
μέροϲ οὐ παρατυπουμένην ἐν ταῖϲ τῶν ϲυμπτωμάτων μεταβολαῖϲ, παρηγοροῦϲαν δὲ κατὰ τὴν πρὸϲ τὸ πάθοϲ ἀκολουθίαν, ἀτάραχον, ἀκατάπληκτον ἐν τοῖϲ κινδύνοιϲ, δεξιῶϲ τὸν περὶ τῶν βοηθημάτων
λόγον ἀποδιδόναι δυναμένην, παραμυθίαν ταῖϲ καμνούϲαιϲ πορίζουϲαν, ϲυμπάϲχουϲαν καὶ οὐ πάντωϲ προτετοκυῖαν, ὡϲ ἔνιοι λέγουϲιν, ῖνα ϲυνειδήϲει τῶν ἀλγημάτων ταῖϲ τικτούϲαιϲ ϲυμπαθῇ, 〈οὐ〉 μᾶλλον γὰρ 〈τοῦτο〉 τετοκυίαϲ· εὔτονον δὲ διὰ τὰϲ ὑπουργίαϲ καὶ οὐ πάντωϲ
νέαν, ὥϲ φαϲίν τινεϲ, καὶ γὰρ νέα τιϲ ἄτονοϲ καὶ οὐ νέα τοὐναντίον
εὔτονοϲ· ϲώφρονα δὲ καὶ νήφουϲαν ἀεὶ διὰ τὸ ἄδηλον τῶν πρὸϲ τὰϲ κινδυνευούϲαϲ μετακλήϲεων· ἥϲυχον δὲ ἔχουϲαν θυμὸν ὡϲ πολλῶν τῶν ἐν τῷ βίῳ μυϲτηρίων μετέχειν μέλλουϲαν· ἀφιλάργυρον ὡϲ μὴ διὰ μιϲθὸν κακῶϲ δοῦναι φθόριον· ἀδειϲιδαίμονα χάριν τοῦ μὴ δι᾿ ὄνειρον ἢ διὰ κληδόναϲ ἢ ϲύνηθέϲ τι μυϲτήριον καὶ βιωτικὴν θρηϲκείαν ὑπερ-
ιδεῖν τὸ ϲυμφέρον. ἐπιτηδευέτω δὲ καὶ τὴν τῶν χειρῶν τρυφερίαν,
7 8 φυλαττομένη καὶ τὰϲ ϲκληρύνειν δυναμέναϲ ἐριουργίαϲ, διὰ χριϲμάτων
δὲ προϲκατακτωμένη τὸ ἁπαλόν, εἰ μὴ πάρεϲτιν φυϲικῶϲ, καὶ τοῦτο. τοιαύτην μὲν εἶναι δεῖ τὴν ἀρίϲτην μαῖαν.
ἔξ ὧν τὰ μὲν αὐτόθεν καταλαμβάνεται, τὰ δὲ ἐξ ἀνατομῆϲ. ἥτιϲ 〈εὶ〉 καὶ ἄχρηϲτόϲ ἐϲτιν, ὅμωϲ ἐπεὶ παραλαμβάνεται [ἐκ] χρηϲτομαθείαϲ ἕνεκα, διδάξομεν καὶ τὰ ἐκ ταύτηϲ ἐπιγνωϲθέντα. ῥᾳδίωϲ τε γὰρ πιϲτευθηϲόμεθα λέγοντεϲ ἄχρηϲτον τὴν ἀνατομήν, εἰ πρότερον αὐτὴν εἰδότεϲ εὑρεθείημεν, καὶ οὐ παρέξομεν ὑπόνοιαν τοῦ δι᾿ ἄγνοιαν
παραιτεῖϲθαί τι τῶν ὑπειλημμένων εὐχρήϲτων.
III, Τίϲ φύϲιϲ μήτραϲ καὶ γυναικείου αἰδοίου.
πρὸϲ κάθαρϲιν καὶ ἀπότεξιν· ὑϲτέρα δὲ διὰ τὸ ὕϲτερον ἀποδιδόναι τὰ ἑαυτῆϲ ἐνεργήματα, ἢ διὰ τὸ ἐϲχάτην κεῖϲθαι πάντων τῶν ϲπλάγχνων, εἰ καὶ μὴ πρὸϲ ἀκρίβειαν ἀλλὰ κατὰ πλάτοϲ· δελφὺϲ δὲ διὰ τὸ ἀδελ. φῶν αὐτὴν εἶναι γεννητικήν.
μεταξὺ κύϲτεωϲ καὶ ἀπευθυϲμένου ἐντέρου, τούτῳ μὲν ἐπικειμένη, τῇ κύϲτει δὲ ὑποκειμἐνη ποτὲ μὲν ὅλη, ποτὲ δὲ ἀπὸ μέρουϲ διὰ τὸ κατὰ
μέγεθοϲ ἐξαλλάϲϲεϲθαι. ταῖϲ μὲν γὰρ νηπίαιϲ μικροτέρα τῆϲ κύϲτεώϲ ἐϲτιν (διὸ καὶ ὅλη ταύτην ὑπελήλυθεν), ταῖϲ δὲ ἐν ἀκμῇ παρθένοιϲ. ἴϲη τῇ κύϲτει κατὰ τὰ ὑπερκείμενα, ταῖϲ δὲ προηλικεϲτέραιϲ καὶ ἤδη
διακεκορευμέναιϲ καὶ μᾶλλον 〈ταῖϲ〉 προκεκυηκυίαιϲ μείζων, ῶϲτε ταῖϲ 9 10 πλείϲταιϲ ἐν λήξει τοῦ κόλου προϲαναπαύεϲθαι, μᾶλλον δὲ ἐν τῷ κυοφορεῖν (ὡϲ καὶ τῇ ὁράϲει καταλαμβάνειν ἔϲτιν) εἰϲ πολὺ διογκου- μένου τοῦ περιτοναίου καὶ τοῦ ἐπιγαϲτρίου ἐκ τοῦ τηλικοῦτον εἴναι. τὸ ἀποτικτόμενον μετὰ τῶν ϲὺν αὐτῷ χιτώνων καὶ ὑγρῶν. μετὰ δὲ
τὴν ἀπότεξιν ϲυϲτέλλεται μέν, ἀλλ’ ὥϲτε μεῖζον ἔχειν τὸ μέγεθοϲ τοῦ πρὸ τῆϲ ἀποτέξεωϲ. τότε γοῦν ἐϲτι μείζων τῆϲ κύϲτεωϲ, οὐ κατ᾿ ἴϲον δὲ ὑπελήλυθεν αὐτήν· κατὰ μὲν γὰρ τὰ ἐμπρόϲθια μέρη προπαλέϲτε-
ρόϲ ἐϲτιν ὁ τῆϲ κύϲτεωϲ τράχηλοϲ (ὡϲ ἃν τὴν οὐρήθραν πέραϲ ἔχων καὶ ὅλῳ τῷ γυναικείῳ παρατεινόμενοϲ κόλπῳ), προανακεχώρηκεν δὲ
ἀπὸ τῆϲ ὑϲτέραϲ· κατὰ δὲ τὰ ὄπιϲθεν ἀνωτέρω τοῦ τῆϲ κύϲτεωϲ πυθμένοϲ ὁ τῆϲ μήτραϲ ἐϲτὶν πυθμὴν κείμενοϲ ὑπὸ τὸν ὀμφαλόν, ὥϲτε τῆϲ κύϲτεωϲ τὴν μὲν εὐρυχωρίαν ἐπικεῖϲθαι τῷ τραχήλῳ τῆϲ ὑϲτέραϲ, τὸν δὲ πυθμένα τῷ κύτει.
μενα τῇ κύϲτει, πρὸϲ δὲ τὰ ὑποκείμενα τῷ ἀπευθυϲμένῳ, πρὸϲ δὲ τὰ πλάγια καὶ τὰ ἐξόπιϲθεν τοῖϲ ἐκπεφυκόϲιν ἀπὸ τῶν ἰϲχίων καὶ τοῦ ἱεροῦ ὀϲτέου. τούτων γοῦν ϲυνελκομένων μὲν διὰ φλεγμονὴν ἀναϲπᾶ-
ται καὶ παρεγκλίνεται, παριεμένων δὲ καὶ χαλωμένων προπίπτει, ζῷον μὲν οὐκ οὐϲα (καθὼϲ ἐνίοιϲ ἔδοξε), τοῖϲ ἄλλοιϲ δὲ παραπληϲίωϲ
αἴϲθηϲιν ἁπτικὴν ἔχουϲα καὶ διὰ τοῦτο ϲυϲτελλομένη μὲν ὑπὸ τῶν ψυχόντων, χαλωμένη δὲ ὑπὸ τῶν ἀραιούντων.
ἰατρικῇ δὲ ϲικύᾳ παραπλήϲιοϲ· ἀπὸ γὰρ περιφεροῦϲ καὶ πλατέοϲ 11 12 13 ἀρξαμένη τοῦ κατὰ τὸν πυθμένα πέρατοϲ πρὸϲ λόγον ἐπὶ ϲτενὸν ϲυν-
άγεται τὸ ϲτόμιον. κέκληται δ᾿ αὐτῆϲ τὸ μὲν πρῶτον καὶ προάγον μέροϲ ϲτόμιον, τὸ δὲ μετὰ τοῦτο τράχηλοϲ, τὸ δὲ ἑπόμενον αὐχήν, ἡ ϲυνδρομὴ δὲ τούτων καυλόϲ, τὰ δὲ ἑκατέρωθεν μετὰ τὴν ϲτενό- τητα τοῦ τραχήλου πλατυνόμενα πρῶτα μέρη τῆϲ ὑϲτέραϲ ὦμοι, τὰ
δὲ μετὰ ταῦτα πλευρά, τὸ δὲ ὕϲτατον πυθμήν, τὸ δὲ ὑποκείμενον βάϲιϲ, τὸ δ᾿ ὅλον χώρημα κύτοϲ καὶ γάϲτρα καὶ κόλποϲ.
κίαϲ (ὡϲ ἐπὶ τὸ πολὺ δὲ ταῖϲ | ἤδη τελείαιϲ πέντε ἢ ἔξ δακτύλουϲ), προχειρότερον δὲ γίνεται κατὰ τὰϲ ἀποτέξειϲ ἐπεκτεινομένου τοῦ τρα-
χήλου. διάφορον δὲ ἔχει καὶ τὸ μέγεθοϲ, πλὴν ἐπί γε τῶν πλείϲτων ἐν τῷ κατὰ φύϲιν τηλικοῦτόν ἐϲτιν ἡλίκον τὸ ἐκτὸϲ πέραϲ τῆϲ ἀκου- ϲτικῆϲ εὐρυχωρίαϲ. διίϲταται δὲ κατά τιναϲ καιρούϲ, καθάπερ ἐν τῇ
ὀρέξει τῆϲ ϲυνουϲίαϲ πρὸϲ παραδοχὴν τοῦ ϲπέρματοϲ κἀν ταῖϲ καθάρ- ϲεϲιν πρὸϲ ἀπόκριϲιν τοῦ αῖματοϲ κὰν τοῖϲ ϲυλλήψεϲιν πρὸϲ λόγον τῆϲ τοῦ ἐμβρύου ϲυναυξήϲεωϲ. ἐν δὲ τῇ ἀποτέξει καὶ πλεῖϲτον πρὸϲ-
ανευρύνεται μέχρι τοῦ καὶ χεῖραϲ τελείων παραδέχεϲθαι. κατὰ μέντοι τὴν φύϲιν τρυφερόν ἐϲτιν καὶ ϲαρκῶδεϲ ἐπὶ τῶν ἀδιακορεύτων, ϲομ-
φότητι πνεύμονοϲ ἢ τρυφερίᾳ γλώττηϲ ἐοικόϲ, ἐπὶ δὲ τῶν ἀποκεκυ- ηκυιῶν τυλωδέϲτερον γίνεται, κεφαλῇ πολύποδοϲ ἢ ἄκρῳ βρόγχου, καθώϲ φηϲιν Ἡρόφιλοϲ, ὅμοιον, τυλούμενον τῇ παρόδῳ τῶν ἀπο- κρινομένων καὶ ἀποτικτομένων.
ϲυγκέκριται γὰρ οὐκ ἐκ νεύρων μόνον, ἀλλὰ καὶ ἐκ φλεβῶν καὶ ἀρτη- ριῶν καὶ ϲαρκόϲ· ἐξ ὧν τὰ νεῦρα μὲν ἀπὸ νωτιαίαϲ μήνιγγοϲ λαμ- βάνει τὴν καταρχήν, αἱ δὲ ἀρτηρίαι καὶ φλέβεϲ ἀπὸ τῆϲ παρακειμένηϲ 14 15 16 τῇ ῥάχει κοίληϲ φλεβὸϲ καὶ παχείαϲ ἀρτηρίαϲ. δύο μὲν γὰρ ἀποϲχί- ζονται φλέβεϲ ἀπὸ τῆϲ κοίληϲ φλεβόϲ, δύο δὲ ἀρτηρίαι ἀπὸ τῆϲ
παχείαϲ ἀρτηρίαϲ. ῶν ἀνὰ μία φλὲψ καὶ ἀρτηρία φέρονται πρὸϲ ἑκά
τερον νεφρόν, ἔπειτα πρὶν εἰϲ αὐτούϲ ἐμφυῆναι διϲχιδεῖϲ γενόμεναι
ταῖϲ μὲν δυϲὶν ἐκφύϲεϲιν εἰϲ ἑκάτερον νεφρὸν ἐμφύονται, ταῖϲ δὲ δυϲὶ τὴν ὑϲτέραν ἀναπλέκουϲιν, ὥϲτε γίνεϲθαι τεϲϲάρων εἰϲ αὐτὴν ἀγγείων ἔμφυϲιν, δύο μὲν ἀρτηριῶν, δύο δὲ φλεβῶν. ἐκ τούτων δὲ καὶ εἰϲ ἑκάτερον τῶν διδύμων ἀνὰ μία 〈μὲν〉 φλέψ, ἀνὰ μία δὲ ἐμπέφυκεν ἀρτηρία.
νοϲ παῤ ἑκάτερον πλευρὸν ἀνὰ εἶϲ. καὶ εἰϲὶν μὲν ψαφαροὶ καὶ ἀδε- νώδειϲ ἰδίῳ ϲκεπόμενοι ὑμένι, κατὰ ϲχῆμα δὲ οὐχ ὡϲ ἐπὶ τῶν ἀρρέ- νων ὑπομήκειϲ ὑπάρχουϲιν, ὑπόϲιμοι δὲ καὶ ϲτρογγύλοι καὶ ἐπ᾿ ὀλίγον πλατυνόμενοι κατὰ βάϲιν. ὁ ϲπερματικὸϲ δὲ πόροϲ ἀπὸ τῆϲ ὑϲτέραϲ
δι᾿ ἑκατέρου φέρεται διδύμου καὶ τοῖϲ πλευροῖϲ παραταθεὶϲ μέχρι τῆϲ κύϲτεωϲ εἰϲ τὸν ταύτηϲ ἐμφύεται τράχηλον. ἔνθεν δὲ δοκεῖ τὸ τοῦ θήλεοϲ ϲπέρμα πρὸϲ ζῳογονίαν μὴ ϲυλλαμβάνεϲθαι τῷ εἰϲ τὸ ἐκτὸϲ ἐκχεῖϲθαι, περὶ οὐ διελάβομεν ἐν τῷ Περὶ ϲπέρματοϲ λόγῳ. ἔνιοι
δέ, καθὼϲ βούλεται καὶ †χιοϲ, καὶ ἀνὰ ἕνα κρεμαϲτῆρά φαϲιν αὐτοῖϲ
ἐμπεφυκέναι. καὶ ἡμεῖϲ δὲ τοῦτο | ἐπὶ τῆϲ αὐτοψίαϲ ἱϲτορήκαμεν ἐπί
τινοϲ ἐντεροκηλικῆϲ γυναικόϲ, ἐφ᾿ ῆϲ ἐν τῇ χειρουργίᾳ προέπιπτεν ὁ δίδυμοϲ χαλαϲθέντων τῶν κατεχόντων αὐτὸν καὶ περιειληφότων ἀγ- γείων, ϲὺν οἶϲ καὶ ὁ κρεμαϲτὴρ ὑπεξέπεϲεν.
ἀξιολόγοιϲ κατὰ τὸν πυθμένα καὶ τοῦ ϲπέρματοϲ ἐκεῖ κολλωμένου καὶ
τῆϲ καθάρϲεωϲ ἐκεῖθεν φερομένηϲ. οἱ μέντοι δύο χιτῶνεϲ οὐτοι ϲυν- έχονται πρὸϲ ἀλλήλουϲ ὑμέϲι λαγαροῖϲ καὶ νεύροιϲ, ὥϲτε πολλάκιϲ ἐπεκτεινομένων αὐτῶν προπίπτειν τὴν ὑϲτέραν, τοῦ μὲν νευρώδουϲ χιτῶνοϲ κατὰ χώραν μένοντοϲ, τοῦ δὲ ἔϲωθεν κατ᾿ ἐκτροπὴν προ-
πίπτοντοϲ.
δὲ τῶν τετοκυιῶν ἐκτείνεται ὅλη καὶ περιφερὴϲ γίνεται. Διοκλῆϲ δὲ καὶ κοτυληδόναϲ καὶ πλεκτάναϲ καὶ κεραίαϲ λεγομέναϲ εἰναί φηϲιν ἐν
τῇ εὐρυχωρίᾳ τῆϲ ὑϲτέραϲ, αἵτινεϲ μαϲτοειδεῖϲ ἐκφύϲειϲ ὑπάρχουϲι πλατεῖαι μὲν κατὰ βάϲιν, μείουροι δὲ κατὰ τὸ ἄκρον, ἑκατέρωθεν
κείμεναι τῶν πλευρῶν, προνοητικῶϲ ὑπὸ τῆϲ φύϲεωϲ γεγεννημέναι χάριν τοῦ τὸ ἔμβρυον προμελετᾶν τὰϲ θηλὰϲ τῶν μαϲτῶν ἐπιϲπᾶϲθαι. καταψεύδονται δὲ τῆϲ ἀνατομῆϲ (οὐχ εὑρίϲκονται γὰρ αἱ κοτυλη
δόνεϲ), καὶ ἀφύϲικόϲ ἐϲτιν ὁ περὶ αὐτῶν εἰϲαγόμενοϲ λόγοϲ, ὡϲ ἐν τοῖϲ Περὶ ζῳογονίαϲ ὑπομνήμαϲιν ἀποδέδεικται.
δὲ τὰϲ ὑϲ εὐτροφωτέραϲ γίγνεϲθαί φαϲι μετὰ τὴν ἐκτομὴν τῆϲ μήτραϲ.
πάϲχουϲα μέντοι πρὸϲ ϲυμπάθειαν ϲτόμαχον ἄγει καὶ μήνιγγαϲ. ἔϲτι δέ τιϲ αὐτῇ καὶ πρὸϲ τοὺϲ μαϲτοὺϲ φυϲικὴ ϲυμπάθεια· μεγεθυνομένηϲ γοῦν αὐτῆϲ ἐν ταῖϲ ἀκμαῖϲ καὶ οἱ μαϲτοὶ ϲυνδιογκοῦνται, καὶ αὐτὴ μὲν τὸ ϲπέρμα τελεϲιουργεῖ, μαϲτοὶ δ᾿ εἰϲ τροφὴν τῶν κυηθηϲομένων
γάλα παραϲκευάζουϲι, καὶ φερομένων μὲν τῶν καταμηνίων ϲβέννυται 21 22 23 τὸ γάλα, φερομένου δὲ τοῦ γάλακτοϲ οὐκέτι φαίνεται κάθαρϲιϲ, καθά- περ καὶ ἐπὶ τῶν παρηλικεϲτέρων ϲυϲτελλομένηϲ τῆϲ ὑϲτέραϲ καὶ οἱ μαϲτοὶ τρόπῳ τινὶ μαραίνονται καὶ πάϲχοντοϲ τοῦ ἐμβρύου ϲτενοῦται τὸ μέγεθοϲ αὐτῶν. ἐπὶ γοῦν τῶν κυοφορουϲῶν θεαϲάμενοι ῥικνοῦ-
μένουϲ τοὺϲ μαϲτὺϲ καὶ ϲυναγομένουϲ γενηϲομένην προλέγομεν ἔκ- τρωϲιν.
καὶ κόλποϲ ὠνόμαϲται γυναικεῖοϲ. ὑμὴν δέ ἐϲτιν νευρώδηϲ καὶ. ὑπό τι περιφερὴϲ ὥϲπερ ἔντερον, εὐρυχωρέϲτερον μὲν κατὰ τὸ ἐνδον,
ϲτενότερον δὲ κατὰ τὸ ἐκτόϲ, ἐν ᾦ καὶ τοὺϲ πληϲιαϲμοὺϲ ϲυμβέβηκεν γίνεϲθαι. τὸ μὲν οὖν ἔνδον αὐτοῦ μέροϲ περιπέφυκεν τῷ τραχήλῳ
τῆϲ | μήτραϲ ὡϲ ἐπὶ τῶν ἀρρένων ἡ πόϲθη τῇ βαλάνῳ, τὸ δὲ ἔξω
τοῖϲ πτερυγώμαϲιν, τὸ δὲ κάτω τῇ ἕδρα, τὰ δὲ πλάγια τοῖϲ ϲαρκώ- δεϲιν τῶν ἰϲχίων, τὸ δὲ ἄνω τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ· οὖτοϲ γάρ,
ὡϲ ἔφην, ὑπερπεϲών τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ καὶ παραταθεὶϲ ἄνωθεν τῷ αἰδοίῳ κατ᾿ ἄκρον εἰϲ τὸν οὐρητικὸν πόρον ἐμφύεται. φαίνεται τοίνυν, ὡϲ ὁ γυναικεῖοϲ κόλποϲ ὑπόκειται μὲν τῷ τραχήλῳ τῆϲ κύϲιτεωϲ, ἐπίκειται δὲ τῷ δακτυλίῳ καὶ τῷ ϲφιγκτῆρι καὶ τῷ ἄκρῳ τοῦ ἀπευ- θυϲμένου. κατὰ δὲ μῆκόϲ ἐϲτιν, ὡϲ ἔμπροϲθεν ὑπεδείξαμεν, ἄνιϲοϲ, οὐ
μόνον παρὰ τὰϲ ἡλικίαϲ ἢ παρὰ τὰϲ ϲυνουϲίαϲ (ἐν αἷϲ ἐπεκϲτεινόμενοϲ ὁ τράχηλοϲ τῆϲ ὑϲτέραϲ, ὥϲπερ καὶ τὸ τῶν ἀρρένων αἰδοῖον, ἐπι- λαμβάνει τι τοῦ κόλπου). ἀλλὰ καὶ τῷ φύϲει τινὰϲ μὲν προπετέϲτερον ἔχειν τὸν τράχηλον, τινὰϲ δὲ ἄγαν κολοβόν [ἢ κονδόν]· ταῖϲ δὲ πλεί- ϲταιϲ τῶν τελείων ἕξ ἐϲτιν δακτύλων. ϲυμπέπτωκε μέντοι γε καὶ
ϲτενότερόϲ ἐϲτιν ἐπὶ παρθένων ϲτολίϲι κεχρημένοϲ ϲυνεχομέναιϲ ὑπ’ ἀγγείων ἀπὸ τῆϲ ὑϲτέραϲ τὴν ἀπόφυϲιν εἰληφότων, ἅπερ καὶ κατὰ τὰϲ διακορήϲειϲ ἁπλουμένων τῶν ϲτολίδων ῥήγνυται καὶ ὀδύνην ἐπι- φέρει καὶ ἀποκρίνεται τὸ ϲυνήθωϲ ἐπιφερόμενον αἷμα.
κόλπον, τοῦτον δὲ ῥήγνυϲθαι κατὰ τὰϲ διακορήϲειϲ καὶ ὀδύνην ἐπι- 24 25 26 φέρειν ἢ θᾶττον καθάρϲεωϲ γινομένηϲ, ἐμμείναντα δὲ καὶ ϲωματο-
ποιηθέντα τὸ ἄτρητον | λεγόμενον πάθοϲ ἀποτελεῖν, ψεῦδόϲ ἐϲτι.
πρῶτον μὲν γὰρ διὰ τῆϲ ἀνατομῆϲ οὐχ εύρίϲκεται· δεύτερον δὲ ἐπὶ τῶν παρθένων ἐχρῆν ἀντικόπτειν τι τῇ μηλώϲει (νυνὶ δὲ μέχρι βάθουϲ ἄπειϲιν ἡ μήλη)· τρίτον δὲ εἰ κατὰ τὰϲ διακορήϲειϲ ῥηγνύμενοϲ ὁ
ὑμὴν ὀδύνηϲ γίνεται παραίτιοϲ, ἐχρῆν ἐξ ἀνάγκηϲ ἐπὶ τῶν παρθένων ἔμπροϲθεν τῆϲ διακορήϲεωϲ ἐπιφανείϲηϲ καθάρϲεωϲ περιωδυνίαν παρ-
ακολουθεῖν, κατὰ δὲ τὴν διακόρηϲιν μηκέτι. καὶ ἄλλωϲ εἰ ϲωματο- ποιηθεὶϲ ὁ ὑμὴν τὸ ἄτρητον ποιεῖ πάθοϲ, ἔδει κατὰ τὸν αὐτὸν τόπον εὐρίϲκεϲθαι διηνεκῶϲ αὐτόν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἄλλων μερῶν
ἕκαϲτον ἐπὶ τοῦ ἰδίου πάντοτε τόπου θεωροῦμεν μένον· νυνὶ δὲ ἐπὶ τῶν ἀτρήτων ὁ διαφράττων ὑμὴν αὐτὸν τὸν πόρον ποτὲ μὲν κατὰ τὰ πρόχειρα μέρη τῶν πτερυγωμάτων εὐρίϲκεται, ποτὲ δὲ κατὰ μἑϲον τοῦ αἰδοίου, ἄλλοτε δὲ κατὰ μέϲον τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ.
θεν αὐτοῦ καὶ φαινόμενα πτερυγώματα καλεῖται, τρόπῳ τινὶ χείλη τοῦ κόλπου καθεϲτῶτα· παχέα δέ ἐϲτιν καὶ ϲαρκώδη καὶ πρὸϲ μὲν τὰ κάτω πρὸϲ ἑκάτερον μηρὸν ἀποτελευτᾷ, καθάπερ ἀλλήλων ἀπο- ϲχιϲθέντα, πρὸϲ δὲ τὰ ὕπεροθεν εἰϲ τὴν καλουμένην ἀπολήγει νύμφην.
αὕτη δὲ τῶν δυοῖν πτερυγωμάτων ἐϲτὶν ἀρχή, τῇ φύϲει δὲ ϲαρκίδιόν
ἐϲτιν ὡϲανεὶ μυῶδεϲ· νύμφη δὲ εἴρηται διὰ τὸ ταῖϲ νυμφέυομέναιϲ
ὁμοίωϲ ὑποϲτέλλειν τὸ ϲαρκίον. ὑπὸ δὲ τὴν νύμφην πάλιν ἕτερον ὑποϲτέλλει ϲαρκίδιον ἐπανεϲτηκόϲ, ὃ πέραϲ ἐϲτὶ τοῦ τραχήλου τῆϲ
κύϲτεωϲ· καλεῖται δὲ οὐρήθρα, | ἡ δὲ ἔνδον ϲτολιδώδηϲ τραχύτη
χεῖλοϲ. διαφέρει δὲ τῆϲ ἐπ᾿ ἀνδρῶν ἡ ἐπὶ θηλειῶν κύϲτιϲ· ἐκείνη μὲν
γὰρ μείζων ἐϲτὶ καὶ ϲκολιὸν ἔχει τὸν τράχηλον, αὕτη δὲ μικροτέρα καὶ εὐθυτράχηλοϲ.
τῆϲ μήτραϲ ἔργα καθάρϲειϲ, ϲυλλήψειϲ, κυοφορίαι καὶ μετὰ τελεί- ωϲιν ἀποτέξειϲ, τῇ φυϲικῇ χρώμενοι τάξει πρῶτον ἐροῦμεν περ ἐμμήνων.
IV, Περὶ ἐμμήνων καθάρϲεωϲ.
γίνεϲθαι, καὶ ἐπιμήνιον, ὅτι καὶ τροφὴ γίνεται τῶν ἐμβρύων, ὡϲ καὶ τῶν πλοιζομένων τὰ εἰϲ τροφὴν παρεϲκευαϲμένα ἐπιμήνια καλοῦμεν. λέγεται δὲ καὶ κάθαρϲιϲ, ἐπεί, καθὼϲ ἔνιοι λέγουϲιν, ὡϲ περιϲϲεῦον
αίμα τοῦ ϲώματοϲ ἀποκρίνουϲα κάθαρϲιν παρέχει τῷ ϲώματι τὸ μέντοι
καταμήνιον ἐπὶ μὲν τῶν πλείϲτων γυναικῶν εἰλικρινέϲ ἐϲτιν αἰμα, ἐπ᾿ ἐνίων δὲ ὑγραϲία ὕφαιμοϲ ἢ ἰχώρ τιϲ, ὡϲ ἐπὶ τῶν ἀλόγων ζῴων. οὐθὲν δὲ τούτων παρὰ φύϲιν, ὡϲ ἄνευ δυϲχερείαϲ ἀποκρίνεται. διὸ
κατ᾿ ἔννοιάν ἐϲτιν καταμήνιον οἶμα ἢ ἀνάλογον ὑγρὸν φυϲικῶϲ κατὰ
χρόνουϲ εὐτάκτουϲ ἀποκρινόμενον, μάλιϲτα διὰ μήτραϲ. τὰ μὲν οὑν ἄλλα φανερά, τῷ δὲ ‘διὰ μήτραϲ’ τὸ ‘μάλιϲτα’ πρόϲκειται διὰ τὸ καὶ ἀπὸ τοῦ γυναικείου κόλπου γίνεϲθαί ποτε κάθαρϲιν.
δέκατον ἔτοϲ κατὰ τὸ πλεῖϲτον, ὅτε καὶ τὸ ήβᾶν καὶ τὸ διογκοῦϲθαι
τούϲ μαϲτούϲ. τὸ δὲ πλῆθοϲ τῆϲ ἀπο|κρίϲεωϲ ἀρξάμενον ἀπὸ ὀλίγου
πρόειϲιν ἐπὶ πλεῖον καὶ χρόνον 〈τινὰ〉 μεῖναν ἐπὶ τοῦ αὐτοῦ πάλιν ἐλαττοῦται καὶ οὕτωϲ ἀποπαύεται τελείωϲ, οὕτε τάχιον ἐτῶν τεϲϲαρά- κοντα κατὰ τὸ πλεῖϲτον οὕτε βρόδιον ἐτῶν πεντήκοντα. καὶ νῦν δὲ πρόϲκειται τὸ ‘κατὰ τὸ πλεῖϲτον’ [γινόμενον], ἐνίαιϲ γὰρ καὶ μέχρι
τῶν ἑξήκοντα παραμένει ἡ κάθαρϲιϲ. ἡ μέντοι ϲυναύξηϲιϲ καὶ ἡ μεί-
ωϲιϲ οὐχ οὕτωϲ γίνεται πρὸϲ ἀκρίβειαν, ὡϲ ὑπενόηϲεν Διοκλῆϲ, λέγων 〈ἐπι〉μένον αὐτὸ μέχρι ἐτῶν ἑξήκοντα γίνεϲθαι 〈πρῶτον ὀλί- 29 30 31 32 γον, ἔπειτα〉 τέλειον, εἰτα μεῖναν ἐπί τινα χρόνον πρὸϲ 〈τῷ αὐτῷ μετὰ〉 τοῦτο πάλιν παύεϲθαι πρὸϲ λόγον ἐλαττού〈μενον〉. τοῦτο γὰρ οὐ διηνεκῶϲ, ἄλλαιϲ δὲ ἄλλωϲ κατὰ τὸ ἀόριϲτον πλεονάζει τε καὶ μειοῦται. τὸ πλεῖϲτον δὲ καταμήνιον δυοῖν ἐϲτι κοτυλῶν. καὶ τοῦτο δὲ πάλιν 〈τοῦ〉 ὡϲ ἐπὶ τὸ πολὺ παραϲτοχαϲάμενοι λέγομεν.
λαμβάνει τινὰϲ ἡμέραϲ ἢ ἐφυϲτερεῖ. τοῦτο δὲ ἑκάϲτη κατὰ τὴν ἰδίαν
ἀπαντᾷ προθεϲμίαν, καὶ οὐ 〈λαμβάνει〉 κατὰ τὰϲ αὐτὰϲ 〈περιόδουϲ〉, ὥϲπερ ὁ Διοκλῆϲ 〈φηϲιν〉, πάϲαϲ, καὶ πάλιν Ἐμ πεδοκλῆϲ, ἐλατ-
τουμένου τοῦ φωτὸϲ | τῆϲ ϲελήνηϲ. αἱ μὲν γὰρ πρὸ εἰκάδοϲ, αἱ δὲ ἐν εἰκάδι καθαίρονται, καὶ πάλιν αἱ μὲν αὐξανομένου τοῦ φωτὸϲ τῆε ϲελήνηϲ, αἱ δὲ μειουμένου καθαίρονται, ἄλλαι δὲ ἐν τοϲαύταιϲ τιϲὶν
ἡμέραιϲ ῶϲ ἔθοϲ εἶχεν αὐταῖϲ. τὴν δὲ ϲύμμετρον ἑκάϲτῃ κάθαρϲιν ἐκ τῆϲ ϲυναριθμήϲεωϲ τῶν ἡμερῶν ἔκρινάν τινεϲ, μὴ περαιτέρω γὰρ τῆϲ τρίτηϲ ἡμέραϲ ἢ τετάρτηϲ τὴν κατὰ φύϲιν ἀπόκριϲιν προέρχεϲθαι. μεμπτέον δὲ τούτουϲ· καὶ γὰρ μέχρι πλειόνων ἡμερῶν ἔνιαι καθαί- ρονται κατὰ φύϲιν τοῦ ἴϲου πλήθουϲ εἰϲ πλείοναϲ ἡμέραϲ ἐπιμεριϲθέν
τοϲ, καὶ πρὸϲ μίαν ἡμέραν δύναται πλεῖον ἀποκριθῆναι τοῦ κατὰ
φύϲιν. ϲμμμέτρωϲ οὖν κεκαθάρθαι λεκτέον τὰϲ μετὰ τὴν ἀπόκριϲι εὐϲταθεῖϲ, εὔπνουϲ, ἀταράχουϲ τήν τε δύναμιν ἀκαθαιρέτουϲ, τὰϲ δὲ μὴ τοιαύταϲ ἀϲυμμέτρωϲ. τὸ γὰρ ἴϲον καὶ ὀλιγωτέραιϲ καὶ πλείοϲι κενώϲεϲιν αἱματοϲ κατά γε τὰϲ ἡλικίαϲ καὶ τὰϲ ἄλλαϲ περιϲτάϲειϲ καὶ
τὸ ποτὲ μὲν παχυντικὰϲ προϲενέγκαϲθαι τροφάϲ, ποτὲ δὲ δριμείαϲ καὶ λεπτυντικὰϲ φαίνεται.
παρὰ τὴν ἡλικίαν καὶ παρὰ τὴν ὥραν καὶ παρὰ τὴν ϲύγκριϲιν καὶ. παρὰ τὸ ἐπιτήδευμα καὶ τὴν ἀγωγὴν καὶ παῤ ἄλλαϲ τινὰϲ ἐμφερεῖϲ ἐξαλλαγάϲ. φύϲει μέν, ἐπειδήπερ αὐτὸ τοῦτο φυϲικῶϲ τιϲὶ μὲν πλεῖον
ἐκκρίνεται τὸ αἷμα, τιϲὶ δὲ ἔλαττον. παρὰ δὲ τὴν ἡλικίαν· ὀλιγώ-
τερον γὰρ ταῖϲ μελλούϲαιϲ μηκέτι καθαίρεϲθαι καὶ ταῖϲ πρῶτον ἀρχο- μέναιϲ. ταύταιϲ γοῦν πολλάκιϲ μόνον τὸ παρακείμενον τῇ μήτρᾳ χωρίον περινοτίζεται· ὀλίγαιϲ γὰρ παντελῶϲ καὶ ταύταιϲ ὑπεράκμοιϲ πρὸ τῆϲ διακορήϲεωϲ ἀθροῦν ἐπιφαίνεται, μόνον δέ, ὡϲ ἔφην, |
ἐπιμολύνει τοὺϲ τόπουϲ. παρὰ δὲ τὴν ὥραν· ἔαροϲ μὲν γὰρ πλεῖον,
θέρουϲ δὲ ἔλαττον ὡϲ ἂν πολλῆϲ διαφορήϲεωϲ δι’ ὅλου γινομένηϲ τοῦ ϲώματοϲ, φθινοπώρου δὲ πλεῖον μὲν παρὰ τὸ θέροϲ, ἔλαττον δὲ παρὰ τὸ ἔαρ, χειμῶνοϲ δὲ πάλιν ἔλαττον τοῦ φθινοπώρου. παρὰ δὲ
τὰϲ ϲυγκρίϲειϲ· καταπιμέλοιϲ μὲν γὰρ καὶ παχείαιϲ ὀλιγώτερον, ὡϲ ἂν
τῆϲ ὕληϲ διὰ τὴν εὐτροφίαν τοῦ ϲυγκρίματοϲ ἀναλιϲκομένηϲ, ταῖϲ ἰϲχνοτέραιϲ δὲ καὶ ἀϲάρκοιϲ πλεῖον· ὃ γὰρ οὐκ ἐδαπάνηϲεν εἰϲ εὐτρο- φίαν ἡ φύϲιϲ, τοῦτο ἐπλεόναϲεν εἰϲ ἔκκριϲιν. παρὰ δὲ τὸ ἐπιτήδευμα καὶ
τὴν ἀγωγήν· ταῖϲ μὲν 〈γὰρ〉 ἀργῷ βίῳ χρωμέναιϲ πλεῖον, ταῖϲ δὲ γυμνα- ϲτικῷ καθ’ ὁνδήποτε τρόπον ἔλαττον. καὶ διὰ τοῦτο φωναϲκοῖϲ καὶ
ταῖϲ ἀποδημίαν τινὰ ϲτελλομέναιϲ, καὶ μάλιϲτα ταῖϲ ἐκ μεϲογείων το- πων εἰϲ πελαγίουϲ τόπουϲ, ὑποϲτέλλεται τὸ πλῆθοϲ.
παρὰ τὴν ἡλικίαν παιδικὴν οὖϲαν ἢ πρεϲβυτικήν, ἀλλὰ καὶ παρὰ τὸ φωναϲκίαιϲ ἀγωνιϲτικαῖϲ χρῆϲθαι περιελκομένηϲ καὶ ἀπαναλιϲκομένηϲ
τῆϲ ὕληϲ ἢ τοῖϲ ὅλοιϲ ϲώμαϲιν ἀνδρώδειϲ ὑπάρχειν, ἢ διὰ τὸ ἀπὸ μακρᾶϲ εἴναι νόϲου δαπανωμένηϲ τῆϲ ὕληϲ εἰϲ τὸ ἐλλεῖπον, ἢ διὰ ϲύλληψιν ἀναλιϲκομένου τοῦ αἵματοϲ εἰϲ τὴν τοῦ ἐμβρύου διατροφήν. ἐνίαιϲ δὲ καὶ μετὰ ϲύλληψιν ἐπιφαίνεται κάθαρϲιϲ ἤτοι ἀπὸ τοῦ γυναι-
κείου κόλπου ἢ ἀπὸ τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ καὶ τῶν πλευρῶν· ἡ γὰρ
πρόϲφυϲιϲ τοῦ ϲπέρματοϲ οὐ καθ’ ὅληϲ γίνεται τῆϲ μήτραϲ, κατὰ μόνου δὲ τοῦ πυθμένοϲ αὐτῆϲ. ποτὲ δὲ καὶ ἀπὸ τοῦ καθ’ ὃ μὴ προϲπέφυκεν τὸ ϲπέρμα γίνεται διαπήδηϲιϲ αἵματοϲ, καὶ διὰ τοῦτό τινεϲ ἐπιϲυλλαμ- βάνουϲιν. κοινῶϲ 〈δὲ〉 ὅτι κατὰ φύϲιν ἐϲτὶν τὸ μὴ γίνεϲθαί ποτε τὴν
κάθαρϲιν, ϲημειωτέον ἐκ τοῦ μηθὲν ὀχληρὸν παρακολουθεῖν.
V. Τίνα ϲημεῖα μελλούϲηϲ γίνεϲθαι καθάρϲεωϲ.
μενον καὶ ἐκ διαϲτήματοϲ πάλιν ἐπανθοῦν, ἐπ᾿ ἐνίων δὲ καὶ ἐκ τοῦ
ναυτιώδη τὸν ϲτόμαχον εἶναι καὶ ἀνόρεκτον. τὴν δὲ πρῶτον γενηϲο- μένην κάθαρϲιν καὶ ἐκ τούτων μέν, μάλιϲτα δὲ ἐκ τῆϲ ὡϲ ἐν πλάτει περὶ τὸ τεϲϲαρεϲκαιδέκατον ἔτοϲ ἐκφύϲεωϲ τῶν μαϲτῶν καὶ ἐκ τοῦ περὶ τὸ ἦτρον βάρουϲ κνηϲμοῦ καὶ ἡβήϲεωϲ. * * ϲυμβαίνει δὲ τὰϲ
τῇ ϲυνουϲίᾳ προϲβιαζομέναϲ τοῦτο πάϲχειν.
φόβοϲ μή πωϲ τῇ ἀποκρίϲει καθυπηρετουμένου τοῦ ζῴου διάτοϲιϲ γέ-
νηται καὶ φλεγμονή. διὸ πρᾷοϲ μὲν ὁ περίπατοϲ ἔϲτω καὶ ὁμαλόϲ. ἐπιμήκηϲ δὲ ἡ αἰώρα καὶ ἀνειμένα τὰ γυμνάϲια καὶ μετὰ πολλοῦ λίπουϲ ἀναβεβλημένη ἡ τρίψιϲ καὶ καθ᾿ ἡμέραν τὸ λουτρὸν καὶ πᾶϲα
ψυχῆϲ διάχυϲιϲ. ϲυνεξανίεται γὰρ αὐτῇ τὸ ϲῶμα καὶ ἀπαραποδίϲτουϲ
φέρει τὰϲ ἀποκρίϲειϲ, χωρὶϲ εἰ μὴ κακῶϲ τιϲ ἠγμένη λίαν ἐϲτὶν εὔθρυ- πτοϲ. τότε γὰρ ἐπιτονοῦν δεῖ τὸ ϲῶμα, ὡϲ μὴ ϲυνεκλύεϲθαι τοῖϲ ὅλοιϲ καὶ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο περὶ τὴν οἰκείαν ἐνέργειαν ἀτονεῖν. |
αρεϲτημάτων ἠρεμία τὰ πολλὰ χρήϲιμοϲ. καθάπερ γἀρ οἱ ἀπὸ κραιπά- ληϲ γέμοντεϲ ϲυντόνοιϲ κινήϲεϲιν ἐλέγχονται μέχρι τοῦ νόϲῳ περι- πεϲεῖν καὶ οἱ πλήρειϲ τὴν κεφαλὴν βιαιότερον ἀναφωνήϲαντεϲ εἰϲ ἄλγημα περιτρέπονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑϲτέρα πεπληρωμένη τῆϲ ἐπὶ τὴν κάθαρϲιν φερομένηϲ ὕληϲ ὑπὸ τῶν κινήϲεων εἰϲ κοπώδη
ϲυναίϲθηϲιν καταπυκνοῦται. διὸ καὶ ταῖϲ εὐχύλοιϲ καὶ ϲυμμέτροιϲ τρο-
φαῖϲ χρῆϲθαι προϲῆκεν, ἔτι δὲ τοῖϲ δι᾿ ἐλαίου θερμοῦ πεϲϲοῖϲ. ἐπὶ δὲ τῶν ἤδη πολλάϲιϲ κεκαθαρμένων ὡϲ ἔθοϲ ἑκάϲτῃ ποιεῖν ἐπιτρεπτέον. 39 40 αἱ μὲν γὰρ ϲυνήθωϲ ἠρεμοῦϲιν, αἱ δὲ ἐπὶ μετρίαϲ προΐαϲιν κινήϲειϲ. ἀϲφαλέϲτερον δὲ τὸ ἠρεμεῖν καὶ ἀλουτεῖν καὶ μάλιϲτα τῇ πρώτῃ τῶν ἡμερῶν. ἐπὶ δὲ τῶν ἤδη μηκέτι καθαίρεϲθαι μελλουϲῶν διὰ τὸν παρα-
βεβηκότα χρόνον φροντιϲτέον, ὅπωϲ μὴ ἀθρόα τῶν ἐμμήνων ἡ ἀπο-
κοπὴ γένηται. πᾶν γὰρ τὸ αἰφνίδιον ἐν μεταβολῇ, κἂν ἐπὶ τὸ βέλτιον [ἢ] μεταφέρηται, διὰ ξενοπάθειαν λυπεῖ τὸν ὄγκον· οὐκ ἐπιγιώϲκεται γὰρ τὸ μὴ προμελετηθέν, ἀλλ᾿ ὡϲ ἄηθεϲ δυϲαρέϲτημά τι ϲύνεϲτιν. ὅϲα 〈δὲ〉 παραλαμβάνομεν ἐπὶ τῆϲ πρώτηϲ γενηϲομένηϲ καθάρϲεωϲ,
ταῦτα νῦν ϲυντακτέον ἐπὶ τῆϲ ἤδη καταπαυομένηϲ διὰ τὸν χρόνον· ἅ
γὰρ τὴν μὴ ὑπάρχουϲαν ἔκκριϲιν ἱκανὰ προϲκαλεῖν, ταῦτα καὶ τὴν ἔτι ἀκμὴν παροῦϲαν ἱκανώτερα μέχρι τινὸϲ φυλάξαι. προϲπαραλαμ-
βανέϲθωϲαν δὲ καὶ πεϲϲοὶ οἱ μαλάϲϲειν δυνάμενοι καὶ οἱ τῆϲ 〈αὐτῆϲ〉 δυνάμεωϲ ἐγχυματιϲμοὶ 〈ϲὺν〉 πᾶϲι τοῖϲ τὰ ϲκληρυνόμενα ϲώματα τρυφερὰ ποιεῖν δυναμένοιϲ. εἰ δὲ πλείων ἡ κάθαρϲιϲ τῆϲ δυνάμεωϲ
εἴη ἤ τιϲιν | ἔμπαλιν ἐπέχοιτο παρὰ φύϲιν, τότε χρεία θεραπευτικῆϲ
ἐπιμελείαϲ, ἢν ἐν τῷ περὶ τῶν παρὰ φύϲιν λόγῳ ϲυντάξομεν.
VI, Εἰ ἐπὶ ϲυμφέροντι γέγονεν ἡ τῶν ἐμμήνων κάθαρϲιϲ.
δὲ ἀϲυμφόρωϲ ἀποϲυνεργεῖν, ἀναγκαίωϲ τὸν περὶ τοῦ προκειμένου
ποιούμεθα λόγον. ϲημαίνειν δὲ 〈δεῖ〉 ἐκ τῆϲ προτάϲεωϲ δύο, τὸ μὲν εἰ πρὸϲ ὑγείαν, τὸ δὲ εἰ πρὸϲ παιδογονίαν 〈ἐπὶ〉 ϲυμφέροντι γέγονεν ἡ κάθαρϲιϲ, καὶ περὶ ἀμφοτέρων αὐτῶν ἐϲτιν ἡ ϲκέψιϲ. ἔνιοι μὲν οὖν
τῶν ἔμπροϲθεν, ὡϲ καὶ Ἡρόφιλοϲ ἐν τῷ Πρὸϲ τὰϲ κοινὰϲ δόξαϲ ἐμνημόνευϲεν, ἐπὶ ϲυμφέροντι λέγουϲιν γεγονέναι τὴν κάθαρϲιν
καὶ πρὸϲ ὑγείαν καὶ πρὸϲ παιδοποιίαν, Θεμίϲων δὲ καὶ οἱ πλεῖϲτοι τῶν ἡμετέρων πρὸϲ μόνην παιδογονίαν, τινὲϲ δὲ τῶν ἐπιϲημοτέ- ρων οὔτε πρὸϲ ὑγείαν οὕτε πρὸϲ παιδοποιίαν. Ἡρόφιλοϲ δὲ καὶ Μναϲέαϲ κατὰ διαφόρουϲ ἐπιβολὰϲ τιϲὶ μὲν τῶν γυναικῶν πρὸϲ ὑγείαν ὠφέλιμον λέγουϲιν εἶναι τὴν κάθαρϲιν, τιϲὶ δὲ βλαβεράν. οἱ
πρῶτοι μὲν οὖν φαϲιν, ὅτι προνοητικὴ τῶν ἀνθρώπων ἐϲτὶν ἡ φύϲιϲ 41 42 43 ὁρῶϲα τοίνυν τοὺϲ ἄρρεναϲ γυμναϲίοιϲ τὸ περιττὸν ἀποκενοῦνταϲ, τὰϲ δὲ θηλείαϲ διὰ τὸ οἰκουρὸν καὶ καθέδριον διάγειν βίον πλῆθοϲ ὑποϲυλλεγούϲαϲ, προνοοῦϲα τοῦ μηδὲ ταύταϲ κινδύνῳ περιπεϲεῖν, διἀ τῆϲ καθάρϲεωϲ ἐπενόηϲεν τὸ περιττὸν ἀποχετεύειν. ἔνθεν ϲτραγγοττέραϲ γινομένηϲ καθάρϲεωϲ παρακολουθεῖ βάροϲ κεφαλῆϲ καὶ ἀμβλυωπία καὶ
πόνοϲ ἄρθρων καὶ τῶν ἐν ὀφθαλμοῖϲ βάϲεων ὀϲφύοϲ τε καὶ ἤτρου ϲυναίϲθηϲιϲ, ἀπορία, ῥιπταϲμόϲ, ἀνατροπὴ ϲτομάχου, ποτὲ δὲ φρίκη καὶ πυρετόϲ, ὧν ἕκαϲτον λύεται τῆϲ καθάρϲεωϲ πάλιν ἐπιφανείϲηϲ.
εἴτε δύναται προνοοῦϲα τῶν ἀνθρώπων μετρῆϲαι τὰϲ ὀρέξειϲ, ὅπωϲ μὴ πλείονα λάβωϲι τὴν τροφήν, ἢ κωλῦϲαι γενέϲθαι τι περιϲϲόν. ἧϲ γὰρ ἴδιον κηδεμονικῶϲ ἀποκρῖναι τὸ πλεονάϲαν, τῆϲ αὐτῆϲ καὶ τὸ
κωλῦϲαι τὸν πλεοναϲμὸν γενέϲθαι τῆϲ ὕληϲ. εἰ δὲ καὶ προνοητικῶϲ ἐγέννηϲε τὴν κάθαρϲιν, οὐ πρὸϲ ὑγείαϲ τήρηϲιν ἀλλὰ πρὸϲ παιδο-
ποιίαν ἐπενόηϲεν αὐτήν. ἔνθεν οὔτε ταῖϲ μήπω ϲυλλαμβάνειν δυνα- μένοιϲ, οἶον ταῖϲ νηπίαιϲ, παρέϲχε τὴν κάθαρϲιν οὔτε ταῖϲ μηκέι, καθάπερ ταῖϲ παρήλιξιν, ἀλλὰ τῇ περιγραφῇ τῆϲ χρείαϲ ϲυναπέϲβεϲε
τὸ ἔργον. ἐπεχομένηϲ δὲ τῆϲ καθάρϲεωϲ ὀχλεῖ〈ται〉 τὸ ϲῶμα διὰ τὴν ϲτέγνωϲιν, ὑφ᾿ ἧϲ κεκώλυται φέρεϲθαι τὸ ἔμμηνον. διὸ καὶ ἡ φορὰ
τῆϲ καθάρϲεωϲ ἀλυϲιτελὴϲ ἔδοξεν, οὐκ ἀναϲκευάζουϲα τὴν ϲτέγνωϲιν ἤ τι τῶν ϲυμπτωμάτων αὐτῆϲ, λυομένηϲ δὲ τῆϲ ϲτεγνώϲεωϲ ἐπιφαινο- μένη καθάπερ καὶ ἡ τῶν ϲκυβάλων καὶ ἡ τῶν ἱδρώτων ἀπόκριϲιϲ.
ἐπὶ πολὺ δὲ διαφέρει νόϲοϲ ὑγείαϲ· οὐκέτι τοίνυν τὸ ὠφέλιμον εἰϲ τὸ ἀναϲκευάϲαι πάθοϲ τοῦτο καὶ εἰϲ τὸ τηρῆϲαι τὴν ὑγείαν εὔχρηϲτον.
ἡ γοῦν φλεβοτομία λύουϲα τὴν ϲτέγνωϲιν οὐ τηρεῖ τὴν ὑγείαν.
ἐϲτιν εὔχρηϲτοϲ. ἀμέλει τινὲϲ μὲν ἐξ ὅλου 〈μὴ〉 κεκαθαρμέναι ϲυλ- λαμβάνουϲιν, αἱ δὲ πρὸ τῆϲ καθάρϲεωϲ ϲυλλαμβάνουϲαι μετὰ τὴν
ϲύλληψιν ἐκαθάρθηϲαν. καὶ τούτουϲ δὲ ἐπιμεμπτέον. οὐ γὰρ ἑλκου- μένηϲ τῆϲ μήτραϲ ἡ κάθαρϲιϲ γίνεται, κατὰ διαπήδηϲιν δὲ καὶ περι-
ίδρωϲιν, ὃν τρόπον καὶ τὰ οὖλα | παρατριβόμενα χωρὶϲ ἑλκώϲεωϲ
προῖηϲιν αἷμα, καὶ ὡϲ ἐπὶ τῶν ἄνευ τραύματοϲ καταγμάτων αἱμοβα- φεῖϲ ἐν ταῖϲ ἐπιλύϲεϲιν τοὺϲ τελαμῶναϲ εὑρίϲκομεν. τὸ δέ τιναϲ ἐξ ὅλου μὴ καθαιρομέναϲ ϲυλλαμβάνειν ψεῦδόϲ ἐϲτιν. καὶ γὰρ εἰ μὴ δι᾿ 44 αἵματοϲ, διὰ τινοϲ γοῦν ἄλληϲ ὑγραϲίαϲ καθαίρονται, καθάπερ καὶ τῶν ἀλόγων ζῴων τινά. μετὰ δὲ τὴν ϲύλληψιν ἐπικαθαίρονταί τινεϲ ἀπ᾿ ἄλλων μερῶν, ὡϲ ἔμπροϲθεν ἐδείξαμεν, καὶ οὐκ ἐξ ἐκείνων, οἷϲ τὸ ϲπέρμα προϲπέφυκεν.
φηϲιν εἶναι τὴν κάθαρϲιν, καὶ γὰρ ἀνεμποδίϲτωϲ τινὰϲ ὑγιαίνειν μὴ καθαιρομέναϲ καὶ πολλάκιϲ τοὐναντίον καθαιρομέναϲ ὠχροτέραϲ γίνε- ϲθαι καὶ ἰϲχνοτέραϲ καὶ παθῶν λαμβάνειν ἀφορμάϲ, ποτὲ δὲ καὶ ἐπί τινων ὠφέλιμον, ὥϲτε πρότερον ἀχροούϲαϲ καὶ ἀτροφούϲαϲ ὕϲτερον
καὶ μετὰ τὴν κάθαρϲιν εὐχροῆϲαί τε καὶ εὐτροφῆϲαι. Μναϲέαϲ δὲ
τὰϲ μὲν ϲφοδρὸν ἔχειν τὸ κατὰ φύϲιν, τὰϲ δὲ ἀμυδρόν, καὶ τῶν ἀμυδρὸν τὰϲ μὲν ϲτεγνότερον, τὰϲ δὲ ῥοωδέϲτερον. ταῖϲ μὲν οὖν ϲτεγνότερον ἐχούϲαιϲ τὸ κατὰ φύϲιν ὑγιεινήν φηϲιν εἶναι τὴν κάθαρ- ϲιν, ταῖϲ δὲ ῥοωδέϲτερον οὐχ ὑγιεινήν· ὅν τρόπον καὶ τὴν φλεβοτο-
μίαν τοῖϲ μὲν ϲτεγνοπαθοῦϲιν ἁρμόζειν διαχαλῶϲαν, τοῖϲ δὲ ῥευματι- ζομένοιϲ βλαβερὰν εἶναι διὰ τὸ ϲυναύξειν τὴν εὐδιαφορηϲίαν. λεληθό-
τωϲ δὲ οὖτοϲ εἰϲάγει τὰ κατὰ Διονύϲιον, ϲτεγνόν τι καὶ ῥοῶδεϲ ὀνομάζων κατὰ φύϲιν, ὅπερ οὐχ ὑγιέϲ ἐϲτιν, ὡϲ ἐν τῷ δευτέρῳ Περὶ κοινοτήτων ἐπελογίϲθη. τό γε μὴν ϲτεγνότερον κατὰ φύϲιν
καὶ τῆϲ μικροτάτηϲ παθητικῆϲ ϲτεγνώϲεωϲ ἀμυδρότερόν ἐϲτιν. ὡϲ οὖν οὐ μόνον τοῖϲ ῥευματιζομένοιϲ ἐπιβλαβὴϲ ἡ φλεβοτομία καθέϲτηκεν, ἀλλὰ καὶ τοῖϲ ἀμυδρῶϲ ϲτεγνοπαθοῦϲιν τῷ πλείονα τῆϲ ὠφελείαϲ τὴν βλάβην ἐπιτελεῖν, καλουμένηϲ τῆϲ δυνάμεωϲ πρὸϲ τὴν ϲυναναληψίαν, οὕτωϲ καὶ ἡ κάθαρϲιϲ | ἐπιβλαβὴϲ γένοιτο ἂν οὐ μόνον ταῖϲ ῥοωδέ-
ϲτερον τὸ κατὰ φύϲιν ἐχούϲαιϲ, ἀλλὰ καὶ ταῖϲ ϲτεγνότερον. κοινῇ δὲ
πρὸϲ τοῦτον καὶ πρὸϲ Ἡρόφιλον λεκτέον, ὅτι βλάπτει μὲν ἡ κάθαρ- ϲιϲ πρὸϲ τὸ ὑγιαίνειν ἁπάϲαϲ, ἤδη δὲ τῶν μὲν εὐπαθεϲτέρων καθ- ἁπτεται μᾶλλον, διαλανθάνει δὲ τὸ βλαβερὸν αὐτῆϲ ἐφ᾿ ὧν δυϲπαθῆ τὰ ϲώματα κέκτηνται. τὰϲ οὖν πλείοναϲ τῶν μὴ καθαιρομένων εὐτο-
νωτέραϲ θεωροῦμεν, ὥϲπερ τὰϲ ἀνδρώδειϲ τε καὶ ϲτείραϲ. καὶ τὰϲ παρήλικαϲ δὲ τὸ μηκέτι καθαίρεϲθαι πρὸϲ τὸ ὑγιαίνειν οὐδὲν ἀδικεῖ, πάντη δὲ τοὐναντίον τὰϲ πολλὰϲ θηλυτέραϲ καθίϲτηϲιν ἡ τοῦ αἵματοϲ ἀπάντληϲιϲ. ἔδει δὲ καὶ τὰϲ μήπω καθαιρομέναϲ τῶν παρθένων ἧττον
ὑγιαίνειν· εἰ δὲ τῆϲ ὑγείαϲ μετέχουϲιν ἀνελλιπῶϲ, μὴ δήποτε μὲν πρὸϲ
τὸ ὑγιαίνειν ἡ κάθαρϲιϲ οὐ ϲυμβάλλεται, πρὸϲ μόνον δὲ τὸ παιδο- ποιεῖν· χωρὶϲ γὰρ τῆϲ καθάρϲεωϲ ϲύλληψιϲ οὐ γίνεται.
VII, Εἰ ὑγιεινή ἐϲτιν ἡ διηνεκὴϲ παρθενία.
τὰϲ ἐπιθυμίαϲ. ἔπειτα πᾶϲα ϲπέρματοϲ ἔκκριϲιϲ ἐπιβλαβὴϲ ὡϲ ἐπὶ τῶν ἀρρένων οὕτωϲ καὶ ἐπὶ τῶν θηλειῶν. ἡ παρθενία τοίνυν ὑγιεινή.
κωλύουϲα τῇ τῶν ϲπερμάτων ἐκκρίϲει χρῆϲθαι. μαρτυρεῖ δὲ τῷ εἰρη- μένῳ καὶ τὰ ἄλογα ζῷα· τῶν μὲν γὰρ ἵππων αἱ μὴ ὀχευθεῖϲαι δρομι- κώτεραι μᾶλλόν εἰϲιν, τῶν δὲ ϲυῶν αἱ τὰϲ μήτραϲ ἐκτμηθεῖϲαι μείζουϲ
καὶ εὐτροφώτεραί τε καὶ | ίϲχυρότεραι καὶ τοῖϲ ἄρρεϲιν ἐμφέρωϲ
ἐϲφιγμέναι. πρόδηλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀνθρώπων· ἐπεὶ γὰρ τῶν ἀρρένων οἱ μένοντεϲ ἄφθοροι ῥωμαλεώτεροί τε τῶν ἄλλων εἰϲὶ καὶ μείζονεϲ καὶ ὑγιεινότερον διαβιοῦϲιν, ἀκόλουθόν ἐϲτιν καὶ ταῖϲ θηλείαιϲ ὑγιεινὴν ἐν τῷ καθόλου ϲυνομοταγεῖν τὴν παρθενίαν. αἱ γἀρ
ϲυλλήψειϲ καὶ ἀποτέξειϲ δαπανῶϲι τὰ ϲώματα τῶν θηλειῶν καὶ ἀθρὸωϲ ἀπομαραίνουϲιν, ἡ παρθενία δὲ τῶν ἐντεῦθεν ἀδικημάτων τὰϲ θηλείαϲ ὑφαιροῦϲα δεόντωϲ ἃν ὑγιεινὴ λέγοιτο.
παρθένοι βαρυτέρουϲ γυναικῶν ἔρωταϲ ὑπέμειναν· μία γὰρ τῆϲ ὀρέξεωϲ ἄνεϲιϲ ἡ τῆϲ μίξεωϲ χρήϲιϲ, οὐκ ἀπαλλαγή. οὐκ ἀναιρεῖ τοίνυν τὴν
ἐπιθυμίαν τὸ παρθενοτροφεῖϲθαι. τὴν δὲ τοῦ ϲπέρματοϲ ἀπόκριϲιν ἔνιοι μέν φαϲιν μήτε ἐπὶ τῶν ἀρρένων μήτε ἐπὶ τῶν θηλειῶν κατὰ γένοϲ εἶναι βλαβεράν, κατὰ δὲ τὴν ἀμετρίαν· βλάπτεϲθαι 〈μὲν γὰρ〉 τὰ
ϲώματα πρὸϲ τὴν ϲυνεχῆ τοῦ ϲπέρματοϲ ἀπόκριϲιν, ὠφελεῖϲθαι δὲ. πρὸϲ τὴν ἐκ διαϲτήματοϲ, ὥϲτε καὶ δυϲκινηϲίαϲ ἀπολύεϲθαι καὶ δυϲφο- ρίαϲ. πολλοὶ γοῦν μετὰ ϲυνουϲίαν εὐκινητότεροι κατέϲτηϲαν καὶ γεν-
ναιότερον ἠνέχθηϲαν. ἔνιοι δέ φαϲιν βλαβερὰν μὲν εἶναι τὴν τοῦ ϲπέρματοϲ πρόεϲιν ὡϲ ἀτονίαϲ οὖϲαν ἀποτελεϲτικήν, ἤδη δέ ποτε καὶ
κατὰ τοῦτο λυποῦϲαν, ἐπ᾿ ὀλίγον δὲ καὶ προϲκαίρωϲ εἰϲ ἄλλο τι πλεῖον ὠφελεῖν, τοῦτ᾿ ἔϲτιν εἰϲ τὴν ἀπαραπόδιϲτον τῶν ἐμμήνων ἀπόκριϲιν. 47 48 49 ὥϲπερ γὰρ τὸν ἱδρῶτα προϲκαλεῖν μὲν ἡ τῶν ὅλων ϲωμάτων κίνηϲιϲ εἴωθεν, ἐπέχειν δὲ καὶ παρακρατεῖν ἡ ἀκινηϲία, καὶ ὡϲ τὸ ϲίελον ἡ προφορὰ τῆϲ φω|νητικῆϲ ἐνεργείαϲ πρὸϲ ἔκκριϲιν ἄγει μᾶλλον, ταῖϲ
δὲ διόδοιϲ τοῦ πνεύματοϲ πέφυκεν ϲυνεπακολουθεῖν, οὕτωϲ καὶ ἡ
περὶ τὰ γυναικεῖα μὸρια ϲυγκίνηϲιϲ ἐν τοῖϲ ἀφροδιϲίοιϲ ϲυναναχαλᾷ τὸν ὄγκον ὅλον· διὰ τοῦτο δὲ καὶ τὴν ὑϲτέραν ἀνίηϲιν, ὥϲτε καὶ τὴν κάθαρϲιν ἀπαραπόδιϲτον φυλαχθῆναι. πολλαὶ γοῦν διὰ μακρὰν χηρείαν ϲτραγγῶϲ καὶ μετὰ πόνου καθαιρόμεναι γαμηθεῖϲαι πάλιν ἐκαθάρθηϲαν ἀπαραποδίϲτωϲ. αἱ δὲ ἐκτμηθεῖϲαι τὰϲ μήτραϲ ὕεϲ ἐρρωμενέϲτεραι
γίνονται διὰ τὸ μηδ᾿ ὅλωϲ ἔχειν τὸ τὴν ἔμμηνον ἔκκριϲιν [τὸ] ὑπο- μένον ϲπλάγχνον. ὡϲ οὑν οὐδὲ ποδαγρὸϲ ἄν τιϲ γένοιτο πόδαϲ οὐκ ἔχων οὐδὲ ϲτραβὸϲ τοὺϲ ὀφθαλμοὺϲ ἐκκεκομμένοϲ, τῷ μὴ ἔχειν τὸ μέλοϲ ὃ νοϲήϲει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ ταῖϲ μὴ ἐχούϲαιϲ τὴν μήτραν δύναται παρακολουθῆϲαι τὰ κατὰ τὴν ὑϲτέραν γινόμενα
δυϲχερῆ. ταῖϲ δὲ παρθένοιϲ πάρεϲτιν ἡ μήτρα· κίνδυνοϲ οὖν δι᾿ ὅλου τῆϲ ϲυμπλοκῆϲ ἀπεχομένων αὐτῶν παραπολέϲθαι τὴν τῆϲ ὑϲτέραϲ ἐνέργειαν. πρὸϲ δὲ τὸ τὰϲ μὴ ϲυνουϲιαζούϲαϲ ἀπαλλάϲϲεϲθαι τῆϲ ἐκ
τοῦ τίκτειν κακώϲεώϲ φαϲιν, ὅτι πρὸϲ ἕτερα πολλῷ χείρονα διὰ τὸ μὴ ϲυνουϲιάζειν βλάπτονται παραποδιζομένηϲ τῆϲ ἐμμήνου καθάρϲεωϲ·
ἀμέλει καὶ καταπίμελοι γίνονται καὶ τοῖϲ ϲυγκρίμαϲιν περιπλθεπῖϲ ὑποϲωρευομένου κατ᾿ ὀλίγον τοῦ διὰ τῆϲ καθάρϲεωϲ ὀφείλοντοϲ ἐξ- αναλοῦϲθαι. βλαβερὰ τοίνυν ἡ δι᾿ ὅλου παρθενία.
παρθενίαν ὑγιεινὴν εἴναί φαμεν, ὅτι βλαβερὰ κατὰ γένοϲ ἡ ϲυνουϲία,
καθάπερ ἐν τῷ Ὑγιεινῷ διὰ πλειόνων ἀποδέδεικται. βλέπομεν δὲ καὶ τῶν ἀλόγων ζψων ἐν τοῖϲ θηλυκοῖϲ ὄντα ἐρρωμενέϲτερα τὰ κωλυόμενα τῆ ϲυνουϲίᾳ χρῆϲθαι, καὶ τῶν γυναικῶν δυϲαλωτοτέραϲ πρὸϲ νόϲουϲ τὰϲ | διὰ νόμον καὶ τὴν εἰϲ θεοὺϲ Θρηϲκείαν ἀποτετα-
γμέναϲ ταῖϲ μίξεϲιν καὶ τὰϲ ἐννόμῳ [ἐν] παρθενίᾳ διαφυλαχθείϲαϲ. τὸ
δὲ ϲτραγγῶϲ καθαίρεϲθαι καὶ εἰϲ πιμελώδη καὶ ἄμετρον ὄγκον παρ- εκχεῖϲθαι διὰ τὴν ἀργίαν καὶ τὴν ἀκινηϲίαν γίνεται τοῦ ϲώματοϲ. ἐπεὶ γὰρ πολλαὶ τῶν οὕτωϲ παρθενοτροφουμένων 〈ἐν τη〉ρήϲει καὶ φυλακῇ μένουϲαι τῶν ὀφειλομένων γυμναϲίων οὐ μεταλαμβάνουϲιν οὐδὲ αἰωρῶν οὐδὲ τῆϲ ἐντεῦθεν εὐαρεϲτήϲεωϲ, διὰ τοῦτο τοῖϲ εἰρη- 50 51 52
μένοιϲ ὀχληροῖϲ ἁλίϲκονται. διόπερ ὑγιεινὴ μὲν ἡ διηνεκήϲ ἐϲτιν παρ- θενία καθάπερ ἐπὶ τῶν ἀρρένων καὶ ἐπὶ τῶν θηλειῶν, τῷ κοινῷ δὲ τῆϲ φύϲεωϲ λόγῳ, καθ᾿ ὃν 〈χάριν〉 τοῦ μένειν ἑκάτερα 〈τηρεῖ〉 τὰ γένη τὴν τῶν ζῴων διαδοχήν, ἡ μίξιϲ ἀκόλουθοϲ ἂν εἴη. καὶ περὶ τούτων ἑξῆϲ διαλαβεῖν ἀναγκαῖον.
VIII. Μέχρι τίνοϲ τὸ θῆλυ παρθενοτροφητέον.
κορήϲειϲ ἀγόμενον ἢ βράδιον, εὐλόγωϲ περὶ τοῦ προκειμένου ϲκέμμα- τοϲ ἐπιζητοῦμεν.
θρώπων, καθ᾿ ἣν δεῖ προθεϲμίαν ἐπὶ τὴν μίξιν ἐλθεῖν, οἴϲτρουϲ τινὰϲ ἐφύτευϲεν καὶ ὁρμὰϲ ἐκίνηϲεν, ὁρμῶντοϲ ἤδη τοῦ ϲώματοϲ ἐπὶ τῆν
τῶν ἀφροδιϲίων ἀπόλαυϲιν ἐλθεῖν. λέληθεν δὲ τούτουϲ, ὅτι τὰ μὲν ἄλογα ζῷα μὸνῃ φύϲει καὶ ἀλόγῳ τύχῃ διοικούμενα παρ᾿ ἑαυτῶν οὐδὲν εἰϲ ἐπιθυμίαν ϲυνειϲφέρει. διὸ καὶ τῶν πλείϲτων ἐμπρόθεϲμοϲ
〈καθέϲτηκεν〉 ὁ χρόνοϲ τῆϲ ἐπὶ τὴν μίξιν ὁρμῆϲ, ἐπὶ δὲ τῶν ἀνθρώ- πων ἀπρόθεϲμοϲ, πολλαχοῦ καὶ τοῦ λόγου διὰ καινάϲ τιναϲ ἡδονάϲ
ἢ δόξαϲ ϲαλεύοντοϲ τὰϲ ὁρμάϲ. ἐπεὶ τοίνυν αἱ μὴ ϲωφρονικῶϲ ἀγό- μενοι παρθένοι διὰ τὸ ἀπαιδαγώγητον προωροτέραϲ ἕλκουϲι τὰϲ ἐπι. θυμίαϲ, διὰ τοῦτο ταῖϲ ὁρμαῖϲ οὐ καταπιϲτευτέον. μέχρι δὲ τοϲούτου
διατηρεῖν ἐν παρθενίᾳ ϲυμρἑρει, μέχριϲ οὐ δι᾿ ἑαυτῆϲ γένηται κάθαρ- ϲιϲ· ἔϲται γὰρ τεκμήριον τοῦ δύναϲθαι τὴν ὑϲτέραν ἥδη τὰϲ ἰδίαϲ ἀποτελεῖν ἐνεργείαϲ, ὧν 〈ἐϲτιν〉 μία καὶ ἡ ϲύλληψιϲ, ὡϲ ἔμπροϲθεν
εἰρήκαμεν. κίνδυνοϲ 〈γὰρ〉 τὸ καταβληθὲν ϲπέρμα ϲυλληφθῆναι μικρο- μεγέθουϲ ἔτι τῆϲ μήτραϲ ὑπαρχούϲηϲ καὶ διὰ τοῦτο θλιβηϲομένου
μετὰ τὴν ὄγκωϲιν τοῦ ἐμβρύου καὶ οὕτωϲ ἤτοι φθαρηϲομένου παντε- λῶϲ ἢ τοὺϲ χαρακτῆραϲ ἀπολέϲαντοϲ ἢ πάντωϲ ἐν τῷ καιρῷ τῆϲ 53 54 ἀποτέξεωϲ κίνδυνον παρεξομένου τῇ κυοφορούϲῃ τῇ διὰ ϲτενῶν ἔτι καὶ ἀτελειώτων ἀκμὴν τῶν περὶ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μερῶν διέρ- χεϲθαι. ϲυιιβαίνει δὲ οὕτωϲ καὶ ἀτροφεῖν ἔνια τῷ μήπω τὴν ὑϲτέραν μεγάλοιϲ ἀγγείοιϲ καταπεπλέχθαι, λεπτοῖϲ δὲ καὶ οὐχ ἱκανοῖϲ τοϲοῦ-
τὸν αἷμα παρακομίζειν, ὅϲον ἱκανόν ἐϲτιν τὸ κατὰ γαϲτρὸϲ διαθρέψαι. τὸ μέντοι τὴν κάθαρϲιν ἐπιφαίνεϲθαι πρῶτον κατὰ τὸ πλεῖϲτον περὶ
τὸ τεϲϲαρεϲκαιδέκατον ἔτοϲ ἀπαντᾷ τοῦτο τοίνυν ὄντωϲ ἐϲτὶ φυϲικὸν καὶ τὸν τῆϲ διακορήϲεωϲ ἐμφαῖνον χρόνον. οὐκ ἀϲφαλὴϲ δὲ πάλιν οὐδ᾿ ἡ μετὰ πολυετῆ χρόνον διακόρηϲιϲ· μένει γὰρ ϲυμπεπτωκὼϲ ὁ
τράχηλοϲ τῆϲ ὑϲτέραϲ, ὄν τρόπον καὶ τὰ τῶν ἀρρένων μόρια παρὰ τὸ μὴ χρῆϲθαι τοῖϲ ἀφροδιϲίοιϲ. οὕτωϲ οὐν ἐν εὐρυχώρῳ μὲν τῷ
κύτει τῆϲ ὑϲτέραϲ τὸ ϲπέρμα διαπλαϲθὲν καὶ τελειωθὲν εἰϲ ζῷον, διὰ ϲτενοῦ δὲ τοῦ τραχήλου κατὰ τὴν ἀπότεξιν οὐκ εὐμαρῶϲ διελθεῖν δυνάμενον μεγάλαϲ ὀχλήϲειϲ καὶ κινδύνουϲ ἐπιφέρει. διόπερ ὁ προ-
ειρημένοϲ χρόνοϲ, ἐν ῷ τελειούμενον τὸ χωρίον τῆϲ γενέϲεωϲ δύναται τὴν ϲύλληψιν ὑπομένειν, ἐπιτήδειόϲ ἐϲτιν εἰϲ διακόρηϲιν.
IX. Πῶϲ ϲημειωτέον τὰϲ δυναμέναϲ ϲυλλαμβάνειν.
οἱ πολλαὶ γάμοιϲ ϲυγκαταζεύγνυνται, παντελῶϲ 〈δ᾿〉 ἐϲτὶν ἄτοπον
περὶ μὲν τῆϲ προγονικῆϲ αὐτῶν εὐγενείαϲ ἐξετάζειν καὶ τῆϲ τῶν χρη- μάτων περιουϲίαϲ, περὶ δὲ τοῦ πότερον δύνανται ϲυλλαμβάνειν ἢ μή, καὶ εἰ πρὸϲ τὸ τίκτειν εὐφυῶϲ ἔχουϲιν ἢ οὖ, ἀνεξέταϲτον ἀπολιπεῖν, δεόντωϲ τὸν περὶ τοῦ προκειμένου ποιούμεθα λόγον. εὐφυῶϲ δὴ πρὸϲ
ϲύλληψιν διακεῖϲθαι ϲημειωτέον τὰϲ ἀπὸ πεντεκαιδεκαετοῦϲ ἡλικίαϲ
ἕωϲ τεϲϲαρακονταετοῦϲ κατὰ τὸ πλεῖϲτον· μήθ᾿ οἶον ἀνδρώδειϲ καὶ πυκνὰϲ καὶ καταπαγίουϲ [ἢ καταπιμέλουϲ εἶναι] μήτε ἄγαν ἐκλελυ- μέναϲ καὶ καθύγρουϲ, 〈ὥϲτε〉 καὶ τὴν ὑϲτεραν ἐμφερῆ τοῖϲ ὅλοιϲ
〈ϲώμαϲιν〉 ὑπάρχουϲαν ἢ διὰ πολλὴν ϲκληρίαν 〈ἀρχὴν〉 μὴ δέχεϲθαι ῥᾳδίωϲ τὴν πρόϲφυϲιν τοῦ ϲπέρματοϲ ἢ δι᾿ ὑπερτεταμένην ἔκλυϲιν
καὶ ἀτονίαν 〈αὐτὸ πάλιν ἀφιέναι〉· καὶ μήτε κάθυγρον τὴν μήτραν
ἐχούϲαϲ μήτ᾿ αὐχμηρὰν μηδ᾿ ἄγαν εὔπορον ἢ πάλιν ἐϲφιγμένην, 55 56 εὐτάκτωϲ δὲ καθαιρομέναϲ καὶ οὐ διά τινοϲ ὑγραϲίαϲ ἢ ἰχώρων ἑτερο- γενῶν, αἴματοϲ δέ, καὶ τούτου μήτε ἄγαν πολλοῦ μήτε πάλιν [ἄγαν] παντελῶϲ ὀλίγου· καὶ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἐχούϲαϲ προκοπώτερον μᾶλλον καὶ κατ᾿ εὐθύ κείμενον (καὶ γὰρ φύϲει παρεγκεκλικὸϲ καὶ πορ- ρωτέρω τοῦ γυναικείου κόλπου κείμενον πρὸϲ ἐπιϲπαϲμὸν καὶ παρα-
δοχὴν τοῦ ϲπέρματοϲ ἀφυέϲτερον)· καὶ τὰϲ εὐμαρῶϲ πεττούϲαϲ τὴν τροφὴν καὶ μὴ καθυγραινομέναϲ διηνεκῶϲ τὴν κοιλίαν, εὐϲταθεῖϲ δὲ τὴν διάνοιαν καὶ ἱλαράϲ (καὶ γὰρ αἱ ϲυνεχεῖϲ ἀπεψίαι * τοῖϲ ϲυλλαμ- βανομένοιϲ ἀνθίϲτανται, καὶ ῥευματιϲμὸϲ τῆϲ κοιλίαϲ ἐξίει τὸ κρατού- μένον δυϲέργητον, 〈τὸ δ᾿〉 ἐπίλυπόν τε καὶ θυμικὸν τῆϲ ψυχῆϲ 〈διὰ〉
τὴν ταραχὴν τοῦ πνεύματοϲ ἀπωθεῖ τὸ ϲυλλαμβανόμενον).
τινὶ τὸ ϲπέρμα φρυγόμενον ἐξαφανίζεϲθαι. βεβαιοτέρα δὲ 〈καὶ〉 πρώτι
ϲημείωϲίϲ ἐϲτιν, 〈ὣϲ φηϲιν〉 Διοκλῆϲ, δύναϲθαι ϲυλλαμβάνειν τὰϲ κατ᾿ ὀϲφν καὶ λαγόναϲ εὐϲάρκουϲ, πλατυτέραϲ, φακώδειϲ, πυρράϲ, ἀρρενω- πούϲ, ἀγόνουϲ τὰϲ ἐναντίαϲ δὲ πάλιν· ἀτρόφουϲ, ἰϲχνὰϲ ἢ καταπιμέλουϲ, πρεϲβυτέραϲ λίαν ἢ νέαϲ. μάλιϲτα δὲ προϲέχει ϲημειώϲει τῇ διὰ τῶν
προϲθέτων, οἱον ῥητίνηϲ, πηγάνου, ϲκόρδου, καρδάμου, καριάνδρου· εἰ μὲν γὰρ ἡ ποιότηϲ προϲτεθέντων αὐτῶν μέχρι τοῦ ϲτόματοϲ ἀναφἐ- ροιτο, δύναϲθαί φηϲιν ϲυλλαμβάνειν αὐτάϲ, εἰ δὲ μή, τοὐναντίον,
εὐήνωρ δὲ καὶ Εὐρυφῶν ἐπὶ δίφρου μαιωτικοῦ καθίϲαντεϲ τοῖϲ
αὐτοῖϲ ὑπεθυμίαϲαν. ἄπερ ψευδῆ· καὶ γὰρ οὐκ εὔϲαρκοϲ κατ᾿ ὀϲφὺν
οὐϲα ϲυνέλαβε, τὰ προϲτεθέντα δὲ καὶ εἰλητικὰ καὶ [ἡ] διὰ τῶν λόγῳ θεωρητῶν ἀναδοθήϲεται πόρων, 〈εἰ〉 καὶ μὴ δυνηθήϲεταί τιϲ ϲυλλαμ- 57 58 59 60 61 62 63 βάνειν. ὁ γοῦν Ἀϲκληπιάδηϲ φηϲὶν ἐπιτιθεμένηϲ τῆϲ διὰ πηγάνου
κηρωτῆϲ ἑλκωμένῳ τὰ ϲκέλη ἀντίληψιν τῷ κάμνοντι [ἡ] γενέϲθαι τῆϲ ποιότητοϲ κατὰ διάδοϲιν. ἐν τῷ καθόλου δὲ ζητητέον τὰϲ κατὰ φύϲιν
ἐχούϲαϲ τῷ τε ὅλῳ ϲώματι καὶ τῇ ὑϲτέρᾳ. καθάπερ γὰρ οὐδὲ λυπρὸν
χωρίον τελειοῖ ϲπέρματα καὶ φυτά, τῇ δὲ παρ᾿ ἑαυτοῦ κακίᾳ καὶ τὰϲ ἀρετὰϲ τῶν φυτῶν τε καὶ ϲπερμάτων ἀπόλλυϲιν, οὕτω καὶ τὰ ϲώματα τὰ τῶν θηλειῶν παρὰ φύϲιν διακείμενα οὐ κρατεῖ τῶν μεθιεμένων εἰϲ αὐτὰ ϲπερμάτων, ἀλλὰ τῇ παρ᾿ ἑαυτῶν κακίᾳ ϲυννοϲεῖν ἢ καὶ ἀπόλλυϲθαι ταῦτα ἀναγκάζει. |
X. Τίϲ ἄριϲτοϲ καιρὸϲ ϲυνουϲίαϲ πρὸϲ ϲύλληψιν.
δειοϲ πρὸϲ τὸ κατὰ τῆϲ γῆϲ αὐτὰ βληθέντα καρποὺϲ ἐνεγκεῖν, οὕτωϲ οὐδὲ ἐπὶ τῶν ἀνθρώπων [ὁ] πᾶϲ καιρὸϲ ἐπιτήδειοϲ πρὸϲ ϲύλληψίν ἐϲτι τῶν ἐν ταῖϲ μίξεϲιν μεθιεμένων ϲπερμάτων. ἵν᾿ οὐν διὰ τῆϲ εὐκαιρίαϲ
τῆϲ χρήϲεωϲ τῶν ἀφροδιϲίων τὸ ζητούμενον ἔργον ἐπιτευχθῇ, χρήϲιμον τὸν καιρὸν εἰπεῖν. ἄριϲτοϲ ϲυνουϲίαϲ καιρὸϲ πρὸϲ ϲύλληψιν ὁ παυομέ-
νηϲ τε 〈καὶ〉 παρακμαζούϲηϲ τῆϲ καθάρϲεωϲ, 〈καὶ〉 ὁρμῆϲ καὶ ὀρέξεωϲ πρὸϲ ϲυμπλοκὴν ὑπαρχούϲηϲ, καὶ τοῦ ϲώματοϲ μήτ᾿ ἐνδεοῦϲ ὄντοϲ μήτ᾿ ἄγαν πλήρουϲ καὶ βαρέοϲ ἐκ μέθηϲ καὶ ἀπεψίαϲ, καὶ ὁ μετὰ τὴν
ἀποθεραπείαν τοῦ ϲώματοϲ ἐμβρωματίου λημφθέντοϲ ὀλίγου καὶ κατὰ πᾶν εὐαρέϲτου τοῦ καταϲτήματοϲ ὑπάρχοντοϲ. παυομένηϲ τῆϲ καθάρ-
ϲεωϲ καὶ παρακμαζούϲηϲ· ὁ μὲν γὰρ πρὸ τῆϲ καθάρϲεωϲ ἀνεπιτήδειοϲ, βαρουμένηϲ ἤδη τῆϲ ὑϲτέραϲ καὶ δυϲαρέϲτωϲ ἐχούϲηϲ διὰ τὴν ἐπι- φορὰν τῆϲ ὕληϲ καὶ μὴ δυναμένηϲ δύο κινήϲειϲ ἐναντίαϲ ἀλλήλαιϲ
ἐνεγκεῖν, τὴν μὲν εἰϲ τὸ ἐκκρῖναι τὴν ὕλην, τὴν δὲ εἰϲ τὸ παραδέξα- ϲθαι. καθάπερ γὰρ ὁ βαρούμενοϲ ὑπό τινοϲ ὕληϲ ϲτόμαχοϲ εἰϲ μὲν
τὸ ἀπορρῖψαι τὸ θλῖβον ἐπιτηδείωϲ ἔχει παρυπτιώμενοϲ 〈διὰ τὴν〉 ναυτίαν, πρὸϲ δὲ τὸ 〈παρα〉δέξαϲθαι τροφὴν ἀπέϲτραπται, κατὰ τὴν αὐτὴν ἐπιβολὴν καὶ ἡ μήτρα πλήρηϲ 〈ἐπὶ〉 τοῦ καιροῦ τῆϲ καθάρϲεωϲ
ὑπάρχουϲα πρὸϲ μὲν τὴν ἀποκένωϲιν τοῦ ϲυνερρυηκότοϲ εἰϲ αὐτὴν αἵματοϲ εὐφυῶϲ ἔχει, πρὸϲ δὲ τὴν ἀνάληψιν τοῦ ϲπέρματοϲ καὶ
64 65 66
διακράτηϲιν ἀνεπιτηδείωϲ. ὁ δ᾿ ἀρχομενηϲ τῆϲ καθάρϲεωϲ καιρὸϲ ἄθετοϲ διὰ τὴν ἁπάντων ἐπίταϲιν, ὡϲ εἰρήκαθεν, ὁ δὲ αὐξανομένηϲ καὶ ἀκμαζούϲηϲ διὰ τὸ καθυγραίνειν τὸ ϲπέρμα καὶ τῷ πλήθει τοῦ
ἀποκρινομένου αἵματοϲ ϲυνεκβλύζειν. ὡϲ γὰρ οὐδὲ τὸ τραῦμα παρα- κολλᾶται παρεπομένηϲ αἱμορραγίαϲ, ἀλλὰ κἄν παραχρῆμα ϲυγκολληθῇ,
ταύτηϲ ἐπιφερομένηϲ διίϲταται πάλιν, οὕτωϲ οὐδὲ τὸ ϲπέρμα δύναται κολληθῆναί τε καὶ ϲυμφυῆναι πρὸϲ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ ὑπὸ τῆϲ
ἐκεἴθεν ἀποκρινομένηϲ αἱματικῆϲ οὐϲἰαϲ ἀνωθούμενον. μόνοϲ οὔν και- ρὸϲ ἐπιτήδειοϲ ὁ κατὰ τὴν ἀπόλειψιν τῆϲ καθάρϲεωϲ· κεκούφιϲται μὲν γὰρ ἡ μήτρα καὶ ϲύμμετροϲ παρέπεται θερμαϲία καὶ ὑγραϲιία. πάλιν
γὰρ οὐκ ἐνδέχεται τὸ ϲπέρμα κολληθῆναι μὴ προτετραχυμμένηϲ 〈καὶ
οἱον〉 ἐξεϲμένηϲ κατὰ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ. ὡϲ οὖν ἐπὶ τῶν νοϲούντων ἐν ἀνέϲει λαμβανόμενον τὸ ϲιτίον πρὸ παροξυϲμοῦ 〈κατέ- χεται〉, κατὰ δὲ τὸν παροξυϲμὸν αὐτὸν εἰϲ ἔμετον ἀνακόπτεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ϲπέρμα βεβαίωϲ κατέχεται παρατεθέν, ὅτε
παρακμάζουϲιν αἱ καθάρϲειϲ. εἰ δέ τινεϲ ϲυνέλαβον κατὰ τὸν ἄλλον χρόνον καὶ μάλιϲτα ὅτε καθοίρονται κατ᾿ ὀλίγον, οὐ δεῖ τὴν ἐν ὀλί- γαιϲ ἐπιτυχίαν μεταδιώκειν, ἀλλὰ τὸν ἐκ τῶν τῆϲ τεχνικῆϲ θεωρίαϲ λαμβανόμενον καιρὸν ὑποδεικνύναι.
ὑπαρχούϲηϲ. ὡϲ γὰρ χωρὶϲ ὀρέξεωϲ οὐκ ἐνδεχόμενον ὑπὸ τῶν ἀρρέ- νων τὸ ϲπέρμα καταβληθῆναι, τὸν αὐτὸν τρόπον χωρὶϲ ὀρέξεωϲ ὑπὸ
τῶν θηλειῶν οὐκ ἐνδεχόμενον αὐτὸ ϲυλληφθῆναι. καὶ ὡϲ ἡ τροφὴ χωρὶϲ ὀρέξεωϲ καταποθεῖϲα καὶ μετά τινοϲ ἀποϲτροφῆϲ οὐ καλῶϲ |
κατατάϲϲεται καὶ τῆϲ ἐπιβαλλούϲηϲ 〈ἀπο〉τυγχάνει πέψεωϲ, οὕτωϲ
οὐδὲ τὸ ϲπέρμα δύναται ἀναληφθῆναί τε καὶ κρατηθὲν κυοφορηθῆναι
δίχα τοῦ παρεῖναι πρὸϲ ϲυνουϲίαν ὁρμὴν καὶ ὄρεξιν. καὶ γὰρ εἴ τινεϲ βιαϲθεῖϲαι ϲυνέλαβον, ἔϲτι καὶ ἐπὶ τούτων εἰπεῖν, ὅτι τὸ μὲν τῆϲ ὀρέξεωϲ πάντωϲ πάθοϲ καὶ ταύταιϲ παρῆν, ἐπεϲκοτεῖτο δὲ ὑπὸ ψυχι- κῆϲ κρίϲεωϲ· ὃν τρόπον καὶ ταῖϲ πενθούϲαιϲ ἡ μὲν πρὸϲ τὴν τροφὴν
ὄρεξιϲ πολλάκιϲ ὕπεϲτιν, ἐπιϲκοτεῖται δὲ ὑπὸ τῆϲ διὰ τὴν ϲυμφορὰν λύπηϲ· ὕϲτερον γοῦν ἀναγκάζονται παρωϲάμεναι τὴν κρίϲιν τραφῆναι διὰ τὸν ὑπερβάλλοντα λιμόν.
μήτε βαρουμένου μήηε ἐνδεοῦϲ ὄντοϲ· οὐ γὰρ ἱκανὸν τὸ πρὸϲ ϲυνου- ϲίαν ὁρμητικῶϲ ἔχειν. ἐὰν μὴ καὶ τὸ κατάϲτημα τοῦ ϲώματοϲ ἐπιτη- δείωϲ ἔχῃ. καθάπερ γὰρ καὶ τροφῆϲ ὀρεγόμεθα πολλάκιϲ ἐν ἀπεψίᾳ
καὶ διαφθορᾷ τῶν παρακειμένων, ὁπότε, εἰ λάβοιμέν τι τῷ τῆϲ ὀρέ- ξεωϲ ἐπακολουθοῦντεϲ κινήματι, καὶ τοῦτο προϲδιαφθείρομεν, οὕτωϲ οὐδὲ [ἐν] τῷ τῆϲ ϲυνουϲίαϲ ὀρέγεϲθαι [καιρῷ] τὸ εὔκαιρον ϲύνεϲτιν, εἰ μὴ καὶ τἄλλα ϲυνεποπτεύομεν· ταῖϲ μὲν γὰρ καταφερεϲτέραιϲ ἐν παντὶ καιρῷ τὸ πρὸϲ ϲυνουϲίαν ὁρμητικὸν ϲυμπάρεϲτιν. ἔϲτω δὴ μήτε ἐν
δεὲϲ τὸ ϲῶμα καὶ ἄτονον, τῷ γὰρ ὅλῳ καὶ τὰ μέρη ϲυνατονεῖν εὔλο- γον. οὕτωϲ δὲ καὶ τὴν ὑϲτέραν ἀτονωτέραν οῦϲαν εἰκὸϲ καὶ περὶ τὴν ἐνέργειαν τοιαύτην ἔψεψθαι, τὸ δὲ ϲυλλαβεῖν ὑϲτέραϲ ἔργον. μήτ᾿ ἐν- δεοῦϲ οὖν τοῦ ϲώματοϲ ὄντοϲ ἡ ϲυνουϲία παραλαμβανέϲθω μήτε δὲ πάλιν βαρέοϲ, [καὶ] ὁποῖον ἐν ἀπεψίαιϲ ἐϲτὶ καὶ μέθαιϲ. πρῶτον μέν,
ὅτι κατὰ φύϲιν διακείμενον τὸ ϲῶμα τῶν ἰδίων ἐνεργημάτων ἀπο- δοτικὸν γίνεται, κατὰ φύϲιν δὲ οὐ διάκειται, καθ᾿ ὃν καιρὸν ἐν μέθη
καὶ ἀπεψίᾳ καθέϲτηκεν· ὡϲ οὑν οὐδὲ ἄλλο τι φυϲικὸν ἔργον ἐν τοι- ούτῳ καταϲτήματι διοικεῖϲθαι δύναται, οὕτωϲ οὐδὲ ἡ ϲύλληψιϲ. δεῦ
τερον δέ, ὅτι κολληθὲν δεῖ τὸ ϲπέρμα διατρέφεϲθαι, λαμβάνει δὲ τρο-
φῆν ἀπὸ τῆϲ ἐπιφερομένηϲ ὕληϲ αἱματικῆϲ τε καὶ πνευματικῆϲ· ἐν δὲ ταῖϲ μέθαιϲ καὶ ταῖϲ ἀπεψίαιϲ πᾶϲ ἀτμὸϲ ἔφθαρται καὶ ϲυντεθόλωται καὶ τὸ πνεῦμα· κίνδυνοϲ οὐν ὑπὸ φαύλων τῶν ἐπιχορηγουμένων καὶ τὸ ϲπέρμα ἐπὶ τὸ φαυλότερον μεταβαλεῖν. εἶτα καὶ 〈ἡ〉 διὰ τὴν
μέθην πολυυλία κωλυτικὴ 〈τῆϲ〉 πρὸϲ τὴν ὑϲτέραν γίνεται κολλήϲεωϲ
τοῦ ϲπέρματοϲ· ὡϲ γὰρ τὰ ἐπὶ τῶν μεθυόντων τραύματα δυϲϲύμφυτα ποιεῖ διὰ τὴν πολλὴν ἀναφορὰν ὁ οἶνοϲ, οὕτωϲ εὔλογον καὶ τὴν τοῦ ϲπέρματοϲ κόλληϲιν ὑπὸ τῆϲ αὐτῆϲ αἰτίαϲ ἐπιταράττεϲθαι.
τινὰϲ περὶ τούϲ τύπουϲ τῶν ϲυλλαμβανομένων μεταβολάϲ; οὕτωϲ ἐν
τῷ ϲυνουϲιἀζειν πιθήκουϲ ἰδοῦϲαί τινεϲ πιθηκομόρφουϲ ἐκύηϲαν· ὁ δὲ τῶν Κυπρίων τύραννοϲ κακćμορψοι ὤν εἰϲ ἀγάλματα περικαλλῆ κατὰ τοὺϲ πληϲιαϲμοὺϲ τὴν γυναῖκα βλέπειν ἀναγκάζων [ὁ] πατὴρ εὐμόρ- φων ἐγένετο παίδων οἱ δ᾿ ἱπποτρόφοι κατὰ τὰϲ ὀχείαϲ ἔμπροϲθεν τῶν θηλειῶν εὐγενεῖϲ ἱϲτᾶϲιν ἵππουϲ. ἵνα οὐν μήτε ἄμορφον ἀπὸ
τελεϲθῇ τὸ γεννώμενον ἀλλοκότουϲ φανταϲίαϲ ἐν τῷ μεθύειν τῆϲ ψυχῆϲ ὑπομενούϲηϲ, νηφέτωϲαν αἱ γυναῖκεϲ ἐν τοῖϲ πληϲιαϲμοῖϲ, εἶθ᾿ ὅτι καὶ πρὸϲ τὰϲ μητεραϲ ὁμοιότηϲ τιϲ οὐ κατὰ ϲῶμα μόνον, ἀλλὰ καὶ κατὰ ψυχὴν ἀναφέρεται τῶν γεννωμένων. καλὸν οὐν ἐὐϲταθούϲῃ τῇ ψυχῇ καὶ μὴ παρακόπῳ διὰ μέθην ὅμοιον ἀποτελεϲθῆναι τὸ γεννώ- 70
μένον. παντελῶϲ γε μὴν ἄτοπόν ἐϲτι τὸν μὲν γεωργὸν φυλάττεϲθαι
τὸ μὴ | κατὰ διύγρων καὶ λιμναζομένων χωρίων ἀφεῖναι τὰ ϲπέρματα, τοὺϲ δὲ ἀνθρώπουϲ ὑπολαμβάνειν, ὅτι καλῶϲ περιγενήϲεται τῆϲ ζῳογο- νίαϲ ἡ φύϲιϲ διύγροιϲ καὶ κατακεκλυϲμένοιϲ τοῖϲ ϲώμαϲιν 〈ὑπὸ〉 πο- λυυλίαϲ ἐναποτιθεμένων τῶν ϲπερμάτων.
ὥϲπερ γὰρ καὶ πρὸϲ τὴν ἀνάδοϲιν τῆϲ τροφῆϲ ϲυνεργεῖν ἡ ἀποθερα- πεία πέφυκεν, οὕτωϲ καὶ πρὸϲ τὴν ἀνάληψιν καὶ κατοχὴν τοῦ ϲπέρ- ματοϲ, ἀποπεφορτιϲμένων μὲν τῶν χθιζῶν ὡϲ ἂν εἴποι τιϲ περιττω- μάτων, διακεκαθαρμένου δὲ τοῦ ϲώματοϲ καὶ πρὸϲ τὰϲ φυϲικὰϲ οἰκονο-
μίαϲ εὐϲταθῶϲ ἔχοντοϲ. ὡϲ οὐν καὶ ὁ γεωργὸϲ τὴν γῆν προεκκαθάραϲ
καὶ τὴν ἀλλοτρίαν ὑπεξελόμενοϲ ὕλην τότε ϲπείρει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖϲ παραινοῦμεν προαποθεραπευθέντοϲ τοῦ ϲώματοϲ τὴν
εἰϲ γέννηϲιν ἀνθρώπου ϲπορὰν μετέρχεϲθαι. τοῦτο δὲ οὐκ ἔϲτι μαχό- μενον τῷ λέγειν ἐν τῷ Ὑγιεινῷ ϲυνουϲίαϲ ἄριϲτον καιρὸν εἶναι τὸν πρὸ τῆϲ ἀποθεραπείαϲ. ἐκεῖ μὲν γὰρ κοινῶϲ περὶ πάϲηϲ τῆϲ
ἄλληϲ εἴρηται ϲυνουϲίαϲ, καὶ ἐπ᾿ ἀνδρῶν, ἐνταῦθα δὲ ἐξαιρέτωϲ ἐπὶ τῆϲ κατ᾿ ἐπιτήδευϲιν τεκνοποιίαϲ. ὅϲον μὲν γὰρ ἐφ᾿ ἑαυτῷ τὸ ἀπο- θεραπεύεϲθαι μετὰ τὴν ἐκ τῶν ἀφροδιϲίων ταραχὴν ὑγιεινόν, ὅϲον δὲ ἐπὶ τὸ διακρατηθῆναι τὸ ϲπέρμα ἠρεμεῖν κατάλληλον.
ὥριϲαν· ἐπιτήδειον γὰρ εἶναι τὸν καιρὸν πληρουμένηϲ τῆϲ ϲελήνηϲ.
ϲυμπαθεῖν γὰρ τὰ ἐπίγεια τοῖϲ μεταρϲίοιϲ, καὶ ὡϲ τὰ πλεῖϲτα τῶν θαλαϲϲίων εὐτροφεῖν μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἀτροφεῖν δὲ μειουμένηϲ καὶ τῶν κατοικιδίων μυῶν τούϲ λοβοὺϲ τοῦ ἥπατοϲ αὔξε- ϲθαι μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἐλαττοῦϲθαι δὲ μειουμένηϲ, οὕτωϲ
καὶ τὰϲ ϲπερματικὰϲ δυνάμειϲ ἐν ἡμῖν τε καὶ τοῖϲ ἄλλοιϲ ζψοιϲ αὕξε-
ϲθαι μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἐλαττοῦϲθαι δὲ μειουμένηϲ. ἔτι δὲ κράτιϲτον καιρὸν εἶναι πρὸϲ τὸ γενέϲθαι ϲύλληψιν τὸν ἐαρινόν. ἐν μὲν γὰρ τῷ χειμῶνι πεπυκνωμένων τῶν ϲωμάτων δυϲϲύλληπτα γίνεϲθαι τὰ ϲπέρματα, κἂν ϲυλληφθῇ δέ, μένειν ἄτροφα παραπληϲίωϲ
τοῖϲ ἀφεθεῖϲι κατὰ γῆϲ (καὶ γὰρ ταῦτα κωλύεϲθαι χειμῶνοϲ ἀναφῦναι. 71 72 τῶν τε ζῴων ὅϲα χειμῶνοϲ ἀποτίκτεται, ταῦτα δύϲτροφα γίνεϲθαι)· τὸ θέροϲ δὲ πάντα ποιεῖν ἄτονα τῇ πολλῇ διαφορήϲει, διὰ τοῦτο δὲ καὶ τὰ ϲπέρματα καὶ τὰ ϲυλληπτικὰ μέρη τούτων, ὃν τρόπον καὶ ὅλα τὰ ϲώματα. ταῦτα δὲ καὶ δίχα λόγου δυϲωπεῖν ἱκανὴ καθέϲτηκεν ἡ
ἀπὸ τῶν φαινομένων μαρτύρηϲιϲ· ἐν παντὶ γὰρ χρόνῳ καὶ γινομέναϲ καὶ τελεϲφορουμέναϲ τὰϲ ϲυλλήψειϲ θεωροῦμεν. εἰ δέ τινεϲ κακοθερεῖϲ οὖϲαι φύϲειϲ χεῖρον ἔχουϲιν θέρουϲ ἢ πάλιν κακοχείμεροι χειμῶνοϲ, οὐκ εἰϲ τὰϲ ὥραϲ ἀποβλέψομεν, εἰϲ δὲ τὸ ποιὸν κατάϲτημα τοῦ ϲώμα- τοϲ. κοινῶϲ γὰρ τοῦτον ὑποτιθέμεθα τὸν καιρόν, ἐν ῷ καὶ ἀνενδεὲϲ
καὶ ἀβαρὲϲ καὶ πανταχόθεν εὐάρεϲτόν ἐϲτι τὸ ϲῶμα. πρὸϲ δὲ τὰϲ μεταβολὰϲ τῆϲ ϲελήνηϲ εἰ τιϲ ἐγένετο καὶ τῶν ἡμετέρων μετακόϲμηϲιϲ ϲωμάτων, πάντωϲ ἂν καὶ ταύτην τετηρήκειμεν, ὃν τρόπον ἐπὶ τῶν μυῶν καὶ τῶν ὀϲτρέων· εἰ δὲ μηδέν τι τοιοῦτον ἐπὶ τῶν ἡμετέρων γινόμενον τετήρηται ϲωμάτων, ἔϲται μὲν πιθανόϲ, ψευδὴϲ δὲ πᾶϲ ὁ
τοιοῦτοϲ λόγοϲ.|
XI, θἰ ὑγιεινή ἐϲτιν ἡ ϲύλληψιϲ.
κὸν ἔργον ὠφέλιμόν ἐϲτιν, φυϲικὸν δὲ ἐνέργημα καὶ ἡ ϲύλληψιϲ· δεύ- τερον, ὅτι ϲτραγγῶϲ τινὲϲ καθαιρόμεναι καὶ ὑϲτερικὰϲ ὑπομένουϲαι
θλίψειϲ ϲυλλήψεϲι χρηϲάμεναι τῶν ὀχληρῶν ἀπηλλάγηϲαν. πρὸϲ ταῦτα
δὲ λεκτέον, ὅτι καὶ ἡ κάθαρϲιϲ φυϲικὸν ἔργον, ἀλλ᾿ οὐχ ὑγιεινόν, ὡϲ ὑπεμνήϲαμεν. οὐ πάντωϲ γε μὴν εἶ τι ὠφέλιμόν ἐϲτιν, τοῦτο καὶ ὑγιεινόν. ἀμέλει καὶ τὸ καθαίρεϲθαι καὶ ϲυλλαμβάνειν ὠφέλιμον μέν ἐϲτιν εἰϲ γένεϲιν ἀνθρώπων, οὐ μὴν ὑγιεινὸν ταῖϲ κυοφορούϲαιϲ. ϲυλ-
λαβοῦϲαι μὲν γὰρ οὐκ ἀπαλλάϲϲονται τῶν προϋπαρχόντων περὶ τὴν ὑϲτέραν ὀχληρῶν, ἀπαλλαϲϲόμεναι δὲ τούτων τότε ϲυλλαμβάνουϲιν. εἰ δὲ καὶ ὑπὸ τῆϲ ϲυλλήψεωϲ ἀπαλλάϲϲονται, βοήθημα γίνεται νόϲων ἡ ϲύλληψιϲ, οὐ τηρητικὸν τοῦ ὑγιαίνειν, ὥϲπερ οὐδ᾿ ἡ φλεβοτομία διὰ τοῦτο ὑγιεινὸν γίνεται παράλημμα, διότι λύει νόϲουϲ. κατὰ δὲ τὸ
προηγούμενον λεκτέον, ὡϲ πολλὰ μὲν δυϲχερῆ παρέπεται ταῖϲ κυοφο- ρούϲαιϲ βαρουμέναιϲ καὶ τὴν κίϲϲαν ὑπομενούϲαιϲ. ἤδη 〈δὲ〉 γνωϲτέον, ὅτι καὶ τὴν ἑνὶ τῷ ζῴῳ αὐτάρκη τροφὴν μεριϲθῆναι δεῖ πρὸϲ δύο ζῴων θρέψιν τε καὶ αὔξηϲιν, ὥϲτε μηκέτι μένειν αὐτάρκη τῇ κυοφο- ρούϲῃ· ὅ τι γὰρ τῷ κυοφορουμένῳ προϲμερίζεται, τοῦτο κατ᾿ ἀνάγκην
ἀφαιρεῖται τῆϲ κυοφορούϲηϲ. οὐ γὰρ ἐνδέχεται πλείονα λαμβάνειν αὐτὴν ὡϲ καὶ ἀπαναλώϲεωϲ γινομένηϲ πλείονοϲ, οὐδὲ γὰρ οἴϲει τὴν 73 74 οἰκονομίαν τῆϲ πλείονοϲ τὸ τῆϲ πέψεωϲ ἔργον. εἰ τοίνυν λαμβάνει μὲν ὅϲην δύναται πέϲϲειν, τῆϲ δὲ πεϲϲομένηϲ τὸ προϲτιθέμενον τῷ
κυοφορουμένῳ τῆϲ κυοφορούϲηϲ ἀφαιρεῖται. τὸ δ᾿ ἐλαττωτικὸν οὐχ
ὑγιεινόν, οὐδὲ ἡ ϲύλληψιϲ ὑγιεινή. ὅτι δὲ τὴν ἀτροφίαν καὶ τὴν ἀτονίαν καὶ τὸ προωρότερον γῆραϲ αἱ κυήϲειϲ ἀποτελοῦϲι, πρόδηλον
μὲν κἀκ τῶν ἐναργῶν, ἔτι δὲ καὶ ἐκ τῆϲ πρὸϲ τὴν γῆν ὁμοιότητοϲ, ἥτιϲ ἐπὶ τοϲοῦτον ἐξαναλοῦται πρὸϲ τὰϲ ἐπαλλήλουϲ καρπογονίαϲ, ὥϲτε μὴ δύναϲθαι τούϲ καρποὺϲ κατ᾿ ἔτοϲ ἀναφέρειν.
XII. Τίνα ϲημεῖα ϲυλλήψεωϲ.
ϲπέρματοϲ, καλεῖται δὲ κύηϲιϲ παρὰ τὸ κεύθηϲιϲ εἰναι, τοῦτ᾿ ἔϲτιν ἀπόκρυψιϲ· τὸ γὰρ κεύθειν ἐϲτὶ τὸ κρύπτειν, καὶ τὸ ἐν τῇ μήτρᾳ δὲ ϲυνειλημμένον κρύπτεται. κατ᾿ ἔννοιαν δὲ ϲύλληψίϲ ἐϲτιν κράτηϲιϲ ἐπίμονοϲ ϲπέρματοϲ ἢ ἐμβρύου ἢ ἐμβρύων ἡ ἐν ὑϲτέρᾳ διὰ φυϲικὴν
αἰτίαν. ‘κράτηϲιϲ’ μέν, κατοχὴ γάρ ἐϲτιν ἡ ϲύλληψιϲ· ‘ἐπίμονοϲ’ δὲ
διὰ τὸ ϲχετικῶϲ ἐνιάκιϲ κρατεῖϲθαι τὸ ϲπέρμα καὶ παραυτίκα πάλιν
ἀποπτύεϲθαι, τὸ δὲ τοιοῦτον μὴ εἶναι ϲύλληψιν. ‘ϲπέρματοϲ’ δὲ ‘〈ἢ〉 ἐμβρύου’, ὅτι κατὰ μὲν τοὺϲ πρώτουϲ χρόνουϲ, ὅτε ἀκμὴν ἀδιατύ- πωτόϲ ἐϲτιν ὁ γόνοϲ, ἡ ϲύλληψιϲ ϲπέρματοϲ ὑπάρχει, μετὰ δὲ τοὺϲ πρώτουϲ χρόνουϲ, τετυπωμένου τοῦ κατὰ γαϲτρὸϲ καὶ μηκέτι ὄντοϲ
τοῦ ϲπέρματοϲ, οὐ παύεται μὲν οὖϲα ϲύλληψιϲ, ἔϲτιν δὲ οὐ ϲπέρματοϲ, ἀλλ’ ἐμβρύου· μεταβέβληται γὰρ ἤδη τὸ ϲπέρμα καὶ φύϲιϲ ἐϲτί, κατὰ
προκοπὴν δὲ καὶ ψυχή, καὶ οὐκέτι ϲπέρμα. διὸ καὶ τῆϲ ϲυλλήψεωϲ διαφοράν τινεϲ 〈εἰϲ〉άγοντεϲ τὴν μὲν ἀτελῆ λέγουϲιν ὡϲ τὴν πρώτην,
τὴν δὲ τελείαν ὡϲ τὴν δευτέραν. ἕνεκα δὲ τοῦ τὰ δύο τῆϲ ϲυλλήψεωϲ
εἰδη περιλαβεῖν ϲπέρματοϲ᾿ ἔφαμεν ‘ἢ ἐμβρύου’. διὰ δὲ τὸ καὶ δίδυμά
ποτε ἢ τρίδυμα ϲυλλαμβάνεϲθαι προϲεθήκαμεν ‘〈ἢ〉 ἐμβρύων’. ‘ἐν μήτρᾳ’, παῤ ὅϲον οὐκ ἐν ὁποιῳδήποτε μέρει κράιτηϲιϲ ἐπίμονοϲ τοῦ ϲπέρματοϲ ἡ ϲύλληψίϲ ἐϲτιν, ἀλλ᾿ ἡ ἐν ὑϲτέρᾳ· καθ᾿ ὃν γὰρ καιρὸν ἐν τοῖϲ ϲπερματικοῖϲ περιέχεται πόροιϲ, κρατεῖται μὲν ἐπιμόνωϲ, ἀλλ᾿
οὐκ ἔϲτιν τοῦτο ϲύλληψιϲ. ἐπὶ τέλει δὲ πρόϲκειται ‘διὰ φυϲικὴν αἰτίαν’ ἐπεὶ πολλάκιϲ κρατεῖται τὸ ϲπέρμα καὶ ἐπιμόνωϲ καὶ ἐν ὑϲτέρ καὶ διὰ ψύξιν μεμυκότοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ τὸ ἔμβρυον δὲ ἐν ταῖϲ δυϲτοκίαιϲ. ἀλλ᾿ αἱ τοιαῦται κρατήϲειϲ οὐκ εἰϲὶ ϲυλλήψειϲ, οὐ γὰρ 75 76 77 ὑπὸ τῆϲ κατὰ φύϲιν ἐνεργείαϲ, ὑπὸ δὲ τῆϲ παρὰ φύϲιν ἀποτελοῦνται. διαφέρει δὲ ἀνάληψιϲ ϲυλλήψεωϲ. ἀνάληψιϲ μὲν γάρ ἐϲτιν ἡ φορὰ
τοῦ ϲπέρματοϲ ἐπὶ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ, ϲύλληψιϲ δὲ ἡ μετὰ τὴν φορὰν κράτηϲίϲ τε καὶ ϲυγκόλληϲιϲ· καὶ ἀνάληψιϲ μὲν μόνου ἐϲτὶ ϲπέρ-
ματοϲ, ϲύλληψιϲ δὲ καὶ ἐμβρύου.
ἀκατάληπτον ἔφαϲαν ϲυναντᾶν 〈αὐτήν〉. καθ᾿ ἡμᾶϲ οὑν ἐκ τῶν πλει- όνων ὑφ᾿ ἓν καὶ μετὰ διοριϲμοῦ ποιήϲαϲθαι δεῖ τὴν ϲημείωϲιν τῆϲ ϲυλλήψεωϲ, οἰον ἐκ τοῦ κατὰ τὸ πέραϲ τοῦ πληϲιαϲμοῦ φρικώδουϲ
ϲυναιϲθήϲεωϲ ἀντίληψιν γεγονέναι τῇ γυναικὶ καὶ τὸ ϲτόμιον μεμυκέναι τῆϲ ὑϲτέραϲ [τὸ] μετ᾿ εὐαφείαϲ καὶ τρυφερίαϲ (ἐν γὰρ ταῖϲ ψύξεϲιν καὶ ταῖϲ φλεγμοναῖϲ ϲυμπίπτει μέν, ἀλλὰ μετ᾿ ἀπηνείαϲ καὶ ϲκληρίαϲ), μὴ ἐπικαθυγραίνεϲθαι δὲ τῷ ϲπέρματι τὸ γυναικεῖον αἰδοῖον ἢ ἐπ᾿
ὀλίγον, ἀνιεμένου παντὸϲ 〈ἢ〉 τοῦ πλείονοϲ ὑγροῦ· μετὰ δέ τινα χρόνον
κἀκ τοῦ τὴν ἐπίμηνον κάθαρϲιν ἐπέχεϲθαι ἢ ἐπ᾿ ὀλίγον φαίνεϲθαι, βαρυτέραν δὲ γίνεϲθαι τὴν ὀϲφὺν καὶ λεληθότωϲ ἐπαίρεϲθαι τούϲ μαϲτοὺϲ μετά τινοϲ ἐπιπόνου ϲυναιϲθήϲεωϲ, ὑπανατρέπεϲθαι δὲ τὸν ϲτόμαχον καὶ τὰ ἐπὶ τοῦ ϲτήθουϲ ἀγγεῖα κυρτὰ καὶ πελιὰ φαίνεϲθαι καὶ τὰ κύλα τῶν ὀφθαλμῶν ὑπόχλωρα, ποτὲ δὲ καὶ ϲπίλουϲ μελανί-
ζοντοϲ ἐπιπολῆϲ ταῖϲ ὄψεϲιν ἐπιτρέχειν καὶ τὴν λεγομένην ἔφηλιν γενέϲθαι· μετὰ δὲ ταῦτα τήν τε κίϲϲαν ἐπιφαίνεϲθαι καὶ πρὸϲ λόγον
τῆϲ τοῦ χρόνου προκοπῆϲ διογκοῦϲθαι τὸ ἐπιγάϲτριον, εἶτα καὶ κινή- ϲεωϲ τοῦ κατὰ γαϲτρὸϲ ἀντιλαμβάνεϲθαι τὴν κυοφοροῦϲαν.
XIII. Τίνα κατὰ τοὺϲ ἀρχαίουϲ ϲημεῖα τοῦ ἄρρεν εἶναι τὸ
κυοφορούμενον ἢ θῆλυ.
τ᾿ εὐχρουϲτέραν ὑπάρχειν τὴν κύουϲαν καὶ εὐκινητοτέραν καὶ 〈τὸ〉 τὸν δεξιὸν μαζὸν μείζονα ἔχειν καὶ εὐογκότερον καὶ πληρέϲτερον καὶ μάλιϲτα τὴν θηλὴν ἐπαίρεϲθαι, τοῦ δὲ θῆλυ τιὸ μετ᾿ ὠχριόϲεωϲ ὀγκω-
δέϲτερον εἰναι τὸν εὐώνυμον μαζὸν καὶ μάλιϲτα τὴν θηλήν, ἀπὸ 78 79 80 ψευδοῦϲ ὑπολήψεωϲ ἐπὶ ταύτην ἐλθὼν τὴν ἀπόφαϲιν. ᾤετο γὰρ ἐν μὲν τοῖϲ δεξιοῖϲ μέρεϲιν τῆϲ ὑϲτέραϲ ϲυλληφθέντοϲ τοῦ ϲπέρματοϲ ἄρρεν ἀποτελεῖϲθαι, ἐν δὲ τοῖϲ εὐωνύμοιϲ θῆλυ. τοῦτο δὲ ὡϲ οὐκ
ἀληθέϲ, ἐν τοῖϲ φυϲικοῖϲ Περὶ ζψογονίαϲ παρίϲταμεν ὑπομνήμαϲιν.
οἱ δὲ εἰ μὲν ἄρρεν εἴη τὸ κατὰ γαϲτρόϲ, ὀξυτέραϲ καὶ ϲφοδροτέραϲ
παρέπεϲθαι τὰϲ κινήϲειϲ φαϲὶν αὐτοῦ πρὸϲ τὴν ἀντίληψιν τῆϲ κυούϲηϲ, εἰ δὲ θῆλυ, καὶ βραδυτέραϲ καὶ νωθροτέραϲ μετὰ τοῦ καὶ τὴν κύουϲαν δυϲκινητοτέραν εἰναι καὶ ἀϲωδεϲτέραν τῇ δυνάμει. τὴν μὲν γὰρ εὔχροιαν ἐπὶ τῶν ἀρρενοτόκων γίνεϲθαι διὰ τὴν ἀπὸ τῆϲ κινήϲεωϲ τοῦ τατὰ γαϲτρὸϲ γυμναϲίαν, τὴν δὲ δύϲχροιαν ἐπὶ τῶν θηλυτόκων διὰ τὴν
περὶ τὸ κυούμενον ἀργίαν. ταῦτα δὲ τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἄλη- θοῦϲ ἔχεται, παῤ ὅϲον ἐπὶ τῆϲ ἐναργείαϲ ὁρῶμεν τοτὲ ταῦτα, 〈το〉τὲ καὶ τὰ ἐναντία [τε] παρηκολουθηκότα.
XIV, Τίϲ ἡ τῶν ϲυνειληφυιῶν ἐπιμέλεια.
ἐϲτι τῶν πρώτων χρόνων εἰϲ τήρηϲιν τοῦ καταβληθέντοϲ ϲπέρματοϲ. ἡ δὲ τῶν δευτέρων πρὸϲ παρηγορίαν τῶν ἐπιγινομένων ϲυμπτωμάτων. καθάπερ ἡ τῆϲ ἐπιγινομένηϲ κίϲϲηϲ, ἡ δὲ τῶν τελευταίων καὶ πληϲίον ἤδη τῆϲ ἀποκυήϲεωϲ εἰϲ τὴν τοῦ ἐμβρύου τελείωϲιν καὶ εἰϲ εὐχερίῆ τῆϲ ἀποτέξεωϲ ὑπομονήν. ἐξ ὧν περὶ τῆϲ πρώτηϲ κατὰ τὸ παρὸν
ποιηϲόμεθα τὴν ἐπίϲκεψιν.
νοίαϲ ἰϲχυρὰν ταραχὴν καὶ γυμναϲίαν ϲφοδρὰν καὶ βιαίουϲ κατοχὰϲ
πνεύματοϲ, βῆχαϲ, πταρμούϲ, πληγάϲ, πτώματα, καὶ μάλλον τὰ ἐπὶ τῶν ἰϲχίων, βάρουϲ ἄρϲειϲ, πηδήματα, ϲκληρὰϲ καθέδραϲ, φαρμακείαϲ. δριμέων καὶ πταρμικῶν προϲφοράν, ἔνδειαν, ἀπεψίαν, μέθην, ἔμετον 81 82 83 κοιλιολυϲίαν, ῥύϲιν αἵματοϲ διὰ ῥινῶν καὶ αἱμορροἴδοϲ ἢ ἄλλου τόπου καὶ χαλαϲμὸν διά τινοϲ τῶν θερμαίνειν δυναμένων καὶ διὰ πυρετὸν δὲ ϲφοδρὸν καὶ ῥῖγοϲ καὶ ϲπαϲμὸν καὶ τὸ κοινότερον πᾶν τὸ βιαίαν κίνηϲιν ἐπάγον, δι᾿ ὧν ἔκτρωϲιϲ ἀποτελεῖται. τούτων οὑν τὰ ἐπὶ τῆϲ
ἡμετέραϲ ἐξουϲίαϲ ὑπάρχοντα πεφυλάχθαι προϲῆκεν, καὶ δι᾿ ἠρεμίαϲ κλινήρη τὴν ϲυνειληφυῖαν τηρεῖν πρὸϲ μίαν ἢ δευτέραν ἡμέραν, ἀπεριέργωϲ χρωμένην ἀλείμματι χάριν τοῦ καὶ ὄρεξιν ἀνακύψαι καὶ. τὴν δοθεῖϲαν τροφὴν ἐξοικειωθῆναι, παραιτεῖϲθαι δὲ καὶ τὴν τοῦ ἐπι- γαϲτρίου τρίψιν, ἵνα μὴ διὰ τῆϲ τοπικῆϲ ϲυγκινήϲεωϲ ἀποϲπαϲθῇ τὸ
κολλώμενον ϲπέρμα, ϲυναλείφειν δὲ αὐτὴν ἐλαίῳ νεοτριβεῖ καὶ ὀμφακί- ζοντι καὶ τροφὴν ϲιτώδη διδόναι καὶ ὀλιγωτέραν. τὸ λουτρὸν δὲ
παραπέμπειν, εἰ δυνατόν, ἕωϲ ἑπτὰ ἡμερῶν· ὑποπῖπτον γὰρ τῆ τοῦ ὅλου ϲώματοϲ ἀραιώϲει καὶ τὴν τρυφερίαν τοῦ ϲπέρματοϲ ϲυνεκλύϲει, χωρὶϲ εἰ μὴ νομίζοι τιϲ, ὅτι τὰ μὲν μήπω βεβαίωϲ κεκολλημένα τραύ-
ματα προϲδιίϲτηϲιν τὸ βαλανεῖον καὶ τὰ πυκνότατα τῶν ἀθλητῶν ἀνίηϲιν ϲώματα, τὸ ϲπέρμα δὲ οὐκ ἂν ἐκτήξειεν τρυφερὰν ἔτι καὶ νεοπαγῆ τὴν ϲύϲταϲιν ἔχον. ἔνθεν οὐκ ἀλλότριον καὶ τὸν οἰνον ἀπὸ-
δοκιμάϲαι μέχρι καὶ τῶν ἴϲων ἡμερῶν εἰϲ τὸ μὴ βιαίαϲ καὶ πληκτικὰϲ γίνεϲθαι τὰϲ ἀναδόϲειϲ. ὡϲ γὰρ τὰ κατεαγέντα τῶν ὀϲτῶν μὴ κινοῦ-
μένα πήγνυται τοῖϲ μορίοιϲ, οὕτωϲ καὶ τὸ ϲπέρμα πρὸϲ τὴν ὑϲτέραν ἔμφυϲιν ἀϲφαλῆ καὶ ἰϲχυρὰν ἀπολαμβάνει μὴ ϲυντιναϲϲόμενον ὑπὸ
τῶν κινεῖν δυναμένων. οὐ μὴν ἕωϲ πλείονοϲ τούτοιϲ πάλιν ἐνδιατρι- πτέον, ἵνα μὴ τοῦ ϲώματοϲ ἐξαϲθενοῦντοϲ διὰ τὴν ὑφαίρεϲιν τοῦ οἴνου καὶ τῆϲ τροφῆϲ καὶ ἡ μήτρα ϲυνατονήϲῃ, κατ᾿ ὀλίγον δὲ μετα-
θετέον. ἐπ᾿ αὐτῇ δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τῇ διὰ δίφρου ἢ μακρὰϲ
καθέδραϲ χρηϲτέον αἰώρᾳ (τὴν γὰρ διὰ τῶν ὑποζυγίων ὡϲ καταϲείου- ϲαν ἰϲχυρῶϲ ἀποδοκιμαϲτέον), εἶτα περιπάτῳ ϲχολαίῳ τε καὶ κούφῳ καὶ ὀλίγῳ πρὸϲ λόγον ἑκάϲτηϲ ἡμέραϲ αὐξανομένῳ· καὶ τροφαῖϲ ταῖϲ ἐκ τῆϲ μέϲηϲ ὕληϲ, οἶον ἰχθύων τοῖϲ μὴ λιπαροῖϲ καὶ κρεῶν τοῖϲ μὴ
καταπιμέλοιϲ καὶ λαχάνοιϲ τοῖϲ μὴ δριμέϲιν. φεύγειν δὲ πάν τὸ δριμύ,
καθάπερ ϲκόρδα, κρόμμυα. πράϲα, τάριχα, καὶ τὰ δίυγρα τῶν βρωμά- των· ταῦτα μὲν γὰρ φθείρεται ῥᾳδίωϲ, τὰ δριμέα δὲ πνευματοῖ καὶ ἄλλωϲ ἐϲτὶν τμητικὰ καὶ λεπτυντικά, παῤ ὃ καὶ ἐπὶ τῶν χρονίωϲ νοϲούντων είϲ τὴν οῖον ἐκτύλωϲιν δοκιμάζομεν. παντελῶϲ δέ ἐϲτιν
ἀνεπιλόγιϲτον μὴ ϲυνιδεῖν, ὅτι τὰ ξαίνοντα καὶ ἰϲχναίνοντα καὶ ῥινῶντα τὴν ὅλην ϲύγκριϲιν καὶ τὰ πεπυκνωμένα διεκτυλοῦντα, ταῦτα πάντα 84 διὰ τῆϲ ἀναδόϲεωϲ προϲμεριϲθέντα τοῖϲ τῆϲ ὑϲτέραϲ τόποιϲ πολὺ μᾶλλον 〈ἂν〉 διατήξειεν τὸ ϲπέρμα μυξῶδεϲ ὂν ὅϲον καὶ οὕπω διαν-
κεκρατυμμένον τῆ πήξει. φυλάττεϲθαι δὲ καὶ ϲυνουϲίαν· καὶ γὰρ αὕτηγ κίνηϲιν ἐμποιεῖ κοινότερον μὲν τοῖϲ ὅλοιϲ ϲώμαϲιν, μάλιϲτα δὲ τοῖϲ περὶ τὴν ὑϲτέραν τόποιϲ ἠρεμίαϲ δεομένοιϲ. ὡϲ γὰρ ὁ ϲτόμαχοϲ
ἠρεμῶν μὲν ἐγκατέχει τὴν τροφήν, τιναϲϲόμενοϲ δὲ πολλάκιϲ ἀπορ-
ρίπτει τὸ ληφθὲν δι᾿ ἐμέτων, οὕτωϲ καὶ ἡ μήτρα μὴ | τιωαϲϲομένη
μὲν κρατεῖ τὸ ϲπέρμα. ϲαλευομένη δὲ ἀφίηϲιν. βαλανείῳ δὲ χρῆϲθα θερμοτέρῳ καὶ τῶν ἀέρων ἕνεκα καὶ τῶν ὑδάτων, χωρὶϲ ἐγχρονιϲμοῦ καὶ πολλῆϲ ἐξιδρώϲεωϲ, εἰϲ τὸ μὴ θρυπτόμενον ἐξατονίζεϲθαι τὸ ϲῶμα·
χρῆϲθαι δὲ καὶ ψυχρῷ ϲυμμέτρωϲ, ὡϲ μὴ φρικώδη γενέϲθαι ϲυναίϲθη- ϲιν. μετὰ δὲ τὴν ἀποθεραπείαν δεῖ νηϲτεύειν, ἕωϲ ἃν ἠρεμήϲῃ τὸ- ϲῶμα καὶ ἡ ταραχὴ τοῦ πνεύματοϲ καὶ ὁ ϲάλοϲ τῶν ὑγρῶν ἀπογαλη- νωθῇ. προπίνειν δὲ μέχρι πλείονοϲ ὕδωρ ὕϲτερον, ἀλλ᾿ εἰ ϲύνηθεϲ καὶ οἰνάριον ὀλίγον.
ἀγενέϲ. χωρὶϲ εἰ μὴ τῶν μὲν οἰκοδομουμένων ὅϲτιϲ ἂν πεπηγόϲι ἐποικοδομῆται τοῖϲ θεμελίοιϲ οἶκοϲ, δυϲπερίτρεπτοϲ μένει πλείοϲιν χρόνοιϲ, ὄϲα δὲ ϲαθροῖϲ καὶ ἀπήκτοιϲ, ῥχδίωϲ καὶ πρὸϲ ὀλίγην ἀφορ- μὴν ἀπορρίπτεται, τῶν δὲ ζῴων ἡ γέννηϲιϲ οὐκ ἂν εἴη διάφοροϲ- παρὰ τὸ τοῖϲ πρώτοιϲ ὡϲανεὶ ϲτοιχείοιϲ καὶ θεμελίοιϲ διαφόροιϲ ἐξ-
ερειϲθῆναι. τοῦ ϲπέρματοϲ δὲ ἀποπτυϲθέντοϲ καταληφθήϲεται μὲν τὲ γεγονὸϲ ἐκ τοῦ κάθυγρον τὸν γυναικεῖον κόλπον ὑπάρχειν, διορθώ- ϲεωϲ δὲ τεύξεται πρὸϲ τὸ μὴ καὶ δεύτερον τὴν αὐτὴν τῆϲ ϲυλλήψεωϲ- ἀποτυχίαν γενέϲθαι. καὶ διὰ τοῦτο περιαιρεῖν μέν, εἶ τιϲ ϲωματικὴ
κίνηϲιϲ, πϲοραμυθεῖϲθαι δὲ τὴν ψυχήν. εἰ βιωτικαὶ φροντίδεϲ ϲυνετᾶ-
ροξαν αὐτήν, τονοῦν δὲ τὰ μέρη μετὰ τῶν ὅλων, εἰ περὶ τὴν ὑϲτέραν
ἡ ἀτονία. καὶ τοιαύτη μὲν ἡ περὶ τὸν πρῶτον χρόνον τῆϲ ϲυνει- ληφυίαϲ ἐπιμέλεια· ἐπεὶ δὲ προκοπτούϲηϲ τῆϲ κυοφορίαϲ ἡ καλουμένη γίνεται κίϲϲα, καὶ περὶ ταύτηϲ λέγομεν ἀκολούθωϲ.
XV. Περὶ κίϲϲηϲ.
κίϲϲα ὠνόμαϲται.] λέγουϲιν δὲ ταύτην οἱ μὲν ἐκ μεταφοράϲ ὄρνιθόϲ τινοϲ κίϲϲηϲ οὔτωϲ λεγομένηϲ, ὡϲ γὰρ τὴν πτηνὴν κίϲϲαν ποικίλην
εἰναι πτιλώϲεωϲ ἕνεκα καὶ φωνῆϲ, οὕτωϲ καὶ τὸ προκείμενον ϲύμ- πτωμα ποικίλων ὀρέξεων ἀποτελεϲματικὸν ὑπάρχειν, τινὲϲ δὲ ἀπὸ τοῦ κιϲϲοῦ, καὶ γὰρ οὖτοϲ ποικίλοϲ ἐν περιπλοκαῖϲ. ἐπιγίνεται δὲ
ταῖϲ πλείϲταιϲ τῶν κυοφορουϲῶν περὶ 〈τὴν〉 τεϲϲαρακοϲτὴν κατὰ τὸ πλεῖϲτον ἡμέραν, ἔτι δὲ μέχρι τεϲϲάρων μηνῶν ὡϲ ἐπὶ τὸ πλεῖϲτον
ἕπεται. ἐνίαιϲ δὲ καὶ τάχιον καὶ βράδιον ἔρχεται, καὶ παραμένει πάλιν τιϲὶ μὲν ὀλιγωτέρωϲ, τιϲὶ δὲ μέχρι πλείονοϲ, ϲπανίωϲ δέ τιϲι μέχρι τῆϲ ἀποτέξεωϲ, τιϲὶ δ᾿ οὐδ᾿ ὅλωϲ ἐπηκολούθηϲεν. παρέπεται δὲ ταῖϲ ἐν
τῷ 〈ϲυμ〉πτώματι τυγχανούϲαιϲ ἀνατροπὴ ϲτομάχου, ἤτοι πλάδοϲ, ναυτία τε καὶ ἀνορεξία, ποτὲ μὲν πρὸϲ πάντα, ποτὲ δὲ πρὸϲ τινά, καὶ τῶν
ἀϲυνήθων ὄρεξιϲ οἶον γῆϲ, ἀνθράκων, ἑλίκων ἀμπέλου καὶ ὀπώραϲ ἀώρου τε καὶ ὀξώδουϲ, ϲιέλου ῥοῦϲ καὶ δυϲαρεϲτήϲειϲ, ὀξυρεγμία, βρα- δυπεψία καὶ ταχεῖα διαφθορὰ ϲιτίων· ἐνίοιϲ δὲ καὶ ἔμετοϲ ἐκ διαϲτη
μάτων κατὰ πᾶϲαν προϲφοράν, ἢ καὶ βάροϲ καὶ ϲκοτώματα καὶ ἀλ- γήματα κεφαλῆϲ ἀπορία τε καὶ ὠμῶν χυμῶν πλῆθοϲ καὶ ὠχρότηϲ
καὶ ἀτροφία καὶ κοιλίαϲ ϲκληρία, τιϲὶ δὲ καὶ διάταϲιϲ ϲτομάχου, θώρα- κοϲ ἄλγημα, ταῖϲ αὐταῖϲ ἐνίοτε καὶ πυρέτια λεπτὰ καὶ μαϲτῶν ἐπι- διογκώϲειϲ (τὸ δὲ ἔπαρμα τῶν ἀγγείων τιϲὶ μὲν πραϲίζον [τι], τιϲὶ δὲ πελιδνόν), ἐνίαιϲ δὲ καὶ ἀνάχυϲιϲ ἰκτεριώδηϲ.
ϲυϲτολὴν παραλαμβάνειν, ἕνεκα τοῦ μὴ κινούμενον τὸν ϲτόμαχον πρὸϲ τὸ κατὰ φύϲιν διὰ τῆϲ ἠρεμίαϲ ἀτάραχον φυλαχθῆναι, μηδὲν εὐλαβού- μενον, ὡϲ οἱ πολλοὶ λέγουϲιν, ὅτι δυϲὶν ζῴοιϲ ὀϲηνὸήποτε δεῖ παρα- 88 89
θεῖναι τροφήν. ἡ γὰρ οὐκ ἐπιτηδείωϲ τῷ ϲώματι διδομένη τροφὴ φθείρεται καὶ οὐ μόνον οὐ τρέφει, ἀλλὰ προϲκακοῖ καθάπερ τὰ τέλειεχ τῶν ϲωμάτων οὕτωϲ καὶ τὰ νεοπαγῆ ϲπέρματα. διόπερ ἀνατάϲει χρη- ϲτέον. καὶ γὰρ οἱ πλέοντεϲ ϲυϲτολῇ χρηϲάμενοι πρὸ μιᾶϲ ἡυέραϲ τὴν
ναυτίαν οὐχ ὑπομένουϲιν ἢ οὐκ ἐπὶ τοϲοῦτον. τῇ δὲ ἑξῆϲ ἡμέρα ϲὺν
ἀλείμματι μὲν ἀποθεραπευτέον, τροφὴν δὲ δοτέον ὀλίγην εὐκατέρ-
γαϲτον, οἱον ψὸν ἁπαλὸν ἢ πόλτον καί τι τῶν μὴ καταπιμέλων πτηνῶν καὶ ποτὸν ὕδωρ, οὐ πολύ, ψυχρὸν δὲ εἰ ϲύνηθεϲ, χάριν τοῦ παραϲτέλλεϲθαι τὸν πλάδον τοῦ ϲτομάχου. ταῖϲ δὲ ἐξῆϲ μέραιϲ πρὸ τοῦ ἀλείμματοϲ προκαταψᾶν αὐτῶν τὸ ϲῶμα δι᾿ ὀθονίων τρυφερῶν
ἄχρι ϲυμμέτρου φοινιγμοῦ. μετὰ δὲ τὰ πρώταϲ ἡμεραϲ λουτρῷ χρῆ- ϲθαι ζεϲτοτέρῳ καὶ οἰναρίῳ ϲυμμέτρῳ καὶ κινήϲεϲι ταῖϲ δι’ αἰὠραϲ φορείῳ τὸ πρῶτον καὶ καθέδρᾳ κἄπειτα ζευκτῷ, καὶ περιπάτοιϲ ἀναφωνήϲεϲίν τε καὶ ἀναγνώϲεϲιν μετὰ πλάϲματοϲ καὶ γυμνοϲίοιϲ τοῖϲ δι’ ὀρχήϲεωϲ κωρύκου τε καὶ ϲφαίραϲ καὶ τρίψεωϲ· τονωτικῶν
δὲ τοῦ ϲτομάχου τι μέροϲ ἐπὶ τοῦ ἄρτου ξηροφαγεῖν. οὕτωϲ γὰρ εὐμαρῶϲ ἀποκουφίζεται τὰ ϲώματα τῶν τῆϲ κίϲϲηϲ ὀχληρῶν, ὑφαιρου- μένου τοῦ καθ᾿ ἡμέραν λουτροῦ καὶ παρὰ μίαν δὲ καὶ παρὰ δύο παραλαμβανομένου.
πυκνωτικαῖϲ χρηϲτέον ἐμβροχαῖϲ κατὰ τὸν ϲτόμαχον καὶ τὴν κοιλία δι᾿ ἐλαίου ὠμοτριβοῦϲ καὶ ὀμφακίζοντοϲ ἐρίων προϲπεριειληθέντων καὶ ῥόδινον δὲ καὶ μήλινον καὶ μύρϲινον καὶ μαϲτίχινον καὶ νάρδινον ἐπιϲυϲτροφεῖ τὸν ϲτόμαχον ὑπτιωμένον, ἢ διά τινοϲ τούτων κηρωτά-
ριον ἐπαλείφειν. εἰ δὲ εὐτονωτέραϲ χρεία ϲτύψεωϲ γένοιτο διὰ τοὺϲ
ἐμέτουϲ, ἐπιθέμαϲι χρηϲτεον, ἐξ ὡν εἰϲι φοίνικεϲ ξηροὶ προβρεχθέντεϲ ἢ ἑψηθέντεϲ ἐν οἴνῳ αὐϲτηρῷ ἣ ὀξυκράτῳ, καὶ μῆλα καὶ κυδώνιο παραπληϲίωϲ ἑφθά, κατ᾿ ἰδίαν ἢ μετὰ τῆϲ πρὸϲ τοὺϲ φοίνικαϲ ϲυμ- πλοκῆϲ ἢ μετά τινοϲ τῶν εἰρημένων κηρωταρίων, εἰ δ’ ἐπιτείνειν θελήϲαιμεν τὴν δύναμιν. καὶ ϲτυπτηρίαϲ ὑγρᾶϲ ἢ ξηράϲ ἀλόηϲ τε καὶ
μαϲτίχηϲ καὶ ῥόδων τε καὶ κρόκου καὶ οἰνάνθηϲ καὶ ϲιδίων, ἀμφακίοιου
καὶ κηκίδων ὑποκιϲτίδοϲ τε ἢ ἀκακίαϲ ἢ πάληϲ ἀλφίτων. παραμένοντοϲ δὲ τοῦ ἐμέτου καὶ τῆϲ τῶν ϲιτίων ἀποβολῆϲ ἁρμόϲει τὰ μὲν ἄκρα 90 91 92 93 διαδεϲμεύειν (τῇ γὰρ τούτων πυκνώϲει ϲυνδιατίθεται καὶ ὁ ϲτόμαχοϲ) 〈ἢ〉 καὶ εἰϲ ζεϲτὸν ὕδωρ αὐτὰ καταβάπτειν (καὶ γὰρ τοῦτο τῇ ἐπιτάϲει πυκνωτικόν), κατὰ δὲ τοῦ ϲτόματοϲ τῆϲ κοιλίαϲ πλατύϲτομον ϲικύαν μεθ᾿ ὑποβολῆϲ πλείονοϲ φλογὸϲ κολλᾶν, εἰ δὲ μή, καὶ δευτέραν κατὰ
μεταφρένου, καὶ γὰρ παραπληϲίωϲ ἐπέχουϲιν αὐται τὸν περὶ τῷ ϲτο- μάχῳ ῥευματιϲμόν. πόνου δὲ ϲυμπεπλεγμένου τῷ ῥεύματι ϲτυπτικὸν
μὲν τῇ δυνάμει καταπλαϲμάτιον ἐπιρριπτέϲθω, θερμὸν δὲ τῇ καθίξει. καθάπερ ἡ ὠμήλυϲιϲ διὰ ὀξυκράτου καὶ μάλιϲτα ταύτηϲ ἡ διὰ κριθί- νων ἀλεύρων ἢ πυρίνων ἀϲήϲτων.
εὐδιοικήτουϲ τε καὶ δυϲφθάρτουϲ, οἶον ψὸν ἁπαλὸν καὶ χόνδρον δι᾿ ὕδατοϲ ψυχροῦ ἢ ὀξυκράτου ἢ μετὰ πυρήνων ῥόαϲ, ἢ ἀλφίτων πόλτον ψαφαρώτατον, καὶ μάλιϲτα τὸν διὰ τῆϲ ὀρύζηϲ· καὶ τῶν πτηνῶν τὰ μὴ καταπίμελα, ψαφαρωτέραν δὲ ἔχοντα τὴν ϲάρκα (καθάπερ ἀτταγἣνα,
φάϲϲαν, πέρδικα, νήϲϲαϲ ἀγρίαϲ, κίχλαϲ, κοϲϲύφουϲ, περιϲτεράϲ, ὅρωειϲ κατοικητηρίουϲ), καὶ τούτων μάλιϲτα τὰ ϲτήθη· καὶ τῶν ἀγριμαίων
κρέαϲ λάγειον ἢ δορκάδειον, τῶν δὲ ἄλλων τὰ ἐρίφεια καὶ τῶν τρυφε- ρῶν χοιρείων ῥύγχη, πόδαϲ, ὤτα, κοιλίαϲ, μήτραϲ· τῶν δὲ ἀπὸ θαλάτ- τηϲ ὁμοίωϲ τὰ ϲτερεόϲαρκα (τούτων δέ εἰϲι τρίγλαι, κάραβοι, καρίδεϲ,
κήρυκεϲ, ϲφόνδυλοι, πελωρίδεϲ, πορφύραι)· λαχάνων δὲ ϲέριν ὠμήν τε καὶ ἑφθήν, ϲίϲαρον, ἀνδράχνην, ἀρνόγλωϲϲον, ἀϲπάραγον ἄγριον· τῶν
δὲ ἀπὸ ταμείου ἐλαίαϲ κολυμβάδαϲ, μῆλα, κυδώνια, καὶ τούτων μάλιϲτα τὸ ὀπτόν. τὸ μὲν γὰρ ὠμὸν δυϲκατέργαϲτον, τὸ δὲ ἐψημένον ὕδατι
τὴν πολλὴν ϲτύψιν ἀποβάλλει, τὸ δὲ περιθλαϲθὲν καὶ ἀποπτηθὲν μετὰ
τοῦ τηρεῖν τὴν ποιότητα προϲλαμβάνει τὸ εὐκατέργαϲτον. εἰ δὲ ἑφθὸν αὐτό τιϲ βούλοιτο λαβεῖν, ἐπιδιακείμενον αὐτὸ καλάμοιϲ ἑψητέον ἢ κρεμαϲτέον διά τινοϲ, ὥϲτε μὴ τοῦ ὕδατοϲ ἅπτεϲθαι, διὰ δὲ τῆϲ ἀτμῶν φορᾶϲ λαβεῖν τὴν ἕψηϲιν. δοτέον δὲ καὶ ἄπιον ἢ μέϲπιλον ἢ ϲοῦρβον
ἢ ϲταφυλὴν τὴν ἀπὸ κύθραϲ ἢ κρεμαϲτήν (πνευματοῖ γὰρ ἡ πρόϲφατοϲ) 94 95 96 97 καὶ ἀμύγδαλα. προνοητέον δέ, ὅπωϲ μηδὲν ἦ τῶν προϲφερομένων κεκαρυκευμένον· τὸ γὰρ ποικίλον καὶ περίεργον τῆϲ ἀρτύϲεωϲ βραδυ. πεψίαϲ καὶ διαφθορὰϲ ϲιτίων ποιεῖ.
ἐμέτων ἐκβαλεῖν· μὴ προεξαντληθὲν γὰρ αἴτιον αὐτὸ γίνεται τοῦ τὴν
ἐπιφερομένην φθείρεϲθαι τροφήν. ἔνιοι δὲ τῶν ἑτεροδόξων κα προηγουμένωϲ παρήνεϲαν χλιερὸν ὕδωρ προπίνειν, εἶτα καθιέναι τοῦϲ δακτύλουϲ καὶ ἔμετον ἐπιτηδεύειν. οἱ δ᾿ αὐτοί φαϲιν δριμέοϲ μὲν καὶ πυρώδουϲ πλεονάϲαντοϲ ὑγροῦ καὶ διὰ τοῦτο τὸν ϲτόμαχον
τοϲ καὶ πυροῦντοϲ ἀνδράχνηϲ ἀπόβρεγμα ἢ ἀπόζεμα διδόναι πίνειν ὴ καὶ αὐτὴν ἐϲθίειν πέπονά τε καὶ ϲικύων ϲπέρμα μεθ᾿ ὕδατοϲ καὶ γλυκὺν Κρητικὸν ἢ ἀβρότονον ἢ ἀψίνθιον ἢ Ϲυριακῆϲ νάρδου ἀπόβρεγμα ἢ
Κρητικῆϲ τραγοριγάνου· παχέοϲ δὲ καὶ γλίϲχρου, ῥαφανῖδαϲ μετ᾿ δξυμέλιτοϲ καὶ ταρίχου καὶ τὸ διὰ νάπυοϲ καὶ ὕϲϲωπον δι᾿ ὐδρομέλι-
τοϲ ἀποζεϲθέν. ἅπερ παντελῶϲ ἀμέθοδα· δεῖ γὰρ οὐκ εἰϲ τὰϲ τῶ χυμῶν ἀποβλέπειν διαφοράϲ, εἰϲ δὲ τὴν ποιὰν τοῦ ϲώματοϲ· εἰτα δύϲπεπτοι μὲν αἱ ῥεφανῖδεϲ, πνευματικὸϲ δ᾿ ὁ γλυκύϲ, τὸ 〈δ᾿〉 ἀψίν- θιον πρὸϲ ἔκτρωϲίν ἐϲτιν ἐπιτήδειον, ὥϲτε φυλακτέον τὰϲ τούτων δόϲειϲ.
κακῶϲ διακείμενον· καὶ γὰρ τὸ ἀπὸ τῆϲ γῆϲ ἀπορρέον ὕδωρ καθαρᾶϲ
μὲν οὔϲηϲ διαυγέϲ ἐϲτιν, βορβορώδουϲ δὲ θολερόν. εἰ δ᾿ ἀνιαρῶε ἔχοιεν, κατὰ μὲν τὰϲ πρώταϲ ἡμέραϲ οὐδὲν προϲενεκτέον, ὕϲτερον δὲ καὶ μετά τιναϲ ἡμέραϲ, μὴ τυγχάνουϲαι 〈γὰρ〉 ὧν θέλουϲιν τῇ δυϲθυμία
τῆϲ ψυχῆϲ ἀπιϲχνοῦϲιν καὶ τὸ ϲῶμα. πρὸϲ δὲ τὸ κουφότερον ἀδικηθῆναι
πρῶτον μὲν ὑποδεικτέον, ὅπωϲ μὴ πρὸ τῆϲ ἀποθεραπείαϲ τοῦ ϲώμα- τοϲ λάβωϲιν καὶ τὸ ἐπιθυμητόν, ὅπου καὶ τὸ κατὰ γένοϲ ὠφέλιμόν ποτε λαμβανόμενον ἀδικεῖ, καὶ μὴ κατ’ ἰδίαν, μετὰ δὲ τῆϲ ϲυμφερού- ϲηϲ τροφῆϲ, 〈ἵνα〉 τῇ παρὰ ταύτηϲ εὐχυλίᾳ κατακρατηθῇ ἤγουν κατα 98 κεραϲθῇ· κατ᾿ ὀλίγον 〈δέ〉, τὸ γὰρ περιϲϲότερον μᾶλλον ἀδικεῖ, καὶ. μεταξὺ τῆϲ ἄλληϲ τροφῆϲ, ἀλλὰ μήτε πρότερον, γυμνοῦ γὰρ ἅψεται τοῦ ϲτομάχου. μήθ᾿ ὕϲτερον. ἐπιπολάϲαν γὰρ καὶ τὴν ἄλλην προϲδια- φθείρει τροφήν. | καὶ τοιαύτη μὲν ἡ τῆϲ κίϲϲηϲ ἐπιμέλεια, τὴν δὲ τῶν
ἑξῆϲ χρόνων ἀκολούθωϲ προϲυπαρκτέον.
XVI. Τίϲ ἡ ἀπὸ τῆϲ κίϲϲηϲ μέχριϲ ἀποτέξεωϲ ἐπιμέλεια.
κυοφοροῦϲαν, ἔμπροϲθεν ὑπεδείξαμεν, λοιπὸν δὲ ἤδη τούτου περι- γραφέντοϲ τοῦ ϲυμπτώματοϲ ἀκολούθωϲ καὶ τὴν μετὰ κίϲϲαν ἐπι-
μέλειαν ὑπογράψαι. δεῖ τοίνυν πρὸϲ λόγον γε τῆϲ δυνάμεωϲ αἰώραιϲ
τε χρῆϲθαι ποικίλαιϲ καὶ περιπάτῳ καὶ ἀναφωνήϲει καὶ ἀναγνώϲει καὶ ἀλείμματι καὶ ἀνατρίψει καὶ τροφαῖϲ ἀφθονωτέραιϲ (πλὴν ὥϲτε περι- γίνεϲθαι τῶν προϲφερομένων], οἴνῳ τε καὶ λουτροῖϲ τοῖϲ κατὰ ϲυν- ἦθειαν καὶ τῇ καθόλου διαχύϲει τῆϲ ψυχῆϲ καὶ ὕπνοιϲ ἱκανοῖϲ. δυϲπα
θεϲτέρου δὲ γινομένου τοῦ ϲώματοϲ ἡ κύουϲα μὲν ἄμεινον ὑγιαίνει καὶ παραϲκευάζεται τὰϲ ὠδῖναϲ εὐτονώτερον ἐνεγκεῖν, τὸ ἔμβρυον δὲ νοϲτιμωτέραϲ καὶ ὑγιοῦϲ καὶ αὐτάρκουϲ μεταλαμβάνει τῆϲ τροφῆϲ.
φαιρετέον καὶ μάλιϲτα τὰϲ διὰ τῶν ὑποζυγίων, ταῖϲ δὲ ἄλλαιϲ προϲ-
εκτικώτερον χρηϲτέον. ἐπιϲφαλὴϲ γὰρ ὁ ϲπαραγμὸϲ ἐν ἀρχῇ μὲν μήπω προϲεχομένου τοῦ ϲπέρματοϲ εὐτόνωϲ μηδ᾿ εἰϲ τὴν πῆξιν κεκρατυμμένου καὶ διὰ τοῦτο ῥᾳδίωϲ τοὺϲ ἀποϲπαϲμοὺϲ λαμβάνοντοϲ, ὕϲτερον δὲ 〈διὰ〉 τὸ βαρυαχθὲϲ εἶναι τελειούμενον τὸ κατὰ γαϲτρόϲ, ὅτε δεῖ φυλάττεϲθαι, μὴ διὰ τὸν πλείονα ϲάλον τοῦ χορίου ῥαγέντοϲ
ἀποκριθῇ μὲν τὸ ἐν αὐτῷ ϲυλλεγόμενον ὑγρόν, ἐπὶ ξηρ δὲ τῇ κυήϲει καταϲπώμενον τὸ ἔμβρυον τὸν κοινὸν πρὸϲ τὴν κυοφοροῦϲαν κίνδυνον ὑπομένῃ. κατὰ δὲ τὸν μέϲον χρόνον ἀνύποπτοϲ μὲν ἡ κίνηϲιϲ, μικρο
μεγέθουϲ ἔτι ὄντοϲ τοῦ κατὰ γαϲτρὸϲ καὶ ἀϲφαλῶϲ προϲεχομένου καὶ μήπω χάλαϲμα πολὺ τοῦ χορίου μηδὲ διάταϲιν [τοῦ] εἰληφότοϲ, ϲυν-
έχοντοϲ δὲ μᾶλλον τὸ ἔμβρυον. ἐπιθεωρεῖν δὲ δίκαιον τὴν τῆϲ γαϲτρὸϲ
διόγκωϲιν καὶ μή τινα ϲημεῖα παρέπεται ϲύνεγγυϲ οὔϲηϲ τῆϲ ἀπο- 99 100 101 102 103 τέξεωϲ, ἅπερ ἀναγράψομεν ὕϲτερον. εἰ μὲν γὰρ προφαίνοιτό τι τοι- οῦτον, εὐτρεπίζειν δεῖ τὰ πρὸϲ τὴν ἀπότεξιν (δέδειχεν γὰρ ἡ ἐνάργεια. δὴ καὶ τὰ ἑπτάμηνα γόνιμα τυγχάνειν)· εἰ δὲ μή, τοῖϲ προδεδιδαγμέ-
νοιϲ χρῆϲθαι. φυλάττεϲθαι δὲ κατὰ τὰϲ τρίψειϲ ὀγκουμένων πλεῖον τῶν μαϲτῶν θλίβειν τὰϲ ὑπεροχὰϲ αὐτῶν, εὐχερῶϲ γὰρ ἀγανακτοῦντεϲ
ἀπόϲταϲιν ὑπομένουϲιν· διὸ καὶ τὰϲ ϲυνήθειϲ ϲτηθοδεϲμίαϲ ἐπιχαλῶϲιῳ εἰϲ παραδοχὴν τῆϲ ἐπιδιογκώϲεωϲ τῶν μερῶν.
παραλαμβάνειν μόναϲ τὰϲ διὰ φορείου ἢ μακρᾶϲ καθέδραϲ, πλὴν εἰ μὴ μέχρι διεκλύϲεωϲ ὀρεχθείη τιϲ τοῦ περιπατῆϲαι. πλείονοϲ δὲ οὕϲηϲ
τῆϲ δυϲφορίαϲ καὶ ἀνατείνειν ἁρμόϲει πρὸϲ μίαν ἡμέραν, ὥϲτε | διὰ
τῆϲ ἠρεμίαϲ ἐκλυθῆναι τὸ δυϲαρέϲτημα. ταῖϲ γὰρ τῶν πολλῶν ψυχρο- λουϲίαιϲ οὐ προϲεκτέον, ὅτι ϲυϲτολὰϲ οὐ φέρουϲιν αἱ κυοφοροῦϲαι,
καθ᾿ ἃϲ ἀκαίρωϲ τρεφόμεναι φέρουϲιν καί τινα πλείονα κάκωϲιν· φθειρο- μένηϲ γὰρ τῆϲ τροφῆϲ οὐ μόνον οὐ τρέφονται διὰ τῶν ἐφθαρμένων, ἀλλὰ καὶ βαροῦνται. παραιτητέον δὲ μέχρι τινὸϲ καὶ τὸ βαλανεῖον.
ἡ ϲυνουϲία δὲ πάντοτε ταῖϲ κυοφορούϲαιϲ ἐπιβλαβὴϲ διά τε τὸν ϲάλον καὶ διὰ τὸ τὴν ὑϲτέραν ἀναγκάζεϲθαι τὴν ἐναντίαν τῷ τῆϲ ϲυλλήψεωϲ
ἔργῳ κίνηϲιν ὑπομένειν· ἐν δὲ τοῖϲ τελευταίοιϲ μηϲὶν καὶ μᾶλλον, μὴ δι᾿ αὐτὴν ῥαγέντοϲ τοῦ χορίου τὸ πρὸϲ τὴν τῆϲ ἀποτέξεωϲ χρείαν
ἡτοιμαϲμένον ὑγρὸν ἔμπροϲθεν τοῦ δέοντοϲ ἀποκρίνηται. τὸν δὲ. ὄγκον τῆϲ γαϲτρόϲ, εἶπερ ἀποκρεμαϲθείη κατὰ βάροϲ, διὰ τελαμῶνοϲ ἀναλημπτέον· τούτου δὲ τὴν μεϲότητα αὐτῷ κάτωθεν ὑποθετέον τῷ
τῆϲ κοιλίαϲ ὄγκῳ, τὰϲ δὲ ἀρχὰϲ τῶν πλευρῶν ἑκατέρωθεν ἀναχθείϲαϲ 104 105 106 107 108 χιαϲτέον, εἶτα ἐπὶ μετάφρενον καὶ ῶμουϲ ὑπερθετέον πρόϲθεν τε κατὰ περιειλημένηϲ φαϲκίαϲ ἀφαμματιϲτέον. περιαλειπτέον δὲ καὶ κηρωτῇ
τὸν ὄγκον δι᾿ ὀμφακίνου ἐλαίου καὶ μυρϲίνου· τονουμένου γὰρ τοῦ δέρματοϲ ῥήξειϲ οὐχ ὑπομένει, τηρεῖται δὲ ἀρρυτίδωτον. μετὰ δὲ τὸν
ὄγδοον μῆνα τὸν μὲν τελαμῶνα λυτέον ὡϲ ἂν ϲνεγγιζούϲηϲ ἤδη τῆϲ ἀποτέξεωϲ· ϲυνεργήϲει δὲ τὸ βάροϲ εἰϲ ὀξυτέραν ἀποκύηϲιν. ϲυνεχε- ϲτέροιϲ δὲ χρηϲτέον τοῖϲ λουτροῖϲ εἰϲ παραϲκευὴν τῆϲ τῶν μερῶν ἀνέϲεωϲ καὶ νήξεϲιν ταῖϲ ἐν ὔδατι γλυκεῖ καὶ θερμῷ· τὰ γὰρ αὐτοφυῆ δριμυτέραϲ ἔχοντα τὰϲ ποιότηταϲ οὐδὲν διαφέρει τῶν εἰϲ φθορὰν
ὑποτιθεμένων φαρμάκων. καὶ τοπικώτερον δὲ τὰ μέρη διαχαλαϲτέον
πυρίαιϲ, ἐγκαθίϲμαϲιν τοῖϲ διὰ λινοϲπέρμου ἢ τήλεωϲ ἢ μαλάχηϲ ἀφεψη- μάτων, ἐγχυματιϲμοῖϲ δὲ δι᾿ ἐλαίου γλυκέωϲ, ἔτι δὲ πεϲϲοῖϲ τοῖϲ διὰ χηνείου ϲτέατοϲ καὶ μυελῶν. καὶ αὐτὴ δὲ ἡ μαῖα ϲυνεχῶϲ τῷ δακτύλῳ περιαλείφουϲα τὸ ϲτόμιον τῆϲ ὑϲτεραϲ διαϲτελλέτω.
XVII Τίνα κυούϲηϲ τῆϲ γυναικὸϲ ἐντὸϲ τῆϲ μήτραϲ φύονται.
ται τοῦ ὀϲτράκου διαπεφυκὼϲ τοῦ περικειμένου, κατὰ τὸν αὐτὸν τρό- πον καὶ ἐπὶ τῶν κυοφορουϲῶν ἐκ τοῦ ϲπέρματοϲ ὑμὴν γενόμενοϲ ἔν- δοθεν ὑπέγκειται τῇ ὑϲτέρᾳ ϲυναφὴϲ αὑτῷ καὶ ἀϲτόμωτοϲ ὑπάρχων.
προϲπεφυκὼϲ δὲ ἔνδοθεν τῷ πυθμένι τῆϲ μήτραϲ καὶ ϲυγκεκριμένοϲ ἐκ νεύρων καὶ φλεβῶν ἀρτηριῶν τε καὶ ϲαρκόϲ, τύποϲ τιϲ πορφυροῦϲ κατὰ χρόαν, τῷ ϲχήματι ἐμφερὴϲ κιβωρίου θύλακι, παχὺϲ μὲν | καθ᾿ ὃ
προϲπέφυκεν τῷ πυθμένι τῆϲ μήτραϲ, ὑμενώδηϲ δὲ κατὰ τὰ ἄλλα καὶ 109 110
λεπτὸϲ δι᾿ ἣν αἰτίαν μικρὸν ὕϲτερον ἐροῦμεν. οὗτοϲ δὲ κέκληται χόριον καὶ ἀγγεῖον καὶ δεύτερον καὶ ὕϲτερον καὶ πρόρρη ηγμα· ῾χόριον᾿ μὲν ἀπὸ τοῦ κεχωρηκέναι τὸ ἔμβρυον καὶ τὰ ϲὺν αὐτῷ, καθὼε δὲ ἄλλοι λέγουϲιν ἀπὸ τοῦ ἐκ πολλῶν ϲυνεϲτάναι καθάπερ ὁ χορόϲ ῾ἀγγϲῖον᾿ δὲ διὰ τὸ ἐμπεριϲτέγειν τὸ ἔμβρυον ἀγγείῳ παραπληϲίωϲ·
῾ δεύτερον᾿ δὲ καὶ ῾ ὕϲτερον᾿, ὅτι μετὰ τὴν τοῦ ἐμβρύου κομιδὴν ἐπακο- λουθεῖ· ῾ πρόρρηγμα᾿ δὲ διὰ τὸ προρρήγνυϲθαι καὶ τὸ ἐμπεριεχόμενον
ὑγρὸν ἀποκρίνειν εἰϲ ἁπαλωτέραν τοῦ κατὰ γαϲτρὸϲ ἀπότεξιν. ἀπὸ μέντοι τῶν ϲαρκωδεϲτέρων [καὶ] τῶν κατὰ τὸν πυθμένα μερῶν ἄνωθεν ἀπομηκύνεταί τι ϲῶμα λεπτόν, ἐμφύεται δὲ κατὰ [τὸ] μέϲον τὸ τῶν
ἐμβρύων ἐπιγάϲτριον, ἔνθα τόποϲ ὀμφαλοῦ· καὶ αὐτὸ δὲ τὸ ἐμβρύων ἐμφυόμενον εἰϲ ϲῶμα καλοῦμεν ὀμφαλόν. ϲυγκέκριται δὲ 〈ἐκ τεϲ- ϲάρων〉 τὸν ἀριθμὸν ἀγγείων, δύο φλεβωδῶν καὶ δύο ἀρτηριωδῶν, δι᾿ ὦν εἰϲ θρέψιν ὕλη 〈καὶ〉 αἱματικὴ καὶ πνευματικὴ παρακομίζεται
τοῖϲ ἐμβρύοιϲ. ἐμφύεϲθαι δὲ ταῦτα Ἐμπεδοκλῆϲ μὲν εἰϲ τὸ ἧπαρ
οἴεται, Φαῖδροϲ δὲ εἰϲ τὴν καρδίαν· οἱ δὲ πολλοὶ τὰϲ φλέβαϲ μὲν εἰϲ τὸ ἧπαρ οἴονται, τὰϲ ἀρτηρίαϲ δὲ εἰϲ τὴν καρδίαν· Ἡρόφιλοϲ δὲ τὰϲ φλέβαϲ μὲν εἰϲ τὴν κοίλην φλέβα, 〈τὰϲ〉 ἀρτηρίαϲ δὲ εἰϲ τὴν παχεῖαν ἀρτηρίαν τὴν παρατείνουϲαν τοῖϲ ϲπονδύλοιϲ, πρὸ δὲ τῆϲ εἰϲ αὐτὴν ἐμφύϲεωϲ παρὰ τὴν κύϲτιν αὐτὰϲ πλαγιοφορεῖϲθαι παρ· ἐκατέ-
ραϲ πλευράϲ· Εὔ|δημὸϲ δὲ ἁπλῶϲ κατὰ τὸν 〈τοῦ〉 ἐμβρύου φηϲὶν ὀμφαλὸν ϲυνάγεϲθαι τὰ ἀγγεῖα κἀντεῦθεν διαλύεϲθαι πρὸϲ τὰ καλού-
μένα κέρατα κάτω τοῦ διαφράγματοϲ. τὸ δὲ πέμπτον ἀγγεῖον, ὅπερ οὐρητικὸν οὕτωϲ ὀνομάζομεν, πρὸϲ τῶν ἀνατομικῶν οὐραχὸϲ καλεῖται, ὃϲ τῷ πυμένι τῆϲ κύϲτεωϲ ἐμπέφυκεν. λέγεται καὶ διὰ τούτου
τὸ οὖρον τοῦ ἐμβρύου τὴν παρακομιδὴν λαμβάνειν εἰϲ τὸ χόριον, ἡ δὲ διὰ τῆϲ οὐρήθραϲ ἀπούρηϲιϲ μετὰ τὴν ἀπότεξιν γίνεται. διὰ τοῦτο 111 112 μέντοι καὶ λεπτότεροϲ ὁ ὑμὴν ἐκ τῶν κάτωθεν μερῶν ἐϲτιν, διὰ τὸ καὶ 〈τῇ〉 δριμύτητι τοῦ περιϲϲώματοϲ καὶ τῷ πλήθει [καὶ τῇ δριμύτητι] τοῦ ἐμβρύου τείνεϲθαι καὶ λεπτοποιεῖϲθαι. χρηϲιμεύει μέντοι τὸ περίϲ-
ϲωμα τοῦτο καὶ εἰϲ τὸ προανακουφίζειν τὸ ἔμβρυον καὶ εἰϲ τὸ κατὰ
τὰϲ ἀποτέξειϲ ῥηγνυμένου τοῦ χορίου προεκχεῖϲθαι καὶ τὰ μέρη προ- διαβρέχειν εἰϲ ὄλιϲθον.
δὲ γεγένηται περὶ τοῦ ἑτέρου χιτῶνοϲ. οἱ πολλοὶ μὲν γάρ φαϲι καὶ αὐτῷ τῷ ἐμβρύῳ προϲτυγχάνειν ἕτερον χιτῶνα καλούμενον ἀμνειόν,
ὃϲ ἐπὶ μὲν τῶν ἀλόγων ζψων διὰ ϲτερεότητα μὴ λεπτυνόμενοϲ αἰϲθη- τόϲ ἐϲτιν, ἐπὶ δὲ τῶν ἀνθρώπων λεπτυνόμενοϲ ὑπὸ τῆϲ τῶν περικεχυ- μένων ὑγρῶν δριμύτητοϲ οὐχ εὑρίϲκεται καθ᾿ ὅλον τὸ ϲῶμα, μόνον δὲ κατὰ τὰϲ εὐρυχωρίαϲ οἶον ῥινῶν, ϲτόματοϲ, δακτυλίου. γεγονέναι δὲ αὐτὸν λέγουϲιν ὑπὸ τῆϲ φύϲεωϲ ἀναγκαίωϲ εἰϲ τὸ μὴ διαφθείρεϲθαι
τὸ ἔμβρυον, τὸ περικεχυμένον τοῦ περιϲϲώματοϲ ὑγρὸν ἕλκον, δριμὺ καὶ φθαρτικὸν ὑπάρχον. ἔνιοι δὲ τὸν ὑμένα τοῦτον μὴ εἶναί φαϲιν.
μήτε γὰρ εὐρίϲκεϲθαι κατὰ τὰϲ ἀποτέξειϲ μήτε τὸ ὅλον εὐχρηϲτεῖν, τὸ γὰρ ὑγρὸν οὐκ εἶναι τοιοῦτον· εἰ δὲ καὶ τοιοῦτον ἦν, εὐεπίγνωϲτον ἐγένετο τῇ ϲυνηθείᾳ. καὶ ἄλλωϲ μηδὲ δύναϲθαι διὰ τοῦ ϲτόματοϲ
ἕλκεϲθαι τοῦτο τῷ τὴν ἀναπνοὴν γίνεϲθαι διὰ τοῦ ὀμφαλοῦ· πρόϲ τε τὸ εἶκον ἡ ἐπίρρυϲιϲ γίνεται, μηδενὸϲ οὑν εἴκοντοϲ ἐν τοῖϲ ἐμβρύοιϲ οὐκ ἂν ἡ παρείϲοδοϲ γένοιτο τοῖϲ ὑγροῖϲ. εἰ δὲ καὶ φυϲικῆϲ ἐδϲἶτο ϲκέπηϲ, αὔταρκεϲ ἦν μόναϲ τὰϲ εὐρυχωρίαϲ ὑμένι διαπεφράχθαι καὶ. μὴ ὅλῳ τῷ ϲώματι χιτῶνα περικεῖϲθαι· καίτοι 〈τῷ〉 ϲυμπεπτωκέναι
καὶ τὸ ϲτόμα τοῦ ἐμβρύου καὶ τὸν δακτύλιον μὴ ϲῳζομένηϲ τῆϲ εὐρυ- χωρίαϲ κωλύεται τὸ βιαζόμενον εἰϲρεῖν. τὸ δὲ ὅλον οὐκ ἐν τῇ εὐρυ-
χωρία τοῦ χορίου τὸ ὑγρόν ἐϲτιν, ἐν ᾧ καὶ τὸ ἔμβρυον, ἀλλ᾿ ἐν τῷ πάχει τοῦ χορίου, ποιεῖ δὲ τόπον ἑαυτῷ καθ᾿ ὑποφοράν, ὥϲτε διπλοῦν γίνεϲθαι τὸ χόριον, ἐνιάκιϲ δὲ καὶ τριπλοῦν· δι᾿ ἤν αἰτίαν καὶ 〈τῶν〉
ὑπεζωκότων πολλάκιϲ ῥαγέντων καὶ ϲυμμέτρων ὑγρῶν ἀποκριθέντων τῷ δακτύλῳ τῆϲ μαίαϲ ϲυνεχὴϲ ὑμὴν ἀκμὴν ὑποπίπτει, διαιρεθέντοϲ. δὲ τούτου πολλῶν ὑγρῶν ἀποκριθέντων ἀκολουθεῖ καὶ τὸ ἔμβρυον. ὅπερ οἱ πολλοὶ διακρούεϲθαι πειρώμενοί φαϲιν κατ᾿ ἐπιϲύϲταϲιν
113 114 115 116 117 ὑδατίδων τὰ προεπιφαινόμενα τῶν ὑγρῶν προαποκρίνεϲθαι, ῥηγνυμέ- νων μὲν τῶν ὑδατίδων, μένοντοϲ δὲ τοῦ χορίου ϲυνεχοῦϲ. οἶϲ καὶ ἡμεῖϲ ϲυναινοῦμεν, ἐπεὶ πολὺ πρότερον τὰ φαινόμενα τῇ ϲυϲτάϲει τοῦ ἀμνείου ὑμένοϲ μεμαρτύρηκεν.|
XVIII. Τίνα ϲημεῖα μελλούϲηϲ γίνεϲθαι φθορᾶϲ.
δὲ πλείϲταιϲ βάροϲ καὶ πόνοϲ ὀϲφύοϲ καὶ ἰϲχίων καὶ ἤτρου, βουβώνων. κεφαλῆϲ, ὀφθαλμῶν, ἄρθρων, ϲτομάχου δῆξιϲ, περίψυξιϲ, περιίδρωϲιϲ, λειποθυμία, ποτὲ δὲ καὶ φρικώδηϲ πυρετόϲ, τοῖϲ δὲ καὶ λυγμὸϲ ἢ
ϲπαϲμὸϲ ἡ ἀφωνία. ταῦτα δὲ μά μά|λιϲτα παρέπεται ταῖϲ ἐκ φαρμακείαϲ φθειρούϲαιϲ, ταῖϲ δὲ χωρίϲ τινοϲ ἐπιτηδεύϲεωϲ ἐκτιτρωϲκούϲαιϲ πρὸ
ηγεῖται, καθώϲ φηϲιν Ἱπποκράτηϲ, παράλογοϲ μαϲτῶν ἴϲχνωϲιϲ, ὡϲ δὲ Διοκλῆϲ φηϲι, ψύξιϲ μηρῶν 〈καὶ〉 βάροϲ ἐγκαθιζόμενον ὀϲφύι περὶ τὸν καιρὸν τῆϲ ἀποτέξεωϲ.
XIX. Εἰ φθορίοιϲ καὶ ἀτοκίοιϲ χρηϲτέον καἰ πῶϲ.
ϲύλληψιν, τὸ δὲ φθείρει τὸ ϲυλληφθέν· εἶπωμεν οὖν ἄλλο ‘φθόριον’ καὶ ἄλλο ‘ἀτόκιον’. τὸ δὲ ‘ἐκβόλιον’ οἱ μὲν ϲυνωνυμεῖν τῷ φθορίῳ
λέγουϲιν, οἱ δὲ διαφέρειν τῷ μὴ ἐν φαρμάκοιϲ νοεῖϲθαι, καταϲειϲμοῖϲ δὲ καὶ πηδήμαϲιν, εἰ τύχοι διὸ καὶ τὸν Ἱπποκράτην παραιτηϲάμε. νον τὰ φθόρια παραλαβεῖν ἐν τῷ Περὶ παιδίου φύϲεωϲ ἐκβολῆϲ χάριν τὸ πρὸϲ πυγὰϲ πηδᾶν. γεγένηται δὲ ϲτάϲιϲ. οἱ μὲν γὰρ ἐκβάλ
λουϲιν τὰ φθόρια τὴν Ἱπποκράτουϲ προϲκαλούμενοι μαρτυρίαν λέ-
γοντοϲ· “οὐ δώϲω δὲ οὐδενὶ φθόριον”, καὶ ὅτι τῆϲ ἰατρικῆϲ ἐϲτιν ἴδιον τὸ τηρεῖν καὶ ϲψζειν τὰ γεννώμενα ὑπὸ τῆϲ φύϲεωϲ. οἱ δὲ
μετὰ διοριϲμοῦ ϲυντάϲϲουϲιν αὐτά, τοῦτ᾿ ἔϲτιν οὐχ ὅτε διὰ μοιχείαν τιϲ βούλεται φθεῖραι τὸ ϲυλληφθὲν οὔτε δι᾿ ἐπιτήδευϲιν ὡραιότητοϲ,
ἀλλ᾿ ὅτε διὰ 〈τὸ〉 κίνδυνον κωλῦϲαι γενηϲόμενον ἐν ταῖϲ ἀποτέξεϲιν,
μικρᾶϲ τῆϲ μήτραϲ ὑπαρχούϲηϲ καὶ μὴ δυναμένηϲ χωρῆϲαι τὴν τελεί- ωϲιν, ἢ κατὰ τοῦ ϲτομίου κονδυλώματα καὶ ῥαγάδαϲ ἐχούϲηϲ, ῆ τινοϲ ἐμφεροῦϲ περιϲτάϲεωϲ ἐγκειμένηϲ. τὰ δὲ αὐτὰ λέγουϲιν καὶ περὶ ἀτο
κίων, οἷϲ καὶ ἡμεῖϲ ϲυναινοῦμεν. ὅθεν ἐπεὶ τοῦ φθεῖραι τὸ κωλῦϲαι γενέϲθαι ϲύλληψιν ἀϲφαλέϲτερον, περὶ τούτου νῦν πρῶτον ὑποδείξομεν.
τὸ μὴ ϲυλλαβεῖν, [ἀναγκαῖον] δεῖ τοίνυν οὓϲ εἰρήκαμεν ἐπιτηδείουϲ εἰναι καιροὺϲ πρὸϲ ϲύλληψιν φυλάττεϲθαι [χρὴ] πρὸϲ ϲυνουϲιαϲμόν, 121 122 123 [οἶον ἀρχομένων ἢ ληγόντων τῶν καταμηνίων,] καὶ ἐν τοῖϲ πληϲια- ϲμοῖϲ ἐν τῷ καιρῷ τῆϲ ϲυνουϲίοϲ, ὅταν ὁ ἀνὴρ ἀποκρίνειν τὸ ϲπέρμϲκ. μέλλῃ, κατέχειν χρὴ τὸ πνεῦμα καὶ μικρὸν ὑφέλκειν ἑαυτήν. ὡϲ μὴ πορρωτέρω ἐν τῷ κύτει τῆϲ μήτραϲ τὸ ϲπέρμα ἀκοντιϲθῆναι, κα διαναϲτᾶϲαν εὐθέωϲ καὶ ὀκλὰξ καθίϲαϲαν πταρμὸν κινεῖν καὶ περιμὰ
ξαϲθαι τὸν κόλπον ἐπιμελῶϲ ἢ καὶ ψυχρὸν πίνειν. ϲυνεργεῖ δὲ τῇ ἀϲυλληψίᾳ καὶ τὸ διαχρίειν τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ ἐλαίῳ παλαιῷ μέλιτι ἢ κεδρίᾳ ἢ ὀποβαλϲάμῳ κατ᾿ ἰδίαν ἢ καὶ μετὰ ψιμυθίου ἢ κηρωτῇ ὑγρᾷ διὰ μυρϲίνου καὶ ψιμυθίου ἢ ϲτυπτηρίᾳ ὑγρῇ πρὸ τοῦ πληϲιάζειν ἢ χαλβάνῃ μετ᾿ οἴνου, ἢ ἐρίου τρυφεροῦ μαλλὸν ἐντιθέναι
εἰϲ τὸ ϲτόμα τῆϲ μήτραϲ, ἢ πρὸ τῶν ϲυνουϲιῶν πεϲϲοῖϲ χρῆϲθαι ϲτέλ-
λειν τε καὶ πυκνοῦν δυναμένοιϲ. τὰ γὰρ τοιαῦτα, εἰ μὲν ϲτυ πτικὰ εἴη καὶ ἐμπλαϲτικὰ καὶ ψυκτικά, μύειν παραϲκευάζει τὸ ϲτόμα τῆϲ μήτραε πρὸ τοῦ καιροῦ τῆϲ ϲυνουϲίαϲ καὶ οὐκ ἐᾷ παρελθεῖν εἰϲ τὸν πυθμένε αὐτῆϲ τὸ ϲπέρμα· 〈τὰ δὲ θερμὰ〉 καὶ ἐρεθίζοντα οὐ μόνον τὸ τοῦ
ἀνδρὸϲ ϲπέρμα ἐναπομεῖναι [καὶ] ἐν τῷ κύτει τῆϲ μήτραϲ οὐ ϲυγχω- ροῦϲιν [ἐλθεῖν], ἀλλὰ καὶ ἑτέραν ὑγρότητα ἐξ αὐτῆϲ ἕλκουϲιν.
ἀφαιροῦϲα ϲυνουϲιαζέτω. ἄλλο· γῆϲ Κιμωλίαϲ. πάνακοϲ ῥίζηϲ ἀνὰ ἴϲον κατ’ ἰδίαν καὶ ὁμοῦ μεθ’ ὕδατοϲ τρῖβε καὶ γλοιῶδεϲ γενόμενον ὡϲαύ-
τωϲ προϲτίθει. ἢ ϲιδίων νεαρῶν τὸ ἐντὸϲ λεάναϲ μεθ᾿ ὕδατοϲ προϲτί- θει. ἢ ϲιδίων μέρη δύο, κηκίδων μέροϲ ἐν λειώϲαϲ ἀνάπλαϲϲε βαλάνια μικρὰ καὶ ὑποτίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων. ἢ ϲτυπτηρίαν
ὑγράν, ῥόαϲ κελύφουϲ τὸ ἐντὸϲ διίεναι μεθ᾿ ὕδατοϲ, καὶ δι᾿ ἐρίου προϲ-
τίθει. ἢ κηκίδοϲ ὀμφακίνηϲ. ϲιδίων τοῦ ἐντόϲ, ζιγτιβέρεωϲ ἀνὰ ⩹ β ἀνάπλαϲϲε μετ᾿ οἴνου ὀρόβων μεγέθει καὶ ξήραινε ἐν ϲκιῇ καὶ πρὸ τῆϲ ϲυνουϲίαϲ δίδου προϲτίθεϲθαι ἐν πεϲϲῷ. ἢ ἰϲχάδων ϲάρκαϲ λειώϲαϲ 124 125 μετὰ νίτρου προϲτίθει. ἢ ϲίδια μετὰ κόμμεωϲ ἴϲου καὶ ῥοδίνου ἴϲου προϲτίθει. εἶτα μελίκρατον ἐπιρροφεῖν ὁμοίωϲ, φυλάττεϲθαι δὲ τὰ ἐπὶ |
πολὺ δριμέα διὰ τὰϲ ἀπ’ αὐτῶν ἑλκώϲειϲ. ἅπαϲιν δὲ χρώμεθα μετὰ τὴν ἀπόληξιν τῶν καταμηνίων.
πίνειν ὅϲον ἐρεβίνθου πλῆθοϲ ἐν δυϲὶ κυάθοιϲ ὕδατοϲ ὡϲ καταμήνιον ἐπιϲπώμενον. ἢ ὀποπάνακοϲ καὶ ὀποῦ Κυρηναἴκοῦ καὶ πηγάνου ϲπέρμα τοϲ ἀνὰ ὀβολοὺϲ δύο 〈λειώϲαντα〉 καὶ περιπλάϲαντα κηρῷ διδόναι καταπίνειν, εἶτα κραμάτιον ἐπιρροφεῖν ἢ ἐν κραματίῳ πίνειν. 〈ἢ〉 λεῦ-
κοίου ϲπέρματοϲ καὶ μυρϲίνηϲ ἀνὰ τριώβολον, ϲμύρνηϲ δραχμήν, πε- πέρεωϲ λευκοῦ κόκκουϲ δύο μετ᾿ οἴνου ἐφ᾿ ἡμέραϲ τρεῖϲ διδόναι πίνειν. ἢ εὐζώμου ϲπέρματοϲ ὀβολὸν ἕνα, ϲπονδυλίου ἡμιώβολον πιεῖν μετὰ ὀξυμέλιτοϲ. ταῦτα δὲ οὐ μόνον κωλυτικὰ ϲυλλήψεωϲ ὑπάρχει,
ἀλλὰ καὶ φθαρτικὰ τῆϲ ἤδη ϲυνεϲτώϲηϲ. καθ᾿ ἡμάϲ δὲ πλείων ἐϲτὶν
ἡ ἀπὸ τούτων κάκωϲιϲ φθειρόντων μὲν καὶ ἀνατρεπόντων τὸν ϲτόμα- χον, πληρούντων δὲ τὴν κεφαλὴν καὶ ϲυμπάθειαν ἐπιφερόντων. οἱ δὲ
καὶ περιάπτοιϲ ἐχρήϲαντο πολλὰ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖν νομίζοντεϲ, ἐν οἷϲ μήτραϲ ἡμιόνων καὶ τὸν ἐν τοῖϲ ὠϲὶ ῥύπον αὐτῶν καὶ ἄλλα πλείονα τούτων, ἅπερ ἐπὶ τῶν ἀποτελεϲμάτων φαίνονται
ψευδῆ.
ἡμερῶν τὰ ἐναντία ποιεῖν οἷϲ ἔμπροϲθεν εἰρήκαμεν, εἰϲ δὲ τὸ διαλυ- θῆναι τὸ ϲυλληφθὲν 〈ϲφοδρότερον κινεῖϲθαι〉 περιπατοῦϲαν εὐτόνωϲ καὶ διὰ ζευκτῶν καταϲειομένην, εὐτόνωϲ καὶ πηδᾶν καὶ βαϲτάζειν τὰ
ὑπὲρ δύναμιν βάρη, ἀφεψήμαϲι δὲ διουρητικοῖϲ χρῆϲθαι τοῖϲ δυναμέ- νοιϲ καὶ καταμήνια κινεῖν, καὶ τὴν γαϲτέρα λαπάττειν καὶ κλύζειν δριμυτέροιϲ κλύϲμαϲι, θερμῷ τε ἐλαίῳ καὶ γλυκεῖ ποτὲ μὲν ἐγχυματι- ζομένην, ποτὲ δὲ ϲυναλειφομένην ὅλην καὶ τριβομένην εὐτόνωϲ καὶ μάλιϲτα περὶ τὸ ἐφήβαιον καὶ τὸ ἐπιγάϲτριον καὶ τὴν ὀϲφὺν καὶ 126 127 128 λουομένην καθ᾿ ἡμέραν ἐν τῷ μὴ λίαν ζεϲτῷ ὕδατι γλυκεῖ καὶ τοῖϲ λουτροῖϲ ἐγχρονίζουϲαν καὶ προπίνουϲαν οἰνάριον καὶ δριμυφαγοῦϲαν
εἰ δὲ μή, καὶ τοπικῶϲ ἐγκαθίζουϲαν εἰϲ ἀφέψημα λινοϲπέρμου, τήλευωϲ μαλάχηϲ, ἀλθαίαϲ, ἀρτεμιϲίαϲ καὶ καταπλαϲϲομένην τοῖϲ αὐτοῖϲ, ἐγχυμα- τιζομένην δὲ τῷ παλαιῷ ἐλαίῳ κατ᾿ ἰδίαν ἢ καὶ μετὰ πηγάνου χυλοῦ
ποτὲ δὲ καὶ μέλιτοϲ, ἢ ἰρίνῳ ἢ ἀψινθίῳ ϲὺν μέλιτι ἢ ὀποπάνακι ἢ
ἄλλωϲ χόνδρῳ μετὰ πηγάνου καὶ μέλιτοϲ ἢ μύρῳ Ϲυριακῷ. κἂν ἐπι- μένῃ, καταπλαϲϲομένην μήκετι τοῖϲ κοινοῖϲ καταπλάϲμαϲιν, ἀλλὰ τοῖϲ διὰ θερμίνου ἀλεύρου μετὰ χολῆϲ ταυρείαϲ καὶ ἀψινθίου, 〈καὶ τοῖϲ〉 ὁμοιογενέϲιν τῶν ἐπιθεμάτων 〈χρωμένην〉.
καὶ οἴνου ἀπέχεϲθαι, εἶτα φλεβοτομεῖν καὶ πλεῖον ἀφαιρεῖν. τὸ γὰρ ὑπὸ Ἱππποκράτουϲ εἰρημένον ἐν τοῖϲ Ἀφοριϲμοῖϲ εἰ καὶ μὴ ἐπὶ ϲτεγνοπαθούϲηϲ, ἀλλὰ [καὶ] ἐπὶ ὑγιαινούϲηϲ ἀληθέϲ· “γυνὴ ἐν γαϲτρ
ἔχουϲα φλεβοτομηθεῖϲα ἐκτιτρώϲκει.” ὡϲ γὰρ ἱδρὼϲ κινεῖται καὶ οὖρον ἢ
ϲκύβαλον ὑπερχαλωμένων τῶν περιεχόντων τὴν οὐϲίαν αὐτῶν, οὔτωμ-
καὶ τὸ ϲυλληφθὲν ἐκπίπτει προδιιϲταμένηϲ τῆϲ μήτραϲ. μετὰ δὲ τὴν) φλεβοτομίαν καὶ ζευκτῷ καταϲειϲτέον (ἐνεργέϲτεροϲ γὰρ νῦν ὁ βραϲμὸϲ ἐπὶ προητονηκόϲιν τοῖϲ τόποιϲ) καὶ πεϲϲοῖϲ δὲ μαλακτικοῖϲ χρηϲτέον
εἰ δὲ πρὸϲ τὴν φλεβοτομίαν ἀλλοτρίωϲ ἔχοι τιϲ καὶ ἄτονοϲ εἴη προανιέναι μὲν τοὺϲ τόπουϲ ἐγκαθίϲμαϲι καὶ λουτροῖϲ καὶ πεϲϲοῖϲ μαλακτικοῖϲ καὶ ὑδροποϲίᾳ καὶ ὀλιγοϲιτίᾳ καὶ κοιλιολυϲίᾳ καὶ κλύϲμα τι
προϲτίθεϲθαι μαλακτικόν, μετὰ ταῦτα πεϲϲὸν φθόριον. αἱρεῖϲθαι δὲ τούτων τοὺϲ μὴ ἄγαν δριμεῖϲ, ἵνα μὴ πλείονα ϲυμπάθειαν καὶ θερμα-
ϲίον ἐπάγωϲιν. ἐκ δὲ τῶν πραϋτέρων οἱ τοιοῦτοι καθεϲτᾶϲιν οἶον· μυρϲίνηϲ, λευκοίου ϲπέρματοϲ, θέρμων πικρῶν ἐξ ἴϲου μετὰ ὕδατοϲ ἀναπλάττειν τροχοὺϲ ὡϲ κυάμου μέγεθοϲ. ἢ φύλλων πηγάνου ⩹ γ, μυρϲίνηϲ ⩹ β, δάφνηϲ ἴϲαϲ ὁμοίωϲ διιέναι μετ’ οἴνου, καὶ πότιζε. 129 130 131 132 133 ἄλλοϲ πεϲϲὸϲ ἀκινδυνότερον ἐκβάλλων· λευκοίου, καρδαμώμου, θείου,
ἀψινθίου, ϲμύρνηϲ, ἑκάϲτου ἴϲον, δι’ ὕδατοϲ ἀνάπλαϲϲε. προλελούϲθω δὲ ἡ μέλλουϲα προϲτίθεϲθαι ἢ ἐγκαθίϲμαϲιν προανιέϲθω, κὰν μέχρι πλείονοϲ μηδὲν ποιῇ, πάλιν ἐγκαθίϲμαϲι προανεθεῖϲα δεύτερον προϲτι-
θέϲθω. πολλὰ δὲ καὶ ἄλλα παρ’ ἄλλοιϲ εἴρηται, φυλάϲϲεϲθαι δὲ δεῖ
τὰ λίαν πληκτικὰ καὶ τὸ καταλύειν τὸ ἔμβρυον διά τινοϲ ἐπάκμου,
κίνδυνοϲ γὰρ τρωθῆναί τι τῶν παρακειμένων. μετὰ δὲ τὴν φθορὰν
ὡϲ φλεγμονὴν θεραπευτέον.
Gynaeciorum Libri IV. Soranus. ed. Johannes Ilberg. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.