〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
I[XVII]. Περἱ δυϲτοκι ῶν.
τοκίαν εἶναι δυϲχερῆ τόκον· κατὰ δέ τιναϲ δυϲτοκία ἐϲτὶν ἡ μετὰ δυϲεργείαϲ ἀποκύηϲιϲ. [ἐπιλιπεῖϲ δέ μοι δοκοῦϲιν οἱ ὅροι εἶναι, ὅθεν αὐτόϲ φηϲιν δυϲτοκίαν εἶναι δυϲχέρειαν τῶν κυουμένων παρά τινα αἰτίαν γινομένην] * *
Τίνεϲ αἰτίαι δυϲτοκίαϲ καὶ κατὰ πόϲουϲ τρόϲυϲ γίνεται
δυϲτοϲία ἐπὶ τῶν παρὰ φύϲιν γεννωμένων.
λέγει δυϲτοκεῖν τὰϲ πρωτοτόκουϲ καὶ νέαϲ, εὐτοκεῖν δὲ τὰϲ πολλάκιϲ τετοκυίαϲ φηϲί· σἴτιον δὲ εἶναι δυϲτοκίαϲ τὸ μὴ κατ’ εὐθὺ εἶναι τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἢ ἀποϲκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥοδίωϲ εἴκειν,
φηϲὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι. ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φηϲὶν δὲ δυϲτοκεῖν τὰϲ καθύγρουϲ καὶ θερμάϲ. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰϲ αἰτίαϲ δι’ ἃϲ εὐτοκοῦϲιν· πῶϲ δὲ οὐκ ἔϲτιν γελοῖον λέγειν δυϲτοκεῖν * ἐν τῇ κυοφορήϲει μήτραϲ τὴν ϲύγ-
κρίϲιν, ὁ δὲ Κλεόφαντοϲ ἐν τῷ πρ ώτ ῳ τῶν Γυν αικείων 3
εἰπὼν τὰϲ πρωτοτόκουϲ δυϲτοκεῖν ἐπιλέγει· “καὶ ὅϲαι δὲ ἀπὸ τῶν ὡμων ἔχουϲι πλήθη, ἀπὸ δὲ τῶν ἰϲχίων οὐκ εἰϲὶν εὐογκότεραι, αὗταί 1 2 3 δυϲτοκοῦϲιν “ταύταιϲ”, φηϲίν, “ὁ ὕδρωψ 〈έρράγη〉 πρὸ τοῦ τὰ ϲώ- ματα [καὶ] τὰϲ ὠδῖναϲ ἐπιϲχεῖν ’’ 〈καὶ〉 δυϲτοκίαν γίνεϲθαι (παρα- ϲημειωτέον δέ, ὅτι ‘ὕδρωπα’ λέγει τὸ πρόρρηγμα]. καὶ ὅϲαιϲ δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλ’ ἐπὶ πόδαϲ ἢ διπλᾶ ἐπὶ τὰ ἰϲχία ἢ πλἀγια ἢ τὴν κεφαλὴν ἔχει πρὸϲ τοῖϲ βουβῶϲιν, χεῖρα δὲ μίαν ἢ τὸ
ἔν ϲκέλοϲ προ〈βεβληκότα〉 καὶ τὰϲ τὰ ἤθη ὀξεί〈αϲ οὔϲαϲ ἢ τρυ〉φερῶϲ ἢ ἀργῶϲ βιού〈ϲαϲ〉 φηϲὶ δυϲτοκεῖν· ἡ γὰρ ἀργία δυϲτοκίαϲ αἰτία, τὰ δὲ γυμνάϲια εὐτοκίαϲ καὶ τῶν κατὰ γαϲτρὸϲ εὐτροφίαϲ. ἁμαρτάνει δὲ
καὶ οὑτοϲ μὴ πάντα τὰ αἴτια ἀναγράψαϲ. Ἡρόφιλοϲ δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυϲτοκεῖϲθαι γοῦν 〈παρὰ τὸ πλῆθοϲ〉 † ὡϲ γὰρ
Ϲίμωνοϲ τοῦ Μάγνητοϲ πολλάκιϲ ὡράθη, ὅτι τρὶϲ ἀνὰ πέντε ἐκύηϲεν ἐργωδῶϲ. γίνεται δὲ δυϲτοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ τοῦ αὐχένοϲ τῆϲ μήτραϲ ἢ καὶ τοῦ ϲτόματοϲ οὐχ ἱκανῶϲ διεϲτῶτοϲ ἢ τοῦ ὑμένοϲ τοῦ περιέχοντοϲ τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ ϲυλλέγεται, παχυτέρου ὄντοϲ καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι” ἑωρἄϲθαι
δέ φηϲιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ
τοιαῦτα ἔτι ἐργωδῶϲ τίκτεϲθαι. 〈γίνεϲθαι〉 δὲ δυϲτοκίαν καὶ παρὰ τὸ ἀτονεῖν τὴν μήτραν ἡ τὸ ϲτόμα. ἀπορία δέ ἐϲτιν τὸ ἀτονεῖν τὴν
μήτραν ἐν τῷ ϲώματι. “καὶ παρὰ τὰ ἔξωθεν δὲ προϲπίπτοντα καὶ προϲφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ ϲώματοϲ ἐκκρινόμενα
αἱματώδη πλείονα ὑγρὰ δυϲτοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖϲι τοῦ τίκτειν γίνεται δυϲέργεια παρά τε ψῦχοϲ ἢ καῦμα ἢ φῦμα ἢ ἀπόϲτημα ἐν τοῖϲ ἐντέροιϲ, ἐν ἐπι- 4 5 6 γαϲτρίῳ. καὶ τὸ ἐν ὀϲφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυϲτοκίαϲ γίνεται, καὶ διὰ πιμελῶδεϲ ἐν ἐπιγαϲτρίῳ καὶ ἐν ἰϲχίῳ δυϲ- τοκία γίνεται ὡϲ ἂν ἀποπιεζομένηϲ τῆϲ μήτραϲ κοὶ διὰ τὸ τεθνηκέναι τὰ ἔμβρυα.’ καὶ τοϲαῦτα μὲν Ἡρόφιλοϲ. ὁ δὲ Ἀνδρἐαϲ ἐν τῷ
Π ρὸϲ Ϲὠβιον (ἐϲτὶν δὲ ἐπιϲτολικόν) τοῖϲ ἀπὸ Ἡροφίλου ϲυντίθεται μόνον προϲθεὶϲ τὸ παραλελυμένον ἔμβρυον καὶ ἰϲννόν· “τὰ γὰρ τοι- αῦτα, φηϲί, βάροϲ μὴ ἔχοντα δυϲτοκίαν ἐργάζονται.’
ῥηθϲῖϲι λέγων τὰ αἴτια τὴϲ δυϲτοκίαϲ τὰ μὲν παρ’ αὐτὴν εἶναι τὴν
τίκτουϲαν, τὰ δὲ παρ’ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ δι’ οὐ ἡ ἔκτεξιϲ γίνεται. καὶ δὴ παρὰ τὴν τίκτουϲαν δυϲτοκία γίνεται, ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖϲ ϲώμαϲι. καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά,
φόβοϲ, δειλία, ἔκλυϲιϲ, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι
γάρ εἰϲιν ϲπαταλώδειϲ καὶ οὐκ ἐντείνονται]· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡϲ μὴ〉 ϲυνεργεῖν τῇ ὠδῖνι· καὶ δι’ ἐποχὴν δὲ διανοίαϲ γίνεται, ἀμαυρᾶϲ γοῦν γινομένηϲ τῆϲ ἀλγηδόνοϲ (τοῦτο δ’
ἃν τιϲ εἶποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ διὰ ὑπόνοιαν δὲ τοῦ μὴ ϲυνειληφέναι δυϲτοκία γίνεται. αἴτια δὲ τῆϲ
ζωτικῆϲ δυνάμεωϲ τῆϲ ἐν τοῖϲ ϲώμαϲι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτρο- φία, δύϲπνοια, ὑϲτερικὴ πνίξ. ἐν δὲ 〈ταύτη〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φηϲὶν〉 ἀποτελεῖϲθαι πάθη δυϲτοκιῶν, ὅταν λαπαρὸν ἦ τὸ ϲῶμα ἄγαν, οὐ γὰρ δύναϲθαι ϲυμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ ϲάρξ, τότε γίνεται δυϲτοκία, ϲτενοῦνται γὰρ οἱ πόροι. καὶ
παρὰ τὸ ὑπερδιαφορεῖϲθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν ϲωμάτων. γέ- νοιτο δ’ ἄν δυϲτοκία καὶ παρὰ τὸ ϲτενοῦϲθαι τοὺϲ πόρουϲ καὶ τὰ ὑγρὰ ἐπέχεϲθαι· βαρυνόμενα γὰρ φύϲει τὰ ϲώματα ὑπὸ τῶν ὑγρῶν ἀτονεῖ καὶ θλιβόμενα ϲτενοῖ τοὺϲ πόρουϲ δι’ ὧν ἡ ἔκτεξιϲ γίνεται. καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα 7 8 τὰ ϲώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίωϲ δυϲτοκίαν ποιεῖ. ἃ μὲν ἐν τῷ
φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον. καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκεϲ δυϲτοκοῦϲιν καὶ ὅϲαι ἄνωθεν μὲν πλατεῖαί εἰϲιν, κάτωθεν δὲ ϲτεναί· [ταῦτα λέγει Δημήτριοϲ ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουϲι τὸ φυϲι- κὸν μῖγμα τῶν ϲωμάτων. καὶ παρὰ τὸ νοϲεῖν δὲ τὸ ϲῶμα τῆϲ μήτραϲ
δυϲτοκία γίνεται, οἴον εἰ εἴη ἔκπυροϲ ἤ φλεγμονὴν ἔχοι ἢ ἔκλυϲιν ἢ παράλυϲιν ἢ ϲπᾶται ἦ ναρκᾶ. ταῦτα δὲ λέγει ϲωματικά, ἐπεὶ περὶ τοῖϲ ϲώμαϲιν 〈τὰ〉 πλείω γίνεται.
δυϲτοκίαϲ· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθεϲ ὅλον |ἦ ἢ κατὰ
μέροϲ, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἤ θώρακα ἤ κοιλίαν ἐμπεπληϲμέ- νην, ὡϲ ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύϲιν μεγάλα γίνε- ται ὅλῳ τῷ ϲώματι ἢ μέρεϲιν, ἀλλὰ καὶ τὰ παρὰ φύϲιν. καὶ παρὰ πλῆθοϲ δὲ δυϲτοκία γίνεται (ὅταν ἤτοι δύο ἢ τὰ τικτόμενα καὶ ἀθρόωϲ ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆϲ μήτραϲ ϲφηνῶται), ἢ παρὰ τὸ
ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ ϲυνεργεῖν τῇ ἀποτέξει ἤ καὶ ἀπο-
θανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύϲιν ἐϲχηματίϲθαι. τὸ γὰρ κατὰ φύϲιν ϲχῆμα τοῖϲ γεννωμένοιϲ τὸ ἐπὶ κεφαλήν ἐϲτι παρατεταμένων τῶν χειρῶν τοῖϲ μηροῖϲ καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύϲιν, εἰ παρακεκλιμένα τῇ κεφαλή εἰϲ τὰ δεξιὰ ἢ ἀριϲτερὰ
μἑρη τῆϲ μήτραϲ ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ
ϲκέλη ἔνδον διεϲτήκαϲιν ἀπ’ ἀλλήλων. τῶν δὲ 〈λοιπ ῶν〉 ϲχηματιϲμῶν ἀμείνων ὁ ἐπὶ πόδαϲ τέ ἐϲτι καὶ μάλιϲτα ὅταν ἐπ’ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺϲ μηρούϲ παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν ϲκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἤ δεδιπλωμένα,
ἢ ἐνερείδοντά τινι μέρει τῆϲ ὑϲτέραϲ διορθώϲεωϲ χρήζει καὶ τὰ τὰϲ
χεῖραϲ ἀνατεταμέναϲ ἔχοντα. τῶν δὲ λοιπῶν δύο ϲχηματιϲμῶν ἀμεί- νων ὁ πλάγιοϲ. τρεῖϲ γάρ εἰϲι πλάγιοι ϲχηματιϲμοί, ὅ τε ἐπὶ πλευρὰν
ὁποτέραν 〈καὶ ὁ ἐπ’ ἰϲχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ | ἐπ πλευράν· τόπον γὰρ δίδωϲι τῇ χειρὶ τῆϲ μαίαϲ εἰϲ τὸ μεταϲχηματίϲαι
ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδαϲ. τὰ δὲ δεδιπλωμένα φερόμενα χείριϲτοϲ 9 πάντων τῶν ϲχηματιϲμῶν ἐϲτιν, καὶ τούτων ὅϲα ἐπὶ τὰ ἰϲχία φέρε- ται. τριχῶϲ γὰρ καὶ τὰ δεδιπλωμένα ϲχηματίζεται· ἢ γὰρ πρὸϲ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ τά τε ϲκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπι- γάϲτριον ἢ τὰ ἰϲχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸϲ τὸ ϲτόμα
τῆϲ ὑϲτέραϲ· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάϲτριον καὶ κομιϲαμένων τὰ ἐντοϲθίδια, ϲυμπεϲόντοϲ τοῦ ϲώματοϲ εὐχερὴϲ γίνεται ὁ μεταϲχη- ματιϲμόϲ. γίνεται δυϲτοκία καὶ παρὰ τὸ τερατῶδεϲ κυῖϲκεϲθαι, καὶ
παρὰ τὸ γεγυμνῶϲθαι δὲ τὸ ἔμβρυον καὶ νυϲϲομένηϲ τῆϲ μήτραϲ ὑπὸ τοῦ ὀϲτέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀϲτέον μυδώϲηϲ τῆϲ ϲαρκόϲ
(τοῦτο δὲ ϲπανίωϲ γίνεται), ἢ πολλάκιϲ ἀπείρωϲ ἐμβρυουλκουμένου τοῦ ἐμβρύου ἀποϲπῶνται ϲάρκεϲ καὶ τὰ γυμνούμενα ὀϲτέα νύϲϲει τὴν μήιραν.
μήτρα ἦ ϲτενόϲτομοϲ ἢ μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ. | ὡϲ ἐπίπαν δὲ
αἱ μικρομεγέθειϲ τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦϲαν τοῖϲ λοιποῖϲ μέρεϲι κέκτηνται. γίνεται δὲ δυϲτοκία καὶ παρὰ τὸ ϲκολιὸν ἔχειν τὸν
τράχηλον τῆϲ μήτραϲ ἢ παρὰ τὸ ϲάρκα παρὰ φύϲιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόϲτημα ἢ ϲκίρον ἔχειν ἢ παρὰ τὸ ἰϲχυρὸν ὄντα τὸν τοῦ προρρήγματοϲ χιτῶνα
μὴ ἰϲχύειν τό ἔμβρυον τοῦτον ἀπορρῆξαι. ἢ ἐκκριθέντοϲ τοῦ ἠθροι-
ϲμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντοϲ καιροῦ ἄνικμοι καὶ κατά- ἔηροι μένουϲιν οἱ τόποι κατ᾿ αὐτὸν τὸν χρόνον τῆϲ ἀποκυήϲεωϲ, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλιϲθον καὶ εὐπετῆ διέξοδον παρέχοντοϲ τῷ ἐμβρύῳ. | ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ, διὰ
πολλὰϲ αἰτίαϲ. ὅταν γὰρ πρόωροι γαμηθεῖϲαι ϲυλλάβωϲιν καὶ τίκτωϲιν μηδέπω τῆϲ μήτραϲ τέλεον ηὐξημένηϲ μηδὲ τοῦ πυθμένοϲ 〈τῆϲ〉 ὑϲτέραϲ διεϲτῶτοϲ. ἤδη δὲ καὶ παρὰ τὴν φυϲικὴν ἰδιοϲυϲταϲίαν ἢ
ϲυγκριϲίαν παρέπεται δυϲτοκία, ἤδη γὰρ ἔνιαι φύϲει τὴν μήτραν ἔχουϲι μικρὰν | ὡϲ καὶ ἄλλο τι μέροϲ τοῦ ϲώματοϲ. αἱ δὲ ἔτι καὶ
〈διὰ〉 τὸ ἀπὸ χηρείαϲ πολυχρονίου ϲυνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ 10 11 12 13 〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦϲαι 〈δυϲτοκοῦϲιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτωϲ τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρωϲ ἔχειν 〈τοῦ〉 ϲχηματίζειν τὸ ϲῶμα. ταῦτα πάντα αἰτια δυϲτοκίαϲ. καὶ παρὰ τὸ πιέζεϲθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὕρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύϲτει τὴν τίκτουϲαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ δυϲέργεια γίνεται.
ϲταϲιν δέχεϲθαι (καὶ γὰρ ἐπὶ |τῶν γυναικῶν οὐχ ὥϲπερ ἐπὶ τῶν ἀν
δρῶν καθ’ ἁρμονίαν ϲυμπεφύκαϲι τὰ τῆϲ 〈ἥβηϲ ὀϲτᾶ〉, ἀλλὰ ϲύνδεϲμοϲ ἰϲχυρὸϲ ταῦτα πρὸϲ ἄλληλα ϲυνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι
τὸν κατὰ τὴν ὸϲφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν. τὰ δὲ ἐκτὸϲ τοῦ ϲώματοϲ· οἷον παρὰ τὸ μὴ προεργάϲαϲθαι τὸ γυναικεῖον ἢ ἐν μέθαιϲ εἰθἱϲθαι ἢ ἀγρυπνίαιϲ ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι
τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦϲθαι τούϲ πόρουϲ) ἢ τὸ ὑπέρθερμον
καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίαϲ ἢ ἰατροῦ. ἤδη δὲ καὶ παρὰ τὰϲ ὠδῖναϲ. γίνεται [ὅταν γὰρ] καὶ διατεινομένηϲ ϲφόδρα ἢ ἀποϲπωμένου τοῦ χορίου ἀπὸ 〈τῆϲ〉 μήτραϲ, ἢ κατὰ μέροϲ τὴν μήτραν θλίβοντοϲ ἢ καὶ ἀθρόωϲ προϊόντοϲ. καὶ παρά τὸ μὴ καταφέρεϲθαι τὸ αἰμα διὰ τῆϲ
μήτραϲ εἰϲ τὸ χόριον, ἀλλ’ ἐν ἀγγείοιϲ 〈τοῖϲ〉 εἰϲ τὴν μήτραν δια- πεφυκόϲιν φλεβώδεϲι καὶ ἀρτηριώδεϲι μένοντοϲ καὶ διατείνοντοϲ τἀ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡϲ ἐλέγομεν, δυϲτοκία. ἀλγηδὠν δὲ ὁτὲ μὲν μετὰ πνεύματοϲ, ὁτὲ δὲ μετἀ πνεύ- ματοϲ ϲυμβαίνει καὶ τὰϲ ὠδῖναϲ γίνεϲθαι. 〈ταῦτα λέγει Δημή
τριοϲ ὁ Ἡροφίλειοϲ.〉 τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείϲ 14 15 16 17 18 ἐϲτιν ὁ ἀντερείϲαϲ αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήϲαϲ καὶ ϲτηρίξαϲ αὐτὸν ὡϲ ἀληθῶϲ [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίωϲ ἐν τούτῳ μεμψαίμεθα τοὺϲ Ἡροφιλείουϲ, ἐπεὶ δυνάμειϲ ἐπιτελε- ϲτικάϲ φαμεν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν·
οὐδὲ γὰρ αὐτοὶ τὴν οὐϲίαν αὐτῶν ὁμολογοῦϲιν.
Πῶϲ ϲημειούμεθα τὰ αἴτια τῆϲ δυϲτοκίαϲ.
καταληπτέα, B δὲ οὕ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἥ〉 χαλᾷ καὶ ἀνίηϲιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίϲεωϲ κατελήμφθη ὡϲ μὴ
ϲυνεργοῦντα τῇ εὐτοκίᾳ· κάροϲ δὲ καὶ λήθαργοϲ πρόδηλά ἐϲτι, ἔτι δὲ τούτων ϲημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ
μέγεθοϲ τοῦ ἐμβρύου δυϲτοκίαν ποιοῦν ϲημειούμεθα ἐκ τοῦ ὄγκου τῆϲ κοιλίαϲ· ἐὰν δὲ προπεϲὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο- ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ
προβάλλοντα τὰϲ χεῖραϲ, ἤτοι 〈τὰ παρὰ φύϲιν〉 ἐϲχηματιϲμένα, ταῖϲ καθέϲεϲι τῶν δακτύλων ϲημειούμεθα. * * * αὐτάϲ. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουϲα καὶ ἐντείνεται, θερμὸν τε αὐτῆϲ 〈τὸ ἐπιγάϲτριον εὑρίϲκεται, τῆ δὲ καθέϲει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲϲ ὁρᾶται, ἐὰν δὲ ῇ νεκρόν, οὐχ οὕτωϲ ὠδίνει ἡ κύουϲα τό τε ἐπιγάϲτριον αὐτῆϲ
ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέϲει τῶν δακτύλων οὕτε θερμὸν ὑπο- πίπτει τὸ ἔμβρυον οὕτε ἀϲθμαῖνον, ἐάν τε καὶ προπέϲῃ τι μέροϲ. τοῦτο μέλαν καὶ νεκρῶδεϲ εὑρίϲκεται. τὴν δὲ μήτραν πεπονθυῖαν
ϲημειούμεθα ἐκ τῆϲ ἁφῆϲ. μετάγοντεϲ τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάϲχῃ, τὰϲ κινδυνευούϲαϲ ἐν τῷ τίκτειν
ϲημειούμεθα ἐκ ϲφυτμοῦ, ἐξ ἀναπνοῆϲ, τὰϲ δὲ ἀπολλυμέναϲ ἐκ τῆϲ ἀϲφυξίαϲ καὶ ἐκ τοῦ θανάϲιμα ἔχειν τὰ ϲημεῖα.|
II [XVIII]. Πῶϲ θεραπεύϲομε δυϲτοκίαν κοινότερον καὶ ἐπιμέλεια δυϲτοκίαϲ.
εἴτε διὰ ϲκληρίαν τοῦ ϲώματοϲ εἶτε διὰ τὸ κοίλην εἶναι τὴν ὀϲφῦν ἢ φύϲει μικρομεγέθη τὴν ὑϲτέραν ἡ πρόωρον ϲύλληψιν ἢ πιμελῆϲ βάροϲ ἢ θλίβονταϲ ὄγκουϲ ἢ λύπην ἢ φόβον ἢ τραχήλου ϲκολίωϲιν ἢ φλεγ- μονὴν ἢ ξηραϲίαν ἢ ὁποιανδήποτε πρόφαϲιν ἄλλην, τῇ ἀνέϲει καὶ τῷ χαλάϲματι δεῖ πρῶτον ϲυνεργεῖν καὶ μήτε εὐθέωϲ ἐγχειρεῖν τῇ χειρουρ
γίᾳ μήτε ἐπὶ πολὺ ϲυγχωρεῖν τῇ μαίᾳ διαϲπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀϲφὺν τὴν τίκτουϲαν ἡ δυϲτοκία γίγνοιτο, ϲχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑϲτέρα μετα- πεϲοῦϲα εἰϲ τὸν κατὰ τὸ ἐπιγάϲτριον τόπον κατ’ εὐθ ϲχηματιϲθῇ τῷ τραχήλῳ· ὁμοίωϲ δὲ καὶ τὰϲ πιμελώδειϲ καὶ καταϲάρκουϲ ϲχηματιϲτέον.
εἰ δὲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μέμυκε, τοῖϲ λιπάϲμαϲι μαλάϲϲειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν ϲυνεχῶϲ ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ ϲὺν ἀφεψήματι τήλεωϲ ἤ μολόχηϲ ?? λινοϲπέρμου, ποτὲ δὲ καὶ τῶν ψῶν 〈τῷ λευκῷ〉· οὔτω γὰρ παρηγορεῖται εἰϲ ἄνεϲιν μὲν τὸ θλῖβον,
νοτίζεται δὲ εἰϲ ὄλιϲθον τὸ δυϲοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάϲ-
ϲειν λινοϲπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτοϲ τὸ ἐφήβαιον, ἐπι- γάϲτριον, ὀϲφύν, ἐγκαθίζειν τε λιπαρῶϲ ἢ πυριᾶν διὰ ϲπόγγων ῥάκεϲιν
ϲυντόμωϲ ἀφαρπαζομένηϲ τῆϲ ὑγραϲίαϲ. ταῖϲ δὲ ἐν ὀδύνη καὶ κύϲτειϲ ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρειϲ〉 ἤ μαρϲίπουϲ ὠμὴν λύϲιν θερμὴν ἔχονταϲ· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι ϲυμμέτρωϲ θερμῷ
μετεωροτέραν τὴν κεφαλὴν ποιήϲαντεϲ τῆϲ καμνούϲηϲ, λεληθυῖα γὰρ
κίνηϲιϲ ὑπομιμνἡϲκει τὴν ἔκκριϲιν. ἔνιοι δὲ καὶ καταϲειϲμοὺϲ εὐτόνουϲ παρέλαβον. οἱ μὲν γὰρ μετεωρίϲαντεϲ τοὺϲ περὶ τὴν κεφαλὴν τῆϲ κλίνηϲ πόδαϲ, τὴν δὲ κάμνουϲαν διὰ κηρίαϲ ἐν τοῖϲ ἐνηλάτοιϲ τῷ 23 24 25 26 θώρακι προϲκαταλαβόντεϲ προϲέταξαν ὑπηρέτῃ τὰ πρὸϲ τοῖϲ ποϲὶ τῆϲ κλίνηϲ μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφουϲ, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακαϲ ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν ϲτάντα τινὰ τῆϲ
τικτούϲηϲ καὶ ὑποβαλόντα ταῖϲ μαϲχάλαιϲ τὰϲ χεῖραϲ ἐξὰροι [ἤ] καὶ. εὐτόνωϲ καταϲεῖϲαι. πάνταϲ δὲ τούϲ τοιούτουϲ καταϲειϲμοὺϲ ἀπο- δοκιμαϲτέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξειϲ καὶ ϲυμπαθείαϲ ἐπιφέρει. χρηϲτέον δὲ τοῖϲ ἔμπροϲθεν ὑποδειχθεῖϲιν καὶ τὴν μὲν ὠδίνουϲαν ἐπι
θαρρεῖν παραινετέον ὡϲ ἐν ἀκινδύνῳ τυγχάνουϲαν, τὴν δὲ ἄπειρον
ὠδίνων διδακτέον ἐντόνωϲ μάλιϲτα τὸ πνεῦμα κατέχειν καὶ πρὸϲ τὴν λαγόνα ϲυνωθεῖν, τὴν δὲ λειποθυμοῦϲαν τοῖϲ ἀπλήκτοιϲ 〈ὀϲφραντοῖϲ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰϲ ἀϲθενείαϲ βραχέοϲ κουφι- ϲμοῦ παρεμπεϲόντοϲ θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, ϲικύῳ πέπονι, ἀλφίτῳ νενοτιϲμένῳ, μήλῳ, πᾶϲι τοῖϲ παραπληϲίοιϲ)·
φόβοϲ γάρ ἐϲτι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα- βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸϲ διὰ τῶν μαλακτικῶν καὶ
λιπαϲμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ ϲκολιόϲ ἐϲτιν, παραϲτέλλειν δὲ μετὰ λιπαϲμοῦ τὸν ὄγκον, εἰ παρακείμενοϲ εἴη, εἰ δὲ μή, διὰ χειρουργίαϲ ἐκκόπτειν, εἴτε θύμοϲ ἐϲτὶν εἴτε κόνδυλοϲ ἀπὸ
ἐπαναϲτάϲεωϲ εἴτε διαφράττων ὑμὴν ἢ ϲαρκὸϲ περίφυϲιϲ ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν
ϲκύβαλον διὰ κλυϲτῆροϲ ὑδρελαίου ἤ ὑδρομέλιτοϲ ἐνεθέντοϲ, τὸ δὲ οὖρον κομιϲτέον διὰ τοῦ καθετῆροϲ, εἰ πεπληρωμένη ἡ κύϲτιϲ οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντοϲ ἐϲφηνωμένου διώϲαϲθαι χρὴ τὸν λίθον
καθετῆρι ἐκ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ καὶ εἰϲ τὸ κύτοϲ ἀπωθεῖν. χόριον δὲ μὴ ἀναϲτομούμενον κατιάδι προϲεχόντωϲ διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέροϲ· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυϲτη- ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰϲ τὸν γυναικεῖον ἐνιέναι κόλπον.
εἰϲ τὸ ἀϲκυλτότερον τῆϲ καθέϲεωϲ) 〈καὶ〉 καθ’ ἔν καιρὸν φυϲικῶϲ τὸ τῆϲ ὑϲτέραϲ διαϲτέλλεται ϲτόμιον (εἰϲ τὸ μὴ ϲυνιόντοϲ αὐτοῦ καὶ
ϲυϲτελ λλομένου μετὰ ϲκληρᾶϲ ἀντιβάϲεωϲ γίνεϲθαι τὴν ἔνθεϲιν], τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ παράγειν αὐτὸ ϲυνεργοῦντα τῇ μεταθέϲει καὶ διὰ τῆϲ ἀκολούθου κατακλίϲεωϲ.
ἑπὶ γὰρ τὸ ἀντικείμενον μέροϲ ἐϲχηματίϲθαι δεῖ τὴν κάμνουϲαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰϲ τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι- κότοϲ, ἐπὶ δὲ τὴν ἀριϲτερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντοϲ, ὑπτίαν δὲ κατωφερῆ τὴν θέϲιν ἔχουϲαν εἰϲ τὰ ἔμπροϲθεν καὶ ὡϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ, πρηνῆ δὲ
ἐπὶ γονάτων εἰϲ τὰ ἐνδον καὶ ὡϲ ἐπ’ ὀϲφὺν τοῦ ἐμβρύου παρεγκλί-
ναντοϲ. εἰ δὲ καὶ μετὰ ϲφηνώϲεωϲ γέγονεν ἡ παρέγκλιϲιϲ, ἀναβιβά- ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥϲτε ἀπὸ τοῦ ϲτομίου τῆε
ὑϲτέραϲ ἀποϲτῆναι, καὶ οὕτωϲ ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη- κεν, μὴ ἐπιϲπἅϲθαι λαβόμενον αὐτῆϲ (μᾶλλον γὰρ ἐπιϲφηνοῦται προϲ-
ανακλωμένηϲ ἢ ἐπινευούϲηϲ τῆϲ κεφαλῆϲ ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺϲ δακτύλουϲ ἄκρουϲ ἐπερείϲαντα προανωθεῖν αὐτὸ κάν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ- ψαντα τὸν ἀγκῶνα καὶ οὕτωϲ πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν
χεῖρα πρὸϲ τὸ ἀπαραπόδιϲτον τῆϲ ἀποτέξεωϲ. εἰ δὲ ἀμφοτέραϲ προ
βέβληκεν τὰϲ χεῖραϲ, κατὰ τῶν δυοῖν ὤμων ἄκρουϲ ἐρείϲαντα τοὺϲ δακτύλουϲ ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺϲ βραχίοναϲ ἀπώϲαντα, κάμψαντα. δὲ τοὺϲ ἀγκῶναϲ ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰϲ χεῖραϲ τοῖϲ
μηροῖϲ [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίωϲ. εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντοϲ τὰϲ δύο προβέβληκε χεῖραϲ, ἀπευθύνειν μὲν
τὸ κεφάλιον ἀνακεκλαϲμένον, ϲυλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι- ϲπᾶϲθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου ϲφήνωϲιϲ ἐνιάκιϲ οὐ
γίνεται. εἰ δὲ ἐπὶ πόδαϲ ἐνεχθὲν παρεγκέκλικεν εἰϲ τι μέροϲ, μετ-
ἀκτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπληϲίωϲ. εἰ δὲ τὸν 34 35 ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ ϲφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου ϲυγκαμπτομένου), τούϲ δακτύλουϲ δὲ ἄκρουϲ κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰϲ τὸ κύτοϲ ἀπωϲάμενον αὐτὸν τῆϲ μήτραϲ, εἴτα καθέντα τὴν χεῖρα τὸ
ἕτερον ϲκέλοϲ ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺϲ δύο
πόδαϲ προβέβληκεν τῆϲ ἑτέραϲ χειρὸϲ ἀνακεκλαϲμένηϲ ἢ καὶ τῶν δυοῖν, πάλιν ὡϲαύτωϲ ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰϲ χεῖραϲ καταϲτέλλειν. εἰ
δὲ διαϲτῆϲαν τοὺϲ πόδαϲ διαφόροιϲ μέρεϲι τῆϲ ὑϲτέραϲ ἐνήρεικεν, ζευγνύειν τούττϲυϲ 〈καὶ〉 κατ’ εὐθὺ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ τάϲϲειν.
εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἶληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτωϲ τῶν
ϲκελῶν ἁπλωθέντων ἐπὶ πόδαϲ ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται,
καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ ϲκέλη ἐξαπλοῦν, τὰϲ χεῖραϲ δὲ παρα- τείναντα τοῖϲ μηροῖϲ ἐπὶ πόδαϲ ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον,
εἰ μὲν πρηνὲϲ 〈ἤ〉 ὕπτιον, πράωϲ αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν
ϲτρέφειν, ὅπωϲ εἰϲ κάθεϲιν τῇ χειρὶ γένηται τόποϲ. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐϲχηματιϲμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πράωϲ ἀνατρέπειν αὐτό , πλὴν ἀνίϲου μὲν τοῦ πλαγιαϲμοῦ τυγχάνοντοϲ κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ ϲώματοϲ * * ὁ κατὰ τοὺϲ πόδαϲ· ἀμεί- νων γὰρ ὁ ἐπὶ κεφαλὴν ϲχηματιϲμὸϲ προδιοδευθέντων τῶν πλατυτέ-
ρων, μὴ προϲανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον,
ἄνω μὲν τοῦ διπλώματοϲ ὑπάρχοντοϲ, ἐξ ἴϲου δὲ τῶν ἄκρων ἀλλήλοιϲ παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τούϲ κατὰ ϲκέλη τόπουϲ· ἀνίϲου δὲ τοῦ διπλώματοϲ ὄντοϲ ϲτρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί- πλωμα πρὸϲ τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ
εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸϲ ἐμβούου καταφέροιτο, πάλιν ἀνωθεῖν
αὐτὰ καὶ ἀνατρέπειν ὡϲ ἐπὶ τὸ κύτοϲ καὶ καθ’ ἕν κομίζεϲθαι. πάντα
δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάϲτωϲ καὶ ϲυνεχῶϲ ἐλαιοχυτοῦντα τοὺϲ τόπουϲ, ὥϲτε καὶ τὴν κύουϲαν ἀϲυμπαθῆ καὶ τὸ κυούμενον ϲῶον δια- φυλάξαι· πολλὰ γὰρ οὕτωϲ δυϲτοκηθέντα βιώϲαντα βλέπομεν.
III [XIX]. Περὶ ἐμβρυουλκίαϲ καἰ ἐμβρυοτομίαϲ.
τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν- δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆϲ ϲυμπαθείαϲ, ἔϲθ᾿ ὅπου δὲ καὶ φλεγμονῆϲ ὑπερβαλλούϲηϲ, καὶ γάγγραιναν μάλιϲτα ὑποφαίνειν
ὀλίγαϲ ἐλπίδαϲ ἔχειν (ἐφ᾿ ἧϲ ἔκλυϲιϲ, περιίδρωϲιϲ, περίψυξιϲ, ϲφυγμῶν ὑπόδυϲιϲ, πυρετὸϲ ὀξύϲ, παρακοπή τε καὶ ϲπαϲμόϲ)· μὴ ἀφίϲταϲθαι δὲ
ὅμωϲ βοηθείαϲ. 〈δεῖ τοίνυν ἐπὶ κλίνηϲ〉 πᾶϲαν ϲχηματίζειν καταφερῶϲ ἀντιβατικώτερον ἐϲτρωμένηϲ ὡϲ μὴ πρὸϲ τὸ εἴκον ἐνδιδόναι τὴν ὀϲφύν, διεϲτώτων δὲ τῶν μηρῶν καὶ ϲυνηγμένων πρὸϲ τὸ ἐπιγάϲτριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου ϲτηρίζειν. εἶτα ἑκατέρωθεν δι᾿ ὑπηρετῶν τὸ ϲῶμα κατέχειν [ἢ γυναῖκεϲ ἔμπειροι καὶ ἰϲχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ
παρείηϲαν, διὰ κηρίαϲ τῷ κλινιδίῳ τὸν θώρακα προϲκαταλαμβάνειν, ὥϲτε μὴ πρὸϲ τοὺϲ ἐπιϲπαϲμοὺϲ τοῦ ἐμβρύου ϲυνεπακολουθοῦν τὸ
ϲῶμα τῆϲ καμνούϲηϲ τὸν τῆϲ ὁλκῆϲ τόνον ὑπεκλῦϲαι. καθίζειν δὲ αὐτὸν ἄντικρυϲ ὀλίγον ταπεινότερον πρὸϲ τὸ τὰϲ χεῖραϲ ἐπ᾿ ἵϲηϲ τοῖϲ. ποϲὶν τῆϲ καμνούϲηϲ ὑπάρχειν, καὶ παραϲτελλομένων τῶν πτερυγω-
μάτων ἑκατέρωθεν δι᾿ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προϲηνεϲτέραν εἰναι τῆϲ δεξιᾶϲ καὶ μετ᾿ εὐπρεπείαϲ εὐεργεϲτέραν καθίεϲθαι) ϲυνηγμένων κατὰ κορυφὰϲ είϲ μείουρον τῶν δακτύλων καὶ λελιπαϲμένων καθιέναι [καὶ] διεϲτῶτοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, εἰ δὲ μή, θλίψεϲιν καὶ ϲυνεχέϲιν ἐλαιοχυτήϲεϲιν προαναχαλαϲθέντοϲ.
ἔπειτα πειρᾶϲθαι τὸ παρεγκεκλικόϲ, εἰ | δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰϲ κατάπαρϲιν ἐμβρυουλκοῦ πρὸϲ τὸ μὴ ἐκπεϲεῖν ῥᾳδίωϲ.
καὶ μεϲοπλεύρια καὶ κατακλεῖδεϲ. ὅταν δὲ τῶν εἰρημένων μηδεὶϲ
εὑρίϲκηται τόποϲ, εἰϲ κατάπαρϲιν ἑτοιμάζεται ϲπάθη διαίρεϲιϲ. θερμῷ δὲ ἐλαίῳ προκεχλιαϲμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖϲ δακτύλοιϲ κρύψαντα τῇ εὐωνύμῳ χειρὶ. πράωϲ ϲυνειϲφέρειν καὶ καταπείρειν εἴϲ τινα τόπον ἄχρι κενεμβατῇ-
ϲεωϲ 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον. ὅπωϲ ἰϲόρροποϲ καὶ μὴ ἑτεροκλινὴϲ 〈ὁ〉 ἐπιϲπαϲμὸϲ ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρουϲ παρεγκλίνοντοϲ ϲφήνωϲιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα
διδόναι τούϲ ἐμβρυουλκοὺϲ ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπωϲ πειθηνίωϲ δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε ϲπαράττων ἐν τοῖϲ
ἐπιϲπαϲμοῖϲ μήτε πάλιν ἀνιείϲ (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλ’, ὅταν δέη τὴν ἐφολκὴν ἐπιϲχεῖν, ἐν τὴ· προύπαρχούϲη τάϲει φυλάϲϲων τοὺϲ ἐμβρυουλκούϲ, μήτε μόνον ἐπ’ εὐθείαϲ ἐπιϲπώμενοϲ, ἀλλὰ καὶ εἰϲ τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖϲ κομιδαῖϲ
γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆϲ μοχλείαϲ μεταϲχηματιζόμενον
τὸ ἔμβρυον τούϲ τε τόπουϲ ἀνευρύνει καὶ εὐκόμιϲτον γενήϲεται. τούτῳ
δὲ τῷ τρόπῳ δεξιῶϲ ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὐ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ καὶ τοῦ ἐϲφηνωμένου ϲώματοϲ περι- άγειν κυκλοτερῶϲ οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶϲ φερόμενον, καὶ τοὺϲ τόπουϲ ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν
εἰρημένων γλίϲχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν
ἐπιϲπαϲμὸν μὴ εὐθέωϲ ὑπακούοντοϲ εἰϲ ἐξολκὴν τοῦ ἐμβρύου, κατ᾿ ὀλίγον δὲ καὶ πρὸϲ λόγον τῆϲ ἐφολκῆϲ ἐπακολουθοῦντοϲ, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰϲ τὰ ὑπερκείμενα δεήϲει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕωϲ ἂν ὅλον τὸ τοῦ
ἐμβρύου ϲῶμα διοδεύϲη. ὡϲαύτωϲ δὲ ἐνεργεῖν κᾶν ἐπὶ πόδαϲ φέρηται.
μένου διὰ τὴν ὑπερβάλλουϲαν ϲφήνωϲιν ἢ καὶ ἀποτεθνηκότοϲ ἤδη τοῦ 43 44 45 ἐμβρύου (καθὼϲ ϲυμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲϲ εἰναι τὸ μέροϲ μήτε θερμὸν μήτε ϲφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄϲφυκτον) περι- βάλλοντα δεῖ ῥάκη εἰϲ τὸ μὴ ὀλιϲθαίνειν ποϲῶϲ ἐπιϲπᾶϲθαι, καταϲχόντα δὲ πρὸϲ τὸ ἐμφανέϲτερα γενέϲθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ϲκέλουϲ προπεϲόντοϲ.
εiτα τοῖϲ δακτύλοιϲ ἀναϲτρέψαντα τὸ ἄλλο ϲῶμα διὰ τῆϲ καταπάρϲεωϲ
τῶν ἐμβρυουλκῶν κομίζεϲθαι. τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεϲθαι δυναμένων μήτε παρακρούεϲθαι τοῖϲ ϲπαϲμοῖϲ, ὡϲ τὴν μίαν καὶ τὰϲ δύο διὰ τῆϲ παρὰ τοῖϲ ἀκρωμίοιϲ περικοπῆϲ
ἀναιρεῖν. εἰ δὲ μείζονοϲ τοῦ κεφαλίου ὑπάρχοντοϲ ἡ ϲφήνωϲιϲ ἀπὸ
τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ ϲπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεϲιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφοϲ, διαιρεῖν, ἱνα τοῦ ὑγροῦ κενωθέντοϲ ἡ περιοχὴ ϲυμπέϲη τῆϲ κεφαλῆϲ, εἰ δὲ φυϲικῶϲ ἁδροκέφαλον, τῇ χειρὶ ϲυνθλαϲτέον τὴν κεφαλήν, ϲυνείκει 〈γὰρ〉 εὐμαρῶϲ ἁπαλῶν ἔτι τῶν
ϲωμάτων ὄντων. εἰ δὲ μή, τῷ ϲπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἡ κατὰ τὸν τοῦ βρέγματοϲ τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντοϲ γὰρ τοῦ ἐγκεφάλου ϲυμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆϲ διαιρέϲεωϲ ἀποϲτρέφειν καὶ ϲυνθραύειν τὰ ὀϲτάρια δι’ ὸδον-
τάγραϲ ἢ ὀϲτάγραϲ. εἰ δὲ διὰ μέγεθοϲ τοῦ ὅλου ϲώματοϲ μηδὲ οὕτωϲ
ἑλκόμενον ὑπακούοι, τῶν δύο ὥμων ἐνερειδομένων τοῖϲ πλαγίοιϲ μέρεϲιν τῆϲ μήτραϲ, καὶ εἰϲ τὰϲ ϲφαγὰϲ βαπτίζειν τὸ ϲπαθίον μέχρι κενεμβατήϲεωϲ εἰϲ τὸ ἔμβρυον· ἀποκριθέντοϲ γὰρ τοῦ αἵματοϲ ἰϲχνὸν
γίνεται τὸ ϲῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεϲοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶϲ γὰρ πολ
λάκιϲ ὑγρῶν καὶ αὐτὸϲ ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 ϲυνδεδεμένα μέρη τοῦ ϲτήθουϲ διὰ τῶν δακτύλων ἀποϲπῶντα τὰϲ
κατακλεῖδαϲ ἀπὸ τῶν ἀντιϲτέρνων ν〈ἤμὴ〉 εἰκόντων ἀπορρηγνύναι ϲυμπὶπτει γὰρ τὰ περὶ τὸ ϲτῆθοϲ μηκέτι διερειδόμενα ταῖϲ λεγομέναιϲ
κλειϲίν. εἰ δὲ μηδ’ οὕτωϲ ὑπακούοι, τὸ ἐπιγάϲτριον διαρρινᾶν, ὡϲαύτωϲ
κὰν ὑδρωπικὸν ἦ τὸ ἔμβρυον· κενωθέντοϲ γὰρ τοῦ ὑγροῦ ϲυμπίπτει 46 47 48 49 πρὸϲ ἰϲχνωϲιν ἡ περιοχὴ τοῦ ϲώματοϲ. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει. τῷ ἐπιγαϲτρίῳ τινὰ διόγκωϲιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων ϲπλάγχνων οὕτωϲ τε τὴν ὅλην ἐξενεγκεῖν ϲύγκριϲιν.
ανακεκλαϲμέναϲ δὲ τὰϲ χεῖραϲ ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε- θέϲτερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυϲχερέϲτερον ἐπὶ τοῦδε τοῦ ϲχήματοϲ διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήϲει δὲ τῇ δεξιd τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ-
νεῖν ἔνδοθεν· ἀνακλαϲθὲν γὰρ εἰϲ τὸν αὐχένα τῆϲ ὑϲτέραϲ ἀποϲπᾶται πολλάκιϲ. ἐργῶδεϲ δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸϲ τὰϲ
ἐξολκὰϲ ἔχειν οἰκειότητα τῷ καὶ τοὺϲ ὄφειϲ διὰ τῆϲ αὐτῆϲ ἕλκεϲθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰϲ κάθεϲιν κεχρηϲίμευκεν, ὡϲ ἔμ- προϲθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εί
μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ᾿ ὧν μὲν τὸ ἐπιγάϲτριον, ἐφ᾿ ὧν δὲ τὰϲ μαϲχάλαϲ καὶ τὰ μεϲοπλεύρια καὶ τὰ παρὰ τοῖϲ νεφροῖϲ ωϲ ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθεϲ ὑπάρχοι, τὸ μὲν ὅλον
ἐνδὸν αὐτὸ κατατέμνειν ἐπιϲφαλέϲ, ἄμεινον δὲ τὸ προπαλὲϲ ἀεὶ γενό- μενον. οἷϲ γίνονται ἀποκοπαὶ κατ᾿ ἄρθρα, καὶ γὰρ τὰ ὀϲτᾶ κατὰ
πέραϲ ῥᾳδίωϲ ἀπὸ τῆϲ ϲυνόδου λύεται. ϲυντιθἐναι δὲ τὰ κομιϲθέντα
καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκιϲ δὲ διὰ τὴν ἐπὶ πόδαϲ
ἀπείρων ὁλκὴν ἀποϲπᾶται τὸ κεφάλιον καὶ δύϲληπτόν ἐϲτιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆϲ μήτραϲ. ὁπότε Ϲ ὠϲτρατοϲ μὲν ὡϲ ἐπὶ τῶν λίθων εἰϲ τὴν ἔδραν καθεὶϲ τὸν
τῆϲ εὐωνύμου χειρὸϲ δάκτυλον, τῇ δεξιᾶ δὲ πιέζων τὸ ἐπιγάϲτριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡϲ ἐν τῷ ἀπευθυϲμένῳ 〈ὁ〉 δάκτυλοϲ οὐ δύναται τῆϲ κεφαλῆϲ ἐφικέϲθαι· προχειροτέραϲ γὰρ οὔϲηϲ τῆϲ κύϲτεωϲ πολὺ προανακεχώρηκεν ἡ ὑϲτέρα, καθάπερ ἔμ- προϲθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύϲαντα τοῦ
κεφαλίου προβιβάζειν αὐτὸ κατ᾿ ἐπικυλιϲμὸν ἄχρι τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, εἶτα δι᾿ ἐμβρυουλκοῦ καταπάρϲεωϲ κομίζεϲθαι. μεμυκότοϲ δὲ. τοῦ ϲτομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάϲκειν μέλλομεν.
φλεγμαίνοντοϲ τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον ϲκυλμόν, διὰ τῶν 50 51 ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίαϲ δὲ γενομένηϲ τοῖϲ πρὸϲ
αὐτὴν χρῆϲθαι καταλλήλοιϲ. τὸ δὲ ὠκυτόκια προϲαναγράφειν, ὡϲ ἄλλοι καὶ οἱ περὶ τὸν Ἡ π π οκράτην ἐποίηϲαν, ϲχεδιάζοντόϲ ἐϲτιν. οὕτε γὰρ δάφνηϲ φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατοϲ οὔτε δίκτα- μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνιϲον μετὰ γλυκέοϲ καὶ παλαιοῦ
ἐλαίου οὕτε καρπὸϲ ἀγρίου ϲικύου κηρωτῇ προϲπλαϲϲόμενοϲ φοινικίνῃ
καὶ ὀϲφύι περιαπτόμενοϲ ὠκυτοκίαν παραϲκευάζει·| τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθοϲ καὶ τὴν ἐξ αὐτοῦ δυϲέργειαν λύει.|
IV [XX]. Περἱ ἐγκα τεχομένων δευτέρων.
τὸ χόριον, 5 〈δὴ〉 καὶ δεύτερον’ καλεῖται, καὶ δυϲχερείαϲἐπιφέρει μετα- βάλλον καὶ ϲυϲτρέφον περὶ αὺτὸ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο πόνουϲ κεφαλῆϲ καὶ ἤτρου καὶ ϲυνολκὰϲ ἢ πνιγμοὺϲ ἀποτελεῖ, ποτὲ μὲν ἔτι ϲῷζον τὴν πρὸϲ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου ϲυνέχειαν, ποτὲ δὲ ἀπε- ϲπαϲμένον (ἀπροόπτωϲ τοῦ ἐμβρύου κατενεχθέντοϲ ἢ τῆϲ μαίαϲ ἄπει
ρωϲ τὸν ἀποτιλμὸν ἐργαϲαμένηϲ], καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρουϲ προκύπτον, καὶ ἤτοι τὴν πρὸϲ τὴν ὑϲτέραν ϲυνέχειαν ἡ προϲάρτηϲιν ἔτι ϲῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότοϲ, ποτὲ δὲ διεϲτῶτοϲ ἀκμὴν τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ ἤτοι χωρὶϲ φλεγμονῆϲ ἢ ϲὺν φλεγμονῇ.
μέλιτοϲ, καὶ καταϲειϲμῷ τῷ διὰ τῆϲ κλίμακοϲ προϲδεδεμένηϲ τῆϲ. 52 53 54 ἐξέλκειν. Δίων δὲ καὶ τοῖϲ δι’ ἐλελιϲφάκου χρῆται καὶ ϲμύρνηϲ καὶ ϲελίνου ϲπέρματοϲ ποτίϲμαϲιν. τινὲϲ δὲ ὑποθυμιῶϲιν, οἷον ἄϲφαλτον, τρίχαϲ ἀνθρωπείαϲ, κέραϲ ἐλάφειον. χαλβάνην, μελάνθιον, ἀρτεμιϲίαν.
Ϲτρὰτων δὲ ὁ Ἐραϲιϲτράτειοϲ εἰϲ χύτραν ἀργυρᾶν ἢ χαλκῆν
καϲϲιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, καϲίαν, ἔτι δὲ πρά- ϲιον, ἀρτεμιϲίαν, δίκταμνον, Ϲούϲινον, ῥόδινον, μέλι, καὶ κρατήϲαϲ τὸ πωμάτιον αὐλίϲκον περιτίθηϲιν, οὐ τὸ ἕτερον πέραϲ εἰϲ τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾶ τοὺϲ τόπουϲ δι’ ὀλίγου πυρὸϲ ἀναθερμαίνων τὰ ἀγγεῖα. M αντίαϲ δὲ παρακατακλίνει τὸ βρέφοϲ τοῖϲ μηροῖϲ τῆϲ
κυούϲηϲ, ἵνα διὰ τῆϲ οἰκείαϲ φύϲεωϲ καὶ κινήϲεωϲ οὔτωϲ ἐφέλκηται τὸ χόριον· μὴ ϲῳζομένηϲ δὲ τῆϲ πρὸϲ τὸ βρέφοϲ τοῦ χορίου ϲυνεχείαϲ μολίβδου μέγεθοϲ ἐκ τοῦ προέχοντοϲ ἀποκρίμνηϲιν, ἱνα τῷ βάρει καταϲπαϲθῇ τὸ χόριον.
πταρμικῶν ὁ πλείων ϲπαραγμὸϲ παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίαϲ, ὕϲτερον δὲ τὸν ἐκ νευρικῆϲ ϲυμπαθείαϲ ἀποτελεῖ φόβον. τὰ δὲ ποτί- ϲματα κακοῖ τὸν ϲτόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεϲϲάρια δάκνοντα καὶ ἀνελκοῦντα ϲπαϲμοhϲ καὶ ϲυνολκὰϲ καὶ ϲυμπαθείαϲ παραϲκευάζει· πλήϲϲει δὲ βιαίωϲ καὶ ὁ καταϲειϲμόϲ. τὸ δὲ ὁπωϲοῦν
ἐπιϲπᾶϲθαι τὸ χόριον διὰ τὸν ϲπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ ϲτόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέροϲ. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ ϲυμ
πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργόϲ ἐϲτιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέραϲ τιθέμενοϲ εἰϲ τὸ
γυναικεῖον αἰδοῖον αὐλίϲκοϲ τῇ διαδόϲει πυρούμενοϲ περιφλέγει τούϲ τόπουϲ. πολέμιον δὲ καὶ τὸ διὰ τῆϲ ἐξαρτήϲεωϲ τοῦ μολίβδου βιαίωϲ
τὴν ἔκφυϲιν ἀποϲπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆϲ ὑπαρχούϲηϲ (ή τε τοῦ χορίου διὰ τοῦ λίνου ϲφίγξιϲ ἄτονοϲ μὲν οὐϲα περιολιϲθήϲει
πάντωϲ, εὔτονοϲ δὲ ϲυμπάθειαν οἴϲει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ
πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆϲ κινήϲεωϲ τοῦ βρεφουϲ ἐπιβλαβέϲ, δεῖ γὰρ ἐμπείρωϲ τὴν ὁλκὴν γενέϲθαι.
ἐπὶ χειρῶν μιᾶϲ ὑπηρέτιδοϲ δεῖ τιθέναι τὸ βρέφοϲ ὑπεϲτρωμένου ῥάκουϲ· εἷτο διὰ τοῦ ϲυμπεφυκότοϲ οὐραχοειδοῦϲ ἐντέρου τῷ ὀμφαλῷ τρόπον
τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίωϲ 〈τε〉 διὰ τῆϲ ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶϲ ϲυνεντεινομένηϲ ἄμα τῆϲ κυούϲηϲ 55 56 57 ἄνευ ϲπαραγμοῦ τε καὶ ἀποϲπαϲμοῦ κομίζεϲθαι τὸ χόριον· εἰ δὲ πλεί- ονοϲ χρεία εἴη διατριβῆϲ, τὸ βρέφοϲ ἀπολύειν τῆϲ πρὸϲ τὸ κρατοῦν
ϲυνεχείαϲ καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλωϲ ἐμπεφύκοι, τὸ ἔμ- βρυον ἤδη παραλαβόντα καταϲχεῖν ἁρμόϲει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε ϲυϲτέλλεται τὸ ϲτόμιον, ἐφελκόμενον
δὲ ὅτε διίϲταται. καὶ μηδενὸϲ προκύπτοντοϲ μέρουϲ, ἐν διαϲτάϲει δὲ τοῦ ϲτομίου μένοντοϲ, λελιπαϲμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆϲ πρὸϲ τὴν μήτραν ϲυμφύϲεωϲ τὸ χόριον καὶ εἰϲ αὺτὸ ϲυνεϲτραμμένον εἴη, ἐπιϲπᾶϲθαι λαβόμενον, εἰ δὲ ϲυμπεφυκόϲ, ἁπλώϲαντα τοὺϲ δακτύλουϲ ἐνδοθὲν πειρᾶϲθαι διὰ τῆϲ ἐξ ἑκατέρου
μέρουϲ ἀντιπεριαγωγῆϲ ἀπολύειν αὐτὸ πειθηνίωϲ· οἱ γὰρ ἀπείρωϲ κατ’ εὐθ τείνοντεϲ καὶ τὴν ὑϲτέραν ἐπεϲπάϲαντο πολλάκιϲ εἰϲ ἐκϲτρο-
.φῆν. μὴ ἐπακούοντοϲ δὲ τοῦ δευτέρου πρὸϲ τούϲ ἠρεμωτέρουϲ ἐπι- ϲπαϲμούϲ ἢ καὶ μεμυκότοϲ τοῦ ϲτομίου καὶ φλεγμαίνοντοϲ καταλείπειν
αὐτὸ [καὶ] δεῖ καὶ ὡϲ φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματιϲμοῦ καὶ
καταπλάϲεωϲ τῶν μορίων καὶ θερμῆϲ τροφῆϲ· ἀνιεμένηϲ γὰρ τῆϲ φλεγμονῆϲ ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδηϲιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκιϲ ϲυναπέπλευϲε τοῖϲ ὑγροῖϲ καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτιϲμοῖϲ ἐπηκολούθηϲεν]. χωρὶϲ εἰ μὴ βάϲειϲ μὲν χοιράδων προϲφυεὶϲ καταλείπουϲί τινεϲ ὡϲ 〈εἰϲ〉
διαμύδηϲιν γενηϲομένην. τὸ δὲ χόριον ἐμπεφυκὸϲ κατηγγειωμένωϲ ϲπλάγχνῳ μετὰ βίαϲ ἀποϲπάϲαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλαϲμῷ δυνάμενον πειθηνίωϲ περιμυδῆϲαι.|
V [XXI]. 〈Περἱ τῶν ἐν γυναικείοιϲ μέρεϲιν ἀπ οϲτημά των.〉
VI[XXII]. 〈περὶ τ ὧν ὑϲ τεραϲ ἑλκ κῶν〉
VII[XXIV]. 〈Περὶ ϲυρίττων ἐν μήτρα〉
ΙX [XXV]. 〈Περὶ ὑπερμεγέθουϲ νύμρηϲ〉
X [XXVI]. 〈Περὶ κερκῶϲε εωϲ〉
XΙ [ XXVII]. 〈Περὶ θὑμῶν τῶν ἐν γυναικείοιϲ μέρεϲιν〉
XII [ XXVIII|. 〈Περὶ ῤα γάδων 〉
XIII[ XXIX]. 〈Περὶ κονουλωμάτων.〉
XIV [XXX]. 〈Περὶ αἱμορροῖδων ἐν τἠ ἠτρ ρα〉
XV [XXXI]. Περὶ προπτώϲεωϲ μήτραϲ [δι᾿ ἐμβρυουλκίαν].
μήτραν ἀπειλή· οὐ γάρ, ὥϲ τινεϲ ὑπολαμβάνουϲιν, ἀπολυθεῖϲα ἡ μήτρα τῶν προϲφύϲεων ὅλη προπίπτει (οὐδὲ γὰρ ἀποκαταϲτῆναι δύναται, 〈ἐὰν τοιαύτη γένηται〉 πρόπτωϲιϲ)· τὸ δὲ προπῖπτον παρα- πλήϲιόν ἐϲτιν ῷῷ ϲτρουθοκαμήλου παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸϲ λόγον τῆϲ κατὰ τὴν βίαν γινομένηϲ ἐκτροπῆϲ. προπίπτει μὲν οὑν
ϲπανίωϲ, διὰ πλείουϲ δὲ αἰτίαϲ. καὶ γὰρ ἀφ᾿ ὕψουϲ κατενεχθεῖϲα γυνὴ καὶ ἐπὶ τὰ ἰϲχία ἑδραϲθεῖϲα πάϲχει τὸ τοιοῦτον ῥηγνυμένων 〈καὶ ἀποϲπωμένων〉 τινῶν ὑμένων τῶν ϲυνδούντων αὐτὴν πρὸϲ τὰ παρακείμενα. γίγνεται δὲ καὶ δι᾿ ἐξολκὴν εὔτονον τοῦ χορίου, ὅπερ μάλιϲτα ἐν ταῖϲ λεγομέναιϲ ὠμοτοκίαιϲ ϲυμβαίνει. καὶ ἄτεχνοϲ δὲ
ἐμβρυουλκία εἰργάϲατο τὸ πάθοϲ. γίγνεται 〈δὲ〉 καὶ διὰ κατοχὴν 〈τοῦ〉 πνεύματοϲ ἢ πήδημα καὶ διὰ βάρουϲ ἄρϲιν καὶ διὰ πληγήν, 62 63 64 ἐνίοτε δὲ καὶ διὰ παράθεϲιν ὑγροῦ πολλοῦ καὶ γλίϲχρου 〈τῇ πολλῇ ἐπιτέγξει χαλαρῶν γενομένων καὶ παρειμένων τῶν κατὰ τὸν ἄνιω
πυθμένα αὐτῆϲ ἐξαρτημάτων〉. ϲυνέβη δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθοϲ· ἢ γὰρ τέκνων ἀποβολῆϲ προϲαγγελθείϲηϲ ἢ πολεμίων ἐφόδου ἢ κατὰ θάλαϲϲαν χειμαϲθεῖϲαι ϲφοδρῶϲ ἔπαθον τὴν πρόπτωϲιν, λυθεῖ
ϲαι τὸ πᾶν ϲύγκριμα, ὥϲτε καὶ τὴν μήτραν ἐξολιϲθῆϲαι. ἐϲθ’ ὅτε δὲ
ἄνευ τινὸϲ αἰτίαϲ τοιαύτηϲ τῶν ϲωμάτων ἀϲθενηϲάντων |καὶ τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ὁμοίωϲ παραλύϲει ἀτονηϲάντων
ϲυνέϲτη τὸ πάθοϲ, οἰον γίνετm ἐπὶ τῶν παρηκμακυιῶν. κατ’ ἀρχὰϲ μὲν οὑν γίνεται πλείονοϲ αματοϲ φορά, ἔπειτα δὲ καὶ ὀδύνη λαγόνων
καὶ ὀϲφύοϲ καὶ ἐπιγαϲτρίου καὶ αἰδοίου, καὶ φόβοϲ ἐϲτὶ ψυγένταϲ 〈τοὺϲ τόπουϲ〉 [τὸν] ϲπαϲμὸν ἐπενεγκεῖν· χρονιϲμοῦ δὲ γενομένου καὶ τῶν ϲωμάτων τυλωθέντων ὅ τε φόβοϲ καὶ ὁ πόνοϲ ἐκλύεται.
ἐμφερῶν 〈ἢ〉 χαλαϲθέντων καὶ ὅμοιόν τι παραλύϲει ἐργαϲθέντων·
οἱ δὲ π ἔρι τὸν ‘Ιπποκράτην καὶ Ἡρφιλον μόνον τὸ ϲτόμιον (γνωρίζεται δὲ ἐκ τοῦ τρuφεροῦ προπῖπτον τὸ ϲύγκριμα ὅμοιον κεφαλῆ πολύποδοϲ. ὡϲ Ἡρὁφιλοϲ ἔλεγεν, πόρον ἔχον ὡϲ παραδέξαϲθαι
διπύρηνον)· οἱ δὲ μηδ’ ὅλωϲ· οὐκ ἂν γάρ φαϲιν ἀποκαθίϲαι τὴν μήτραν
ἀπὸ μέρουϲ, φλεγμαῖνον δὲ τὸ ϲτόμιον ψανταϲίαν παρέχειν προπτιώ-
ϲεωϲ. οἱ δὲ κατ’ ἐκτροπὴν γίνεϲθαι τὴν πρόπτωϲιν αὐτῆϲ ὑπο- λαμβάνουϲιν, ὡϲ ποτὲ μὲν 〈τὸν〉 ἔξωθεν, ποτὲ δὲ τὸν ἔνδον αὐτῆc χιτῶνα προπίπτειν· διπλῆν γὰρ αὐτὴν ὑπάρχειν καὶ τὸν μὲν ἔξωθεν αὐτῆϲ χιτῶνα τοῖϲ ὑπερκειμένοιϲ ϲυμπεφυκέναι, τὸν δ’ ἔϲωθεν τούτῳ
ϲυνηρτῆϲθαι καὶ τῆ χαλάϲει τῶν ὑμνων προπίπτειν· οἱ δὲ καὶ τὴν ὅλην κατὰ ῥῆξιν ὴ παράλυϲιν, ἢ ἀπὸ μέρουϲ καὶ εἰϲ τὰ ἑαυτῆϲ κοῖλα ἔτι ἐνδιπλουμένην. ὅταν μὲν οὐν κατὰ ῥῆξιν, φαϲίν, προπέϲῃ,
φανήϲεται παντελῶϲ ἔναιμοϲ, κατὰ προήγηϲίν τινοϲ πτώϲεωϲ ἢ βίαϲ 65 66 67 68 69 70 τινὸϲ ἢ πληγῆϲ· ὅταν δὲ κατ’ ἐπιχαλαϲμὸν ἢ καὶ παράλυϲιν, οὐκ ἔναιμοϲ οὔτε παχυτέρα, καὶ κατὰ τὸ πλεῖϲτον ἐξ ἀδήλου προφάϲεωϲ, ἐνιάκιϲ δὲ καὶ κατὰ τὰϲ αὐτὰϲ ταῖϲ προτέραιϲ περιϲτάϲειϲ παραλύεται. καὶ πάλιν ἀπὸ μέρουϲ μὲν αὐτῆϲ προπεπτωκυίαϲ ἀπευθυϲμένου τρόπον
ἐξ ἑκατέρων τῶν μερῶν ἐκπροπτώϲειϲ ὁρῶνται. κατ’ ἐκϲτροφὴν δὲ 〈τῆϲ〉 ὅληϲ περιφερείαϲ ὄγκοϲ ϲτρογγύλοϲ εὑρίϲκεται προπίπτων, ἐμ φερὴϲ ψῷ, ποτὲ μὲν ἐν τῷ γυναικείῳ μένων κόλπῳ, ποτὲ δὲ προ- χειρὸτεροϲ γινόμενοϲ κοὶ πρὸ τῶν πτερυγωμάτων, ἐνερευθὴϲ 〈μὲν〉 κατ’ ἀρχάϲ, ὑπόλευκοϲ δὲ ὕϲτερον. ϲυγχωρήϲαντεϲ δὲ καὶ ὅλην 〈ἢ〉
ἀπὸ μέρουϲ αὐτὴν προπετῶϲ 〈φέρεϲθαι〉 μεμφόμεθα πρῶτον 〈μὲν〉 εὐρυφῶντα δι’ ἡμέραϲ καὶ νυκτὸϲ ὅληϲ 〈τὴν〉 κάμνουϲαν ἐξαρτή- ϲαντα τῶν ποδῶν ἀπὸ κλιμακίου κἄπειτα κατακλίναντα μὲν ὑπτίαν, θΘρέψαντα δὲ πτιϲάνῃ ψυχρῇ· ἀνυπομόνητοϲ γὰρ ἡ ἀνάρτηϲιϲ καὶ. φυϲώδηϲ ἡ τροφὴ καὶ ἄτεχνοϲ ἡ τῶν ἡμερῶν διαρίθμηϲιϲ, ἐξ ὧν εἰϲ
τοὺϲ καιροὺϲ ἀποβλέπει. θὐήνωρ δὲ ϲάρκα βοείαν ἐντίθηϲιν εἰϲ τὸ
γυναικεῖον αἰδοῖον, οὐκ εἰδὼϲ τοὺϲ ἀπὸ τῆϲ ϲήψεωϲ ἰχῶραϲ [ἐν] τῇ δριμύτητι νομῆϲ αἰτίουϲ γενήϲεϲθαι. Διοκλῆϲ δὲ ἐν τῷ δευτέρῳ
τ ὧν Γυναικείων ἐνθλίβων πνεῦμα διὰ χαλκευτικῆϲ φύϲηϲ ἀπεντάϲϲει. τὴν ὑϲτέραν, εἰτα ὑοιὰϲ περιψήξαϲ καὶ εἰϲ ὄξοϲ ἀποβάπτων ἐντίθηϲιν,
ϲτρόφον μὲν ἐργαϲάμενοϲ διὰ τοῦ πνεύματοϲ, θλίψιν δὲ διὰ τῆϲ ῥόαϲ· ἀπηνὴϲ γὰρ καὶ ϲτύφουϲα. τινὲϲ δὲ ϲάκκον τρίχινον τῇ ὑϲτέρᾳ
προϲβάλλουϲιν, ὥϲτε διὰ τὴν ὀξύτητα τῶν τριχῶν ἀλγήϲανταϲ τοὺϲ τόπουϲ ϲυνελκυϲθῆναι, μὴ εἰδότεϲ ὅτι τὰ παραλελυμένα μὲν οὐδὲν ἀλγεῖ, τὰ δὲ ἀλγήϲαντα πρὸϲ ὀλίγον ϲυνελκυϲθέντα προπίπτει πάλιν.
οἱ π ὅλοι δὲ τοῖϲ μὲν εὐώδεϲιν ἀποϲφραίνουϲιν, ὑποθυμιῶϲιν δὲ
ὑπεναντίωϲ τὰϲ ὑϲτέραϲ, καὶ νῦν ὡϲ ζῷον οἰόμενοι τὴν ὑϲτέραν φεύγειν μὲν τὰ δυϲώδη, πρὸϲ δὲ τὰ εὐώδη φέρεϲθαι. μεμφόμεθα δὲ
71 72 73 καὶ Ϲτρά τῶν α ϲποδῷ δεδευμένῃ τὸν κόλπον ἀναπληροῦντα, προϲ- θέτῳ δὲ χρώμενον καϲτορίῳ· δριμεῖα μὲν γὰρ ἡ ϲποδόϲ, ϲυμπληρω- τικὸν δὲ τὸ καϲτόριον.
ϲαντα μὲν τὸ ϲπλάγχνον ὕδατι ψυχρῷ ἢ [ὄξει] ὀξυκράτῳ τοῖϲ δακτύ- λοιϲ ἐγχειρεῖν τῇ τῆϲ μήτραϲ καταϲτολῇ, καὶ γὰρ ὑπακούει κατ’ ἀρχὰϲ ῥᾳδίωϲ πρὸϲ τὸν καταρτιϲμόν. εἰ δὲ μὴ ὑπακούοι, διὰ ϲπόγγου περι- φεροῦϲ προϲτεθέντοϲ ἐνδιατάϲϲειν μετεωριζομένων 〈τῶν μηρῶν〉 ὑπύ
τινων δεξιῶϲ ὑπηρετεῖν δυναμένων. μετὰ δὲ τὴν καταϲτολὴν ἐκπλῃ
ροῦν τὸ γυναικεῖον αἰδοῖον ἐνθέϲει ϲπογγιᾶϲ ὀξυκράτῳ βεβρεγμένηϲ ἠερίου καὶ τῇ ἐπιδέϲει ϲυλλαμβάνοντα ϲυνάγειν τούϲ μηροὺϲ καὶ περιπλέκειν ἐκτεταμένουϲ· μετεωρίζειν δὲ τὰ περὶ τὴν ὀϲφὺν ὑποθέϲει
προϲκεφαλαίου ἢ τὰ περὶ τοὺϲ πόδαϲ τῆϲ κλίνηϲ μετέωρα ποιεῖν. καὶ
ϲυϲτέλλειν ἄχρι διατρίτου καὶ τότε διδόναι τροφὴν ὀλίγην ἁπλῆν,
εἶτα παρὰ μίαν· ϲτερεοποιηθείϲηϲ δὲ τῆϲ καταϲτολῆϲ μετὰ προϲοχῆϲ ἀναλαμβάνειν .εἰ τὰ τῆϲ ἡλικίαϲ ϲυλλαμβάνοιτο. [87.] ἐπἱ γὰρ τῶν πρεϲβυτέρων καταϲτέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶϲ.
τωμα εἴη, διὰ καθετῆροϲ αὐτὸ κομιϲτέον. ϲυμβαίνει γὰρ ἐπὶ 〈τὸ〉 πλεῖϲτον ἐγκατέχεϲθαι ταῦτα τῷ μέϲην τὴν ὑϲτέραν τεταγμένην ἀπευ- θυϲμένου καὶ κύϲτεωϲ παραποδίζειν 〈τε〉 ἐν ταῖϲ προπτώϲεϲι ταῖϲ φυϲι- καῖϲ ἐκκρίϲεϲι θλίβουϲαν καὶ ϲτενοχωροῦϲαν τοὺϲ τόπουϲ 〈καὶ παραποδί -
ζεϲθαι ὑπ’ αὐτῶν ἐν ταῖϲ ἀναθλίψεϲιν αὐτήν〉. ϲχηματίζειν δὲ μετὰ
τοῦτο τὴν κάμνουϲαν ὑπτίαν ὑψηλότερα ἔχουϲαν τὰ ἰϲχία καὶ κάμψα- ϲαν τὰϲ ἰγνύαϲ μετὰ τοῦ διεϲτάναι ἀπ’ ἀλλήλων τὰ ϲκέλη. ἔπειτ ἐλαίῳ πολλῷ χλιαρῷ καταντλήϲαντα τὸ προπεπτωκὸϲ τῆϲ μήτραϲ ἐπὶ πολὺ καὶ ποιήϲαντα ϲύϲτρεμμα ἐξ ἐρίου ϲχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπω περιβάλλειν ἔξωθεν τὸ ϲύϲτρεμμα τοῦ ἐρίου
ἰϲχνοτάτῳ καὶ καθαρῷ ὀθονίῳ. κἄπειτα καταβάπτειν ταχέωϲ εἰϲ 74 75 76 77 ὀξύκρατον ἢ [καὶ 〈εἰϲ〉 ἀφέψημα χλιαρὸν μυρϲίνηϲ ἢ ϲχίνου ή βάτου ἢϲιδίων ἢ ῥόδων ἐγκαθίζειν κἄπειτα καταβάπτειν] εἰϲ χυλὸν ἀκακίαϲ ἢ ὑποκιϲτίδοϲ οἴνῳ διειμένηϲ καὶ προϲτιθέναι τῇ ὑϲτέρᾳ καὶ διαβιβά- ζειν πᾶν τὸ προπεπτωκὸϲ ἠρέμα ἀναθλίβοντα, ἄχριϲ οὐ ἡ μήτρα ἐπὶ
τὸν ἴδιον τόπον ἀναχωρήϲῃ καὶ ὁ τοῦ ἐρίου ὄγκοϲ ὅλοϲ ἐν τῷ κόλπῳ γένηται [τοῦτ’ ἔϲτιν ἐν τῷ αἰδοίῳ]. εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ
ϲτύ φοντι βεβρεγμένα, εἶτα ϲκέπειν τὸ ἦτρον ὅλον ϲπόγγῳ ἢ ἐρίοιϲ ἐξ
ὀξυκράτου τεθλιμμένοιϲ καὶ τὸ ἐπιγάϲτριον καὶ ἐφήβαιον καὶ ὀϲφύαϲ καὶ ἐπιδεϲμεῖν ἐκτείνειν τε τὰ ϲκέλη τῆϲ γυναικόϲ, ὥϲτε τὸ ἕτερον τῷ
ἑτέρῳ ἐπικεῖϲθαι. μετὰ δὲ τοῦτο ϲικύαϲ προϲβλητέον μετὰ φλογὸϲ πλείονοϲ πρὸϲ ὀμφαλὸν καθ’ ἑκατέραν λαγόνα καὶ ὀϲφραντὰ ταῖϲ ῥιϲὶν εὐώδη ϲυνεχῶϲ προϲενεκτέον. τῆ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου
τῷ κόλπῳ τοῦ ἐρίου ἐγκαθιζέτω ἡ γυνὴ εἰϲ οἶνον μέλανα αὐϲτηρὸν κεχλιαϲμένον ποϲῶϲ ἢ εἰϲ ἀφέψημα βάτου ἢ μυρϲίνηϲ ἢϲχίνου ἢ
ϲιδίων. μετὰ δὲ τὸ ἐγκάθιϲμα κατακλιθείϲηϲ αὐτῆϲ ὑπτίαϲ ἀναρρόπου ὡϲ ὑψηλότερα ἔχειν τὰ πρὸϲ τοῖϲ ἰϲχίοιϲ, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείϲθω, ἕτερον δὲ ἐντιθέϲθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέϲθω δὲ τὸ ἐπιγάϲτριον φοίνιξιν, ἀλφίτοιϲ, ϲιδίοιϲ, 〈φακῷ μετ’ ὀξυμέλιτοϲ〉. καὶ διὰ τρίτηϲ πάλιν τὰ αὐτὰ γινέϲθω μέχρι παν-
τελοῦϲ θεραπείαϲ.
κατεψῦχθαι, ποτὲ δὲ καὶ προδήλωϲ φλεγμαίνειν καὶ περιωδυνεῖν ἢ κατὰ παράλυϲιν προπεπτωκέναι, θερμῷ ὕδατι ἢ ὑδρελαίῳ 〈καταντλεῖν〉 ἢχυλῷ τήλεωϲ ἑφθῆϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ καὶ οὕτωϲ ἀπεντάϲϲειν·
ἄν δὲ τὸ μέγεθοϲ 〈τῆϲ φλεγμονῆϲ〉 ἀπαιτήϲῃ, καὶ φλεβοτομεῖν καὶ τοῖϲ ἄλλοιϲ χρῆϲθαι χαλαϲτικοῖϲ διὰ τὴν παράλυϲιν [ἢ τὸ μέγεθοϲ τῆϲ φλεγμονῆϲ]. εἰ δὲ χρονίϲειεν, ὥϲτε ϲυνεχῶϲ προπίπτειν, ὀξυκράτῳ
περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐφ’ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν πάντα, ἤγουν ϲικύαϲ κούφαϲ καὶ τὰ
ἐπιθέματα τά τε διὰ φοινίκων, μήλων ἰυδωνίων καὶ πάντων ἤδη τῶν ϲτύφειν δυναμένων ἢ τὰ δι’ ἰτεῶν καὶ τῶν τὸ αὐτὸ ποιεῖν δυναμένων. εἶτα τὴν ὅλην ϲύγκριϲιν τονοῦν τῷ ἀναληπτικῷ κύκλῳ χρώμενον,
78 79 80 81 ὕϲτερον δὲ τῷ μεταϲυγκριτικῷ· φοινίϲϲειν δὲ τὰ περὶ τὸ ἐφήβαιον καὶ τὴν ὀϲφὺν καὶ τὸ ἐπιγάϲτριον παροπτήϲει, ϲυήγμαϲιν δριμέϲιν, ϲιναπιϲμῷ, πεϲϲοῖϲ τοῖϲ διὰ νίτρου καὶ ϲταφίδοϲ 〈καὶ〉 ἁλῶν καὶ πᾶϲι
τοῖϲ ἐκ τῶν μεταϲυγκριτικῶν ἐϲκευαϲμένοιϲ ὑλῶν. ἱ πλεῖϲτοι δὲ ϲυνεχῶϲ προπίπτουϲαν αὐτὴν ἁλϲὶν ἢ νίτρῳ ϲυμπάϲαντεϲ οὕτωϲ ἀπῶ
θοῦϲιν, ὅπερ καὶ Θεϲϲαλὸϲ ἐνόμιϲεν 〈οὐκ〉 ἀκολούθωϲ αὺτῷ. τὰ γὰρ μεταϲυγκριτικὰ δεῖ παραλαβεῖν ἐν διαλείμματι [ἢ ὅτε] μᾶλλον ἢ ἐν ἐπιθέϲει, ὅτε προπέπτωκεν ἡ μήτρα.
ἐνίαιϲ τὴν μήτραν προπεπτωκυῖαν, τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον· εἰ δὲ μή, καὶ ἀποτμητέον τὸ μελανθέν, εἰ καὶ λοβὸν ῆπατοϲ ἢ πνεύμονοϲ
ἀποτέμνομεν κατὰ τὴν πρόπτωϲιν μελανθέντα. κὰν ὅλη μελανθῇ, τὴν ϲύμπαϲαν ἀποτμητέον, οὐ μόνον διὰ τοὺϲ ἱϲτορήϲανταϲ αὐτὴν ἀκινδύνωϲ ἐκτέμνεϲθαι, ὧν ἔμπροϲθεν ἐμνημονεύϲαμεν, ἀλλ’ ὅτι τὸ
ἀποκοπτόμενον οὐκέτι κύριόν ἐϲτιν μέροϲ, ἠλλοτριωμένον δὲ ϲῶμα καὶ ἀνοίκειον. εἰ δὲ ἐκ τοῦ ϲυνεχῶϲ προπίπτειν ἑλκωθεῖϲα ϲυμφύη τοὶϲ πτερυγώμαϲιν, ὡϲ ἱϲτοροῦϲί τινεϲ, διακριτέον τὴν πρόϲφυϲιν ὡϲ ἐντέρου πρὸϲ περιτόναιον· ἄμεινον δὲ τῆϲ ἀϲφαλείαϲ χάριν τῶν πτερυτωμάτων τι τῇ μήτρᾳ προϲχαρίζεϲθαι μὴ δυναμένηϲ τῆϲ δία
κρίϲεωϲ ἴληϲ ἀποτελεϲθῆναι.
XVI [XXXII]. 〈Περὶ φιμοϲευϲ μτραϲ〉
XVII [XXXIII]. 〈Περὶ ἀτρῖτων 〉
Gynaeciorum Libri IV. Soranus. ed. Johannes Ilberg. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.