Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3)
1τοῦ τῶν πολλῶν δικαστηρίου, καὶ μήτε τὸν κυβερνήτην ἐπιλαβόμενον τῆς νεώς, καὶ χρώμενον τῇ τέχνῃ κατὰ τοὺς ναυτικοὺς λόγους, εὐθύνεσθαι πρὸς τῶν ἀτέχνων, μήτε τὸν ἰατρὸν ἀνέχεσθαι τοὺς κάμνοντας τὰ προστάγματα αὐτοῦ καὶ τὰ ἰάματα καὶ τὰ
διαιτήματα ἐπισκοποῦντας καὶ βασανίζοντας, ἀλλʼ οὐδὲ κεραμέας, οὐδὲ σκυτοτόμους, οὐδὲ τοὺς τὰ ἔτι τούτων ἀτιμότερα μεταχειριζομένους, ἄλλόν τινα ἔχειν δικαστὴν τῶν ἔργων, πλὴν τῆς τέχνης.
ψάμμους εἰδότι καὶ κα|ταμαντευσαμένῳ τῆς θαλάττης, 2 οὔπω καὶ νῦν πεπαῦσθαι συκοφαντούμενον καὶ εὐθυνόμενον, 3 4 5 ἀλλὰ πικροτέρους αὐτῷ εἶναι τοὺς ἐπιγιγνομένους αἰεὶ καὶ τοὺς συκοφάντας Ἀνύτου καὶ Μελήτου, καὶ τοὺς δικαστὰς Ἀθηναίων τῶν τότε·
Πολύκλειτος ἢ Φειδίας, παρέπεμπεν ἂν τὰ ἔργα αὐτῶν μετʼ εὐφημίας ἡ τῆς τέχνης δόξα· ὁρῶντες γοῦν ἐκεῖνα οἱ ἄνθρωποι, μὴ ὅτι αἰτιᾶσθαι, ἀλλʼ οὐδὲ ἐξετάζειν τολμῶσιν, ἀλλʼ εἰσὶν αὐτεπάγγελτοι ἐπαινέται θεαμάτων ἐνδόξων·
ἀγαλμάτων δημιουργοὺς ἀγαθὸς ἦν τὴν χειρῶν τέχνην, ἀλλὰ τὸν αὑτοῦ βίον συμμέτρως, καὶ πρὸς τὸ ἀκριβέστατον, λόγῳ καὶ πόνῳ καὶ ἐθισμῷ καὶ εὐτελείᾳ καὶ καρτερίᾳ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς ἡρμόσατο· τοῦτον μὴ τυγχάνειν βεβαίας δόξης, μηδὲ
ἐπαίνων ὡμολογημένων, μηδὲ ὁμοφώνων δικαστῶν, ἀλλὰ ἄλλον ἄλλό τι διατελεῖν ὑπὲρ αὐτοῦ λέγοντας; ||
δὲ οἱ ἕνδεκα, ἀπέκτεινεν δὲ ὁ ὑπηρέτης.
ἁπάντων, οὐδὲ τῷ ὑπηρέτῃ ἐχαλέπαινεν, οὐδὲ πρὸς τὸ φάρμακον ἐδυσχέραινεν·
ἀποθανεῖν·
μήτε εἰπεῖν λόγον, βεβιωκὼς μὲν πόρρω ἡλικίας, ἐπαινέτας δὲ σχὼν τοῦ τρόπου Ἑλλήνων μὲν οὐ τοὺς φαυλοτάτους τὴν φύσιν, θεῶν δὲ τὸν Ἀπόλλωνα·
δὲ τῶν σοφιστῶν Ἀνύτου, ἐκ δὲ τῶν συκοφαντῶν Μελήτου, ἐκ δὲ τῶν ῥητόρων Λύκωνος, καὶ τοῦ μὲν κωμῳδοῦντος, τοῦ δὲ γραφομένου, τοῦ δὲ εἰσάγοντος, τοῦ δὲ λέγοντος, τῶν δὲ δικαζόντων, ἐχαλέπαινεν πρῶτα μὲν τῷ Ἀριστοφάνει, καὶ καταστὰς ἐν Ἀθηναίοις
ἀντεκωμῴδει τὸν ἄνδρα ἐν Διονυσίοις, ἔτι μεθυόντων 14 15 δικαστῶν· ἔπειτα εἰς τὸ δικαστήριον παρελθὼν ἀντερρητόρευεν τοῖς λέγουσι καὶ λόγους διεξῄει μακρούς, ἀπολογίαν εὖ μάλα εἰς ἐπαγωγὴν δικαστῶν συγκειμένην, ἐξευμενιζόμενος μὲν τὸ δικαστήριον τοῖς προοιμίοις, πείθων δὲ τοῖς διηγήμασιν, ἀποδεικνὺς δὲ τεκμηρίοις
καὶ πίστεσιν καὶ εἰκάσμασιν, ἀναβιβαζόμενος δὲ καὶ μάρτυρας τῶν πλουσίων τινὰς καὶ ἀξιόχρεων ἐν Ἀθηναίοις δικασταῖς, κἂν τοῖς ἐπιλόγοις ἱκετεύων καὶ ἀντιβολῶν καὶ δεόμενος | καί που καὶ δάκρυα ἐν καιρῷ ἀφιείς,
φαιδρός, ὥσπερ οἱ ἐκ χειμερίου θαλάττης σεσωσμένοι.
εὐδοκίμει.
ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ ἐφίεται;
τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν.
βάσανοι, καὶ ἄλλα τοιαῦτα, ἵνα τὸ ἀφανὲς τέως ἐπὶ δικαστηρίου φωραθῇ· ἀρετῆς δὲ καὶ καλοκαγαθίας ὁ 26 27 ἔλεγχος εἷς, ἡ πρὸς ταῦτα αἰδώς, ἧς ἐξεληλαμένης τότε Ἀθήνηθεν, τί ἔδει τῷ Σωκράτει λόγου; Νὴ Δία, ἵνα μὴ ἀποθάνῃ.
ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρτάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγχάνοντα 28 πάσαις | ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ
ἐπιτηδεύμασιν καὶ ἐπιθυ || μίαις, σωφρονιστὴν κοινὸν 29 πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπικόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα λέγοντα.
δὲ ἕκαστοι τῶν ἐν ταῖς τέχναις ἀποθνήσκειν καλῶς σὺν τῇ τέχνῃ· ἦπου τὸν φιλόσοφον ἔδει λιποτάκτην γενέσθαι καὶ λιπόνεων καὶ φιλόψυχον, ῥίψαντα τὴν ἀρετὴν ὡς ἐν πολέμῳ ἀσπίδα.
ὑφειμένον, ἀλλʼ ἐλεύθερόν τι καὶ ἄξιον φιλοσοφίας;
διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρατῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην.
ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν.
34 35 36 βίος καὶ ὑγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμιλίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δικαστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου,
σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ·
νώτων ἀποστροφή, καὶ φυγὴ βλημάτων, καὶ εὐπρεπὴς δειλία; τοιγαροῦν ἔμεινεν, καὶ τὴν ἐμβολὴν ἐδέξατο, καὶ ἠρίστευσεν·
μὲν ἀπέθνησκεν, Ἀθηναῖοι δὲ κατεδικάζοντο, δικαστὴς δὲ ἦν αὐτοῖς θεὸς καὶ ἀλήθεια.
δὲ αὐτῷ ἀντιψηφίζονται.
ἦλθε καὶ ἐκ Πελοποννήσου πόλεμος· ὑπὲρ δὲ νέων διαφθειρομένων Δεκέλεια, καὶ ἡ ἐν Σικελίᾳ τύχη, καὶ ἐν Ἑλλησπόντῳ συμφοραί. Οὕτω δικάζει θεός, οὕτω καταψηφίζεται.
Dialexeis. Maximus of Tyre. ed. Hermann Hobein. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.