Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
6
Τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος« οἱ ἀπὸ Οὐαλεντίνου οὕτως ἐκδέχονται.
2
ἀρχὴν μὲν γὰρ τὸν Μονογενῆ λέγουσιν, ὃν καὶ θεὸν προσαγορεύεσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ἄντικρυς θεὸν αὐτὸν δηλοῖ λέγων· »ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.«
3
τῷ δὲ λόγῳ τῷ ἐν τῇ ἀρχῇ, τοῦτ᾿ ἐστὶν ἐν τῷ Μονογενεῖ, ἐν τῷ Νῷ καὶ τῇ Ἀληθείᾳ, μηνύει τὸν Χριστόν, τὸν Λόγον καὶ τὴν Ζωήν· ὅθεν εἰκότως καὶ αὐτὸν θεὸν λέγει τὸν ἐν τῷ θεῷ τῷ Νῷ ὄντα.
4
»ὃ γέγονεν ἐν αὐτῷ« τῷ λόγῳ, »ζωὴ ἦν«, ἡ σύζυγος· διὸ καὶ φησιν ὁ κύριος· »ἐγώ εἰμι ἡ ζωή.«
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)