Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
7
Ἄγνωστος οὖν ὁ πατὴρ ὤν ἠθέλησεν γνωσθῆναι τοῖς αἰῶσι, καὶ διὰ τῆς ἐνθυμήσεως τῆς ἑαυτοῦ, ὡς ἂν ἑαυτὸν ἐγνωκώς, πνεῦμα γνώσεως οὔσης ἐν γνώσει προέβαλε τὸν Μονογενῆ. γέγονεν οὖν καὶ ὁ ἀπὸ γνώσεως, τουτέστι τῆς πατρικῆς ἐνθυμήσεως. προελθὼν γνῶσις. τουτέστιν ὁ υἱὸς.
2
ὅτι »δι᾿ υἱοῦ ὁ πατὴρ ἐγνώσθη«. τὸ δὲ τῆς ἀγάπης πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς πατὴρ υἱῷ καὶ ἐνθύμησις ἀληθείᾳ. ἀπ᾿ ἀληθείας προελθὸν ὡς ἀπὸ ἐνθυμήσεως ἡ γνῶσις.
3
καὶ ὁ μὲν μείνας »μονογενὴς υἱὸς εἰς τὸν κόλπον τοῦ πατρὸς« τὴν ἐνθύμησιν διὰ τῆς γνώσεως ἐξηγεῖται τοῖς αἰῶσιν, ὡς ἂν καὶ ὑπὸ τοῦ κόλπου αὐτοῦ προβληθείς, ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι »μονογενής«, ἀλλ᾿ »ὡς μονογενὴς« πρὸς τοῦ ἀποστόλου προσαγορεύεται, »δόξαν ὡς μονογενοῦς«, ὅτι εἷς καὶ ὁ αὐτὸς ὢν ἐν μὲν τῇ κτίσει »πρωτότοκός« ἐστιν Ἰησοῦς, ἐν δὲ πληρώματι μονογενής· ὁ δὲ αὐτός ἐστι τοιοῦτος ὢν ἑκάστῳ τόπῳ οἷος κεχωρῆσθαι δύναται.
4
καὶ οὐδέποτε τοῦ μείναντος ὁ καταβὰς μερίζεται. φησὶ γὰρ ὁ ἀπόστολος· »ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς.«
5
εἰκόνα δὲ τοῦ Μονογενοῦς τὸν Δημιουργὸν λέγουσιν. διὸ καὶ λυτὰ τῆς εἰκόνος τὰ ἔργα, ὅθεν καὶ ὁ κύριος εἰκόνα τῆς πνευματικῆς ἀναστάσεως ποιήσας τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐκ ἀφθάρτους τὴν σάρκα. ἀλλ᾿ ὡς αὖθις ἀποθανουμένους ἤγειρεν.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)