Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
5
Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; ὅτι ὦτα τυγχάνει ἀπιστότερα ὀφθαλμῶν καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον ἐκπλήσσει.
2
ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ ἐφοβήθη, ὡς ἂν ἐν πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη· διὸ καὶ λέγει αὐτοῖς ὁ σωτήρ· »μηδενὶ εἴπητε ὃ εἴδετε.«
3
καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ᾿ ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ
4
σαρκὶ
διὰ τὸ συμπεπλέχθαι αὐτῇ. τὸ δὲ »μηδενὶ εἴπητε«, ἵνα μὴ ὅ ἐστιν ὁ κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ κυρίῳ τὰς χεῖρας καὶ ἀτελὴς ἡ οἰκονομία γένηται καὶ ὁ θάνατος ἀπόσχηται τοῦ κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ.
5
καὶ ἔτι ἡ μὲν ἐν τῷ ὄρει φωνὴ τοῖς ἤδη συνιεῖσιν ἐκλεκτοῖς ἐγένετο, διὸ καὶ ἐθαύμασαν μαρτυρουμένου τοῦ πιστευομένου, ἡ δὲ ἐπὶ τῷ ποταμῷ τοῖς μέλλουσι πιστεύειν. διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀγωγῇ.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)