εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν
κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν·
ψυχαὶ δ’ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται
ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν,
εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι,
μολπαῖς μάκαρα μέγαν ἀείδους̓ ἐν ὕμνοις·
χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ
καὶ τὰ Σειρήνων ἐρόεντα πέδιλα ἁρμόζεται,
βάσομαί τ’ ἐς αἰθέρα πολὺν ἀερθεὶς
Ζηνὶ προσμίξων.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.