Ὄλβιος ὅστις τῆς ἱστορίας
ἔσχε μάθησιν,
μήτε πολιτῶν ἐπὶ πημοσύνην
μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν,
ἀλλ’ ἀθανάτου καθορῶν φύσεως
κόσμον ἀγήρω, πῇ τε συνέστη
καὶ † ὅπῃ καὶ ὅπως.
τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν
ἔργων μελέτημα προσίζει.
ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια.
τὰ δὲ ὄργια ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι;
ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν,
οὐ θέμις ἀκοῦσαί σε, ἔστι ν δ’ ἄξἰ εἰδέναι·
ἀσέβειαν ἀσκοῦντα ὄργἰ ἐχθαίρει θεοῦ·
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.