ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος.
οὐδὲ γὰρ λάθρᾳ δοκῶ
φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον
σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν,
τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα,
οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος
πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν
ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ.
ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη
ὁ μοιχός.
ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν
πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος·
ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.