<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
κατὰ τὸν Ἐπίκουρον (fr. 271 Us.) τῆς ἀναφοῦς καλουμένης φύσεως τὸ μέν τι ὀνομάζεται κενόν, τὸ δὲ τόπος, τὸ δὲ χώρα, μεταλαμ βανομένων κατὰ διαφόρους ἐπιβολὰς τῶν ὀνομάτων, ἐπείπερ ἡ αὐτὴ φύσις ἔρημος μὲν καθεστηκυῖα παντὸς σώματος κενὸν προσαγορεύεται, καταλαμβανομένη
δὲ ὑπὸ σώματος τόπος καλεῖται, χωρούντων δὲ δι’ αὐτῆς σωμάτων χώρα γίνεται. κοινῶς μέντοι φύσις ἀναφὴς εἴρηται παρὰ τῷ Ἐπικούρῳ διὰ τὸ ἐστερῆσθαι τῆς κατὰ ἀν- τίβασιν ἁφῆς.
δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ τὸν ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, (νῦν ὄν καλοῦντες τὸ σῶμα, καθὼς καὶ ἐκ τῆς μεταλήψεως τῶν ὀνομάτων ἐστὶ συμφανές)· χώραν δέ φασιν
εἶναι διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος, κατὰ δέ τι ἀκαθεκτούμενον.
ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν, τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν 1 2 471 μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ’ ἐξιόλογον ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος.
κενοῦ ποικίλως ἐν τοῖς περὶ στοιχείων ἐζητήσαμεν, καὶ οὐκ ἀναγκαῖον τὰ νῦν τὸν αὐτὸν λόγον παλινῳδεῖν· περὶ δὲ τοῦ τόπου καὶ τῆς συζυγούσης τούτῳ χώρας, ἥτις καὶ αὐτὴ κατὰ τὸ γένος ἐστὶ τόπος, ἐπὶ τοῦ παρόντος σκεψόμεθα. προδηλοτέροις γὰρ οὖσι τούτοις καὶ παρὰ πᾶσι σχεδὸν ὁμολογουμένοις
συναπορηθήσεται καὶ ἡ περὶ τοῦ κενοῦ σκέψις, ὅσῳ καὶ περὶ ἀδηλοτέρου πράγματος προκόπτει.
κινῆσαι λόγους καὶ τὴν ἐπ’ αὐτοῖς συναγομένην ἐποχὴν κρατύνεσθαι.
κἀκεῖνο ὑπάρχειν οὗ ἐστι τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος.
ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ’ ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος.
τόπος ἔστιν· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. 3 4 477 πρὸς τούτοις· εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ
βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τό γέ τοι πῦρ φύσει κοῦφον καθεστὼς ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ φύσει βαρὺ τυγχάνον κάτω βρίθει, καὶ οὔτε τὸ
πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ᾄττει. ἔστιν ἄρα ἴδιος καὶ τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος.
ὑφ’ οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ τὸ δι’ ὃ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾡ τι γίγνεται, τουτέστιν ὁ τόπος.
κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ᾧ ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.
διεξέρχεσθαι πρὸς τὸ καταστῆσαι τὴν ὕπαρξιν τοῦ τόπου. πάντα δὲ μᾶλλον ἢ τοῦτο δύνανται ποιεῖν.
μέρη συγχωρήσει τοῦ ὅλου. καὶ ἄλλως· ἐπεὶ τὰ τινὸς 5 6 478 μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, δυνάμει ὁ λέγων· “εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος” τοῦτό φησιν· “εἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος”. ὅπερ ἦν
ἄτοπον· αὐτὸ γὰρ τὸ ζητούμενον εἰς τὴν αὐτοῦ πίστιν ὧς ἀζήτητον παρείληπται.
ὁ τόπος ἐν ᾧ ἔστι τὸ σῶμα, διαφέρων αὐτοῦ τοῦ ἐν αὐτῶ λεγομένου περιέχεσθαι σώματος, ἐκεῖνοι ὡς ὁμόλογον ἡμῖν ἀντιφωνοῦσι τὸ ἐν τόπῳ γεγονέναι Σωκράτην καὶ τὸ ἐν τούτῳ νῦν περιέχεσθαι Πλάτωνα.
ἐν τῇ σχολῇ, ὁμόλογον· ἀλλ’ ἔστιν ἡμῖν ἡ σκέψις οὐ περὶ τοῦ κατὰ πλάτος, ἀλλὰ περὶ τοῦ κατὰ περιγραφὴν τόπου, πότερον ἔστιν ἢ ἐπινοεῖται μόνον, καὶ εἰ ἔστι, ποταπὸν τὴν φύσιν, ἆρά γε σωματικὸν ἢ ἀσώματον καὶ ἐν τόπῳ περιεχόμενον ἢ οὐδαμῶς. ὣν οὐδὲν ἴσχυσαν παραστῆσαι
οἱ ταῖς προειρημέναις ὑπομνήσεσι χρώμενοι.
καὶ φύσει βαρύ, πάλιν οὐδὲν ἧττον ἀπορήσεται τὸ εἰς τί φέρεται, ἆρα εἴς γε σῶμά τι ἢ κενὸν ἢ πέρας ἢ ἄλλο τι διαφερούσης μετεσχηκὸς φύσεως.
τουτέστι τὸ πάσχον, καὶ τὸ ὑφ’ οὗ, καθάπερ τὸ αἴτιον, καὶ καθόλου τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι ἢ κοινότερον κινεῖσθαι, ἀνάγκη συνηπορῆσθαι καὶ τὸ ἐν ᾧ. τὸ δ’ ὅτι ταῦτ’ ἠπόρηται, καὶ πρότερον ἐδείξαμεν περὶ τοῦ ποιοῦντος καὶ πάσχοντος διεξελθόντες (adv. phys. I 195 sqq.), καὶ
7 479 ὕστερον διδάξομεν περὶ γενέσεως καὶ φθορᾶς (§ 310 sqq.) καὶ πρὸ τούτων ἔτι περὶ κινήσεως (§ 37 sqq.) σκεπτόμενοι.
αἴτιον γεγονέναι Ἐπικούρῳ τῆς ἐπὶ τὸ φιλοσοφεῖν ὁρμῆς.
ἀλλὰ τῶν καλουμένων φιλοσόφων, τοίνυν, ἔφησεν ὁ Ἐπίκουρος, ἐπ’ ἐκείνους μοι βαδιστέον ἐστίν, εἴπερ αὐτοὶ τὴν τῶν ὄντων ἀλήθειαν ἴσασιν.
δὲ αὐτοῖς καὶ τὰ ἀπὸ τῆς σκέψεως. εἰ γὰρ ἔστι τις ὑποδεκτικὸς τοῦ σώματος τόπος, ἤτοι σῶμά ἐστιν οὑτος ἢ κενόν. καὶ σῶμα μὲν οὐκ ἔστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος· εἰ γὰρ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ὁ δὲ τόπος ἐστὶ σῶμα, ἔσται ὁ τόπος ἐν τόπῳ, κἀκεῖνος
πάλιν ἐν τρίτῳ, καὶ ὁ τρίτος ἐν τῷ τετάρτῳ, καὶ οὕτως εἰς ἄπειρον. οὐ τοίνυν σῶμά ἐστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος.
ἐπιόντος αὐτῷ τοῦ σώματος, ἔσται κενὸν ἅμα καὶ πλῆρες, ἡ μὲν μένει, κενόν, ἡ δὲ ἐπιδέχεται τὸ σῶμα, πλῆρες. ἀδιανόητον δέ γε τὸ αὐτὸ κενόν τε καὶ πλῆρες λέγειν· τοίνυν οὐ μένει τὸ κενὸν ἐπιόντος αὐτῷ τοῦ σώματος.
καθέστηκεν· ὥστε οὐδὲ φθείρεται τὸ κενόν. καὶ οὓτως, εἰ μήτε σῶμά ἐστιν ὁ τόπος, ὡς παρεστήσαμεν, μήτε κενόν, ὧς ὑπεμνήσαμεν, οὐκ ἂν εἴη τις τόπος.
κατ’ ἀνάγκην, εἰ ἔστιν ὁ τόπος, ὀφείλει τι τούτων τυγχάνειν ὧν τὸ μέν ἐστιν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ μεταξὺ διάστημα τῶν ἐσχάτων τοῦ σώματος περάτων, τὸ δὲ πέρατα ἔσχατα.
σεσωμάτωται, καὶ ἡ μὲν ὕλη μέτεισιν ἀπὸ τόπου εἰς τόπον, ὁ δὲ τόπος οὐ μετέρχεται ἀπὸ τόπου εἰς τόπον. καὶ ἐπὶ μὲν τῆς ὕλης λέγομεν, ὅτι πρότερον μὲν ἦν ἀήρ, νῦν δὲ πυκνωθεῖσα γέγονεν ὕδωρ, ἢ ἀνάπαλιν πρότερον μὲν ὓδωρ ἦν, νῦν δὲ λεπτυνθεῖσα γέγονεν ἀήρ· ἐπὶ δὲ
τόπου οὐ λέγομεν τοῦτο, ἀλλ’ ὅτι πάλαι μὲν ἦν ἐν αὐτῷ ἀήρ, νῦν δ’ ἔστιν ἐν αὐτῷ ὕδωρ. οὐ τοίνυν δύναται ὕλη ὁ τόπος νοεῖσθαι. καὶ μὴν οὐδὲ τὸ εἶδος.
χωρίζεται τοῦ σώματος· μεταβαίνει γὰρ ἐκεῖνο καὶ εἰς ἕτερον μεθίσταται τόπον μὴ συμμεταβαίνοντος αὐτῷ τοῦ ἐν ᾧ περιείχετο τόπου. ὥστε εἰ τὸ μὲν εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, ὁ δὲ τόπος χωρίζεται ταύτης, οὐκ ἂν εἴη τὸ εἶδος ὁ τόπος. καὶ πάλιν τὸ μὲν εἶδος συμμεταβαίνει
10 481 τῇ ὕλῃ, ὁ δὲ τόπος, ὧς προεῖπον, οὐ συμμεταβαίνει τῷ σώματι· τοίνυν οὐδὲ εἶδός ἐστιν ὁ τόπος.
πρὸς τῶν περάτων, ὁ δὲ τόπος οὐ βούλεται περιέχεσθαι ὑπό τινος, ἀλλ’ ἑτέρων εἶναι περιεκτικός. εἶτα πέρας ἐστὶ τοῦ σώματος ἡ ἐπιφάνεια, τὸ δὲ μετὰ τὴν ἐπιφάνειαν διάστημα οὐκ ἄλλο τι ἐστὶν ἢ τὸ πεπερατωμένον
σῶμα. εἰ οὖν φαμεν τὸ μεταξὺ τῶν πεπερατωμένων σωμάτων τόπον εἶναι, ἔσται σῶμα ὁ τόπος· ὅπερ ἐστὶν ἀπεμφαῖνον.
καὶ μέρη αὐτοῦ καὶ ἀχώριστα, ὁ δὲ τόπος οὔτε συνεχής ἐστι τῷ σώματι οὔτε μέρος αὐτοῦ οὔτε ἀχώριστος τοῦ σώματος. οὐκ ἄρα οὐδὲ τὰ ἔσχατα τῶν σωμάτων ἐστὶν ὁ τόπος.
τοῦ σώματος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἄλλο ἐπινοεῖν, ῥητέον μηδὲν ὑπάρχειν τόπον.
καὶ τοῦ ἀέρος πυρὶ καὶ τοῦ πυρὸς οὐρανῷ, ὃν τρόπον τὸ τοῦ ἀγγείου πέρας τόπος ἐστὶ τοῦ ἐν τῷ ἀγγείῳ σώματος, οὕτω καὶ τὸ τοῦ ὕδατος πέρας ἐστὶ τόπος τῆς γῆς, καὶ τὸ τοῦ ἀέρος πέρας ἐστὶ τόπος τοῦ ὕδατος, καὶ τὸ τοῦ πυρὸς πέρας <τόπος> ἔσται τοῦ ἀέρος, καὶ τὸ τοῦ
τόπος ἔσται τοῦ πυρός.
οὐρανὸν ὑπὸ μηδενὸς περιεχόμενον ἐν ἑαυτῷ εἷναι καὶ τοῖς οἰκείοις περιέχεσθαι πέρασιν, ἀλλὰ μὴ ἐν τόπῳ τυγχάνειν.
ὂν αὐτό τε ἐστιν ἐκεῖνο καὶ ἕτερον τοῦ ὅπου ἐστίν, ὁ δὲ οὐρανὸς οὐδὲν ἔχει ἕτερον παρ’ αὐτὸν ἔξωθεν, διόπερ αὐτὸς ἐν ἑαυτῷ ὢν οὐδέ που γενήσεται.
πρῶτος θεὸς τόπος εἶναι πάντων. κατὰ γὰρ Ἀριστοτέλη ὁ πρῶτος θεὸς ἦν τὸ πέρας· τοῦ οὐρανοῦ. ἤτοι οὖν ὁ θεὸς ἕτερόν τί ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἢ αὐτὸ ἐκεῖνο ὁ θεός ἐστιν. καὶ εἰ μὲν ἕτερόν ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἔσται τι ἕτερον ἐκτὸς τοῦ οὐρανοῦ, καὶ τὸ τούτου
πέρας τόπος γενήσεται οὐρανοῦ, καὶ ταύτῃ δώσουσιν οἱ περὶ τὸν Ἀριστοτέλη ἐν τόπῳ περιέχεσθαι τὸν οὐρανόν· ὅπερ οὐχ ὑπομενοῦσιν, ἀνθεστῶτες ἑκατέρῳ τούτων, τῷ τε εἶναί τι ἐκτὸς τοῦ οὐρανοῦ καὶ τῷ τὸν οὐρανὸν ἐν τόπῳ περιέχεσθαι. εἰ δὲ ταὐτόν ἐστι τῷ οὐρανίῳ πέρατι ὁ
θεός, ἐπεὶ τὸ τοῦ οὐρανοῦ πέρας τόπος ἐστὶ πάντων τῶν ἐντὸς οὐρανοῦ, ἔσται κατὰ τὸν Ἀριστοτέλη ὁ θεὸς πάντων τόπος, ὃ καὶ αὐτὸ τῶν ἀπεμφαινόντων.
καὶ εἰ μὲν σῶμά ἐστιν, ἐπεὶ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ἔσται ὁ τόπος ἐν τόπῳ καὶ οὐκέτι τόπος· εἰ δὲ ἀσώματόν ἐστι τὸ τοῦ περιέχοντος σώματος πέρας, ἐπεὶ παντὸς σώματος τὸ πέρας ἐστὶν ἐπιφάνεια, ἔσται ἑκάστου σώματος τόπος ἐπιφάνεια, ὅπερ ἄτοπον.
τε· πῶς οὐ καταγέλαστόν ἐστι λέγειν τὸν οὐρανὸν αὐτὸν ἑαυτοῦ τόπον εἶναι; οὕτω γὰρ ἔσται τὸ αὐτὸ καὶ τὸ ἐν ᾧ ἐστι καὶ τὸ ἐν αὐτῷ, καὶ τὸ αὐτὸ ἕν τε καὶ δύο, σῶμά τε καὶ ἀσώματον. ἡ μὲν γὰρ τὸ αὐτό ἐστιν, ὲν ἔσται, ἡ 13 483
δὲ περιέχον λαὶ ἐμπεριεχόμενον, δύο γενήσεται, καὶ ᾗ μὲν περιεχόμενον, σῶμα, ᾗ δὲ περιέχον, ἀσώματον· τόπος
γὰρ ἦν.
τι τῶν ὄντων κατὰ τόπον κινεῖσθαι.
οἷς εἰσι καὶ οἱ περὶ τὸν Αἰνησίδημον, διττήν τινα κατὰ τὸ ἀνωτάτω κίνησιν ἀπολείπουσι, μίαν μὲν τὴν μεταβλητικήν, δευτέραν δὲ τὴν μεταβατικήν,
ἣν δὲ ἐπιλαμβάνει, ὁποῖόν τι γίνεται ἐπὶ τοῦ εἰς ὄξος μεταβάλλοντος οἴνου καὶ ἐπὶ τῆς ἐξ ὄμφακος εἰς γλυκὺν χυμὸν μεταβαλλούσης σταφυλῆς ἢ τοῦ ἄλλοτ’ ἄλλως ποικιλομένου τἀς χρόας χαμαιλέοντος ἢ πολύποδος.
κἀς ῥητέον εἶναι μεταβολάς· ἅς φασι καὶ τῇ μεταβλητικῇ κινήσει ὑποστέλλειν, εἶ μή τι τὴν αὔξησιν φήσει τις ἔχεσθαι τῆς μεταβατικῆς κινήσεως, προβαίνουσαν σωμάτων εἴς τε μῆκος καὶ εὖρος.
ὅλον μὲν ὧς ἐπὶ τῶν τροχαζόντων καὶ περιπατούντων θεωροῦμεν, κατὰ μέρος δὲ ὧς ἐπὶ τῆς ἐκτεινομένης καὶ συστελλομένης χειρὸς ἢ ἐπὶ τῶν τῆς περὶ κέντρῳ δινου- 14 15 484 μένῃς σφαίρας μερῶν. ὅλης γὰρ αὐτῆς ἐν τῷ αὐτῷ μενούσης τόπῳ τὰ μέρη ἀμείβει τοὺς τόπους· τὸ γὰρ κάτω ὂν πρότερον ἄνω γίνεται καὶ τὸ ἄνω κάτω καὶ τὸ πρόσω
ὀπίσω.
ποιότητα σύγκριμα πάντως κατὰ τὴν τῶν συγκεκρικότων αὐτὸ λόγῳ θεωρητῶν σωμάτων τοπικήν τε καὶ μεταβατικὴν κίνησιν μεταβάλλει.
καὶ ἄλλην ἀντὶ ἄλλης τάξιν ἀναδέξασθαι· τοῦτο δ’ οὐκ ἂν ἄλλως συμβαίη, ἐὰν μὴ μεταβατικῶς κινηθῶσιν οἱ ὄγκοι. καὶ πάλιν· ἴνα τι ἐκ σκληροῦ μαλακὸν γένηται ἢ ἐκ μαλακοῦ σκληρόν, δεῖ τὰ ἐξ ὧν ἔστι μόρια κατὰ τὸν τόπον κινηθῆναι·
συνελεύσει δὲ καὶ πυκνώσει σκληρύνεται. παρὸ ἡ μεταβλητικὴ κίνησις οὐχ ἑτέρα κατὰ γένος ἐστὶ τῆς μεταβατικῆς κινήσεως. διόπερ ἡμεῖς πρὸς ταύτην μάλιστα κομιοῦμεν τὰς ἀπορίας, ἐπείπερ αἰρομένης αὐτῆς οἰχήσεται καὶ ἡ μεταβλητικὴ κίνησις.
καὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν Δημόκριτόν τε καὶ Ἐπίκουρον, οἶς καὶ οἱ ἀπὸ τοῦ Περιπάτου ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς συναπεγράψαντο καὶ ἄλλοι παμπληθεῖς·
τομὴν ἀνήνυτόν ἐστιν, ὥστ’ οὐδὲ κινούμενόν τι ἔσται.
κινεῖσθαι δὲ μηδὲ ἕν, ὧς προβαίνοντος τοῦ λόγου διδάξομεν § 85 sqq.), ὅταν αὐτοῦ τὴν στάσιν ἀκριβέστερον ἐπισκεπτώμεθα· τὰ νῦν δὲ ἀπόχρη τοῦτο γινώσκειν, ὅτι καὶ αὐτὸς ἐπὶ τῆς αὐτῆς ἐστι δόξης τοῖς τὴν κίνησιν ἀνῃρηκόσιν.
μᾶλλον δὲ εἶναι κίνησιν ἢ μὴ εἶναι ἔλεξαν οἱ ἀπὸ τῆς σκέψεως· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις εἶναί τι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν.
ἐνστάσεις, ἐχόμενοι τῆς κατὰ τὴν κίνησιν ἐννοίας. ἔνιοι τοίνυν ὁριζόμενοι τὴν κίνησίν φασιν· ‘‘κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον.”
παρέλιπον, οἷον καθ’ ἣν ὁ κεραμεικὸς τροχὸς στρέφεται καὶ ἡ σφαῖρα τοῖς κνώδαξι περιδινεῖται, ὡσαύτως δὲ καὶ οἱ ἄξονες καὶ τὰ τύμπανα· ἕκαστον γὰρ τῶν οὕτω κινουμένων σωμάτων οὐ μετέρχεται ἀπὸ τόπου εἰς τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένον τόπω κινεῖται.
τὴν τοιαύτην φεύγοντες ἔνστασιν διορθοῦνται τὸν ἐκκείμενον ὅρον, καί φασιν, ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν. ὅ τε γὰρ τῷ περιπατεῖν κινούμενος κατὰ τοῦτητα ἀπὸ τόπου εἰς τόπον μετέρχεται, ἥ τε τοῖς κνώδαξι
περιδινουμένη σφαῖρα ὅλη μὲν οὐ μεταβαίνει τόπον ἐκ τόπου, κατὰ μέρη δὲ ἀμείβει τοὺς τόπους, καὶ στρεφομένης αὐτῆς τὸ μὲν ἄνω μέρος ἐπιλαμβάνει τὸν κάτω τόδέχεσθαι 18 486 πον, τὸ δὲ κάτω μετέρχεται εἰς τὸν ἄνω· καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἐναλλὰξ. διόπερ τὴν κίνησιν ῥητέον, φασί, μετάβασιν εἶναι ἀπό τινος τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ
κινουμένου σώματος ἤ τῶν τοῦ ὅλου μερῶν.
ἀλλ’ ἔστι τινὰ τῶν μεταβατικῶς κινουμένων σωμάτων ἅπερ τισὶ μὲν μέρεσιν ἐν τῷ αὐτῷ μένοντα τόπῳ κινεῖται, τισὶ δὲ οὐκ ἐν τῷ αὐτῶ μένοντα, ἀλλ’ ἄλλον καὶ ἄλλον ἐπιλαμβάνοντα, ὁποῖόν τι ἔστιν ἰδεῖν ἐπὶ τοῦ κυκλογραφοῦντος
καρκίνου καὶ τῆς ἀνοιγομένης καὶ κλειομένης θύρας.
θύρας ὁ μὲν κατὰ τοῦ ὁλμίσκου βεβηκὼς στροφεὺς τῷ αὐτῷ ἐνστρέφεται τόπῳ, τὸ δ’ ἀντικείμενον αὐτῷ τῆς θύρας μέρος διαφέροντας ἐπέρχεται τόπους καὶ ὃν μὲν ἀπολείπει, ὃν δὲ ἐπιλαμβάνει.
παραδοξοτέρα κίνησις μεταβατική, καθ’ ἣν τὸ κινούμενον οὔτε καθ’ ὅλον οὔτε κατὰ μέρος νοεῖται ἐκβαῖνον τοῦ ἐν ᾧ ἔστι τόπου· ἥτις καὶ αὐτὴ ἐκπέπτωκε τοῦ ὅρου, καθὼς αὐτόθεν συμφανές. καὶ ἔσται τὸ ἰδίωμα ταύτης προδηλότερου ἐπὶ ὑποδείγματος ποιησαμένων ἡμῶν τὴν δεῖξιν.
πάντως κατὰ ταύτην τὴν ὑπόθεσιν γενήσεται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ὅλον τὸ κινούμενον ἐκβήσεἄλλου 19 487 τᾶι τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος· ὁ γὰρ ἐν τῇ
τοῦ ὕδατος μένει διὰ τό, ὁπόσον ἂν δοκῇ εἰς τοὐπίσω προκόπτειν, τοσοῦτον σύρεσθαι εἰς τὸ ἔμπροσθεν. δύναται οὖν τι κινεῖσθαι μεταβατικῶς ὃ οὔτε καθ’ ὁλότητα
οὔτε κατὰ μέρος ἐκβαίνει τοῦ ἐν cb ἔστι τόπου. ταῦτα μὲν οὖν ἔοικεν εἶναι τοιαῦτα,
σῶμα ἐν τῷ αὐτῷ στρεφόμενον τόπῳ, τουτέστι κυκλοφορητικῶς, ἔσται μέν τις μεταβατικὴ κίνησις, οὔτε δὲ κατὰ ὁλότητα κινούμενον ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος, καὶ κατὰ ὁλότητα μέν, ἐπεὶ ὑπόκειται ἐν τῷ αὐτῷ τόπῳ κυκλοφορητικῶς στρεφόμενον, κατὰ
μέρος δέ, ἐπεὶ ἀμερές ἐστιν.
ἐν ᾧ ἔστι τόπου (κυκλοφορητικὴν γὰρ μόνον ἐποιεῖτο τὴν κίνησιν), οὔτε κατὰ μέρη (τῶν γὰρ ἀμερῶν σωμάτων οὐκ ἔστι μέρη).
ἐπινοίας προκόπτειν τὴν τοιαύτην κίνησιν, δεῖν δὲ αὐτὴν ἐπὶ ὑποστατῶν ἐξετάζεσθαι σωμάτων.
ἀπορίας. οὐ μὴν ἀλλὰ καὶ ἐὰν μεταστῶμεν τούτων, εὑρεθήσεται ἰσοσθενὴς ὅ τε κατασκευάζων τὸ μὴ εἶναι κίνησιν λόγος καὶ ὁ δεικνὺς ταύτην ὑπάρχειν.
αἰσθήσεως δὲ τῇ διανοίᾳ.
ἀπό τε τοῦ κινουμένου σώματος, ὅτε κινεῖται, καὶ ἀπὸ ἀπὸ τοῦ ἠρεμοῦντος, ὅτε ἠρεμεῖ, ἀλλὰ διάφορον μὲν ἀπὸ τοῦ ἀκινητίζοντος, ἀλλοῖον δὲ ἀπὸ τοῦ κινουμένου, ὥστε κατὰ τοῦτο αἰσθήσει ληπτὴν εἶναι τὴν κίνησιν.
μὴ αἰσθήσει ταύτην λαμβάνεσθαι, ἀλλὰ δι’ αἰσθήσεως μὲν διανοίᾳ δέ, φασὶν ὅτι πᾶσα κίνησις κατὰ συμμνημόνευσιν γίνεται· ἀναφέροντες γὰρ ὡς τόδε τὸ σῶμα πάλαι μὲν <ἐν> τῷδε τῷ τόπῳ ἐτύγχανε, νῦν δὲ ἔστιν ἐν ἔννοιαν λαμβάνομεν τῆς κινήσεως καὶ τοῦ κεκινῆσθαι.
αὐτὸ δὲ τό γε μνημονεύειν οὐκ ἀλόγου τινὸς αἰσθήσεως, λογικῆς δὲ δυνάμεως ἐστιν ἔργον. οὐκ ἄρα τῇ αἰσθήσει, διανοίᾳ δὲ συμβέβηκε λαμβάνεσθαι τὴν κίνησιν.
γὰρ τόπος αἰσθητός ἐστιν), οὔτε ἐπίληψιν καὶ ἀπόλειψιν· (μνημονικῶς γὰρ ταῦτα θεωρεῖται, ἡ δὲ αἴσθησις ἄλογος οὖσα ἐστὶν ἀμνήμων). οὐκ ἄρα αἰσθητόν τι ἐστὶν ἡ κίνησις.
τε διανοίᾳ, ἀδιάφορον· ἐκεῖνο γὰρ συμφανές ἐστιν, ὅτι συνᾴδειν δοκεῖ τῷ εἶναι κίνησιν ἡ ἐνάργεια. παρ’ ἣν αἰτίαν καὶ οἱ δογματικοὶ φιλόσοφοι οὐκ ἄλλοθεν εἰώθασι δυσωπεῖν τοὺς ἀπορητικούς ἢ ἀπὸ ταύτης.
ἀναχθεῖσαι ἐκ λιμένων εἰς ἑτέρους κατάγονται λιμένας; τίνα δὲ τρόπον ὁ ἀναιρῶν τὴν κίνησιν ἀπορητικὸς ἕωθεν προελθὼν τῆς οἰκίας καί τινα τῶν κατὰ τὸν βίον πραγματευσάμενος
πάλιν ὑποστρέφει; πάντα γὰρ ταῦτα ἀναντίρρητά ἐστι τῆς κινήσεως τεκμήρια. ὅθεν καὶ τῶν παλαιῶν τις Κυνικῶν τοὺς κατὰ τῆς κινήσεως ἐρωτώμενος λόγους ἀπεκρίνατο μὲν οὐδὲ ἕν, ἀναστὰς δὲ περιεπάτει, δι’ αὐτῆς
τῆς ἐναργείας τὴν ἄνοιαν τοῦ σοφιστοῦ ὀνειδίζων.
τε πίστιν καὶ ἀπιστίαν τῷ εἷναι κίνησιν τὸ μὴ εἶναι κίνησιν, πάντως ἀκολουθήσει τὸ μηθετέρῳ μὲν συναινεῖν, ἐπέχειν δὲ περὶ ἀμφοτέρων.
δείξομεν, οὔθ’ ὐπ’ ἄλλου, καθὼς παραμυθησόμεθα· οὐκ ἄρα κινεῖται. αὐτίκα γάρ, εἰ πᾶν τὸ κινούμενον ὑπὸ ἑτέρου κινεῖται, ἤτοι συνακολουθοῦντος αὐτῷ τοῦ κινοῦντος κινεῖται ἢ μὴ συνακολουθοῦντος· οὔτε δὲ συνακολουθοῦτος οὔτε ἀφισταμένου κινεῖται, ὧς δείξομεν· οὐκ
ἄρα τὸ κινούμενον ὐπ’ ἄλλου κινεῖται.
ἕπεται τῷ ἄλφα τὸ βῆτα κινοῦν τὸ ἄλφα, οὕτω καὶ τῷ βῆτα συνακολουθήσει τὸ γάμμα κινητικὸν ὂν αὐτοῦ, καὶ τῷ γάμμα τὸ δέλτα, καὶ μέχρι τοῦ ὁ).
συνακολουθήσει. ἄτοπον δέ γε ἑνὸς κινουμένου πάντα λέγειν κινεῖσθαι· οὐκ ἄρα ἕπεται τῷ κινουμένῳ τὸ κινοῦν.
σφαίρας, ἀνάγκη παθόν πως καὶ διατεθὲν ὑπὸ τοῦ κινοῦντος τὸ κινούμενον ποιεῖσθαι τὴν ἀπ’ αὐτοῦ φοράν. ἐπεὶ οὗν τὸ πάσχον οὐκ ἄλλως πέφυκε πάσχειν, εἰ μὴ κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μεταβολήν, δεήσει
καὶ τὸ κινούμενόν τι τούτων παθὸν ὑπὸ τοῦ κινοῦντος κινεῖσθαι, ὧς ἂν μηδὲν αὐτῶν πάθῃ, χωρισθέντος τοῦ κινοῦντος στήσεται.
κινούμενον.
αὐτῷ ἐκείνου κινεῖσθαι ἢ μὴ συνακολουθοῦντος, δέδεικται δὲ ἑκάτερον ἀδύνατον, λεκτέον μὴ ὑπὸ ἑτέρου κινεῖσθαι.
ἐνεργεῖ τι, τὸ δὲ ἐνεργοῦν κινεῖται, τὸ ἄρα κινοῦν κινεῖται. εἰ δὲ κινεῖται, ἐπεὶ πᾶν τὸ κινούμενον ὐπ’ ἄλλου τινὸς κινεῖται, δεήσει καὶ τὸ κινούμενον ὑπὸ τρίτου τινὸς κινεῖσθαι, καὶ τὸ τρίτον ὑπὸ τοῦ τετάρτου, καὶ τὸ τέταρτον ὑπὸ τοῦ πέμπτου, καὶ οὕτως εἰς ἄπειρον, ὥστε ἄναρχον
25 491 γίνεσθαι τὴν κίνησιν. τοῦτο δὲ ἦν ἄτοπον· οὐκ ἄρα τὸ κινούμενον ὑπ’ ἄλλου κινεῖται.
εἰς τινα διάστασιν, οἷον ἐπὶ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων, ἐπεὶ καὶ πρὸς τοὺς φυσικούς ἐστιν ὁ λόγος. ἀλλ’ εἰ μὲν πάντῃ κινητὴν ἔχει τὴν φύσιν, οὐ κινήσεται·
οὔτε γὰρ ἄνω ἐνεχθήσεται διὰ τὸ καὶ εἰς τὸ κάτω κινητὴν ἔχειν τὴν φύσιν, οὔτε κάτω διὰ τὸ καὶ εἰς τὸ ἄνω, οὔτε πρόσω διὰ τὸ καὶ εἰς τὸ ὀπίσω, οὔτ’ ὀπίσω διὰ τὸ καὶ εἰς τοὔμπροσθεν. καὶ ἐπὶ τῶν λειπομένων δυεῖν διαστάσεων
ὁ αὐτὸς λόγος.
κάτω, οὐ γενήσεται ἐκ κινουμένων σωμάτων σύγκριμα.
ὡς ἐπὶ τὴν κάτω.
τοῦ κάτω βιαζομένου μήτε τοῦ ἄνω (ἄτοπον δὲ λέγειν στάσιν γίνεσθαι ἐν τοῖς φύσει κινουμένοις),
δὲ οὐδὲ συγκρίματος ἔσται τινὸς ἀποτελεστικὰ. τοῦτο δὲ ἄτοπον. τοίνυν οὐδὲ αὐτοκίνητόν ἐστι τὸ κινούμενον.
ὂν ἤτοι προωστικῶς κινεῖν ἢ ἐπισπαστικῶς ἢ ἀνοχλητικῶς καὶ θλιπτικῶς.
εἴτε ἐπισπαστικῶς, ἔσται ἔμπροσθεν αὐτοῦ, εἴτε ἀνοχλητικῶς καὶ θλιπτικῶς, ὑποκάτω αὑτοῦ. ἀδύνατον νατον δέ γε νοεῖν τὸ αὐτὸ ἤτοι ὄπισθεν ἑαυτοῦ ἢ ἔμπροσθεν ἢ ὑποκάτω· οὐκ ἄρα αὐτοκίνητόν ἐστι τὸ κινούμενον.
εἰ δὲ μήτε ὐπ’ ἄλλου κινεῖται τὸ κινούμενον μήτε ὑφ’ ἑαυτοῦ, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μὴ κινεῖσθαι τὸ κινούμενον.
παρίστησιν, ὅτι κινεῖται μὲν οὐδὲ ἔν, κεκίνηται δέ. καὶ μὴ κινεῖσθαι μέν, τοῦτο ἀκόλουθόν ἐστι ταῖς κατ’ αὐτὸν τῶν ἀμερῶν ὑποθέσεσιν.
ἔχειν μείζονα τὸ κινησόμενον), μήτε ἐν ᾧ μὴ ἔστιν· οὔπω γὰρ ἔστιν ἐν ἐκείνῳ, ἴνα καὶ ἐν αὐτῷ κινηθῇ. ὥστε οὐδὲ κινεῖται. κεκίνηται δὲ κατὰ λόγον· τὸ γὰρ πρότερον ἐν τῷδε τῷ τόπῳ θεωροῦ μένον, τοῦτο ἐν ἑτέρῳ νῦν θεωρεῖται τόπῳ· ὅπερ οὐκ ἂν ἐγεγόνει μὴ
27 28 493 κινηθέντος αὐτοῦ. οὕτος μὲν οὖν ὁ ἀνὴρ ἐπαρήγειν θελήσας τῷ οἰκείῳ δόγματι ἄτοπόν τι προσήκατο· πῶς γὰρ οὐκ ἄτοπον τὸ μηδενὸς κινουμένου λέγειν τι κεκινῆσθαι; οἱ δὲ ἀπὸ τῆς σκέψεως ἐπ’ ἴσης καὶ περὶ τοῦ κινεῖσθαι καὶ περὶ τοῦ
κεκινῆσθαι ἀποροῦντες οὐδὲν ἄτοπον προσδέξονται, καθάπερ Διόδωρος προσήκατο.
ᾧ μὴ ἔστιν (οὐ γὰρ ἔστιν ἐν αὐτῷ)· οὐκ ἄρα κινεῖταί τι.”
τι ἔστιν, δευτέρου δὲ τοῦ ἐν ᾧ μὴ ἔστιν, καὶ τρίτου παρὰ τούτους μηδ’ ἐπινοεῖσθαι δυναμένου, δεῖ τὸ κινούμενον, εἰ ὄντως κινεῖται, ἐν τῷ ἑτέρῳ τούτων κινεῖσθαι· ἐν γὰρ τῷ ἀνεπινοήτῳ οὐκ ἂν κινοῖτο. ἐν ᾧ μὲν οὖν ἔστι τόπῳ
οὔ κινεῖται· ἐκπεπλήρωκε γὰρ αὐτόν· καὶ ἐφ’ ὅσον ἔστιν ἐν αὐτῷ, μένει· μένον δὲ ἐν αὐτῷ οὐ κινεῖται.
Ῥόδῳ ὄντα ἐν Ἀθήναις κινεῖσθαι, οὕτως οὐδὲ κοινῶς πᾶν σῶμα ἐρεῖ ἐν ἐκείνῳ κινεῖσθαι τῷ τόπῳ, ἔνθα μὴ ἔστιν.
ἀναλόγως ψευδῆ. οὗ γὰρ ἔστι τι πέρας, ἔστι κἀκεῖνο, καὶ 29 30 494 τοῦ μὴ ὄντος οὐκ ἂν εἴη τι πέρας. εἰ δὲ πέρας ὑπῆρχε τοῦ παρατατικοῦ τὸ συντελεστικόν, ἀνάγκη ἄρα τοῦ συντελεστικοῦ ὄντος, ὃ δὴ πέρας ἐστίν, εἷναι καὶ τὸ παρατατικὸν οὗ τοῦτο πέρας ἐστίν.
παρατατικοῦ, καὶ ὃν τρόπον οὐδέν ἐστι τὸ ἐφθάρθαι συντελεστικὸν μὴ προυπάρξαντος τοῦ φθείρεσθαι παρατατικοῦ, οὕτως ἀδύνατόν ἐστι, μὴ ὄντος ἀληθοῦς τοῦ κινεῖσθαι παρατατικοῦ, ἀληθὲς εἶναι τὸ κεκινῆσθαι συντελεστικόν.
κινεῖσθαι· αἱ γὰρ περὶ τοῖς κνώδαξιν εἱλούμεναι σφαῖραι καὶ οἱ περιδινούμενοι ἄξονες καὶ ἤδη τὰ τύμπανα καὶ οἱ
κεραμευτικοὶ τροχοὶ καὶ ἄλλα παμπληθῆ τούτοις ἐοικότα σώματα κινεῖται μέν, ἐν ᾧ δὲ ἔστι τόπῳ κινεῖται, ὥστε ψεῦδος εἶναι ἕν τι τοῦ λόγου λῆμμα, τὸ μὴ κινεῖσθαί τι ἐν ᾧ ἔστι τόπῳ.
ἠρωτῆσθαί φασι τὸν λόγον. τὸ γὰρ κινούμενον νοεῖται σύν τόπω τῷ ἀφ’ οὗ κινεῖται καὶ τῷ εἰς ὃν κινεῖται· διόπερ ὅταν λέγῃ ὁ Διόδωρος ‟εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν”, μοχθηρόν τι καὶ παρά τὴν τῆς κινήσεως νόησιν λέγει, παρόσον τὸ κινούμενον
οὔτε ἐν ᾧ ἔστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ μὴ ἔστιν, ἀλλὰ κατ’ ἀμφοτέρων, τοῦ τε ἀφ’ οὗ κινεῖται καὶ τοῦ εἰς ὅν. ἦσαν δὲ οἱ καὶ ἀμφιβολίαν διεστέλλοντο.
εἶναι, ἕτερον δὲ ἐν τῷ τόπῳ τῷ κατ’ ἀκρίβειαν, καθὸ κἀμοῦ λέγοιτ’ ἂν εἶναι τόπος ὁ περιτετυπωκὼς τὴν ἐπι 31 32 33 34 495 φάνειάν μου τοῦ σώματος ἀήρ, καὶ ἀμφορεὺς τοῦ ἐν αὐτῷ περιεχομένου προσαγορεύεται τόπος. διχῶς δὴ καλουμένου
νῦν <τοῦ> τόπου, φασὶ δύνασθαι τὸ κινούμενον ἐν ᾧ ἔστι τόπω κινεῖσθαι, τῷ κατὰ πλάτος, ἔχοντι διάστημα καθ᾿ ὃ γενήσεται τὰ τῆς κινήσεως.
τῶν ἑξῆς, ἑκάτερον τῶν ἐν αὐτῷ δεικνὺς ψεῦδος, τό τε ἐν ᾧ μὴ ἔστι τι τόπῳ κινεῖσθαι καὶ τὸ ἐν ᾧ ἔστιν.
παρατατικὰ ψευδῆ τυγχάνειν. ἔστω γάρ τινα πρὸ ἐνιαυτοῦ γεγαμηκέναι καὶ ἕτερον μετ᾿ ἐνιαυτόν. οὐκοῦν ἐπὶ τούτων τὸ μὲν ‟οὗτοι. ἔγημαν” ἀξίωμα συντελεστικὸν
ὂν ἀληθές ἐστιν, τὸ δ᾿ ‟οὗτοι γαμοῦσι” παρατατικὸν καθεστὼς ψεῦδός ἐστιν· ὅτε γὰρ οὗτος ἐγάμει, οὔπω οὗτος ἐγάμει, καὶ ὅτε οὗτος ἐγάμει, οὐκέτι οὗτος ἐγάμει. τότε δ᾿ ἂν ἦν ἀληθὲς ἐπ᾿ αὐτῶν τὸ
‟οὗτοι γαμοῦσιν”, εἰ ὁμόσε ἐγάμουν. δύναται οὖν τοῦ συντελεστικοῦ ἀληθοῦς ὄντος ψεῦδος εἶναι τὸ τούτου παρατατικόν.
παρατατικὸν τὸ ‟τρεῖς ἔχει ἄνδρας”, ἀληθοῦς ὄντος τοῦ συντελεστικοῦ τοῦ ‟τρεῖς ἔσχεν ἄνδρας”.
ἕτερον δὲ τὸ κατὰ περίληψιν ἑνικοῦ πράγματος ἐγκεκλιμένου ἀπὸ τοῦ ‟οὗτος ἔγημεν” καὶ ἑτέρου ἑνικοῦ τοῦ “οὗτος ἔγημεν”, ὧν πάλιν ἐνικῶν τὰ παρατατικά ἐστιν 35 496 ἀληθῆ, τὸ οὗτος γαμεῖ καὶ τὸ οὗτος γαμεῖ ἐπ’ άμφοτέρων γὰρ ἀληθῆ γέγονε ταῦτα.
τούτων συντελεστικά, ἀλλ’ ἀνάγκη συναναιρεῖσθαι ἢ συνυπάρχειν τὰ ἕτερα τοῖς ἑτέροις.
ὄροφον. οὐκοῦν ἐν τῷ μεταξὺ τῆς βολῆς χρόνῳ τὸ μὲν παρατατικὸν ἀξίωμα ‟ἃπτεται ἡ σφαῖρα ὀροφῆς” ψεῦδός ἐστιν· ἔτι γὰρ ἐπιφέρεται. ὅταν δὲ ἅψηται τῆς ὀροφῆς, γίνεται ἀληθὲς τὸ συντελεστικόν, τὸ ‟ἣψατο ἡ σφαῖρα τῆς ὀροφῆς”. ἐνδέχεται 36 ἄρα ψεύδους ὄντος τοῦ παρατατικοῦ ἀληθὲς
ὑπάρχειν τὸ συντελεστικόν, καὶ διὰ τοῦτο μὴ κινεῖσθαι μέν τι παρατατικῶς, κεκινῆσθαι δὲ συντελεστικῶς.
φέρεται ἐν τῷ μεταξὺ ἀέρι ἡ σφαῖρα, ἀλλ’ ὅτε ἄρχεται ἃπτεσθαι τῆς ὀροφῆς. ὅταν δὲ τερματίσασα τὴν ψαῦσιν ὑπονοστήσῃ, τότε καὶ τὸ συντελεστικὸν γίνεται ἀληθές, τὸ ‘‘ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς”. ἄτοπος οὖν ἐστιν ὁ Διόδωρος τοῦ
μὲν κεκινῆσθαι περιεχόμενος ὡς ἀληθοῦς, τοῦ δὲ κινεῖσθαι ἀφιστάμενος ὧς ψεύδους, δέον ἢ ἀμφοτέροις συγκατατίθεσθαι ἢ ἀμφοτέρων ἀφίστασθαι.
καὶ τὰ τύμπανα παρατιθέμενοι, οὐ λύουσι τὴν ἀπορίαν, ἀλλ’ ὁμοίως ἐγκυλίονται αὐτῇ. ἕκαστον γὰρ τῶν τοιούτων σωμάτων, καθὼς καὶ ἀνώτερον ὑπεδείκνυμεν (§ καθ’ ὁλότητα μὲν μένει ἐν τῷ αὐτῶ τόπῳ, κατὰ μέρη δὲ ἀλλάττει τοὺς τόπους, τοῦ μὲν ἄνω ἀντιλαμβάνοντος τὸν τοῦ
κάτω τόπον, τοῦ δὲ κάτω τὸν τοῦ ἄνω.
ἐδείξαμεν· οὐκ ἄρα κινεῖται.
τούτους ὑπαντῶντας λέγειν ὅτι, κἂν τοιαύτην εἶναι συμβεβήκῃ τὴν τοῦ κινουμένου νόησιν, οὐδὲν πρὸς τὸ προκείμενον διὰ τὸ μὴ περὶ τῆς νοήσεως τοῦ κινεῖσθαι νῦν εἶναι τὴν ζήτησιν τοῖς ἀπορητικοῖς προηγουμένως, ἀλλὰ περὶ τῆς ὑπάρξεως, ὑπὲρ ἧς οὐδὲν εἰρήκασιν οἱ τῇ τοιαύτῃ
χρησάμενοι ἐνστάσει.
ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται, πευσόμεθ’ αὐτῶν, πότε μέτεισιν ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου τὸ κινούμενον εἰς τὸν ἕτερον. ἆρά γε ὅτε ἐν τῷ πρώτῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ; ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται
εἰς ἕτερον. ἔτι γὰρ ἐν τῶ πρώτῳ ἔστιν.
κινουμένου νόησιν, μένει οὐδὲν ἧττον ἡ ἀρχῆθεν ἀπορία.
κατὰ πλάτος νοουμένου τόπου ὁ κατ’ ἀκρίβειαν, καὶ ἀδὐ- 38 39 40 498 νατόν ἐστιν ἐν τῷ κατὰ πλάτος τόπω κινηθῆναί τι μὴ προκινηθὲν ἐν τῷ κατ’ ἀκρίβειαν·
κινεῖσθαι διαστήματι μὴ προκινηθεὶς ἐν τῷ πηχυαίῳ διαστήματι, ὧδε τῶν ἀδυνάτων ἐστὶν ἐν τῷ κατὰ πλάτος τόπῳ κινεῖσθαι μὴ κινούμενον ἐν τῷ κατ’ ἀκρίβειαν.
ἀναιρουμένης ἐπὶ τούτου τῆς κινήσεως οὐθεὶς ἀπολείπεται λόγος ἐπὶ τοῦ κατὰ πλάτος τόπου.
γέγονε τὰ τῆς ἐρωτήσεως, καὶ δύναμιν ἔχει τοιαύτην· ‟εἰ κινεῖταί τι, κατὰ τὸν ἕτερον τῶν προειρημένων τρόπων ὀφείλει κινεῖσθαι· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ
πρῶτον.” εἰ γὰρ ὄντος τοῦ πρώτου ἔστι τὸ δεύτερον, τοῦ δευτέρου μὴ ὄντος οὐδὲ τὸ πρῶτον ἔσται. ὅπερ καὶ κατὰ τἀς αὐτῶν τῶν διαλεκτικῶν ὑποθέσεις ὑγιές ἐστιν.
κομισθέντι λόγῳ ἀναγκαῖον ἦν εἰπεῖν. κομίζει δὲ καὶ ἄλλους τινὰς λόγους οὐχ οὕτως ἐμβριθεῖς, ἀλλὰ σοφιστικωτέρους, ὡν ὧν τὴν ἔκθεσιν ποιησόμεθα εἰς τὸ δύνασθαι κατὰ τὰς ζητήσεις ἕκαστον αὐτῶν ἐκκλίνειν. εἰθέως γάρ, φησί, τὸ κινοῦ μένον ἐν τόπῳ ἔστιν, τὸ δὲ ἐν
τόπῳ ὂν οὐ κινεῖται· τὸ ἄρα κινούμενον οὐ κινεῖται.
δὲ ἐφ’ ἧς πάντα κινεῖται τὰ τοῦ σώματος μέρη, δ’ οκεῖ τούτων τῶν δυεῖν κινήσεων ἡ κατ’ ἐπικράτειαν προηγεῖσθαι τῆς κατ’ εἰλικρίνειαν.
ὃν τρόπον ἴνα τις κατ’ εἰλικρίνειαν γένηται πολιός, ὀφείλει κατ’ ἐπικράτειαν πεπολιῶσθαι, καὶ ἴνα τις κατ’ εἰλικρίνειαν ληφθῇ σωρός, ὀφείλει κατ’ ἐπικράτειαν γεγονέναι σωρός· κατὰ τὸν ὅμοιον τρόπον ἡγεῖσθαι δεῖ τῆς κατ’ εἰλικρίνειαν ἐπικράτειάν
κατ’ ἐπικράτειαν· ἐπίτασις γὰρ τῆς κατ’ ἐπικράτειάν ἐστιν ἡ κατ’ εἰλικρίνειαν.
ἀπαιτεῖ κίνησις.
σῶμα, δυεῖν μὲν κινουμένων, ἑνὸς δὲ ἀκινητίζοντος, κινεῖται, καὶ τετάρτου προστεθέντος ἀμεροῦς κινήσεται· ἰσχυρότερα γὰρ τὰ τρί’ ἀμερῆ, μεθ’ ὧν πρότερον ἐκινεῖτο, τοῦ προστεθέντος ἑνὸς ἀμεροῦς. 4a ἀλλ’ εἴπερ τὸ ἐκ τεσσάρων ἀμερῶν συγκείμενον
σῶμα κινεῖται, κινήσεται καὶ τὸ ἐκ πέντε· ἰσχυρότερα γάρ ἐστι τὰ τέσσαρ’ ἀμερῆ, μεθ’ ὧν πρότερον ἐκινεῖτο, τοῦ προστεθέντος ἀμεροῦς.
τῶν πέντε παρὰ τὸ ἔν. καὶ οὕτω μέχρι μυρίων ἀμερῶν προέρχεται ὁ Διόδωρος δεικνύς, ὅτι ἀνυπόστατός ἐστιν ἡ κατ’ ἐπικράτειαν κίνησις· ἄτοπον γάρ, φησί, τὸ λέγειν κατ’ ἐπικράτειαν κινεῖσθαι σῶμα ἐφ’ οὖ ἐνακισχίλια ἐνακόσια ἐνενήκοντα ὀκτὼ ἀκινητίζει 44 ἀμερῆ καὶ δύο μόνον κινεῖται. ὥστε οὐδὲν κατ’ 45 500 ἐπικράτειαν κινεῖται. εἰ δὲ τοῦτο, οὐδὲ κατ’ εἰλικρίνειαν,
ᾧ ἕπεται τὸ μηδὲν κινεῖσθαι.
δὲ ἀκινητιζόντων. ὅθεν τἀς μὲν τοιαύτας ἐπιχειρήσεις παραιτητέον, ἐκείνοις δὲ μάλιστα χρηστέον τοῖς λόγοις·
χρόνος, πάντως εἰς τὸν παρῳχημένον καὶ μέλλοντα μερισθήσεται, καὶ οὕτως οὐκέτ’ ἔσται ἐνεστώς.
τῷ πρώτῳ ἀμερεῖ τόπῳ. ὅτε δὲ ἔστιν ἐν τῷ δευτέρῳ ἀμερεῖ τόπῳ, πάλιν οὐ κινεῖται, ἀλλὰ κεκίνηται. οὐκ ἄρα
κινεῖταί τι.
χρόνων δὲ τῶν καθ’ οὓς ἡ κίνησις γίνεται.
ἐάν τε δὲ πάντα εἰς ἄπειρον τέμνηται, ἐάν τε πάντα εἰς ἀμερὲς καταλήγῃ, ἄπορος ὁ περὶ τῆς κινήσεως εὑρεθήσεται λόγος.
46 501 νον σῶμα ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν μεριστὸν ἀνύειν διάστημα, καὶ οὐ τὸ πρῶτον τοῦ διαστήματος μέρος πρῶτον ἐπιλαμβάνειν τῷ πρώτῳ αὑτοῦ μέρει καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον, ἀλλ’ ὑφ’ ἱὲν τὸ ὅλον μεριστὸν
διάστημα καὶ ἀθρόως διέρχεσθαι. ὅπερ ἐστὶν ἄτοπον καὶ ποικίλως τοῖς φαινομένοις μαχόμενον.
δεύτερον τῇ τάξει δεύτερον· τὸ γὰρ ὑφ’ ‘ὲν ἀξιοῦν τὸ ὅλον ἀνύειν τοῦ σταδίου διάστημα τελέως ἄτοπον.
δὲ τροχάζῃ τοῦ σταδίου, φαίνεται ὧς οὐχ ὑφ’ ‘ὲν σκιάσει τὸ στάδιον, ἀλλά τὸ μέν τι πρῶτον μέρος, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον.
τῇ χειρὶ τούτου ἐφαπτόμενος, οὐχ ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον τὸν ὅλον τοῦ σταδίου τοῖχον μιλτώσει, ἀλλὰ κατὰ τάξιν καὶ κατὰ τὸ πρότερον πρότερον. ὅπερ οὖν ὁ λόγος ἐπὶ τῶν αἰσθητῶν ἔδειξε πραγμάτων, τουτὶ
καὶ ἐπὶ τῶν νοητῶν προσδεκτέον ἐστὶν ἡμῖν.
διαστήματα αὐτοῦ, καὶ ἔστω τὰ διορίζοντα στερεὰ πρὸς τὸ ἀντικόπτειν καὶ ἱστᾶν δύνασθαι τὸ κινούμενον. εἰ οὖν τὸ κινούμενον ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν ἀνύει μεριστὸν διάστημα, καὶ οὐ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις, καὶ τὸ 47 48 502 κατὰ τοῦ προειρημένου διαστήματος κινούμενον σῶμα ὑφ’ ἔνα χρόνον ὑπὸ τοῦ τὰ δύο ἡμιπηχυαῖα διορίζοντος ἀντικοπήσεται
σώματος καὶ ὑπὸ τοῦ τὰ παλαιστιαῖα.
διοριστικὸν τοῦ παλαιστιαίου ἀντέκοψεν, πάλιν οὐ κεκίνηται τὸ αὐτὸ διάστημα. ἄτοπον δέ γε τὸ αὐτὸ λέγειν ἅμα κεκινῆσθαι καὶ μὴ κεκινῆσθαι. ἀντ’ ὀπὸν ἄρα καὶ τὸ ἀξιοῦν τὸ κινούμενον ἄθρουν ὑφ’ ‘ὲν μεριστὸν ἀνύειν διάστημα καὶ μὴ κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι.
ἢ ἐπὶ τὸν ὅθεν ἦλθε τόπον ἀντικρουσθήσεται.
ἵσταται, πρόδηλόν ἐστιν, ὅτι ἑκάτερον αὐτῶν ἐν ἄλλῳ μὲν χρόνῳ ἐκινεῖτο τὸ ἀπὸ τοῦ ἄκρου διάστημα ἄχρι τῆς μεσότητος, ἐν ἄλλῳ δὲ ἔμελλεν ἀνύειν τὸ ἀπὸ τῆς μεσότητος ὡς ἐπὶ τὸ ἕτερον ἄκρον. εἰ δὲ ἀνταναβάλλεται ὡς ἐπὶ
τὰ τοῦ ὅλου διαστήματος ἄκρα, πάλιν προῦπτον, ὧς ἐν ἄλλῳ μὲν χρόνῳ διῆλθε τὰ ἀπὸ τῶν ἄκρων διαστήματα ὧς ἐπὶ τὸ μέσον, ἐν ἄλλῳ δὲ ἀντικρουσθέντα ὑπέστρεψεν ὧς ἐπὶ τὰ ἄκρα. καὶ οὕτως οὐδέν ἐστι τὸ κινούμενον ὑφ’ ‘ὲν ἄθρουν μεριστὸν διάστημα.
ἀκολουθήσει λέγειν ἐν τῷ αὐτῷ χρόνῳ μὴ τὸ αὐτὸ διάστημα ἑκάτερον ἀνύειν, ἀλλὰ τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον· ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν.
ἐπεὶ οὖν ἐν ἴσῳ χρόνῳ ἀξιοῦσιν ἑκάτερον κινεῖσθαι κἀν τῷ αὐτῷ ἀνύειν τό τε πηχυαῖον διάστημα καὶ τὰ μέρη τούτου καὶ οὐκ ἐν ἄλλῳ μὲν τὰ μέρη, ἐν ἄλλῳ δὲ τὸ ὅλον, πάντως ἐν ᾧ χρόνῳ κινεῖται τὸ ἕτερον τούτων τῶν σωμάτων τὸ ὅλον πηχυαῖον διάστημα, ἐν τῷ ἴσῳ καὶ τὸ λειπόμενον
σῶμα κινήσεται τὸ ἡμίπηχυ διάστημα καὶ ἀντικοπὲν στήσεται.
ἄθρουν μεριστὸν διάστημα, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις ὀφείλει γίνεσθαι.
κινουμένου ταχύτερόν ἐστιν· οἶον ἐὰν ἐν ὡριαίῳ διαστήματι καθ’ ὑπόθεσιν τῶν κινουμένων τὸ μὲν εἴκοσι σταδίους ἀνύῃ, τὸ δὲ δέκα μόνον, λεχθήσεται συμφώνως κατὰ πάντα ταχύτερον μὲν εἶναι τὸ τοὺς εἴκοσι σταδίους ἀνύον, βραδύτερον δὲ τὸ τοὺς δέκα.
φαινόμενον καὶ ἐναργὲς εἶναι δοκοῦν ἀναιρεῖται ὅσον ἐπὶ τῇ ἐκκειμένῃ ὑποθέσει καὶ γίνεται ψεῦδος. ἔσται γὰρ τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον καὶ ταχύτερον καὶ βραδύτερον· ρον· ὅπερ ἦν ἀπεμφαῖνον. εἰ γὰρ οὐκ ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ὅλον κινεῖται πηχυαῖον διάστημα, ἐν ἄλλῳ δὲ τὰ
τοῦ πηχυαίου διαστήματος μέρη, ἀλλ’ ἐν ἐνὶ καὶ τῷ αὐτῷ 50 504 τό τε ὅλον διάστημα διέρχεται καὶ τὰ τοῦ ὅλου μέρη, ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ καὶ βραδύτερον καὶ ταχύτερον·
λέγειν τι καὶ ταχύτερον εἶναι καὶ βραδύτερον. τοίνυν οὐ κατ’ ἄθρουν μεριστὸν διάστημα κινεῖται τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον.
τι δακτυλιαῖον διάστημα, διῃρήσθω τε τοῦτο κατὰ τὴν μεσότητα εἰς δύο ἡμιδακτυλιαῖα διαστήματα, καὶ ἔστω τὸ διορίζον φύσιν ἔχον ἀντικοπτικὴν καὶ ἀποβάλλειν δυναμέην τὸ προσπῖπτον, κινείσθω τε σῶμά τι κατὰ τοῦ τοιούτου διαστήματος· φημὶ δὴ, ὅτι κατὰ ταύτην τὴν
ὑπόθεσιν, ἐπεὶ τὸ κινούμενον ἐν τῷ αὐτῷ χρόνῳ τό τε ὅλον ἀνύει διάστημα καὶ τὰ τοῦ ὅλου μέρη, δεήσει τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν· ὅ ἐστι
τῶν ἀδυνάτων.
αὐτῷ χρόνῳ καὶ ἀπελεύσεται τὸ κινούμενον καὶ προσκροῦσαν τῷ διορίζοντι κατελεύσεται. παρὰ τὴν ἐνάργειαν δέ ἐστι τὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν· παρὰ τὴν ἐνάργειαν ἄρα καὶ τὸ οὕτω γίνεσθαι τὴν κίνησιν, ὥσπερ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ λέγειν καὶ ἐκτείνεσθαι
τὴν χεῖρα καὶ συστέλλεσθαι, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἐκτείνασθαι, ἐν ἄλλῳ δὲ συστέλλεσθαι.
πολλῷ δὲ τούτου ἀπορώτερον τὸ μὴ κατ’ ἄθρουν γίνεσθαι μεριστὸν διάστημα, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον καὶ κατὰ τὸ δεύτερον δεύτερον. εἰ γὰρ οὕτω γίνεται ἡ κίνησις, πάντων εἰς ἄπειρον τεμνομένων τῶν τε σωμάτων καὶ τόπων καὶ χρόνων, οὐκ ἔσται τις ἀρχὴ κινήσεως.
τι κινηθῇ πηχυαῖον διάστημα, ὀφείλει τὸ πρῶτον ἡμίπηχυ διέρχεσθαι πρῶτον καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον. ἀλλ’ ἴνα καὶ τὸ πρῶτον ἀνύσῃ ἡμίπηχυ διάστημα, ὀφείλει τὸ πρῶτον τεταρτημόριον τοῦ πηχυαίου διαστήματος διελθεῖν, εἶτα τότε τὸ δεύτερον. ἀλλὰ κἂν εἰς πέντε διαιρεθῇ,
<τὸ πρῶτον πεμπτημόριον>,κἂν εἰς ἕξ, τὸ πρῶτον ἡκτημόριον.
ἄλλα μέρη.
δέ δέ εἰσιν οἱ ἀπὸ τῆς Στοᾶς) ταῦθ’ ἥρμοζε λέγειν· οἱ δὲ πάντα εἰς ἀμερῆ καταλήγειν ὑπειληφότες, ὧς οἱ περὶ τὸν Ἐπίκουρον, νεανικωτέραις μᾶλλον ἐνέχονται ταῖς ἀπορίαις, καὶ πρῶτον, ὅτι οὐκ ἔσται κίνησις,
τῶν ἀμερῶν ἐχόμενος τόπων τε καὶ σωμάτων. τὸ γὰρ ἐν τῷ πρώτῳ ἀμερεῖ τόπῳ περιεχόμενον ἀμερὲς σῶμα οὐ κινεῖται· περιείχετο γὰρ ἐν τῷ ἀμερεῖ τόπῳ καὶ ἐκπεπληρώκει τοῦτον. καὶ πάλιν· τὸ ἐν τῷ δευτέρῳ ὑποκείμενον οὐ κινεῖται· κεκίνηται γὰρ ἤδη. εἰ δὲ μήτε ἐν τῷ πρώτῳ
τὸ κινούμενον κινεῖται ἐφ’ ὅσον ἔστιν ἐν τῷ πρώτῳ. μήτ’ ἐν τῷ δευτέρῳ, παρὰ δὲ ταῦτα τρίτος οὐκ ἐπινοεῖται τόπος, οὐ κινεῖται τὸ λεγόμενον κινεῖσθαι.
ἐξ ἐννέα τε] συγκείμενον ἀμερῶν τόπων στοιχηδὸν τεταγμένων, γμένων, καὶ κινείσθω κατ’ αὐτοῦ δὴ τοῦ διαστήματος δύο 53 506 ἀμερῆ σώματα ἀφ’ ἑκατέρου τῶν ἄκρων, κινείσθω δὲ ἰσοταχῶς.
ὅς ἐστι μέσος τῶν τεσσάρων καὶ τῶν τεσσάρων, ἢ στήσεται η το ετερον αὐτῶν προκαταταχήσει, ὥστε τοῦτο μὲν πέντε διελθεῖν ἀμερεῖς τόπους, τὸ δὲ λειπόμενον τέσσαρας μόνον, ἢ οὔτε στήσεται οὔτε τὸ ἕτερον προκαταταχήσει, συνδραμόντα δὲ ὑφ’ ὲν ἀμφότερα ἐξ ἡμισείας διακαθέξει
τὸν πέμπτον ἀμερῆ τόπον.
καθ’ αὑτό, οὐκ ἔσται ἀμερὴς ὁ τόπος, ἀλλ’ εἰς δύο ἡμισείας μεριστός. οὑτωσὶ δὲ καὶ τὰ σώματα· μέρει γὰρ αὐτῶν τὸ τοῦ τόπου μέρος ἐπιλαμβάνοντα οὐκ ἔσται ἀμερῆ.
οὐκ ἀμερῆ, ἀνάγκη καὶ τὸν χρόνον μὴ εἶναι ἀμερῆ καὶ ἐλάχιστον. οὐ γὰρ ἐν ἴσῳ χρόνῳ διέρχεται τὸν ἀμερῆ τόπον τὸ ἀμερὲς σῶμα καὶ τὸ τοῦ ἀμεροῦς τόπου μέρος, ἀλλ’ ἐν ἄλλῳ μὲν τὸν ὅλον ἀμερῆ τόπον, ἐν ἐλαχίστῳ δὲ τὸ τούτου μέρος.
τὸ ἕτερον μέρος διειλημμένον, καὶ τοῦτο περιαγέσθω ἀπὸ τοῦ ἑτέρου τῶν ἄκρων κατά τινος ἐπιπέδου ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ. καὶ δὴ τοῦ ἄκρου περιαγομένου κύκλοι καταγραφήσονται μεγέθει διαφέροντες ἀλλήλων, καὶ ὁ μὲν ἐξωτάτω καὶ πάντων περιληπτικὸς μέγιστος, ὁ δ’ ἐνδοτάτω
54 507 βραχύτατος, καὶ οἱ μεταξύ τούτων ἀνάλογοι, ἤτοι μείζους καὶ μείζους ἀπὸ τοῦ κέντρου ἐπιόντων ἡμῶν ἢ ἐλάσσους καὶ ἐλάσσους ἀπὸ τῆς ἐκτὸς περιφερείας ὑποβαινόντων.
οὗτος), ζητῶ πῶς ἑνὸς καὶ τοῦ αὐτοῦ χρόνου καθεστῶτος καθ’ ὃν γέγονε τὰ τῆς καταγραφῆς, μιᾶς δὲ οὔσης καὶ τῆς κινήσεως, διαφέροντες γεγόνασιν ἀλλήλων οἱ κύκλοι, καὶ οἱ μὲν μεγάλοι, οἱ δὲ μικρὰν ἔχοντες τὴν περίμετρον.
διαφορά τίς ἐστι παρὰ τὸ μέγεθος καὶ διὰ τοῦτο τῶν κύκλων οἱ μὲν ἐν μείζοσιν ἀμερέσι καταγραφέντες χρόνοις εἰσὶ μείζους, οἱ δὲ ἐν ἐλάσσοσι μικρότεροι. εἰ γὰρ ἕτερος ἑτέρου μείζων ἐστὶν ἀμερὴς χρόνος; οὐκ ἔστιν ἀμερὴς ὁ χρόνος οὐδὲ ἐλάχιστος, καὶ τὸ κινούμενον οὐ πάντως ἐν
ἀμερεῖ χρόνῳ κινεῖται.
καταγράφονται οἱ κύκλοι, τὰ δὲ μέρη τοῦ περιαγομένου κανόνος οὐκ ἔστιν ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ταχύτερον περιάγεται, τὰ δὲ βραδύτερον, καὶ ὑπὸ μὲν τῶν ταχύτερον περιαγομένων οἱ μείζους συνίστανται κύκλοι, ὑπὸ δὲ τῶν
βραδύτερον οἱ μικρότεροι.
ἐστιν ἡ κίνησις τοῖς πάντα λέγουσιν εἰς ἀμερῆ καταλήγειν.
χρόνῳ ἀμερὲς ἀνύει διάστημα. ἄτοπον δέ γε πάντα τὰ κινούμενα ἰσοταχῶς λέγειν κινεῖσθαι ἢ τὴν χελώνην τῷ ἡλίῳ τυγχάνειν ἰσοταχῆ· ἄτοπον ἄρα τὸ πάντων εἰς ἀμερὲς καταληγόντων ἀξιοῦν γίνεσθαι τὴν κίνησιν.
μὲν εἰς ἄπειρον τεμνομένων, τινῶν δὲ εἰς ἀμερὲς καταληγόντων. καὶ δὴ οὕτως ἠνέχθησαν οἱ περὶ τὸν Στράτωνα τὸν φυσικόν· τοὺς μὲν γὰρ χρόνους εἰς ἀμερὲς ὑπέλαβον καταλήγειν, τὰ δὲ σώματα καὶ τοὺς εἰς ἄπειρον τέμνεσθαι, κινεῖσθαί τε τὸ κινούμενον
ἐν ἀμερεῖ χρόνῳ ὅλον ἄθρουν μεριστὸν δ’ διάστημα καὶ οὐ κατὰ τὸ πρότερον πρότερον.
χρόνοις, ὥστε τὸ ἕτερον [τὸ] διδακτυλιαῖον ἐν <ἑνὶ> χρόνῳ διέρχεσθαι καὶ τὸ λειπόμενον πάλιν ἐν ἐνί. τοιαύτης δὲ οὔσης ὑποθέσεως ἀφαιρείσθω τοῦ τοσούτου δια- στήματος δακτυλιαῖον διάστημα, ὥστε τὸ περιλειπόμενον διάστημα τριδακτυλιαῖον γίνεσθαι.
ῥῆς χρόνος, οὐκ ἔστι τις ἀμερὴς χρόνος, ἀλλὰ καὶ οὗτος εἰς μέρη τέτμηται.
57 509 τὸ ἐν τῷ αὐτῶ χρόνῳ κινούμενον ταχύ τε ἅμα καὶ βραδύ, 7] μὲν διδακτυλιαῖον ἐν ἀμερεῖ χρόνῳ ἀνύει, ταχύ, ᾗ δ’ ἐν τῷ ἴσω δακτυλιαῖον διέρχεται, βραδύ. εἰ δὲ ἐν ἐλάττονι ἀμεροῦς χρόνου ἀνύει τὸν πέμπτον δάκτυλον, μεριστός
ἐστιν ὁ ἀμερὴς χρόνος· ὅπερ οὐ θέλουσιν.
ὄρθιόν τι διάστημα, οἷον δεκάπηχυ, καὶ βαρύ τι σῶμα, οἱονεὶ μολιβῆ σφαῖρα, ἐν ἑνὶ ἐλαχίστῳ χρόνῳ ἀνυέτω ὅλον τοῦτο τὸ διάστημα ἄνωθεν κάτω. ἀλλὰ καὶ προστιθέσθω τούτω τῷ διαστήματι ἄλλο πηχυαῖον διάστημα, ὥστε ὅλον γίνεσθαι ἑνδεκάπηχυ, ἀφιέσθω τε πάλιν ἀπὸ τοῦ ἄκρου ἡ
σφαῖρα.
διελεύσεται, φημὶ δὲ τὸν ἑνδέκατον πῆχυν. ἀλλὰ τὸ μὲν στῆναι ἄτοπον· βαρὺ γὰρ οὕτω σῶμα καὶ δι’ ἀέρος φερόμενον καὶ μηδενὸς ἀντικόπτοντος, εἰ στήσεται, πάντως ἀναιτίως στήσεται, ὅπερ ἦν ἄτοπον.
τὸ ὅλον δεκάπηχυ διάστημα ἐν ἑνὶ ἀμερεῖ διέρχεται χρόνῳ, τὸ λειπόμενον πηχυαῖον διάστημα τῆς αὐτῆς οὔσης κινήσεως ἐν δεκάτῳ μέρει τοῦ ἀμεροῦς χρόνου διελεύσεται, ὥστε τὸν ἀμερῆ χρόνον πρὸς τῷ μὴ εἶναι ἀμερῆ ἔτι καὶ εἰς δέκα μέρη τετμῆσθαι.
ἀλλὰ ἐπεσχηκός· ὅπερ ἄτοπον.
ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἀμερεῖ χρόνῳ τὸ ὅλον τοῦτο ἐπιλαμβάνει διάστημα, ὅτε μὲν κατὰ τοῦ πεπυρακτωμένου πήχεώς ἐστιν, ἔσται πεπυρακτωμένον, ὅτε δὲ κατὰ τοῦ ἐψυγμίνου, ἐψυγμένον. γίνεται δὲ κατὰ τὸν αὐτὸν χρόνον ἔν τε τῷ πεπυρακτωμένῳ καὶ τῷ ἐψυγμένῳ· τὸ αὐτὸ ἄρα
κατὰ τὸν αὐτὸν χρόνον ἔσται θερμόν τε ἄμα καὶ ψυχρόν·
αὐτοῦ μέρος καλείσθω Α, τὸ δὲ δεύτερον Β, τὸ δὲ τρίτον Γ, καὶ κατὰ τά ἑξῆς ὁμοίως. εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ μεριστὸν ἀνύει διάστημα, ἐν ᾧ χρόνῳ κινεῖται τὸ ΑΒ διάστημα, ἐν τῷ αὐτῷ δυνήσεται κινεῖσθαι
τὸ ΒΓ διάστημα. ἀλλ’ εἰ <τοῦτο> ἐν τῷ αὐτῷ κινήσεται καὶ ΓΔ, καὶ οὕτω μέχρις ἀπείρου, ὥστε ἐν ἐνὶ καὶ ἀμερεῖ χρόνῳ κινήσεται τὸ ὅλον τῆς γῆς διάστημα.
τινῶν δὲ εἰς ἀμερὲς καταληγόντων, σῴζεται ἡ κίνησις, ῥητέον μηδὲν εἶναι κίνησιν. οἶς ἕπεται ἡ ἐποχὴ 59 511 διά τε τὴν τῆς ἐναργείας καὶ διὰ τὴν τῶν ἀντικειμένων αὐτῇ λόγων ἰσοσθένειαν.
τοῖς τε αἰώνιον ὑποτιθεμένοις εἶναι τὸν κόσμον φυσικοῖς καὶ τοῖς ἀπό τινος χρόνου λέγουσιν αὐτὸν συνεστάσθαι.
οὔτε κατὰ τοὺς δευτέρους γίνεταί τις χρόνος. εἴπερ γὰρ τὸ διάστημα τῆς κινήσεως καὶ ἡ κίνησις οὐδέν ἐστι παρὰ τὸ κινούμενον, ὁ χρόνος τῆς κοσμικῆς κινήσεως διάστημα καθεστὼς ἤ ἰδιαίτερον κοσμικὴ κίνησις οὐδὲν ἔσται παρὰ τὸν κινούμενον νούμενον κόσμον, ἀλλὰ κόσμος πως ἔχων γενήσεται ὁ χρόνος·
ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως· τὴν μὲν κίνησιν τοῦ κόσμου ἐνδέχεται νοεῖν κατά τινα χρόνον μὴ οὖσαν, ὥστ’ οὐκ ἂν εἴη τοῦ κόσμου κίνησις <ὁ> χρόνος.
χρόνῳ γενήσεται. ὁ δὲ χρόνος ἐν χρόνῳ οὐ γίνεται· ἤτοι γὰρ ἐν αὑτῷ γενήσεται ἢ ἐν ἄλλῳ ἢ ἄλλοις. οὔτε δὲ ἐν αὐτῷ γένοιτ’ ἄν (ἔσται γὰρ ὁ αὐτὸς καὶ εἰς καὶ δύο), ἕτερος ἐν ἑτέρῳ διὰ τὸ μήτε τινὰ τῶν ἐνεστώτων γίνεσθαι ἐν τῷ μὴ ἐνεστῶτι μήτε τινὰ τῶν μὴ ἐνεστώτων ἐν τῷ
ἐνεστῶτι. τοίνυν οὐδὲ διὰ τοῦτο ῥητέον κόσμου κίνησιν εἶναι τὸν χρόνον.
ἐστιν ὁ αὐτός, ἀλλ’ ὁτὲ μὲν ὁ αὐτὸς λέγεται, ὁτὲ δὲ ἄνισος· καὶ ὅτε ἄνισος, ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. ἕτερον ἄρα ἐστὶν ἡ τοῦ κόσμου κίνησις καὶ ἕτερον ὁ χρόνος.
οὐ κωλύονται νοεῖν χρόνον. τοίνυν ἕτερον εἷναι λεκτέον τὸν χρόνον καὶ οὐ ταὐτὸν τῇ τοῦ κόσμου κινήσει.
ὁ χρόνος.
εἶναι ἀριθμὸν τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου. εἰ δὲ τοῦτό ἐστιν ὁ χρόνος, συμμνημόνευσίς τις τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου, τὸ ἠρεμοῦν καὶ ἀκινητίζον οὐκ ἔσται ἐν χρόνῳ. ἢ εἴπερ ἐστὶν ἐν χρόνῳ τὸ ἀκινητίζον, ὁ δὲ χρόνος ἐστὶν
ἀριθμὸς τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου, ἔσται τὸ ἐν χρόνῳ ἠρεμοῦν καὶ κινούμενον· ὅπερ ἀδύνατον.
ἀκινήτοις, ὅτε ἀκινητίζει, καὶ διὰ τοῦτο πάντα τὰ γινόμενα ἐν χρόνῳ γίνεται.
ἐπεὶ πάλιν ἡ κίνησις καὶ ἡ μονὴ ἀντιπαρήκει τῷ χρόνῳ, οὐ μᾶλλον ἔσται χρόνος μέτρον τῆς κινήσεως καὶ τῆς μονῆς ἢ ἡ κίνησις καὶ ἡ μονὴ μέτρον τοῦ χρόνου.
ληφθείη δ’ ἂν οὐκ ἐκ τοῦ δυσθεωρήτου τὸ εὐθεώρητον, ἀλλ’ ἀνάπαλιν.
φάντασμα”, καθ’ ἣν πάλιν ἄπορός ἐστιν ἡ περὶ] τοῦ χρόνου φύσις. εἰ γὰρ ἀνυπόστατος δείκνυται ἡ ἡμέρα καὶ ἡ νύξ, ἀκολουθεῖ καὶ τὸ ἡμεροειδὲς φάντασμα μὴ εἶναι χρόνον ἤ ἀνυπόστατον
ὑπάρχειν.
πλειόνων ὡρῶν μὴ οὐσῶν οὐκ ἂν εἴη ἡμέρα.
οὐκ ἂν εἴη τις ἡμέρα.
φάντασμα.
ἀέρος ἐξ ἡλίου.
ἦν ἀπεμφαῖνον. τοίνυν οὐ λεκτέον τὸ τῆς δωδεκαώρου ἡμέρας φάντασμα χρόνον ὑπάρχειν. καὶ μὴν οὐδὲ τὸ τῆς ὧς πεφωτισμένου ἀέρος ἡμέρας φάντασμα· αὕτη γὰρ ἐν χρόνῳ γίνεται, καὶ διὰ τοῦτο εἰ χρόνος ἐστὶ τὸ ταύτης τῆς ἡμέρας ἡμέτερον φάντασμα, ἐν τῷ ἡμετέρῳ φαντάσματι
γενήσεται ἡ τοιαύτη ἡμέρα. ὃ πολλῷ τοῦ πρώτου χεῖρόν ἐστιν.
οὔτε ἡμέρα ἔστιν οὔτε νύξ, διὰ δὲ τοῦτο οὔτε ἡμερήσιον οὔτε νυκτερήσιον φάντασμα. ἄτοπον δ’ ἦν φθαρέντος τοῦ κόσμου λέγειν μὴ εἶναι χρόνον· καὶ γὰρ τὸ ποτὲ ἐφθάρθαι καὶ τὸ φθείρεσθαι χρόνων ἐστὶν ἐμφατικά. εἰ
δὲ τοῦτο, ἕτερον μέν ἐστιν ὁ χρόνος, διάφορον δὲ τὸ ἡμερήσιον ἢ νυκτερήσιον φάντασμα.
67 68 515 πεπέρασται ἢ ἄπειρός ἐστιν· οὔτε δὲ πεπέρασται, ὧς παραστήσομεν, οὔτε ἄπειρός ἐστιν, ὧς διδάξομεν· οὐκ ἄρα ἔστι τι χρόνος. εἰ γὰρ πεπέρασται ὁ χρόνος, ἦν ποτὲ χρόνος, ὅτε [ὁ] χρόνος οὐκ ἦν, καὶ ἔσται ποτὲ χρόνος,
οὐκ ἔσται χρόνος. ἄτοπον δέ γε ἢ τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, ἢ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται· καὶ γὰρ τὸ ποτὲ γεγονέναι καὶ τὸ ἔσεσθαι, καθὼς προεῖπον §188), διαφερόντων χρόνων ἐστὶν ἐμφατικά. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.
οὐδὲ ἄπειρός ἐστιν. ἔστι γάρ τι αὐτοῦ τὸ μὲν [τι] τὸ δὲ μέλλον. ἤτοι οὖν ἑκάτερος τούτων τῶν χρόνων ἔστιν ἢ οὐκ ἔστιν. καὶ εἰ μὲν οὐκ ἔστιν, αὐτόθεν πεπέρασται ὁ χρόνος, καὶ εἰ πεπέρασται, μένει τὸ ἀρχῆθεν ἄπορον, τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, καὶ
τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται.
λέγειν κατὰ τὸν ἐνεστῶτα χρόνον νοεῖσθαι. τοίνυν οὐδ’ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε πεπερασμένος νοεῖται μήτ’ ἄπειρος, οὐδ’ ὅλως ἔστιν.
συνεστὼς ἀνύπαρκτον ἔσται, ὁ δέ γε χρόνος ἐξ ἀνυπάρκτων ἀξιοῦται συνεστάναι τοῦ παρῳχημένου μηκέτ᾿ ὄντος καὶ τοῦ μέλλοντος μήπω ὄντος· ἀνύπαρκτος ἄρα ἐστὶν ὁ χρόνος.
διὰ τὸ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖσθαι· οἷον ὁ μὲν πῆχυς ὑπὸ παλαιστοῦ καταμετρεῖται, καὶ ἔστι τοῦ πήχεως μέρος ὁ παλαιστής, ὑπὸ δὲ τοῦ δακτύλου ὁ παλαιστής , καὶ ἔστι μέρος τοῦ παλαιστοῦ ὁ δάκτυλος. τοίνυν εἰ καὶ ὁ χρόνος μεριστός ἐστιν, ὀφείλει
πρός τινος αὐτοῦ μέρους καταμετρεῖσθαι.
ἀλλὰ παρῳχημένος. καὶ εἰ τὸν μέλλοντα καταμετρεῖ ὁ ἐνεστώς, κατ’ αὐτὸν γινόμενος μέλλων ἔσται, ἀλλ’ οὐχὶ ἐνεστώς. ὅθεν οὐδὲ τοῖς ἄλλοις χρόνοις ἐνδέχεται καταμετρεῖν τὸν ἐνεστῶτα· ἑκάτερος γὰρ αὐτῶν κατὰ τοῦτον γενόμενος ἐνεστὼς ἔσται καὶ οὔτε παρῳχημένος οὔτε μέλλων.
τούτων δὲ τὸ μὲν παρῳχημένον οὐκέτ’ ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν. λείπεται δὲ ὲν εἶναι μέρος ἐνεστηκός. ἤτοι οὖν ὁ ἐνεστηκὼς χρόνος ἀμερής ἐστιν ἢ μεριστός. οὔτε
δὲ ἀμερὴς εἶναι δύναται· ἐν ἀμερεῖ γὰρ χρόνῳ οὐδὲν πέφυκε φυκε γίνεσθαι μεριστόν, ὥς φησι Τίμων (fr. 76 Diels), οἶον τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι καὶ πᾶν ὃ τούτοις ἔοικεν.
οὔτε πέρας, ᾧ συνάπτει τῷ μέλλοντι· τὸ γὰρ ἀρχὴν ἔχον καὶ πέρας οὐκ ἀμέριστόν ἐστιν. εἰ δὲ μήτε ἀρχὴν ἔχει 71 72 517 μήτε πέρας, οὐδὲ μέσον ἔχει· κατὰ γὰρ τὴν ὡς ταῦτα σύμβλησιν νοεῖται τὸ μέσον. μήτε δὲ ἀρχὴν ἔχων μήτε
πέρας μήτε μέσον οὐδ’ ὅλως ἔσται.
τοὺς ὄντας χρόνους μερίζεται, οὐκέτι ἔσται ὅλος ἐνεστώς, ἀλλὰ τὶ μὲν αὐτοῦ παρῳχημένον, τὶ δὲ μέλλον. διὰ δὲ τοῦτο οὐκέτι ἔσται ὅλος ἐνεστὼς καὶ ὑπάρχων, τοῦ μὲν μηκέτι ὄντος αὐτοῦ, τοῦ δὲ μήπω ὄντος.
τούτων μηδεὶς ὑπάρχων, οὐκ ἂν εἴη τις χρόνος. Οἱ δὲ λέγοντες τὸν ἐνεστῶτα χρόνον πέρας μὲν εἶναι τοῦ παρῳχημένου, ἀρχὴν δὲ τοῦ μέλλοντος, ἐκ δυεῖν ἀνυπάρκτων χρόνων ἔνα ποιοῦντες, οὐχ ἔνα μόνον, ἀλλὰ καὶ πάντα χρόνον ἀνύπαρκτον ποιοῦσιν.
ἐστὶ τοῦ παρῳχημένου ὁ ἐνεστὼς χρόνος, τὸ δὲ πέρας τοῦ παρῳχημένου συμπαρᾠχηκε τῷ οὗ ἐστι πέρας, οὐκέτι ἔσται ὁ ἐνεστὼς χρόνος, εἴπερ πέρας ἐστὶ τοῦ παρῳχημένου.
οὔπω ὑποστήσεται, καὶ οὕτω τὰ ἐναντιώτατα τούτῳ συμβήσεται·
βήσεται· καθὸ μὲν γὰρ ἐνεστώς ἐστιν, ὑπάρξει, καθὸ δὲ συμπαρῴχηκε τῷ παρῳχημένῳ , οὐκέτι ἔσται, καθὸ δὲ μέλλοντι σύνεστιν, οὔπω ἔσται. ἄτοπον δὲ τὸν αὐτὸν χρόνον νοεῖν καὶ ὄντα καὶ μηκέτ’ ὄντα καὶ μήπω ὄντα.
τοίνυν οὐδὲ ταύτῃ ῥητέον εἶναί τινα χρόνον.
ἔστιν, εἰ γε τὸ μέν τι αὐτοῦ παρώχηκε, τὸ δὲ ἐνέστηκε, τὸ δὲ μέλλει.
μέλλον. διὰ δὲ τοῦτο οὔτε ἀγένητος οὔτε ἄφθαρτος γενήσεται ὁ χρόνος.
ὄντα πῶς δύναταί τι> φθείρεσθαι; οὐδὲν οὖν ἐστι χρόνος.
ἔστι τι χρόνος.
ἄτοπον.
δημιουργεῖται ἀνδριάς, ἀλλὰ προυπόκειται τοῦ ἀνδριάντος τὸ ἐργαστήριον, καὶ ἐν τόπῳ τινὶ συνίσταται ναῦς, ἀλλὰ καὶ προυφέστηκε τῆς νεὼς ὁ τόπος. τοίνυν εἰ καὶ ὁ χρό- 76 77 519
νος ἐν ἑαυτῷ γίνεται, προυπάρξει ἑαυτοῦ· καὶ οὕτως εἰ μὲν γίνεται, οὔπω ἔσται, ἐπεὶ πᾶν τὸ γινόμενον, ὅτε γίνεται, οὔπω ἔστιν· εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ὀφείλει προϋπάρχειν.
δὲ τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ἐπιβολὴν εἶναί τε καὶ μὴ εἷναι· ἄτοπον ἄρα καὶ τὸ ἐν αὐτῷ λέγειν γίνεσθαι τὸν χρόνον.
ἕκαστος τῶν χρόνων ἀπολείπων τὴν ἰδίαν θέσιν τὴν ἑτέρου ἐπιλήψεται τάξιν. οἶον ἐπεὶ ὁ μέλλων χρόνος γίνεται ἐν τῷ ἐνεστῶτι χρόνῳ, ὁ μέλλων κατὰ τὸν ἐνεστῶτα γινόμενος ἔσται ἐνεστώς, ἀλλ’ οὐ μέλλων· καὶ εἰ ὁ ἐνε- στὼς ἐν τῷ παρῳχημένῳ γίνεται, πάντως κατὰ τὸν παρῳχημένον
γινόμενος οὐκ ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος.
ἐν ἑτέρῳ, οὐκ ἔστι γενητὸς ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητός ἐστι μήτε γενητός, παρὰ δὲ ταῦτα τρίτον ἐπινοεῖν ἀμήχανον, λεκτέον μηδὲν ὑπάρχειν τὸν χρόνον.
γενήσεται, εἶς ἔσται μόνος ὁ ἐνεστὼς χρόνος, καὶ οὔτε ὁ μέλλων ἔτι μέλλων, οὐδὲ τὰ ἐν αὐτῷ πράγματα, οὔτε ὁ παρῳχηκὼς ἔτι παρῳηκώς, οὐδὲ τὰ ἐν αὐτῷ
οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδ’ ἀγένητός ἐστιν ὁ χρόνος.
ἐκεῖνος ὁ χρόνος ἔσται, ἀλλὰ καθ’ ὃν γίνεται ἀπολείπων τὴν ἰδίαν τάξιν.
χρόνου μήτε ἀγενήτου μήτε τινὸς μὲν γενητοῦ, τινὸς δὲ ἀγενήτου, μὴ εἶναι χρόνον.
οἱ δὲ ἀσώματον, καὶ τῶν ἀσώματον φαμένων οἱ μὲν ὡς καθ’ αὐτό τι νοούμενον πρᾶγμα, οἱ δ’ ὡς συμβεβηκὸς ἑτέρῳ.
πρώτης εἰσαγωγῆς κατὰ ἐξ πραγμάτων τετάχθαι λέγων τἀς ἁπλᾶς λέξεις, αἵτινες μέρη τοῦ λόγου τυγχάνουσι, τὴν μὲν ‟χρόνος” προσηγορίαν καὶ τὴν ‟μονάς” ἐπὶ τῆς οὐσίας τετάχθαι φησίν, ἥτις ἐστὶ σωματική,
τῶν ἀριθμῶν ἐπὶ πολυπλασιασμοῦ μάλιστα ἐκφέρεσθαι. τὸ μὲν γὰρ ‟νῦν”, ὃ δὴ χρόνου μήνυμά ἐστιν, ἔτι δὲ τὴν μονάδα οὐκ ἄλλο τι εἶναι ἢ τὴν οὐσίαν, την δε “ἡμεραν καὶ τον μηνα καὶ τον πολυπλασιασμὸν ὑπάρχειν τοῦ ‟νῦν” φημὶ 29 a δὲ τοῦ χρόνου), τὰ δὲ δύο καὶ τρία καὶ δέκα
καὶ “ἑκατὸν” πολυπλασιασμὸν εἶναι τῆς 79 80 521 ὥσθ’ οὗτοι μὲν σῶμα ποιοῦσι τὸν χρόνον,
ὧς λεκτὸν καὶ κενὸν καὶ τόπον καὶ χρόνον. ἐξ οὐ δῆλον γίνεται, ὅτι πρὸς τῷ ἀσώματον ὑπολαμβάνειν τὸν χρόνον, ἔτι καὶ καθ’ αὑτό τι νοούμενον πρᾶγμα δοξάζουσι τοῦτον.
εἶναι λέγει, παρεπόμενον ἡμέραις τε καὶ νυξὶ καὶ ὥ- ραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεσι καὶ μυναῖς. πάντα γὰρ ταῦτα συμπτώματά ἐστι τισὶ συμβεβηκότα, καὶ ὁ χρόνος πᾶσι τούτοις συμπαρεπόμενος εἰκότως ἂν λεχθείη σύμπτωμα συμπτωμάτων.
προλάβωμεν εἰς τὴν τοῦ λεγομένου παρακολούθησιν, τῶν ὅντων τὰ μέν τινα καθ’ ἑαυτὰ ὑφέστηκεν, τὰ δέ περὶ τοῖς καθ’ ἑαυτὰ ὑφεστῶσι θεωρεῖται. καὶ καθ’ ἑαυτὰ μὲν ὑφέστηκε πράγματα οἷον αἱ οὐσίαι ὡς τὸ σῶμα καὶ κενόν), περὶ δὲ τοῖς καθ’ ἑαυτὰ ὑφεστῶσι θεωρεῖται τὰ καλούμενα
παρ’ αὐτοῖς συμβεβηκότα.
νοῆσαι χωρὶς τῆς ἀντιτυπίας οὔτε τὸ κενὸν χωρὶς εἴξεως, ἀλλ’ ἀίδιον ἑκατέρου συμβεβηκός, τοῦ μὲν τὸ ἀντιτυπεῖν, τοῦ δὲ τὸ εἴκειν. οὐκ ἀχώριστα δέ ἐστι τῶν οἷς συμβέβηκε καθάπερ ἡ κίνησις καὶ ἡ μονή.
ἀκινητίζει διὰ παντός, ἀλλά ποτὲ μὲν συμβεβηκυῖαν ἔχει 81 82 521 τὴν κίνησιν, ποτὲ δὲ τὴν μονήν, καίπερ τῆς ἀτόμου, ὅτε καθ’ ἑαυτήν ἐστιν, ἀεικινήτου καθεστώσης. ἢ γὰρ κενῷ
πελάζειν ὀφείλει ἢ σώματι· εἴτε δὲ κενῷ πελάζοι, διὰ τὴν εἶξιν φέρεται δι’ αὐτοῦ, εἴτε σώματι, διὰ τὴν ἀντιτυπίαν ἀποπαλτικῶς ποιεῖται τὴν ἀπ’ αὐτοῦ κίνησιν.
τε ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ τὰ πάθη καὶ τὰς ἀπαφείας, κινήσεις τε καὶ μονάς. ἥ τε γὰρ ἡμέρα καὶ νὺξ τοῦ περιέχοντος ἀέρος εἰσὶ συμπτώματα, ὧν ἡ μὲν ἡμέρα κατὰ τὸν ἐξ ἡλίου φωτισμὸν συμβαίνει, ἡ δὲ νὺξ κατὰ φωτισμοῦ στέρησιν τοῦ ἐξ ἡλίου ἐπιγίνεται.
ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτὸς μέρος καθεστηκυῖα πάλιν σύμπτωμα γίνεται τοῦ ἀέρος, ὥσπερ καὶ ἡ ἡμέρα καὶ ἡ νύξ. ἀντιπαρεκτείνεται δὲ πάσῃ ἡμέρᾳ καὶ πάσῃ νυκτὶ καὶ ὥρᾳ ὁ χρόνος· παρ’ ἣν αἰτίαν μακρά τις ἢ βραχεῖα λέγεται ἡμέρα καὶ νύξ, φερομένων ἡμῶν ἐπὶ τὸν ταύτῃ
συμβεβηκότα χρόνον. τά τε πάθη καὶ αἱ ἀπάθειαι ἤτοι ἀλγηδόνες ἢ ἡδοναὶ ἐτύγχανον, διὰ δὲ τοῦτο οὐκ οὐσίαι τινὲς καθειστήκεισαν, ἀλλὰ συμπτώματα τῶν πασχόντων ἤτοι ἡστικῶς ἢ ἀλγεινῶς, καὶ συμπτώματα οὐκ ἄχρονα.
τῶν σωμάτων ἐστὶ συμπτώματα καὶ οὐ χωρὶς χρόνου· τὴν γοῦν ὀξύτητα καὶ βραδυτῆτα τῆς κινήσεως, ἔτι δὲ τὴν πλείονα καὶ ἐλάττονα μονὴν χρόνῳ καταμετροῦμεν.
δὲ τοῖς Στωικοῖς· ἐκεῖνοι μὲν γάρ, ὧς λέλεκται, τι καθ’ αὑτὸ νοούμενον ὑπεστήσαντο τὸν χρόνον, ᾿Επίκουρος δὲ συμβεβηκός τισιν.
καὶ Στράτωνα τὸν φυσικὸν τὰ ἐν ἀρχαῖς ἀντειρημένα (§ 170sqq.), ὅτε ἐκ τῆς ἐννοίας τοῦ χρόνου συνήγομεν τὸ μηδὲν εἶναι τὸν χρόνον.
ἐστι, πᾶν δὲ σῶμα ἢ μένον ἢ κινούμενον νοεῖται, τὸ δὲ μένον ἢ κινούμενον ἐν χρόνῳ μένον ἢ κινούμενον νοεῖται, οὐχὶ δέ γε ἐν σώματι τὸ σῶμα μένον ἢ κινούμενον νοεῖται, οὐκ ἄρα σῶμά ἐστιν ὁ χρόνος.
δέ γε ὁ χρόνος ἐν χρόνῳ ἐστίν· οὐκ ἄρα τὸ ὂν καὶ τὸ σῶμα χρόνος ἐστίν. τό τε ζῷον ἐν χρόνῳ ζῇ, ὧς καὶ τὸ τεθνηκὸς ἐν χρόνῳ τέθνηκεν· διὸ οὐκ ἔστι ζῷον ἢ σῶμα ὁ χρόνος.
νοεῖν· εἰ δέ γε χρόνος ἦν τὸ πρῶτον κατὰ τὸν ῾Ηράκλειτον σῶμα, κἂν ἐκωλύοντο τὸν χρόνον νοεῖν· οὐκ ἄρα τὸ ὂν κατὰ τὸν ῾Ηράκλειτόν ἐστι χρόνος.
τὸ ὕδωρ ἢ τὴν γῆν χρόνον λέγει εἶναι, τῷ αὐτῷ οὐδὲ τὸν ἀέρα φήσει· οὐ τοίνυν τὸ ὄν ἐστι χρόνος.
νοούμενον οἰομένους τὸν χρόνον. τὸ γάρ ‟τι” γενικώτατον τῷ μήτε σῶμά τι δύνασθαι εἶναι μήτε ἀσώματον μήτε
σῶμα ἅμα καὶ ἀσώματον οὐκ ἂν εἴη.
ἔμψυχον, οὕτως ἀκολουθήσει καὶ τὰ τοῦ τινὸς εἴδη σώματος ὄντος σώματα τυγχάνειν καὶ μηδὲν αὐτῶν ἀσώματον. εἰ δὲ ἀσώματόν ἐστιν, ἔσται πάντα αὐτοῦ τὰ εἴδη ἀσώματα καὶ οὐδὲν σῶμα.
ἅμα καὶ ἀσώματα, καὶ οὐδὲν κατ’ ἰδίαν ἔσται ἢ σῶμα μόνον ἢ ἀσώματον. ὥστε εἰ μὴ σῶμά ἐστι τό ‟τι” μηδὲ ἀσώματον ἢ σῶμα ἅμα καὶ ἀσώματον, οὐδέν ἐστι τό ‟τι” τούτου δ’ ἀναιρουμένου συναναιρεῖται καὶ τὰ ἐπ’ εἴδους πάντα· ὅπερ ἐστὶν ἄτοπον.
συναποδοθέντων τῷ χρόνῳ ἀσωμάτων ἠπόρηται τοῖς ἀπὸ τῆς σκέψεως, οἷον τὸ λεκτὸν καὶ τὸ κενὸν καὶ ὁ τόπος· ἑκάστου δὲ τούτων ἠπορημένου καὶ ὁ χρόνος οὐ συγχωρηθήσεται ἐκ τοῦ αὐτοῦ γένους εἶναι τούτοις.
ἀξιοῦντα τυγχάνειν τὸν χρόνον, πολλῶν καὶ ἄλλων λέγεσθαι δυναμένων, ἐκεῖνο πρὸς τὸ παρὸν ἀπαρκέσει λέγειν, ὅτι αἱ μέν πως ἔχουσαι οὐσίαι τάχα θεωροῦνται καὶ εἰσὶ τῶν ὑποκειμένων πραγμάτων, τὰ δὲ λεγόμενα συμβεβηκέναι ταῖς οὐσίαις, οὐχ ἕτερα ὄντα τῶν οὐσιῶν, ἀνυπόστατά
ἐστιν·
γοῦντα οὐδὲ γυμνασιαρχία παρὰ τὸν γυμνασιαρχοῦντα, οὕτως οὐδὲ ἕκαστον τούτων τῶν συμβεβηκότων ἔστι παρὰ τὸ ᾧ συμβέβηκεν.
καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν· εἰ γὰρ μήτε μέγεθός τι ὐπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματσμένον μήτε ἀντιτυπία παρὰ τὸ ἀντιτυποῦν, πῶς ἐκ
τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα;
συμβεβηκέναι ὁ χρόνος, καὶ τὰ ὧν λέγεται σύμπτωμα τυγχάνειν, ἀνεύρετά ἐστιν, οἷον ἡ ἡμέρα, ἡ νύξ, ὥρα, κίνησις μονή, πάθος ἀπάθεια. ἡ γοῦν ἡμέρα δωδεκάωρος εἶναι λεγομένη, καθὼς πρότερον ὑπεδείξαμεν §182sqq.), οὐχ ὑφέστηκε κατὰ τὰς δώδεκα ὥρας, ἀλλὰ κατὰ μίαν μόνην
τὴν ἐνεστῶσαν, ἥτις οὐκ ἔστιν ἡμέρα.
γὰρ τὸ μὲν πρῶτον οὐκέτι ἔστιν, τὸ δὲ τρίτον οὔπω ἔστιν.
αὐτῶν εἶναι τὸν χρόνον, ἔσται κατὰ τὸν Ἐπίκουρον ὁ χρόνος αὐτὸς ἑαυτοῦ σύμπτωμα.
τοῦ κινουμένου νοεῖται τὸ ἀκίνητον καὶ τοῦ ἀκινητίζοντος τὸ κινούμενον· ὅθεν ὧς δεξιοῦ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως τοῦ ἑτέρου τούτων μὴ ὑπάρχοντος οὐδὲ τὸ λοιπὸν δύναται νοεῖσθαι.
οἱ ἀπορητικοί, τὸ μένον ὑπό τινος αἰτίας ἀναγκάζεται μένειν, τὸ δὲ ἀναγκαζόμενον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένον κινεῖται. ἀλλ’ εἴπερ ἐν τοῖς συμπτώμασί φησιν εἶναι τὸν χρόνον ὁ Ἐπίκουρος, δέδεικται δὲ
ἠπορημένα, δεήσει ὁμολογεῖν καὶ τὸν συμβεβηκότα τούτοις χρόνον ἠπορῆσθαι.
χρόνον σύμπτωμα εἶναι τῶν ἐκκειμένων συμπτωμάτων.
χρόνου γίνεσθαι καταμέτρησιν, καθάπερ ὡρῶν καὶ ἡμερῶν καὶ μηνῶν, ἔτι δὲ ἐνιαυτῶν, καλῶς ἔχειν ἡγούμεθα μετά τὴν προανυσθεῖσαν ἡμῖν περὶ ἐκείνου ζήτησιν καὶ τὸν περὶ τούτου διαθέσθαι λόγον, καὶ μάλισθ’ ὅτι οἱ ἐπιστημονέστατοι τῶν φυσικῶν οὕτω μεγάλην δύναμιν τοῖς ἀριθμοῖς
ἀπένειμαν, ὥστε ἀρχὰς καὶ στοιχεῖα τῶν ὅλων τούτους νομίζειν. οὗτοι δέ εἰσιν οἱ περὶ τὸν Σάμιον Πυθαγόραν.
89 90 526 συλλαβῶν αἱ λέξεις, πρῶτον σκέπτονται τἀς συλλαβάς, καὶ ἐπεὶ ἐκ συλλαβῶν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς ἀναλυομένων, περὶ ἐκείνων πρῶτον ἐρευνῶσιν,
τοῦ παντὸς ἐρευνῶντας, ἐν πρώτοις ἐξετάζειν, εἰς τίνα τὸ πᾶν λαμβάνει τὴν ἀνάλυσιν. τὸ μὲν οὖν φαινομένην εἷναι λέγειν τὴν τῶν ὅλων ἀρχὴν ἀφύσικόν πως ἐστίν·
πᾶν γὰρ τὸ φαινόμενον ἐξ ἀφανῶν ὀφείλει συνίστασθαι, τὸ δ’ ἐκ τινων συνεστὼς οὐκ ἔστιν ἀρχή, ἀλλὰ τὸ ἐκείνου αὐτοῦ συστατικόν.
ἅπερ οὐκέτι ἦν φαινόμενα. τοίνυν ἀδήλους καὶ ἀφανεῖς νεῖς ὑπέθεντο τὰς τῶν ὄντων ἀρχάς, καὶ οὐ κοινῶς.
τἀς ἀρχάς, δεόντως ἀναστρέφονται, ἡ δὲ σωματικὰς ὑποτίθενται ταύτας, διαπίπτουσιν.
οὕτω καὶ τὰ τῶν σωμάτων στοιχεῖα οὔκ ἐστι σώματα· ἤτοι δὲ σώματα ὀφείλει τυγχάνειν ἢ ἀσώματα· διὸ πάντως ἐστὶν ἀσώματα.
οἱ τἀς ὁμοιομερείας καὶ οἱ τούς ὄγκους καὶ οἱ τὰ ἐλάχιστα καὶ ἀμερῆ λέγοντες εἷναι στοιχεῖα αἰώνιον ἀπολείπουσι τούτων τὴν ὑπόστασιν, ὥστε μὴ μᾶλλον τἀς ἀτόμους ἢ ταῦτ’ εἶναι στοιχεῖα.
καὶ αἰώνιον ἀπολείποντες τὸν κόσμον οὐδὲν ἧττον πρὸς ἐπίνοιαν ζητοῦσι τἀς πρῶτον συστησαμένας αὐτὸν ἀρχάς, 91 527 οὕτω καὶ ἡμεῖς, φασὶν οἱ Πυθαγορικοί, τῶν φυσικῶν φιλοσόφων κατ’ ἐπίνοιαν σκεπτόμεθα τὸ ἐκ τίνων τὰ αἰώνια ταῦτα καὶ λόγῳ θεωρητὰ συνέστηκε σώματα.
μὲν οὐκ ἂν εἴπαιμεν, ἐπεὶ δεήσει κἀκείνων σώματα λέγειν εἶναι συστατικὰ καὶ οὕτως εἰς ἄπειρον προβαινούσης τῆς ἐπινοίας ἄναρχον γίνεσθαι τὸ πᾶν.
θεωρητῶν σωμάτων, ἐκ τῶν εἰρημένων συμφανές.
πρὸς αὐτὰς γίνεται· ἀλλ’ οὔκ εἰσι τῶν ὄντων ἀρχαί, ἐπείπερ ἑκάστη ἰδέα κατ’ ἰδίαν μὲν λαμβανομένη ‘ὲν εἶναι λέγεται, κατὰ σύλληψιν δὲ ἑτέρας ἢ ἄλλων δύο καὶ τρεῖς καὶ τέσσαρες, ὥστε εἶναί τι ἐπαναβεβηκὸς αὐτῶν τῆς ὑποστάσεως, τὸν ἀριθμόν, οὗ κατὰ μετοχὴν τὸ ‘ὲν ἢ
τὰ δύο ἢ τὰ τρία ἢ τὰ τούτων ἔτι πλείονα ἐπικατηγορεῖται αὐτῶν.
στερεὰ συνίστασθαι.
σάρων τετράγωνον. καὶ ἐπεὶ ἡ ἁπλῆ γραμμὴ οὐ χωρὶς ἀριθμοῦ νενόηται, ἀλλ’ ἀπὸ σημείου ἐπὶ σημεῖον ἀγομένη 92 528 ἔχεται τῶν δυεῖν, οἱ τε ἀριθμοὶ πάντες καὶ αὐτοὶ ὑπὸ τὸ ‘ὲν πεπτώκασιν (καὶ γὰρ ἡ δυὰς μία τις ἐστὶ δυάς, καὶ
τριὰς ἕν τι ἐστί, τριάς, καὶ ἡ δεκὰς ‘ὲν ἀριθμοῦ κεφάλαιον),
νόου μένην μονάδα νοεῖσθαι, ἐπισυντεθεῖσαν δ’ ἑαυτῇ καθ’ ἑτερότητα ἀποτελεῖν τὴν καλουμένην ἀόριστον δυάδα διὰ τὸ μηδεμίαν τῶν ἀριθμητῶν καὶ ὡρισμένων δυάδων εἶναι τὴν αὐτήν, πάσας δὲ κατὰ μετοχὴν αὐτῆς δυάδας
νενοῆσθαι, καθὼς καὶ ἐπὶ τῆς μονάδος ἐλέγχουσιν.
ἄνθρωπος ἱππος φυτὸν γῆ ὕδωρ ἀὴρ πῦρ· τούτων γὰρ ἕκαστον ἀπολύτως θεωρεῖται καὶ οὐχ ὧς κατὰ τὴν πρὸς ἕτερον σχέσιν· κατ’ ἐναντίωσιν δὲ ὑπάρχειν ὅσα ἐξ
εὐσεβὲς ἀσεβές, κινούμενον ἠρεμοῦν, τὰ ἄλλα ὅσα τούτοις ἐμφερῆ.
ἄνω καὶ τὸ ἄνω κατὰ τὴν ὡς πρὸς τὸ κάτω· καὶ ἐπὶ τῶν ἄλλων τὸ παραπλήσιον.
γένεσις ἄρσις ἐστὶν ὑγιείας, ὑγιείας τε γένεσις ἄρσις ἐστὶ νόσου, καὶ κινήσεως μὲν ὑπόστασις φθορὰ στάσεως, δὲ στάσεως ἄρσις κινήσεως. ὁ δ’ αὐτὸς λόγος καὶ
ἐπὶ λύπης καὶ ἀλυπίας ἀγαθοῦ τε καὶ κακοῦ καὶ κοινῶς τῶν ἐναντίαν φύσιν ἐχόντων.
μὴ καὶ τὸ ἥμισυ προυποκέηται οὗ διπλάσιόν ἐστιν.
καὶ ἔτι τοῦ κινεῖσθαι καὶ μένειν. ἐπὶ δὲ τῶν πρός τί πως ἐχόντων ἔστι <τι> μέσον· τοῦ γὰρ εἰ τύχοι, καὶ τοῦ μικροτέρου τῶν πρός τί πως καθεστώτων μεταξὺ γένοιτ’ ἂν τὸ ἴσον, ὡσαύτως δὲ καὶ τοῦ πλείονος καὶ ἥττονος τὸ ἱκανόν, ὀξέος τε καὶ βαρέος τὸ σύμφωνον.
γοῦν αὐτοῦ πάντα τὰ εἴδη συναναιρεῖται, τοῦ δὲ εἴδους ἀναιρεθέντος οὐκέτ’ ἀνασκευάζεται τὸ γένος·
96 530 καθ’ αὑτὸ ἔστιν, οὕτω καὶ ἕκαστον τῶν κατὰ διαφορὰν ἔν τέ ἐστι καὶ καθ’ ἑαυτὸ θεωρεῖται.
θεωρεῖται φύσις, οἷον μονῆς μὲν ἐν ἰσότητι (οὐ γὰρ τὸ μᾶλλον καὶ τὸ ἧσσν), κινήσεως δὲ ἐν ἀνισότητι (ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧσσον).
μὲν κατὰ φύσιν ἐν ἰσότητι (ἀκρότης γὰρ ἦν ἀνεπίτατος), τὸ δὲ παρὰ φύσιν ἐν ἀνισότητι (ἐπεδέχετο γὰρ τὸ μᾶλλον καὶ ἧσσον). ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ὑγιείας καὶ νόσου εὐθύτητός τε καὶ στρεβλότητος.
ὑφέστηκε γένει τῇ τε ὑπεροχῇ καὶ τῇ ἐλλείψει· μέγα μὲν γὰρ καὶ μεῖζον πολύ τε καὶ πλεῖον ὑψηλόν τε καὶ ὑψηλότερον καθ’ Ὑπερόχην νοεῖται, μικρὸν δὲ καὶ μικρότερον ὀλίγον τε καὶ ὀλιγώτερον ταπεινόν τε καὶ ταπεινότερον κατ’ ἔλλειψιν.
καὶ τὰ πρός τι, γένη ὄντα, εὕρηται ἄλλοις γένεσιν ὑποταττόμενα, καθάπερ τῷ τε ἐνὶ καὶ τῇ ἰσότητι καὶ ἀνισότητι ὑπεροχῇ τε καὶ ἐλλείψει, σκοπῶμεν, εἰ καὶ ταῦτα τὰ γένη δύναται ἐπ’ ἄλλα λαμβάνειν τὴν ἀναπομπὴν.
αὐτὸ ἑαυτῷ ἐστιν ἴσον), ἡ δὲ ἀνισότης ἐν ὑπεροχῇ τε καὶ ἐλλείψει βλέπεται· ἄνισα γάρ ἐστιν ὧν τὸ μὲν ὑπερέχει τὸ δὲ ὑπερέχεται. ἀλλὰ καὶ ἡ Ὑπερόχη καὶ ἡ ἔλλειψις κατὰ τὸν τῆς ἀορίστου δυάδος λόγον τέτακται, ἐπειδήπερ ἡ πρώτη ὑπεροχὴ καὶ ἡ ἔλλειψις ἐν δυσίν ἐστι, τῷ τε ὑπερέχοντι
καὶ τῷ ὑπερεχομένῳ.
δυάδος τὰ δύο. δὶς γὰρ τὸ ὲν δύο, καὶ μήπω ὑποκειμένου ἐν τοῖς ἀριθμοῖς τοῦ δύο οὐδὲ τὸ δὶς ἦν ἐν τούτοις, 97 531 ἀλλ’ ἐλήφθη ἐκ τῆς ἀορίστου δυάδος, καὶ οὕτως ἐκ ταύτης τε καὶ τῆς μονάδος ἐγένετο ἡ ἐν τοῖς ἀριθμοῖς δυάς.
δύο γεννώσης καὶ εἰς ἄπειρον πλῆθος τοὺς ἀριθμοὺς ἐκτεινούσης. ὅθεν φασὶν ἐν ταῖς ἀρχαῖς ταύταις τὸν μὲν τοῦ δρῶντος αἰτίου λόγον ἐπέχειν τὴν μονάδα, τὸν δὲ τῆς
πασχούσης ὕλης τὴν δυάδα· καὶ ὃν τρόπον τοὺς ἐξ αὐτῶν ὑποστάντας ἀριθμούς ἀπετέλεσαν, οὕτω καὶ τὸν κόσμον καὶ πάντα τὰ ἐν κόσμῳ συνεστήσαντο.
ὧς γὰρ ἡ μονὰς ἀδιαίρετόν τι ἐστίν, οὕτω καὶ τὸ σημεῖον, καὶ ὃν τρόπον ἡ μονὰς ἀρχή τις ἐστὶν ἐν ἀριθμοῖς, οὕτως καὶ τὸ σημεῖον ἀρχή τις ἐστὶν ἐν γραμμαῖς. ὥστε τὸ μὲν σημεῖον τὸν τῆς μονάδος εἶχε λόγον, ἡ δὲ γραμμὴ κατὰ τὴν τῆς δυάδος ἰδέαν ἐθεωρεῖτο· κατὰ μετάβασιν γὰρ
καὶ ἡ δυὰς καὶ ἡ γραμμὴ νοεῖται.
γὰρ τρισὶ σημείοις, ὧς προεῖπον, κειμένοις ἐπιτεθέντος ἄλλου τινὸς ἄνωθεν σημείου πυραμοειδὲς ἀποτελεῖται σχῆμα στερεοῦ σώματος· ἔχει γὰρ ἤδη τὰς τρεῖς διαστάσεις, μῆκος πλάτος βάθος.
φασι συνίστασθαι· τουτὶ γὰρ τὸ σημεῖον ῥυὲν γραμμὴν ἀποτελεῖν, τὴν δὲ γραμμὴν ῥυεῖσαν ἐπίπεδον ποιεῖν, τοῦτο δὲ εἰς βάθος κινηθὲν τὸ σῶμα γεννᾶν τριχῇ διαστατόν.
δυεῖν ἀρχῶν, τῆς τε μονάδος καὶ ἀορίστου δυάδος, ἐποίουν τοὺς ἀριθμούς, εἶτ’ ἐκ τῶν ἀριθμῶν τὰ σημεῖα καὶ τἀς γραμμὰς τά τε ἐπίπεδα σχήματα καὶ τὰ στερεά· οὗτοι δὲ ἀπὸ ἑνὸς σημείου
τὰ πάντα τεκταίνουσιν. ἐξ αὐτοῦ μὲν γὰρ γραμμὴ γίνεται, ἀπὸ γραμμῆς δὲ ἐπιφάνεια, ἀπὸ δὲ ταύτης σῶμα.
γῆ τε καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, καὶ καθόλου ὁ κόσμος, ὅν φασι καθ’ ἁρμονίαν διοικεῖσθαι πάλιν ἐχόμενοι τῶν ἀριθμῶν, ἐν οἶς οἱ λόγοι εἰσὶ τῶν συστατικῶν τῆς τελείου ἁρμονίας συμφωνιῶν, τῆς τε διὰ τεσσάρων καὶ τῆς διὰ πέντε καὶ τῆς διὰ πασῶν, ὧν ἡ μὲν ἐν ἐπιτρίτῳ ἔκειτο
λόγῳ, ἡ δὲ ἐν ἡμιολίῳ, ἡ δὲ ἐν διπλασίονι.
καὶ τἀς ἀκολούθους τῷ τόπῳ κομίζωμεν ἀπορίας.
φυτὸν οὐκ ἔσται ἴν. οὐ γὰρ δεῖ πολλὰ εἶναι, μετοχῇ δὲ τοῦ ἑνὸς ἕκαστον νοεῖσθαι ἔν, οἶον ζῷον ξύλον φυτόν.
πάλιν ἔν, ὧς τὸ ζῷον. οὐκ ἄρα ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν. τὸ δὲ οὗ ἕκαστον μετοχῇ νενόηται ἕν, ἐκεῖνο ἕν τέ ἐστι καὶ πολλά, ‘ὲν μὲν καθ’ ἑαυτό, πολλὰ δὲ κατὰ περίληψιν.
τῶν φυτῶν οὐκ ἔσται πλῆθος, καὶ εἰ τὸ τούτων, ἀνάπαλιν οὐκ ἔσται τὸ τῶν ζῴων. λέγεται δέ γε καὶ ἐπὶ φυτῶν καὶ ἐπὶ ζῴων καὶ ἐπ’ ἄλλων ἱκανῶν πλῆθος· οὐκ ἄρα τόυ ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον πλῆθος τῷ ὄντι πλῆθός ἐστιν, ἀλλὰ ἐκεῖνο τὸ οὗ μετοχῇ νενόηται τοῦτο πλῆθος.
ἄνθρωπον εἶναι, ἀλλὰ τὸν οὗ μετοχῇ ἕκαστος εἷς τε ἄνθρωπος νενόηται καὶ πολλοὶ ἄνθρωποι καλοῦνται. νοεῖται γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ διὰ τοῦτο οὔτε Σωκράτης ἄνθρωπός ἐστιν οὔτε Πλάτων’, οὐκ ἄλλος τις τῶν ἐπ’ εἴδους.
ἐστίν, ἄνθρωπος καθέστηκεν, ὁ Πλάτων’ οὐκ ἔσται ἄνθρωπος, οὐδὲ Δίων ἢ Θέων· καὶ εἰ Πλάτων’ ἐστὶν ἄνθρωπος, ὁ Σωκράτης οὐκ ἔσται. λέγεται δέ γε καὶ Σωκράτης ἄνθρωπος καὶ Πλάτων’ καὶ ἕκαστος τῶν ἄλλων· οὐκ ἄρα τῶν ἐπὶ μέρους ἀνθρώπων ἕκαστός ἐστιν ἄνθρωπος,
οὗ δὲ μετοχῇ ἕκαστος αὐτῶν νενόηται ἄνθρωπος, ὃς οὔκ ἐστιν εἶς ἐξ αὐτῶν.
θεωρεῖται, ἐπεὶ καὶ αὐτὸς ἔσται εἰδικός, οὔτε κατ’ ἰδίαν ὑφέστηκεν, ἐπεὶ οὐ γενήσονται οἱ κατὰ μέρος ἄνθρωποι μετοχῇ αὐτοῦ ἄνθρωποι, οὔτ’ ἐν αὐτοῖς τούτοις περιέχεται ἀδιανόητον γὰρ τούτου μετοχῇ ἀπείρους εἷναι καὶ τοῦτο
οὗτος ὁ λόγος ἄπορος, οὕτω καὶ ὁ περὶ τοῦ ἑνὸς τούτου μᾶλλόν ἐστιν ἀπορώτερος τῷ μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμοῖς αὐτὸ θεωρεῖσθαι, μήτε κατὰ παντὸς αὐτὸ δύνασθαι
τετάχθαι, μήτε μετοχὴν αὐτοῦ τοῖς ἀπείροις προϋπάρχειν.
τῶν ἀριθμητῶν ἢ μέρους τινὸς αὐτῆς. καὶ εἰ μὲν ὅλης μετέσχηκεν, οὐκ ἔστι μία· εἰ γὰρ ὅλην ἔχει τὴν τοῦ ἑνὸς ἰδέαν λόγου χάριν τὸ Α, ἐξ ἀνάγκης τὸ Β, μὴ ἔχον οὗ μετάσχῃ, οὐκ ἔσται ἕν· ὅπερ ἄτοπον.
ἑκάστου μέρους αὐτῆς μετείληφεν, πρῶτον μὲν ἕκαστον τῶν ὄντων οὐ τῆς τοῦ ἑνὸς ἰδέας ἔσται μετειληφός, ἀλλὰ μέρους αὐτῆς, καὶ διὰ τοῦτο οὐκέτι γενήσεται ἕν· ὧς γὰρ τὸ μέρος ἀνθρώπου οὐκ ἔστιν ἄνθρωπος καὶ τὸ μέρος τῆς λέξεως οὐκ ἔστι λέξις, οὕτω τὸ μέρος τῆς τοῦ ἑνὸς
ἰδέας οὐκ ἔσται ἡ τοῦ ἑνὸς ἰδέα, ἴνα καὶ τὸ μετεσχηκὸς αὐτῆς γένηται ἕν.
εἶεν ἰδέαι τοῦ ἑνός, ὡς ἕκαστον τῶν ἀριθμητῶν ἰδίας τινὸς μετέχειν ἰδέας καθ’ ἣν ·ὲν νοεῖται, ἤτοι ἡ τοῦ Α ἰδέα καὶ ἡ τοῦ Β μετέχουσιν ἑνός τινος ἰδέας, καθ’ ἣν ἑκάτερον αὐτῶν προσαγορεύεται ἕν, ἤ οὐ μετέχουσιν.
ἑνὸς ἐπικατηγορίας ἀξιοῦσθαι μὴ μετέχουσαί τινος ἐπαναβεβηκυίας τοῦ ἑνὸς ἰδέας, οὕτω δύναται καὶ πᾶν τὸ ὁπωσοῦν λεγόμενον ὲν μὴ κατὰ μετοχὴν τῆς τοῦ ἑνὸς ἰδέας προσαγορεύεσθαι ἕν.
ὅλης ἑκατέρα, ἤ μέρους αὐτῆς; ὁπότερον γὰρ ἄν λέγωσιν, ἐπαχθήσονται αἱ μικρῷ πρόσθεν ἀποδοθεῖσαι πρὸς ἡμῶν
ἀπορίαι.
ἐστιν, ἤτοι αἰσθήσει ἢ διανοίᾳ καταληφθήσεται.
μὴ ἐχούσης οὕτω τῆς ἀληθείας. τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν, καὶ εἰ οὕτω τύχοι, τὸ φυτὸν καὶ ὁ λίθος καὶ τὸ ξύλον καὶ τῶν ἀριθμητῶν ἕκαστον φαίνεται καὶ αἰσθήσει ληπτόν ἐστιν, ὁ δ’ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἔστιν ἡμῖν αἰσθητὸς οὐδὲ φαίνεται.
τοῦτον. τὰ αἰσθητὰ ὧς αἰσθητὰ ἀδιδάκτως ἡμῖν λαμβάνεται· οὐθεὶς γὰρ τὸ λευκὸν ἢ τὸ μέλαν ὁρᾶν διδάσκεται, οὐδὲ τραχέος ἢ λείου ἀντιλαμβάνεσθαι. ὁ δὲ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἀδιδάκτως ἡμῖν λαμβάνεται· ὅτι γὰρ τὰ δὶς δύο τέσσαρά ἐστι καὶ τὰ τρὶς δύο ἔξ ἐστι καὶ τὰ δεοὐκ
105 536 κάκις δέκα ἑκατόν, ἐκ μαθήσεως ἔγνωμεν. οὐκ ἄρα αἰσθητόν τί ἐστιν ὁ ἀριθμός.
p. 96 E sqq.), πῶς τὰ δύο κατ’ ἰδίαν μὲν ὄντα οὐ νοεῖται δύο, συνελθόντα δὲ εἰς ταὐτὸ γίνεται δύο.
μετὰ τὴν σύνοδον παρ’ ὅ ἦν, οἶον τὴν δυάδα, ἔσται ἡ τῶν δυεῖν συνέλευσις τετράς.
μονὰς καὶ μονὰς νοεῖται, κατὰ τὴν τοῦ ἑνὸς καὶ ἑνὸς συνέλευσιν τετρὰς γενήσεται, δυεῖν μὲν νοουμένων τῶν συνιόντων, διττῆς δὲ κατὰ τὴν φύσιν οὔσης τῆς προσγινομένης αὐτοῖς δυάδος. καὶ πάλιν· εἰ τοῖς κατὰ σύνοδον
ποιοῦσι τὴν δεκάδα πλεῖόν τι προσγίνεται ἡ δεκάς, ἐπεὶ ἐν τῇ δεκάδι νοεῖται τὰ ἐννέα καὶ τὰ ὀκτὼ καὶ τὰ ἑπτὰ καὶ καθ’ ὑπόβασιν οἱ λοιποὶ ἀριθμοί, ἀπειράκις ἀπείρων ἔσται πλῆθος τὰ δέκα, ὧς ἀνώτερον (adv. phjs. I 303 sqq.) δεδείχαμεν.
γὰρ τὸ ἕν, φησίν, ὅτε διαιρεῖται καὶ χωρίζεται, δύο νοεῖται, πάντως καὶ ἡ ἑκατέρου τῶν ἀνὰ ὲν εἰς ταὐτὸ σύνοδος οὐ νοηθήσεται δύο· ἐναντίον γάρ ἐστι τῷ πρώτῳ αἰτίῳ τὸ δεύτερον αἴτιον, καὶ εἰ τὰ ἐκ τοῦ αὐτοῦ χωριζόμενα δύο ἐστί, τὰ εἰς ταὐτὸ συναγόμενα καὶ ἀλλήλοις
παρατεθειμένα οὐκ ἂν εἴη δύο. ἔχει δὲ καὶ τὸ ῥητὸν παρ’ αὐτῷ τὸν τρόπον τοῦτον (Phaedo p. Α)·
γενέσθαι, σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὧς ἐάν διασχίσῃ, διασχίσῃ, δύναμαι ἔτι πεισθῆπερὶ 106 537 ’ναι, ὅτι ὡσαύτως αἰτία γέγονεν ἡ σχίσις τοῦ δύο γεγονέναι· ἐναντία γὰρ γέγονεν ἢ τότε αἰτία τοῦ δύο γενέσθαι, τότε μὲν ὅτι συνήγετο πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ’ ὅτι ἀπάγεται 107 καὶ χωρίζεται ἕτερον ἀφ’ ἑτέρου.”
φησίν, ὡς εἴπερ ἡ ψιλὴ σύνοδος τοῦ ἑνὸς καὶ ἑνὸς καὶ ἡ αὐτὸ μόνον παράθεσις αἴτιόν ἐστι τοῦ δύο γενέσθαι τὰ πρότερον μὴ ὄντα δύο, πῶς ἔτι πεισθῆναι δύναμαι, ὅτι τὸ ἕν, ὅτε χωρίζεται καὶ διασπᾶται, δύο γίνεται; ἐναντία γὰρ τῇ συνόδῳ ἡ σχίσις ἐστὶ καὶ ὁ χωρισμός.
οἷον τῇ μονάδι ἡ μονάς, τότε ἢ προσγίνεταί τι ταῖς συνελθούσαις μονάσιν ἢ ἀπογίνεται τῶν συνελθουσῶν ἢ οὔτε προσγίνεταί τι αὐταῖς οὔτε ἀπογίνεται. ἀλλ’ εἰ μήτε προσγίνεταί τι αὐταῖς μήτε ἀπογίνεται αὐτῶν, οὐκ ἔσται
δυὰς κατὰ τὴν παράθεσιν τῆς ἑτέρας τῇ ἑτέρᾳ, ὧς οὐδὲ πρὶν τῆς συνόδου ἐτύγχανεν.
δυὰς γὰρ ἡ ἐπιγενομένη μονὰς ἦν καὶ μονάς· πορσελθοῦσα οὖν μονάδι καὶ μονάδι, ταῖς συνερχομέναις, τὸν τέσσαρα ποιήσει ἀριθμόν· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐκ ἔστι τι ἀριθμός.
ποιοῦ οἱ μὲν ἐκ πυρὸς, οἱ δ’ <ἐξ> ἀέρος, οἱ δ’ ἐξ ἄλλοι ἐκ γῆς, καὶ τῶν ἐκ πλειόνων οἱ μὲν <ἐξ> οἱ δ’ ἐξ ἀπείρων, καὶ τῶν ἐξ ἀριθμητῶν οἱ μὲν ἐκ δύο, οἱ δ’ ἐκ τεσσάρων, οἱ δ’ ἐκ πέντε, οἱ δ’ ἐξ ἕξ, καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων,
καὶ τούτων οἱ μὲν ἐξ ἀπαθῶν, οἱ δ’ ἐκ παθητῶν.
πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.
ὁ ᾿Εφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ’ ἐνίους ἐκ γῆς (B 27 Diels)·
ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν,
συμφέρεσθαι δ’ αὐτῷ δοκεῖ κατ’ ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ (B 33 Diels)·
ἐκ τεσσάρων δὲ ὁ ᾿Εμπεδοκλῆς (B 6 Diels)·
(B 17,19 Diels)
γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον
καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ’ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον ᾿Επίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν
Ποντικὸν Ἡρακλείδην καὶ ᾿Ασκληπιάδην μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων.
γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐταρκῶς ἤδη συμβεβίβασται τὸ κεφάλαιον.
γινόμενον καὶ φθειρόμενον ἔσται.
δὲ δρᾷ τι οὔτε πάσχει, ὥστ’ οὐδὲ γεννᾶταί τι οὐδὲ φθείρεται.
κατ’ ἀφαίρεσιν τῆς μονάδος γίνεται μέν ἡ ἐννεάς, φθείρεται ται δὲ ἡ δεκάς, καὶ πάλιν ἐπὶ τῆς ἐννεάδος κατὰ πρόσθεσιν σιν μονάδος γίνεται μὲν ἡ δεκάς, φθείρεται δὲ ἡ ἐννεάς. καὶ ἐπὶ τῶν κατὰ τροπὴν φθειρομένων ἢ γεννωμένων ὁ αὐτὸς λόγος· οὕτω γὰρ φθείρεται μὲν ὁ οἶνος, γίνεται δὲ
<ὁ> ὄξος.
δυνάμει προκατεστησάμεθα τὸ μηδὲ γένεσιν ἢ φθοράν ὑπάρχειν.
258 sqq.)· τοίνυν οὐδὲ γένεσις ἢ φθορὰ συστῆναι δύναται.
πάσχειν· ὄντος γὰρ τὸ πάσχειν· οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν· ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως· οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ’ εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ’ οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.
τὸ μὲν γλεῦκος ἀφανισθῇ, οἶνος δὲ γένηται, ἢ ὁ οἶνος μὲν ἀφανισθῇ, ὄξος ’δε ὑποστῇ, ἢ τοῦ κηροῦ μένοντος ἡ μὲν σκληρότης ἀφανίζηται, ἡ δὲ μαλακότης γένηται, ἢ ἀνάπαλιν·
δὲ κατὰ κρόκης καὶ στημόνων συμπλοκήν.
ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος γίνεται.
γένοιτο, ἐπεὶ οὐδὲν ἔχει πλεῖον παρ’ ἑαυτό, ἐξ οὐκ ὄντος ἔξει τὴν πρόσθεσιν· ἐάν τε ἔλαττον ἑαυτοῦ, πάλιν, ἐπεὶ οὐδὲν ἔχει παρ’ ἑαυτὸ ἀπολλύμενον αὐτοῦ, εἰς τὸ μὴ ὂν ἀπολεῖται. οὐδὲν ἄρα δύναται ἐκ τοῦ αὐξομένου ἢ μειουμένου γίνεσθαι.
ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου 115 542 καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος. ἀλλ’ ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι· ἑτεροίωσις
γάρ τίς ἐστιν ἡ γένεσις.
ἕτερον τρέποιτο, <ἤτοι> ἐκβαίνει τῆς ἰδίας ὑποστάσεως, τρέπεται καὶ γεννᾶται, ἢ μένει μὲν ἐν τῇ οἰκείᾳ ὑποστάσει, [εἰς] ἄλλο δὲ εἶδος ἀντ’ ἄλλου εἴδους μεταλαμβάνον ὧς ὁ μετασχηματιζόμενος κηρὸς καὶ ἄλλοτε ἄλλην μορφὴν ἀναδεχόμενος.
εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδέν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ’ ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ.
τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν,
ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα (adv. dogm. III 266 sqq.). τοίνυν οὐδ’ ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον.
οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν (adv.log.I263sqq.) παριστάντες, ὅτι οὔτε σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον.
δὲ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδὲν τῶν ὄντων γεννᾶται.
δύναμιν μέν ἐστι νεοσσός, κατ’ ἐντελέχειαν δὲ οὔκ ἐστιν, ἀλλὰ λέγεται κατὰ δύναμιν εἶναι νεοσσὸς εἰς τὸ κατ’ ἐντελέχειαν ὑπάρχειν. καὶ τὸ ὂν τοίνυν δύναται γίνεσθαι καὶ τὸ μὴ ὄν. εἶτα καὶ ὁρῶμεν βρέφος μὲν γεννώμενον ἐξ ἀνθρώπου, χυλὸν δ’ ἐκ πόας. ὥστε πάντα τὸν τῶν δογματικῶν
λόγον παρὰ τὴν ἐνάργειαν χωρεῖν.
αὐτόθεν οὐδὲν γίνεται τῷ κατὰ δύναμιν εἶναι, εἰ δὲ ἔστι <τι>
τῆς πόας συνίσταται. καὶ τοῦτο τί πρὸς τὸ ζητούμενον, ἐροῦμεν. οὔτε γὰρ τὸ βρέφος γίνεται τικτόμενον (εἰς τοὐμφανὲς δὲ ἐκ τοῦ ἀφανοῦς ἄγεται), οὔτε ὁ χυλός (καὶ γὰρ ἐν τῇ πόᾳ προὐπῆρχεν , καὶ ἐκτὸς τῆς πόας γινόμενος
τόπον μόνον ἤλλαξεν). ὥσπερ οὖν τὸν ἐκ τοῦ ζόφου εἰς τὸ φῶς προελθόντα οὐ λέγομεν γίνεσθαι, τόπον δ’ ἐκ τόπου μεταβεβηκέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ βρέφος ἐροῦμεν γίνεσθαι, ἀλλ’ ἐξ ἑτέρου τινὸς τόπου εἰς ἕτερον μεταβαίνειν τόπον. οὐδὲν οὗν γεννᾶται.
117 544
εἰς τοῦτο μεταστάσεως. τοίνυν οὐ φθείρεται τὸ μὴ ὄν.
ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται.
ἀπέθανεν· ἔζη γὰρ δήπουθεν καὶ ζῶν οὐκ ἐτεθνήκει. οὔτε δ’ ὅτε ἀπέθανεν· δὶς γὰρ ἔσται τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης.
ὅτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, ἢ ὅτε διεστᾶσιν. οὔτε δὲ ὅτε ἅπτονται ἀλλήλων καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, οὔτε ὅτε διεστᾶσιν ἀπ’ ἀλλήλων·
οὐκ ἄρα φθείρεται τὸ τειχίον. καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ δύναμις αὐτοῦ προφανής. δύο γάρ εἰσι χρόνοι κατ’ ἐπίνοιαν, ἐν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσ- μένοι, καὶ ἐν ᾧ διεστᾶσιν· παρὰ δὲ τούτους οὐδ’ ἐπινοηθῆναι
τρίτος τις δύναται χρόνος. εἰ οὖν φθείρεται τὸ τειχίον, ἐν τῷ ἑτέρῳ τούτων ὀφείλει φθείρεσθαι.
ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι, φθείρεται τὸ τειχίον, μήτε ὅτε διεστᾶσιν ἀπ’ ἀλλήλων, οὐ φθείρεται τὸ τειχίον.
φθείρεται· ἐφ’ ὅσον γὰρ ἔστι τοῦτο, οὔτε γίνεται οὔτε φθείρεται. καὶ μὴν οὐδὲ ἐν ᾧ μὴ ἔστι πάθοι ἄν τι τούτων· ἐν ᾧ γάρ τι μὴ ἔστιν, οὔτε παθεῖν τι οὔτε ποιεῖν δύναται. εἰ δὲ τοῦτο, οὐδὲν οὔτε γίνεται οὔτε φθείρεται.
εἰρήσθω· καιρὸς δ’ ἂν εἴη μετελθεῖν καὶ ἐπὶ τοὺς τὸ ἠθικὸν μέρος τῆς φιλοσοφίας ἀσπασαμένους.
Adversus Mathematicos. Sextus Empiricus. ed. Hermann Mutschmann, ed. Jürgen Mau. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.