<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
τε τὸ λογικὸν καὶ φυσικὸν τῆς φιλοσοφίας μέρος πρότερον ἐπεληλύθαμεν, ὑπόλοιπον δέ ἐστι καὶ τἀς εἰς τὸ ἠθικὸν φέρεσθαι δυναμένας προσυποτάττειν· οὕτω γὰρ ἕκαστος ἡμῶν τὴν τελείαν καὶ σκεπτικὴν ἀπολαβὼν διάθεσιν κατὰ τὸν Τίμωνα (fr. 67 Diels) βιώσεται
τῆς Στοᾶς, εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν εἷναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσιν·
ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.”
ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ‘ὲν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἰ δὲ κακόν ἐστιν, ‘ὲν τῶν τριῶν ὑπάρξει, εἰ δὲ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι,
πάλιν ‘ὲν τῶν τριῶν καταστήσεται. πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.
καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς
ἀποδείξεως.
4 547 ἐν τοῖς οὖσι διαφορὰν ὅτι τοιαύτη τίς ἐστι, σοφιστικῶς δὲ προσειλούμενοι τῇ ἐκτεθείσῃ διαιρέσει. καὶ τοῦτο εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες.
Arn.) ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ ‟ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν” τῷ εἰπόντι ‟εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν” τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον.
τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ ἀποδιδομένου πράγματος διήκειν, οἷον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους
ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος.
μέν Ἕλληνες, οἱ δὲ βάρβαροι” ἴσον τι λέγει τῷ ‟εἰ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἤ βάρβαροι”. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν.
‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακὰ, τὰ δὲ τούτων μεταξύ” δυνάμει κατὰ τὸν Χρύσιππον (II fr. 224 Arn.) τοιοῦτόν ἐστι καθολικόν· ‟εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα”. τὸ μέντοι γε τοιοῦτον
καθολικὸν ψεῦδός ἐστιν ὑποτασσομένου τινὸς αὐτῷ ψεύδους.
ἔστι τῶν ὄντων άγαθόν” ἀληθές ἐστι, τὸ δὲ ‟ταῦτ ἔστιν ἀγαθά” ψεῦδος· οὐ γάρ ἐστιν ἀγαθά, ἀλλὰ τὸ 5 548 μὲν ἀγαθόν, τὸ δὲ κακόν.
ἔστιν ἀγαθὰ ἢ κακά”.
διαίρεσις γένους ἐστὶ τομὴ εἰς τὰ προσεχῆ εἴδη, καὶ διὰ τοῦτο μοχθηρὰ καθέστηκεν ἡ τοιαύτη διαίρεσις· ‟τῶν ἀνφρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”. τῷ γὰρ ἑτέρῳ τῶν προσεχῶν εἰδῶν οὐ τὸ συζυγοῦν καὶ προσεχὲς εἶδος ἀντιδιέζευκται, ἀλλὰ τὰ
τούτου εἴδη, δέον οὕτως εἰπεῖν· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι”, καὶ καθ’ ὑποδιαίρεσιν λοπόν ‟τῶν δὲ βαρβάρων οἱ μέν εἰσιν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”.
ὅσα δὲ μεταξὺ τῶν τε ἀγαθῶν καὶ κακῶν, ταῦτ’ ἔστιν ἡμῖν ἀδιάφορα. ἐχρῆν οὖν μὴ οὕτως ἔχειν τὴν διαίρεσιν, ὡς ἔχει, μᾶλλον δ’ ἐκείν’ ὡς· ‟τῶν ὄντων ἃ μέν ἐστιν ἀδιάφορα, ἃ δὲ διαφέροντα, τῶν δὲ διαφερόντων ἃ μὲν ἀγαθά, ἃ δὲ κακά”.
‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”.
τὸ ἔστι δύο σημαίνει, καὶ ὲν μὲν τὸ οἷον ὑπάρχει ‟ὺπάρχει” καθό φαμεν ἐπὶ τοῦ παρόντος τό ‟ὅτι ἡμέρα ἔστιν” ἀντὶ τοῦ 6 549 ἡμέρα ὑπάρχει ἕτερον δὲ τὸ ὴμέρα] ‟φαίνεται”, καθό τινες τῶν μαθηματικῶν εἰώθασι λέγειν πολλάκις, ὅτι τὸ
μεταξὺ δυεῖν τινῶν ἀστέρων ἔρων διάστημα πηχυαῖόν ἐστιν, ἐν ἴσῳ λέγοντες τῷ ‘‘φαίνεται καὶ οὐ πάντως ὑπάρχει”· τάχα γὰρ ὑπάρχει μὲν σταδίων ἑκατόν, φαίνεται δὲ πηχυαῖον παρὰ τὸ ὕψος καὶ παρὰ τὴν τῆς ὄψεως ἀπόστασιν.
‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων” , τὸ ‟ἔστιν” ἐντάττομεν οὐχ ὡς ὑπάρξεως ἀλλ’ ὧς τοῦ ‟φαίνεσθαι” δηλωτικόν. περὶ μὲν γὰρ τῆς πρὸς τὴν φύσιν ὑποστάσεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἱκανοί πώς εἰσιν ἡμῖν ἀγῶνες πρὸς τοὺς δογματικούς·
κατὰ δὲ τὸ φαινόμενον τούτων ἕκαστον ἔχομεν ἔθος ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον προσαγορεύειν, καθάπερ καὶ ὁ Τίμων ἐν τοῖς ἰνδαλμοῖς (fr. 68 Diels) ἔοικε 7 δηλοῦν, ὅταν φῇ·
ποιησάμενοι.
οἶον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν τῷ ὅλῳ ἀνθρώπῳ οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ), οὔτε ἑτέρα τοῦ ὅλου σύν γὰρ τῇ ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος). ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή, τὰ δὲ μέρη οὔτε 11 ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων, εἴρηται
ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι, ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ, ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας.
κατ’ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. λέγεται γὰρ ἀγαθόν, φασί, καθ’ ἔνα μὲν τρόπον τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ γὰρ ταύτης ὥσπερ τινὸς πη- 12 13 550 14 γῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια.
τὸ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· οὕτως οὐ μόνον αἱ ἀρεταὶ λεχθήσονται ἀγαθά, ἀλλὰ καὶ αἱ κατ’ αὐτὰς πράξεις, εἴπερ καὶ κατὰ ταύτας συμβαίνει ὡφελεῖσθαι.
κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν, ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους 15 ἀνθρώπους, θεούς τε καὶ σπουδαίους δαίμονας.
παρ’ ἣν αἰτίαν οὐκ ἐν ἴσῳ λέγεται παρά τε τοῖς περὶ τὸν Πλάτωνα καὶ Ξενοκράτη (fr. 32 Heinze) πολλαχῶς ὀνομάζεσθαι τἀγαθὸν καὶ παρὰ τοῖς Στωικοῖς. ἐκεῖνοι μὲν γάρ, ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ
κατὰ πολὺ ἀλλήλων διεστῶτα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν, οἷόν τε καὶ ἐπὶ τῆς ‘‘κύων” φωνῆς θεωροῦμεν.
ἄστρον, οὐδὲν δὲ κοινὸν ἔχουσιν αἱ τοιαῦται πτώσεις, οὐδ’ ἐμπεριέχεται τῇ δευτέρᾳ ἡ πρώτη καὶ τῇ τρίτῃ ἡ δευτέρα, οὕτω κἀν τῷ φάναι ἀγαθὸν τὴν ἰδέαν καὶ τὸ μετέχον τῆς ἰδέας ἔκθεσις μέν ἐστι σημαινομένων, κεχωρισμένων δὲ καὶ οὐδεμίαν περίληψιν ἐμφαινόντων.
ὧς προεῖπον, τοιοῦτοί τινες ἦσαν· οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυεῖν. ἦσαν δὲ οἱ φάσκοντες (Stoic. fr. III 73 Arn.) ἀγαθὸν 16 ὑπάρχειν τὸ δι’ αὐτὸ αἱρετόν. οἱ δ’ οὕτως· ‘‘ἀγαθόν
ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν”, τινὲς δὲ “τὸ συμπληρωτικὸν εὐδαιμονίας”. εὐδαιμονία 17 18 551 δέ ἐστιν, ὧς οἱ τε περὶ τὸν Ζήνωνα (fr. 184 Arn.) καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου.
πρὸς τὸν τοῦ πρώτου σημαινομένου ὅρον εὐθὺς ἐπιζητεῖν, καθὸ λέγει· “τὸ ἀγαθόν ἐστι τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι”, ὡς εἰ ταῖς ἀληθείαις ἀγαθόν ἐστι τὸ ἀφ’
οὗ ἔστιν ὠφελεῖσθαι, μόνην ῥητέον τὴν γενικὴν ἀρετὴν ἀγαθὸν ὑπάρχειν (ἀπὸ μόνης γὰρ ταύτης συμβαίνει τὸ ὠφελεῖσθαι), ἐκπίπτειν δὲ τοῦ ὅρου ἑκάστην τῶν εἰδικῶν, οἷον τὴν φρόνησιν καὶ τὴν σωφροσύνην καὶ τὰς λοιπάς.
οὐ τὸ κοινόν, ὠφελεῖν, καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἀνάλογον.
οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ’ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται, κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα, τὶ δὲ τῶν ἐν τῷ <βίῳ> ὠφελεῖσθαι παρεχομένη, οἶον ἡ <τὸ> φρονεῖν, καθάπερ ἡ φρόνησις, ἡ δὲ τὸ σωφρονεῖν, ὧς σωφροσύνη.
πρότερον ἔγκλημα φυγεῖν, εἰς ἕτερον ἀπεκυλίσθησαν. εἰ γὰρ ἕτερον] ἔστι τὸ λεγόμενον τοιοῦτο· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”, ἡ γενικὴ ἀρετὴ 19 552 ἀγαθὸν οὖσα οὐχ ὑποπεσεῖται τῷ ὅρῳ· οὐ γὰρ ἀπ’ αύτῆς
συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι (ἐπεὶ μία τῶν ἐπ’ εἴδους γενήσεται), ἀλλ’ ἀπλῶς τὸ ὠφελεῖσθαι.
αἱρετὸν ἢ τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν, ἢ οὕτω πως ἀποδιδούς, οὐχ ὃ ἔστιν ἀγαθὸν διδάσκει, ἀλλὰ τὸ συμβεβηκὸς
αὐτῷ παρίστησιν. ὁ δὲ τὸ συμβεβηκὸς τἀγαθῷ παριστὰς οὐκ αὐτὸ δείκνυσι τἀγαθόν. εὐθέως γοῦν τὸ μὲν ὅτι ὠφελεῖ τἀγαθὸν καὶ τὸ ὅτι αἱρετόν ἐστι, παρὸἀγαθὸν εἴρηται τὸ οἶον ἀγαστόν (Plato Craty l. p. 412C),
ὅτι <τε> εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἀλλ’ ἐὰν προσεξετάζηται, τί ποτε ἔστι τοῦτο
τοῦ μὲν ἀρετὴν λέγοντος, τοῦ δ’ ἡδονήν, τοῦ δ’ ἀλυπίαν, τοῦ δ’ ἄλλο τι τῶν διαφερόντων.
τἀγαθῷ. διόπερ οὐδὲ κατὰ τοῦτο μόνον εἰσὶ μοχθηροί, ἀλλὰ καὶ καθόσον ἀδυνάτου τινὸς ἐφίενται πράγματος·
τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται, ὅπερ ἦν τοῦ ἵππου συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατ’ εἰληφότα, τί ἐστι βοῦς, προφερόμενος· “βοῦς ἐστι ζῷον μυκητικόν” οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ μυκᾶσθαι, συμβεβηκὸς ὑπάρχον
τοῦ βοός.
δὲ ταύτῃ καὶ οἱ τοιοῦτοι τῶν ὅρων οὐ διδάσκουσι τὸ ζητούμενον.
περὶ τῆς τἀγαθοῦ νοήσεως. ἐξ ὧν, ὧς οἶμαι, σαφῆ τυγχάνει καὶ τὰ περὶ τοῦ κακοῦ τεχνολογούμενα παρὰ τοῖς ἑτεροδόξοις. κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ
κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.
περὶ τἀγαθοῦ λελεγμένων (§ 21 — 39) πάρεστι νῦν δ’ ἐπὶ προκατασταθεῖσι τούτοις μετελθόντες σκεψώμεθα, εἰ ὥσπερ ἐπινοεῖταί τι ἀγαθὸν καὶ κακόν, οὕτω καὶ πρὸς τὴν φύσιν ὑπαρκτόν ἐστιν.
τὴν ἐπίνοιαν τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, πρότερον 22 23 24 554 ἐπελογισάμεθα· πρὸς δὲ τὸ εὐχερέστερον συμπεριφέρεσθαι τοῖς περὶ τῆς ὑπάρξεως αὐτοῦ λόγοις αὔταρκές ἐστιν εἰπεῖν, ὡς ἄρα πάντες ἄνθρωποι, καθάπερ ἔλεγε καὶ ὁ
Αἰνησίδημος, ἀγαθὸν ἡγούμενοι τὸ αἱροῦν ὁποῖον ἄν ποτ’ ᾖ 5 μαχομένας ἔχουσι τἀς ἐν εἴδει περὶ αὐτοῦ κρίσεις.
καὶ μελαντάτην προκρίνοντος, τοῦ δὲ Περσοῦ τὴν γρυποτάτην καὶ λευκοτάτην ἀποδεχομένου, ἄλλου δὲ τὴν μέσην κατά τε τὸν χαρακτῆρα καὶ κατὰ τὴν χρόαν πασῶν καλλίονα λέγοντος,
οἱ τε ἰδιῶται καὶ οἱ φιλόσοφοι, ἀγαθὸν μὲν τὸ αἱροῦν αὐτοὺς καὶ ὠφελοῦν, κακὸν δὲ τὸ ἐναντίως ἔχον, κατ’ εἶδος πρὸς ἀλλήλους πολεμοῦσιν·
τὶς δὲ ἡδονήν. καὶ ἐπὶ τῶν φιλοσόφων ὁ αὐτὸς λόγος.
ὑγίειαν καὶ εὐεξίαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ πὰν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας, ἐκτὸς δὲ ψυχῆς καὶ σώματος πλοῦτον πατρίδα γονεῖς τέκνα φίλους, τὰ παραπλήσια.
τούτων γὰρ τὰ μὲν περὶ ψυχήν τὰ δ’ ἐκτός, δὲ οὔτε 25 26 555 περὶ ψυχὴν οὔτε ἐκτός, ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὧς μὴ ἀγαθῶν. καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ <τὰς> πράξεις, ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς 27 καὶ τὰ ὅμοια, οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς
αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δύνατόν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.
ἀγαθόν· ὁποῖοί εἰσιν οἱ τὴν κατὰ σάρκα ἡδονὴν ἀσπαζόμενοι. καὶ ἕνα μὴ δοκῶμεν νῦν ἐπὶ πλεῖον ἐκτείνειν τὸν λόγον παριστάντες, ὅτι ἀσύμφωνός ἐστι καὶ μαχομένη ἡ περὶ ἀγαθοῦ τε καὶ κακοῦ τῶν ἀνθρώπων κρίσις, ἐπὶ ἑνὸς ὑποδείγματος ποιησόμεθα τὴν ὑφήγησιν, καθάπερ τῆς ὑγείας,
ἐπεὶ καὶ συνηθέστερός ἐστιν ἡμῖν ὁ περὶ αὐτῆς λόγος.
οἱ δ’ οὐκ ἀγαθόν, καὶ τῶν ἀγαθὸν ὑπολαμβανόντων οἱ μὲν μέγιστον ἀγαθὸν ταύτην ἔλεξαν, οἱ ὁ οὐ μέγιστον, καὶ τῶν οὐκ ἀγαθὸν εἰπόντων οἱ μὲν ἀδιάφορον προηγούμενον, οἱ δὲ ἀδιάφορον μέν, οὐ προηγούμενον δέ.
προειπὼν ταῦτα· 28
καὶ πλοῦτον ἀχρεῖον καὶ λόγον ἀδύνατον ὑγείας ἀπούσης.
ἀπονέμειν. ἔνθεν καὶ ὁ Κράντωρ (fr. 13 Kayser) εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι.
τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς.
κόσμον παρέχων πᾶσιν πᾶσιν ἀνθρώποις καὶ τἀς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα
τῶν πράξεων γίνομαι.”
λέγῃ δὲ εἰς μέσον καταστᾶσα,
πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν.
πλούτου ὄφελός τι ἐστὶν ἀπούσης αὐτῆς (Eur. Teleph. fr. 714 Nauck) 33
ὧς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν ὑγείαν. ἀλλὰ καὶ τῆς ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ ἀνδρεία πολύ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγη· “
Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἄν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν”, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν 34 πρωτεῖα τῇ ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ
ὑγείᾳ, τὰ δὲ τρίτα τῇ ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν πλοῦτον.
δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτήν, ἀλλ’ ἀδιάφορον. τὸ ἀδιάφορον δ’ οἴονται (111 122 Arn.) λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τἀς ἐπὶ τῇ κεφαλῇ τρίχας·
πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὃταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ <τὸ> ἕτερον αὐτῶν αἱρεῖσθαι, οὐ μᾶλλον 36 πρὸς τόδε ἢ τόδε.
φασὶν ἀδιάφορον τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, καθ’ ὃ σημαινόμενόν φασι τήν τε ὑγείαν καὶ νόσον καὶ πάντα τὰ σωματικὰ καὶ τὰ πλεῖστα τῶν ἐκτὸς ἀδιάφορα τυγχάνειν διὰ τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν
συντείνειν. ᾧ γὰρ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτ’ ἂν εἴη ἀδιάφορον· διὰ παντὸς δ’ ἀρετῇ μὲν καλῶς, κακίᾳ δὲ κακῶς, ὑγείᾳ δὲ καὶ τοῖς περὶ σώματι ποτὲ μὲν εὖ, ποτὲ δὲ κακῶς ἔστι χρῆσθαι, διὸ ταῦτ’ ἂν εἴη ἀδιάφορα.
μήτε προηγμένα μήτε ἀποπροηγμένα, καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα, ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα, μήτε δὲ προῆχθαι μήτε
ἀποπροῆχθαι, οἶον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δά 38 39 40 559 κτυλον καὶ πᾶν ὃ τούτω παραπλήσιόν ἐστιν.
καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοὰς·
μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλαγήν, μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα, τινὰ δὲ ἀποπροηγμένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα, μήτε τὰ λεγόμενα
ἀποπροῆχθαι κατ’ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα.
δὲ ἰῶτα, ὅτε τὸ τοῦ Ἴωνος, τὸ δὲ ὦ, ὅτε τὸ τοῦ ᾿Ωρίωνος, οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων, τῶν δὲ καιρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων, οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ’ ἕτερα 43 πρόκρισις, κατὰ περίστασιν δὲ μᾶλλον.
44 559
δὲ ἀδιαφόρων προλήψεως, δεήσει λοιπὸν καὶ τῶν παρὰ τοῖς σκεπτικοῖς εἰς τὸ προκείμενον λεγομένων ἐφάπτεσθαι.
ἀγαθὸν ἢ κακόν. ὥσπερ γὰρ τὸ πῦρ φύσει ἀλεαντικὸν καθεστὼς πάντας ἀλεαίνει καὶ οὐχ οὓς μὲν ἀλεαίνει, οὓς δὲ ψύχει, καὶ ὃν τρόπον ἡ χιὼν ψύχουσα οὐχὶ τοὺς μὲν ψύχει, τοὺς δὲ ἀλεαίνει, πάντας δ’ ὁμοίως ψύχει, οὕτω τὸ φύσει ἀγαθὸν πᾶσιν ὀφείλει τυγχάνειν ἀγαθὸν καὶ οὐχὶ
τοῖς μὲν ἀγαθόν, τοῖς δ’ οὐκ ἀγαθόν.
ἴδιον ἄρα ἐστὶ θεοῦ τὸ ἀγαθοποιεῖν. ὥστε εἰ ἐστι τι φύσει ἀγαθόν, τοῦτο πρὸς ἅπαντάς ἐστιν ἀγαθόν, καὶ εἰ ἐστι τι φύσει κακόν, τοῦτο πρὸς ἅπαντάς ἐστι κακόν. οὐδὲν δὲ κοινὸν πάντων ἐστὶν ἀγαθὸν ἢ κακόν, ὡς παραστήσομεν·
γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν ῥητέον ταῖς ἀληθείαις ἀγαθόν, ἢ οὐ πᾶν. καὶ πᾶν μὲν οὐ ῥητέον· εἰ γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν λέγοιμεν ἀγαθόν, ἐπεὶ ταὐτὸν ὑπὸ ἑτέρου δοξάζεται κακὸν καὶ ὑπὸ ἄλλου ἀγαθὸν καὶ ὑπὸ διαφέροντος δοξάζεται ἀδιάφορον,
δώσομεν τὸ αὐτὸ ἅμα καὶ κακὸν καὶ ἀγαθὸν καὶ ἀδιάφορον ὑπάρχειν.
δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἷναι, ὁ δὲ Ἀρχέδημος (fr.22 Arn.) κατὰ φύσιν μὲν εἶναι ὧς τἀς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν, Παναίτιος (fr. 39 Fowler) δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν,
τινὰ δὲ παρὰ φύσιν.
κακὸν καὶ ἀδιάφορον. οὐχὶ δέ γε δύναται τῇ φύσει τὸ αὐτὸ τὰ ἐναντία τυγχάνειν, ἀγαθὸν ἅμα καὶ κακὸν καὶ ἀδιάφορον· οὐκ ἄρα πᾶν τό τινι φαινόμενον ἀγαθὸν ἢ κακόν, τοῦτο ῥητέον εἶναι ἀγαθὸν ἢ κακόν.
δύνασθαι τὴν ἐν τοῖς δοξαζομένοις ἀγαθοῖς διαφοράν, ὥστε λέγειν τὸ μὲν τῷδε δοξαζόμενον ἀγαθὸν ταῖς ἀληθείαις εἶναι ἀγαθόν, τὸ δὲ τῷδε δοξάζεσθαι μὲν ἀγαθόν, οὐκ εἶναι δὲ τῇ φύσει ἀγαθόν.
δι’ ἐναργείας ἀμήχανον. πᾶν γὰρ τὸ δι’ ἐναργείας προσπίπτον κοινῶς τε καὶ συμφώνως λαμβάνεσθαι πέφυκεν ὑπὸ τῶν ἀπαραποδίστους ἐχόντων τὰς ἀντιλήψεις, ὧς παρὸν ρὸν ἰδεῖν ἐπὶ πάντων σχεδὸν τῶν φαινομένων. οὐχὶ δέ γε συμφώνως τὸ αὐτὸ πᾶσιν ἀγαθὸν εἶναι λέγεται, ἀλλὰ τοῖς
μὲν ἀρετὴ καὶ τὸ μετέχον ἀρετῆς, τοῖς δὲ ἡδονή, τοῖς δὲ ἀλυπία, τισὶ δ’ ἄλλο τι. οὔκ ἄρα ἐναργῶς προσπίπτει πᾶσι τὸ ὄντως ἀγαθόν.
ἀγαθὸν εἶναι δεδόξακεν, ἄλλον δ’ Ἐπίκουρος, δι’ οὗ 48 561 τὴν ἡδονήν, οὐ τὸν αὐτὸν δὲ Ἀριστοτέλης, δι’ οὗ τὴν ὑγείαν, ἴδιον πάλιν ἕκαστος εἰσηγήσεται ἀγαθόν, ὅπερ οὐκ ἔστι τῇ φύσει ἀγαθόν, οὐδὲ κοινὸν πάντων.
ἐστι φύσει ἀγαθόν. εἰ γὰρ τὸ μὲν ἴδιον ἑκάστου οὐκ ἔστιν ἀγαθὸν πάντων οὐδὲ φύσει, παρὰ δὲ τὸ ἴδιον ἑκάστου
ἀγαθὸν οὐδὲν ἔστι συμφώνως ἀγαθόν, οὐδὲν ἔστιν ἀγαθόν.
τούτου τυγχάνειν ὥσπερ καὶ τὸ κακὸν φυγεῖν. οὐδὲν δέ γε αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον ὧς αἱρετόν, καθάπερ δείξομεν· οὐκ ἄρα τι ἔστιν ἀγαθόν.
τὸν πλοῦτον αἱρετόν ἐστιν ἢ αὐτὸς ὁ πλοῦτος αἱρετός ἐστιν. καὶ αὐτὸ μὲν τὸ αἱρεῖσθαι οὐκ ἂν εἴη αἱρετόν.
ἢ ἐσθίειν, ἴνα μὴ πιόντες ἢ φαγόντες ἐκπέσωμεν τοῦ ἔτι θέλειν τὸ πίνειν ἢ ἐσθίειν, οὕτως εἰ τὸ αἱρεῖσθαι πλοῦτον ἢ ὑγείαν αἱρετόν ἐστιν, οὐκ ἐχρῆν ἡμᾶς διώκειν τὸν πλοῦτον ἢ τὴν ἡγείαν, ἴνα μὴ τυχόντες αὐτῶν ἐκπέσωμεν τοῦ ἔτι αἱρεῖσθαι.
οὐκ ἄρα αἱρετόν ἐστι τὸ αἱρεῖσθαι, φευκτὸν δὲ μᾶλλον. καὶ ὃν τρόπον ὁ ἐρῶν σπεύδει τυχεῖν τῆς ἐρωμένης, ἴνα φύγῃ τὴν ἐν τῷ ἐρᾶν ὄχλησιν, καὶ ὧς ὁ διψῶν ἐπείγεται πιεῖν, ἵνα φύγῃ τὴν ἐν τῷ διψῆν βάσανον, ὧδε καὶ ὁ ἐν τῷ αἱρεῖσθαι πλοῦτον ὀχλούμενος κατὰ τὸ αἱρεῖσθαι ἐπεί- 49 50 562 γεται τυχεῖν πλούτου, ἵνα ἀπαλλαγῇ τοῦ ἔτι αἱρεῖσθαι.
τῶν ἐκτὸς εἶναι λεγομένων ἀγαθῶν ἢ συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ <ἀστεῖον> κίνημα καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδὲν συμβαίνει τοιοῦτον
οὐδέ ἐσμεν ἐν διαφόρῳ κινήματι, ὅτε αἱρετὸν ἡγούμεθα τὸν φίλον ἢ τὸ τέκνον.
τούτου οἷόν τε αἵρεσιν ποιεῖσθαι ἡμᾶς;
ἐκ τούτου μηδὲ αἵρεσίν τινα ἐμφύεσθαι.
γε τὸ τοιοῦτο κατάστημα οὐκ ἐκτός, ἀλλὰ περὶ ἡμᾶς. οὐδὲν ἄρα τῶν ἐκτὸς δι᾿ αὑτὸ αἱρετόν ἐστιν ἢ ἀγαθόν.
ὑποκέοιτο, οὐκέτι δὲ καὶ ψυχικὸν πάθος, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν (ψυχῆς γάρ ἐστι πᾶσα γνῶσις) καὶ ἴσον ἔσται τοῖς ἐκτὸς ὑποκειμένοις καὶ μηδεμίαν ἔχουσι πρὸς 51 52 563 ἡμᾶς συμπάθειαν.
εἰς ψυχήν, ἔσται κατ’ αὐτὴν αἱρετὸν καὶ ἀγαθόν, ἀλλ’ οὐ καθὸ ψιλῶς σωματικόν ἐστι κίνημα. πᾶν γὰρ αἱρετὸν κατὰ αἴσθησιν ἢ νόησιν κρίνεται, οὐ κατ’ ἄλογον σῶμα. ἀλλ’ ἦγε τὸ αἱρετὸν λαμβάνουσα αἴσθησις ἢ διάνοια ψυχή ἐστι κατὰ τὸν ἴδιον λόγον· οὐδὲν ἄρα τῶν
περὶ σῶμα συμβαινόντων δι’ αὐτὸ αἱρετόν ἐστι καὶ ἀγαθόν, ἀλλ’ εἰ ἄρα, τῶν περὶ ψυχήν,
ἐχούσης τἀς κρίσεις πρὸς τὴν τοῦ πέλας, ἀνάγκη ἕκαστον τὸ φαινόμενον αὑτῷ ἀγαθὸν ἡγεῖσθαι. οὐκ ἦν δὲ τὸ ἑκάστῳ φαινόμενον ἀγαθὸν φύσει ἀγαθόν. οὐδὲ ταύτῃ τοίνυν τί ἐστιν ἀγαθόν.
ἐπὶ ἑνὸς ὑποδείγματος καταστήσασθαι τὸν λόγον, καθάπερ τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς (fr. III 79 Arn.).
ἐκ τοῦ ψύχεσθαι, οὕτω καὶ τὴν ἀφροσύνην φύσει κακὸν ὑπάρχουσαν γνωρίζεσθαι ἐκ τοῦ κακοῦσθαι. ἤτοι οὖν οἱ λεγόμενοι ἄφρονες κακοῦνται ὑπὸ τῆς ἀφροσύνης ἢ οἱ φρόνιμοι.
ἀλλὰ κεχωρισμένου οὐκ ἂν κακωθεῖεν. εἰ δὲ τοὺς ἄφρονας κακοῖ ἡ ἀφροσύνη, ἤτοι πρόδηλος αὐτοῖς οὖσα 53 564 κακοῖ αὐτοὺς ἢ ἄδηλος.
τὴν ἀνυπόπτωτον ἀφροσύνην καὶ τὴν ἀδηλουμένην οὐδεὶς ὡς κακὸν περιστήσεται.
ἀλλ᾿ ἕκαστος τὴν μὲν ἰδίαν κρίσιν ἀποδέχεται, τὴν δὲ τοῦ τὸ ἐναντίον δοξάζοντος κακίζει.
εἴπερ οὔτε οἱ φρόνιμοι κακοῦνταί τι πρὸς τῆς ἀφροσύνης οὔτε τοῖς ἄφροσι φευκτόν ἐστιν ἡ ἀφροσύνη, ῥητέον μὴ εἶναι φύσει κακὸν τὴν ἀφροσύνην. εἰ δὲ μὴ ταύτην, οὐδ᾿ ἄλλο τι τῶν λεγομένων κακῶν.
ἀσυνήθει ἀέρος ψύξει ἔκλαυσέ τε καὶ ἐκώκυσεν. εἰ δὲ φυσικῶς ὁρμᾷ μὲν πρὸς ἡδονήν, ἐκκλίνει δὲ τὸν πόνον, φύσει φευκτόν τί ἐστιν αὐτῷ ὁ πόνος καὶ αἱρετὸν ἡ ἡδονή.
(πολλὴ γὰρ μετουσία κἀκείνοις ἐστὶν ἡδονῆς), εἶθ᾿ ὅτι οὐδὲ τὸ καθάπαξ φευκτόν ἐστιν ὁ πόνος· καὶ γὰρ πόνῳ πραύνεται πόνος, καὶ ὑγεία, ἔτι δὲ ῥῶσις καὶ θρέψις γίνεται σωμάτων 54 55 565 διὰ πόνων, τέχνας τε καὶ ἐπιστήμας τἀς ἀκριβεστάτας ἀναλαμβάνουσιν
ἄνδρες οὐ χωρὶς πόνου, ὥστ’ οὐ πάντως φύσει φευκτὸν ὁ πόνος.
τοιούτου, ἀλλὰ παρὰ τἀς διαφόρους περιστάσεις ὁτὲ μὲν οὕτως, ὁτὲ δ’ ἐκείνως κινοῦντος ἡμᾶς.
ὥς τινα γενναῖα ζῷα, καθάπερ ταῦροι καὶ ἀλεκτρυόνες, καίπερ μηδεμιᾶς αὐτοῖς ὑποκειμένης τέρψεως καὶ ἡδονῆς διαγωνίζεται μέχρι θανάτου.
ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ’ ἐποίουν, μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς, εἰ μὴ φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο
πρὸς τὴν αὐτοῦ αἵρεσιν.
ἡ δὲ ἀφροσύνη τυφλώττει περὶ τὴν τούτου διάγνωσιν, ὅθεν καὶ ὁ ἀλεκτρυὼν καὶ ὁ ταῦρος μὴ μετέχοντα τῆς φρονίμης διαθέσεως οὐκ ἂν βλέποι τὸ καλόν τε καὶ ἀγαθόν.
τὸ ἡγεῖσθαι. ἔσθ’ ὅτε δὲ τὸ νικᾶσθαι καὶ τὸ ὑποτάσσεσθαι κάλλιόν ἐστιν, ὅπου γε ἑκάτερόν ἐστιν ἀδιάφορον. οὐ τοίνυν φύσει ἀγαθόν ἐστιν, ἀλλ’ ἀδιάφορον τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι.
ἥττονα, τοὔμπαλιν ἐροῦμεν καὶ τὸν ἄνθρωπον τοῦ ἡδέος μᾶλλον ἀντιποιεῖσθαι.
ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται τέλους.
αὐτῷ κατὰ ψυχὴν τέρψιν καὶ γῆθος, προσηνές τι τυγχάνον κατάστημα. καὶ μᾶλλόν γε τοῦτο ἐπ’ ἀνθρώπων ἔστιν ὑπολαβεῖν, ἐφ’ ὧν καὶ τιμὴ καὶ ἔπαινος καὶ δωρεαὶ καὶ δόξαι ἱκανά ἐστιν ᾔδειν καὶ διαχεῖν τὴν 5 | διάνοιαν καὶ παρ’ αὐτὸ τοῦτο κατεξαναστατικὴν αὐτὴν
τῶν ὀχληρῶν παρέχειν.
ἀλλὰ τοί γε ὅτε ζῶσιν ἥδονται καὶ γήθουσι πρὸς τούς ἐπαίνους.
αὐτοῖς ἔσται τὰ κατὰ τὴν ζωήν, θεασαμένοις (X 62) 58 567
διὰ πολλοὺς οὖν τρόπους τὸν μετ’ εὐκλείας τινὲς αἱροῦνται θάνατον, καὶ οὐ διὰ τὸ περισπούδαστον ἡγεῖσθαι τὸ παρά τισι τῶν δογματικῶν θρυλούμενον καλόν. ἀλλὰ τὰ μὲν περὶ τούτων ἐπὶ τοσοῦτον ἠπορήσθω.
κακὸν αὐταρκῶς ἐσκεψάμεθα· νυνὶ δὲ ζητῶμεν, εἰ καὶ συγχωρηθέντων αὐτῶν δυνατόν ἐστιν εὐρόως ἅμα καὶ εὐδαιμόνως βιοῦν. οἱ μὲν οὖν δογματικοὶ τῶν φιλοσόφων οὐδ’ ἄλλως φασὶν ἢ οὕτως ἔχειν· ὁ γὰρ τυχὼν τοῦ ἀγαθοῦ κατ’ αὐτοὺς καὶ ἐκκλίνων τὸ κακόν, οὗτός ἐστιν εὐδαίμων·
παρὸ καὶ ἐπιστήμην τινὰ περὶ τὸν βίον εἶναι λέγουσι τὴν φρόνησιν, διακριτικὴν μὲν οὖσαν τῶν τε ἀγαθῶν καὶ κακῶν, περιποιητικὴν δὲ τῆς εὐδαιμονίας.
δ᾿ ἀπὸ τῆς σκέψεως μηδὲν εἰκῇ τιθέντες ἢ ἀναιροῦντες, ἅπανθ’ ὑπὸ τὴν σκέψιν εἰσάγοντες διδάσκουσιν, ὧς τοῖς μὲν φύσει ἀγαθὸν καὶ κακὸν ὑποστησαμένοις ἀκολουθεῖ τὸ κακοδαιμόνως βιοῦν, τοῖς δ’ ἀοριστοῦσι καὶ ἐπέχουσι (δ 565)
φεύγειν.
φεύγων, καὶ διὰ τοῦτο ταραττόμενος, οὐδέποτε εὐδαιμονήσει.
ἐν τῷ πρός τι πὼς ἔχειν ἐστὶ ταῦτα, καὶ ὧς μὲν πρὸς τόνδε τόδ’ ἐστὶν αἱρετόν ἤ φευκτόν, ὧς δὲ πρὸς τὴν φύσιν τὴν τῶν πραγμάτων οὔτε αἱρετόν ἐστιν οὔτε φευκτόν, ἀλλὰ νυνὶ μὲν αἱρετόν, νυνὶ δὲ φευκτόν.
ἀγαθὸν καὶ τὸ φευγόμενον φύσει φευκτόν, ἀβίωτον ἕξει τὸν βίον, ἀναγκαζόμενος τὸ αὐτὸ διώκειν ἅμα καὶ φεύγειν, καὶ διώκειν μέν, ἡ πρός τινων αἱρετὸν ὑπείληπται, φεύγειν δέ, παρόσον ἑτέροις φευκτὸν δεδόξασται.
καὶ φευκτόν, τὶ δὲ αὐτῶν αἱρετὸν καὶ τὶ φευκτόν, βιώσεται μέν, οὐ χωρὶς δὲ ταραχῆς βιώσεται· διὰ παντὸς γὰρ τὸ δοξασθὲν αὐτῷ φύσει τυγχάνειν ἀγαθὸν διώκων καὶ τὸ
ὑποληφθὲν κακὸν περιιστάμενος οὐδέποτε ἀπαλλαγήσεται ταραχῆς, ἀλλὰ καὶ μήπω δραξάμενος τἀγαθοῦ διὰ τὴν τοῦ τυχεῖν ἐπιθυμίαν σφοδρῶς ταραχθήσεται, καὶ τυχὼν διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἢ διὰ τὴν φρουρὰν τοῦ
κτηθέντος οὐδέποτε ἠρεμήσει.
νυνὶ μὲν αἱρετοῦ καθεστῶτος, νυνὶ δὲ φευκτοῦ, βιώσεται μὲν εὐδαιμόνως καὶ ἀταράχως, μήτε ἐπ’ ἀγαθῷ ὡς ἀγαθῷ ἐπαιρόμενος μήτε ἐπὶ κακῷ ταπεινούμενος, τὸ μὲν κατ’ ἀνάγκην συμβαῖνον γεννικῶς δεχόμενος, τοῦ δὲ κατὰ δόξαν ὀχληροῦ, καθ’ ἣν κακόν τι παρεῖναι ἢ ἀγαθὸν δοξάζεται, ἐλευθερούμενος.
τοῦτο μὴν αὐτῷ παρέσται ἐκ τοῦ μηδὲν φύσει ἀγαθὸν ἢ κακὸν δοξάζειν. οὐκ ἄρα ἔνεστιν εὐδαιμόνως βιοῦν ἀγαθά τινα ἢ κακὰ ὑποστησάμενον.
πάντως καὶ τὸ ποιητικὸν τῆς ἀλγηδόνος ἐπισυστήσεται τῇ ἀλγηδόνι φευκτὸν ὄν· καὶ εἰ ὁ θάνατος τῶν κακῶν ἐστιν, ἔσται καὶ τὸ θανατοῦν τῶν κακῶν ἅμα καὶ φευκτῶν. τοίνυν καὶ κοινῶς, εἰ τὸ κακὸν φευκτόν ἐστιν, ἐξ ἀνάγκης καὶ τὸ ποιητικὸν τοῦ κακοῦ φευκτὸν ἔσται
καὶ κακόν.
τυγχάνει αἴτια. διὰ γὰρ δὴ τὰ τοιαῦτα ἀγαθὰ πάντα ἐστι τὰ κακά, φιλαργυρία τε καὶ φιλοδοξία καὶ φιλονεικία καὶ φιληδονία καὶ τἆλλα, ὁπόσα τούτοις ἐμφερῆ ἐστιν.
τε καὶ αἱρετὸν συντόνως διώκων καὶ μετὰ σφοδροῦ πείσματος λεληθότως εἰς τὴν ἀγχίθυρον κακίαν ἐμπίπτει. οἷον (ἔσται γὰρ τὸ λεγόμενον σαφὲς τῶν οἰκείων ἡμῖν τεθέντων ὑποδειγμάτων)
τοῦ πλούτου, καὶ ἑκάστοτε πρὸς ἑαυτὸν τὸ κωμικὸν ἀναμελετᾶν παράγγελμα (fr. adesp. 1255 · Kock)·
ἐστιν ἢ φιλαργυρεῖν. ὁ ἄρα τὸν πλοῦτον μέγιστον ἀγαθὸν ἰνδαλλόμενος ἐν τῷ σπεύδειν ἐπὶ τοῦτον γίνεται φιλάργυρος.
ἀγαθὸν ὑποτίθεσθαι μεγάλου τινὸς κακοῦ γεννητικόν ἐστι, τῆς φιλοδοξίας.
δοξασθέντα τισὶ τῶν φιλοσόφων ἀγαθὰ πάντων τῶν κακῶν ποιητικά, ῥητέον τά τισι δοξασθέντα ἀγαθὰ τῇ δυνάμει τυγχάνειν κακά.
τι τοῖς ὁρμῶσι καὶ διώκουσι κακόν, οἶον τῷ μὲν τὸν πλοῦτον μετιόντι ἡ φιλαργυρία, τῷ δὲ τὴν δόξαν ἡ φιλοδοξία,
τῷ δ’ ἄλλο τι ἀλλοία τις ταραχή, κατὰ δὲ τὴν τεῦξιν αὐτῶν ἀπαλλαγὴ γίνεται τῶν ταραχῶν καὶ ἀνάπαυλα τῆς πρότερον ὀχλήσεως·
λύσει τὸ σύντονον τῆς περὶ αὐτὴν σπουδῆς. καθάπερ οὖν τὰ κρημνοβατοῦντα τῶν ζῴων ὑπὲρ τοῦ πιεῖν δι’ ἀλγηδόνος ἵεται ἐπὶ τὴν ἡδονὴν καὶ ἅμα τῷ κορεσθῆναι παύεται τῶν πρὶν μόχθων, οὕτω καὶ ὁ ἄνθρωπος ἐν μὲν τῷ ἐπείγεσθαι πρὸς τὸ ἀγαθὸν ἐξ ἀνάγκης ὀχλεῖται, τυχὼν
δὲ οὗ ἐπόθει καὶ τῆς ὀχλήσεως ἀπαλλάττεται.
62 571 μαχητὰ νομίζουσι, σὺν τῷ μόνοι ταῦτα κεκτῆσθαι, διὸ καὶ ζῆλος αὐτοῖς ἐμφύεται πρὸς τοὺς πέλας καὶ βασκανία καὶ φθόνος. ὥστε καὶ τὴν δίωξιν τῶν λεγομένων [ὑπάρχειν] ἀγαθῶν οὐκ ἀταλαίπωρον εἷναι, καὶ τὴν περίκτησιν
πλειόνων κακῶν ὑπάρχειν ἐπισύστασιν.
κακοῖς.
τὸ μέλλον ἢ δεδιὼς σύνοικον ἔχει τὴν μέριμναν.
ὅτι οὐδὲ βοηθείας ἐνδέχεται τυχεῖν διὰ τῆς δογμα- τικῆς πορευομένους φιλοσοφίας. ὑποκειμένου γάρ τινος φύσει ἀγαθοῦ ἢ φύσει κακοῦ, ὁ παραμυθούμενος τὸν ταρασσόμενον ἐπὶ τῷ συντόνως διώκειν τἀγαθὸν ὡς ἀγαθὸν ἢ σφοδρῶς φεύγειν τὸ κακὸν ὧς κακὸν καταστέλλει
τὴν ταραχὴν <ἤτοι> τοῦτο λέγων, ὅτι καθῆκόν ἐστι τἀγαθὸν διώκειν μήτε τὸ κακὸν φεύγειν, <ἢ> τοῦτο
ἀλλὰ ταύτην διωκτέον , ἢ ὅτι τοῦτο μὲν ὀλιγωφελὲς ὂν πολλὰς ἔχει τἀς ὀχλήσεις, τοῦτο δὲ πολυωφελὲς καθεστὼς ὀλίγας ἔχει τἀς ὀχλήσεις.
ποτε τὴν ἐκλογὴν καὶ ἀπεκλογὴν τούτων τάς τε αἱρέσεις καὶ φυγὰς θρυλούντων.
τις ὠχλεῖτο, οὕτω καὶ τὸ δεύτερον διώκων ὀχληθήσεται, ὥστε νόσον ἀντὶ νόσου ποιεῖν τὸν τοῦ φιλοσόφου λόγον,
διώξεως, ἀλλ’ ἐφ’ ἑτέραν μετατίθησι δίωξιν.
ἤ ἀνασκευάζων μὲν φρενῖτιν, ἀντεισάγων δὲ λήθαργον, οὐκ ἀπαλλάττει τὸν κίνδυνον ἀλλ’ ἐναλλάττει, οὕτω καὶ ὁ φιλόσοφος ἑτέραν ταραχὴν ἀνθ’ ἑτέρας εἰσηγούμενος οὐ βοηθεῖ τῷ ταραττομένῳ.
ἀντεισαγομένη ταραχὴ μέτριός ἐστιν, ἡ δὲ ἀναιρουμένη σφοδροτέρα. οἴαν γὰρ εἶχε δόξαν ὁ ταραττόμενος περὶ τοὐ πρότερον διωκομένου, τοιαύτην ἔχει καὶ περὶ τοῦ δευτέρου· ἐδόξαζε δὲ τό γε πρῶτον ὡς ἀγαθόν, καὶ διὰ τοῦτο ἐπ’ αὐτὸ ἔσπευδεν·
εἶναι δοξάζων καὶ ἐπ’ ἴσης ἐπ’ αὐτὸ σπεύδων τὴν ἴσην ἕξει ταραχήν, τάχα δὲ καὶ σφοδροτέραν, ὅσῳ μεταπέπεισται εἰς τὸ μείζονος ἀξίας εἶναι τὸ νῦν ὐπ’ αὐτοῦ διωκόμενον. οὐκοῦν εἰ ἕτερον ἀνθ’ ἑτέρου ὁ φιλόσοφος παρασκευάζοι τὸν ὀχλούμενον διώκειν, οὐκ ἀπολύσει τῆς
ὀχλήσεως.
οὐ βούλεται μαθεῖν, τί μᾶλλον ὀχλεῖ καὶ τί ἦττον, ἀλλ’ ἀπαλλαγῆναι τῆς ὀχλήσεως πεπόθηκεν.
τῶν δὲ λεγομένων ὑεγομένων ἀγαθῶν τε καὶ κακῶν τὰ μὲν κατὰ δόξαν εἰσῆκται, τὰ δὲ κατ’ ἀνάγκην.
καὶ ἀγαθὰ [καὶ] πλοῦτος καὶ δόξα καὶ εὐγένεια καὶ φιλία καὶ πᾶν τὸ ἐοικός, ἐν δὲ τοῖς περὶ σῶμα κάλλος ἰσχὺς εὐεξία, ἐν δὲ τοῖς περὶ ψυχὴν ἀνδρεία δικαιοσύνη φρόνησις, κοινῶς ἀρετή, καὶ φευκτὰ τὰ ἐναντία τούτοις.
περὶ ἡμᾶς, καὶ ὅσα φυσική τις ἀνάγκη παρέχει, 68 574
καὶ ἐπὶ τοῦ παρόντος, ὅτε ἐδείκνυμεν (§ 110—140), οὐκ ἔστιν εὐδαιμονεῖν φύσει ἀγαθόν τι καὶ κακὸν ὑποστησάμενον.
δὲ τριβόμενος κακοῖς διὰ τὴν περὶ τῶν κακῶν δόξαν.
τρεῖς τιμωρεῖται τρόπους, καὶ ὅτι πέραν τοῦ μετρίου γέγηθε, καὶ ὅτι πραγματεύεται εἰς τὸ παραμένειν αὐτῷ τὸν πλοῦτον, καὶ ὅτι ἀγωνιᾷ καὶ δέδιεν αὐτοῦ τὴν ἀποβολήν.
φωνήν, οὔτε ἐπὶ τῇ ἀπουσίᾳ τούτου ταράττεται οὔτε ἐπὶ τῇ παρουσίᾳ γέγηθεν, μένει δὲ καθ’ ἑκάτερον ἀτάραχος. ὥστ’ ἐν μὲν τοῖς κατὰ δόξαν νομιζομένοις ἀγαθοῖς
τε καὶ κακοῖς καὶ ἐν ταῖς τούτων αἱρέσεσι καὶ φυγαῖς τελέως ἐστὶν εὐδαίμων,
κατὰ ἀκούσιον τῆς αἰσθήσεως πάθος, ἀμήχανόν ἐστιν ὑπὸ τοῦ κατὰ τὴν σκέψιν λόγου ἀπαλλάττεσθαι·
ταῖς τούτων παρηγορίαις διαχεομένῳ οὐκ ἐνδέχεται πειθὼ ἐμποιεῖν περὶ τοῦ ὅτι οὐ διαχεῖται.
περὶ πάντων ἐπέχων κατὰ τὴν τοῦ ἀλγύνοντος παρουσίαν, ἀλλ’ εὐφορώτερον παρὰ τὸν ἀπὸ τῶν δογμάτων φέρει τὴν ὄχλησιν,
φυγὰς ταραχῶν, ἢ τοῦτο μὲν μὴ πάσχειν, ‘ὲν δὲ μόνον ἐξ ἀπάντων ἀποτεμνόμενον κακὸν τούτου τὴν ἔκκλισιν καὶ φυλακὴν πραγματεύεσθαι.
ἡμέραν ἐγγινόμενος ἡμῖν λιμὸς ἢ δίψος ἤ ψῦχος ἢ θάλπος ἤ τι τῶν παραπλησίων,
ἤ μέσος καὶ παρατείνων, καθάπερ ὁ ἔν τισι νόσοις.
ἔχων τἀς παρηγορίας, τροφὴν καὶ πόμα καὶ σκέπην, πρὸς ἐλάχιστον ταράττει· ὁ δὲ ἀκρότατος καὶ εἰς τὰ μάλιστα ταρακτικώτατος, ἀλλά τοί γε πρὸς ἀκαρὲς ἀστραπῆς τρόπον δειματώσας ἤ ἀναιρεῖ ἢ ἀναιρεῖται.
καὶ παρατείνων οὔτε παρ’ ὅλον ἐστὶ τὸν βίον οὔτε συνεχὴς τὴν φύσιν, ἀλλὰ πολλὰς διαναπαύσεις ἔχων καὶ ῥαστώνας· διηνεκὴς γὰρ ὢν οὐκ ἂν παρέτεινεν. μέτριος οὖν ἐστι καὶ οὐχ οὕτω φοβερὰ ἡ περὶ τὸν σκεπτικὸν συμβαίνουσα ταραχή.
ἀλλὰ τὴν φύσιν (Eurip. fr. 920 Nauck),
τῶν ἀσυμφόρων αἰτιατέον (ἐπ’ αὐτῷ γὰρ ἔκειτο τὸ ἐπέχεσθαι τῶν ἀσυμφόρων), οὕτω τὸν μὲν ταραττόμενον ἐπὶ παροῦσι τοῖς ἀλγεινοῖς οὐκ αἰτιατέον·
ἰδίας ὑπολήψεις ἀναπλάττοντα αὑτῷ αἱρετῶν τε καὶ φευκτῶν πραγμάτων πλῆθος αἰτιατέον· ἑαυτῷ γὰρ ἐγείρει κακῶν πλήμμυραν. καὶ τοῦτο πάρεστιν ἰδεῖν ἐπ’ αὐτῶν τῶν λεγομένων κακῶν.
τοῦ πόνου κινήματι· ὁ δέ γε προσαναπλάσσων, ὅτι μόνον ἀνοίκειόν ἐστιν ὁ πόνος, ὅτι μόνον κακόν, διπλασιάζει τῇ δόξῃ ταύτῃ τὸ κατὰ παρουσίαν αὐτοῦ συμβαῖνον ὄχλημα.
ὑπομένει τὴν ἐκ τῆς τομῆς βάσανον, μήτε (λ 529)
ὁ δὲ παρεστὼς αὐτῷ, συνάμα τῷ βραχεῖαν ἰδεῖν αἵματος ῥύσιν, ὠχριᾷ τρέμει περιιδροῖ ἐκλύεται, τὸ τελευταῖον ἄφωνος καταπίπτει, οὐ διὰ τὸν πόνον (οὐδὲ γὰρ πάρεστιν· αὐτῷ), διὰ δὲ τὴν περὶ τοῦ κακὸν εἶναι τὸν πόνον δόξαν.
ἐν δὲ τοῖς ἀκουσίοις καὶ ἀλόγοις κινήμασι ταράττεται μέν 10a (τ 163),
ἢ εἰς ἀπέμφασιν, καὶ εἰς ἀνενεργησίαν μέν,
ἢ οὐχ ὑπομενεῖ τὸ προσταττόμενον, ἀλλ’ ἑκούσιον ἑλεῖται θάνατον, ἢ φεύγων τὰς βασάνους ποιήσει τὸ κελευόμενον, οὕτω τε οὐκέτι ‟ἀφυγὴς καὶ ἀναίρετος ἔσται” κατὰ τὸν Τίμωνα (fr. 72 Diels), ἀλλὰ τὸ μὲν ἑλεῖται, τοῦ δ’ ἀποστήσεται, ὅπερ ἦν τῶν μετὰ πείσματος κατειληφότων τὸ
φευκτόν τι εἷναι καὶ αἱρετόν.
πράττειν, τῇ κατὰ τοὺς πατρίους νόμους καὶ τὰ ἔθη προλήψει τυχὸν τὸ μὲν ἑλεῖται, τὸ δὲ φεύξεται· καὶ ῥᾷόν γε οἴσει τὸ σκληρὸν παρὰ τὸν ἀπὸ τῶν δογμάτων, ὅτι οὐδὲν ἔξωθεν τούτων προσδοξάζει καθάπερ ἐκεῖνος.
ἀπορίαι ἐπὶ πάντα σχεδὸν τὸν ἠθικὸν διατείνουσι τόπον, φέρε τὸ μετὰ τοῦτο σκοπῶμεν, εἰ ἔστι τις περὶ τὸν βίον τέχνη.
τὴν περὶ πάντων ἐποχήν, ἀποχρώντως ἡμῖν δέδεικται· οὐδὲν δὲ κωλύει ἐκ παραλλήλου δοκιμάζειν καὶ τὴν τῶν δογματικῶν στάσιν, καίπερ ἀπὸ μέρους ἤδη δοκιμασθεῖσαν. ἐπαγγέλλονται γὰρ τέχνην τινὰ περὶ τὸν βίον παραδώσειν,
ἔλεγε τὴν φιλοσοφίαν ἐνέργειαν εἶναι λόγοις καὶ διαλογισμοῖς
τὸν εὐδαίμονα βίον περιποιοῦσαν,
ἐστιν, ἡ δὲ ἀρετὴ πολλοῦ ἐστιν ἀξία, καὶ μόνος ταύτην ὁ σοφὸς κέκτηται· μόνος ἄρα ὁ σοφός ἐστι πλούσιος. καὶ ὁ ἀξιέραστός ἐστι καλός, μόνος δὲ ὁ σοφὸς ἀξιέραστος· μόνος ἄρα ὁ σοφός ἐστι καλός.
μὲν τοὺς ἐπαγγελλομένους τὴν παράδοσιν αὐτῶν ἐπισκώπτει, λέγων (fr. 65 Diels)·
76 579
πολλαὶ καὶ διάφωνοι, οἷον ἡ μὲν κατὰ τὸν Ἐπίκουρον, ἡ δὲ κατὰ τοὺς Στωικούς, τὶς δὲ τῶν ἀπὸ τοῦ Περιπάτου. ἤτοι οὖν πάσαις ὁμοίως ἀκολουθητέον ἢ μιᾷ μόνῃ ἢ οὐδεμιᾷ.
ἀπαγορεύει ὡς φευκτόν, οὐκ ἐνδέχεται δὲ τὸ αὐτὸ ἅμα καὶ διώκειν καὶ φεύγειν.
προκριθείσῃ λέγειν δεῖν ἕπεσθαι. ἤτοι οὖν τῇ ὐπ’ ἄλλης προκριθείσῃ κατακολουθήσομεν ἢ τῇ ὑφ’ ἑαυτῆς. καὶ εἰ μὲν τῇ ὑφ’ ἑαυτῆς, ἄπιστος ἔσται, ἢ δεήσει πάσας ἡγεῖσθαι πιστάς· εἰ γὰρ ἥδε, καθόσον ὑφ᾿ ἑαυτῆς κέκριται, ἔστι πιστή, καὶ αἱ λοιπαὶ γενήσονται πισταί· ἑκάστη γὰρ
αὐτῶν ὑφ’ ἑαυτῆς κέκριται.
βίον τέχναις ἀκολουθεῖν μήτε μιᾷ, λείπεται μηδεμιᾷ ἕτεσθαι.
κακοδαιμονεῖν, οὐ μόνον διὰ τὰς προειρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὴν τοῦ λόγου προἰόντος λεχθησομένην. ἕκαστος γὰρ τῶν ἀνθρώπων ἔχεται πάθει τινί· ἢ γὰρ φιλόπλουτός ἐστιν ἢ φιλήδονος ἢ φιλόδοξος·
τοιοῦτος δὲ ὢν ὐπ’ οὐδεμιᾶς τῶν δογματικῶν ἀγωγῶν δύναται καταστέλλεσθαι,
Ἐπίκουρον ἀγωγῆς (τέλος γὰρ εὐδαιμονίας ἡ ἡδονὴ ἀποδείκνυται κατ’ αὐτόν), ὁ δὲ φιλόδοξος [πρῶτος] εἰς αὐτὸ τὸ πάθος πρὸς τῶν Στωικῶν λόγων, καθ’ οὓς ἡ ἀρετὴ μόνον ἐστὶν ἀγαθόν, καὶ τὸ ἀπ’ ἀρετῆς γινόμενον.
φιλοσόφοις ἐπιτείχισμά ἐστι τῶν ἀνθρωπίνων κακῶν, ἀλλ’ οὐ βοήθεια.
κῆρας.
ἡ περὶ τὸν βίον συστήσεται· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.
φαντασία διὰ τὸ μήτε πᾶσαν ὑπάρχειν φαντασίαν καταληπτικήν (μάχονται γάρ), μήτε τινὰ διὰ τὴν ἀνεπικρισίαν. μὴ δὲ καταληπτικῆς φαντασίας οὐδὲ συγκατάθεσίς τις αὐτῆς γενήσεται,
οὑτωσὶ δὲ οὐδὲ κατάληψις. μὴ οὔσης δὲ καταλήψεως οὐδὲ σύστημα ἐκ καταλήψεων γενήσεται, τουτέστι τέχνη. ᾧ ἀκολουθεῖ τὸ μηδὲ περὶ τὸν βίον εἶναί τινα τέχνην.
τοὺς Στωικούς (fr. II97 Arn.), ὅτι καταληπτική ἐστι, τῷ ἀπὸ ὑπάρχοντος γενέσθαι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένως καὶ ἐναπεσφραγισμένως· τό θ’ ὑπάρχον δοκιμάξεται, ὅτι ὑπάρχον ἐστίν, ἐκ τοῦ καταληπτικὴν κινεῖν φαντασίαν. εἰ δὲ ἵνα μὲν ἡ καταληπτικὴ κρίνηται φαντασία,
τὸ ὑπάρχον δεῖ ἐπεγνῶσθαι, ἔνα δὲ τοῦτο καταληφθῇ, τὴν καταληπτικὴν φαντασίαν βέβαιον εἶναι, ἑκάτερον δὲ διὰ θάτερόν ἐστιν ἄπιστον, ἀγνωρίστου οὔσης τῆς καταληπτικῆς φαντασίας ἀναιρεῖται καὶ ἡ τέχνη, σύστημα οὖσα ἐκ καταλήψεων.
τὸ μετέχον ἀρετῆς”.
ἀγαθὸν καὶ ἀξιοῦται τῶν ἀγαθῶν εἶναι ἐπιστήμη, ἑαυτῆς ἔσται ἐπιστήμη· ὃ πάλιν ἄτοπον. τὰ γὰρ ὧν ἔστιν ἐπιστήμη, ταῦτα προεπινοεῖται τῆς ἐπιστήμης. οἶον ἰατρικὴ λέγεται 81 581 ἐπιστήμη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐθετέρων· ἀλλὰ προυφέστηκε τῆς ἰατρικῆς καὶ προηγεῖται τὰ ὑγιεινὰ καὶ νοσερά. πάλιν τε· ἡ μουσικὴ ἐμμελῶν ἐστι καὶ ἐκμελῶν,
ἐνρύθμων τε καὶ ἐκρύθμων ἐπιστήμη· ἀλλ’ οὐ πρὶν τούτων ἔστιν ἡ μουσική.
ψευδῶν καὶ οὐθετέρων· οὐκοῦν προυφέστηκε τῆς διαλεκτικῆς τἀληθῆ καἲ ψευδῆ καὶ οὐθέτερα. εἰ δὴ ἑαυτῆς ἐστιν ἐπιστήμη ἡ φρόνησις, ὀφείλει προυφεστάναι ἑαυτῆς· οὐδὲν δὲ δύναται ἑαυτοῦ προυφεστηκέναι· οὐδὲ ταύτῃ τοίνυν
ῥητέον εἶναί τινα περὶ τὸν βίον ἐπιστήμην.
καὶ ἀνδριαντοπλαστικὴ καὶ πᾶσαι αἱ ἐμφερεῖς. ἡ δέ γε περὶ τὸν βίον ἀξιουμένη στρέφεσθαι τέχνη οὐδὲν ἔχει συμβεβηκὸς ἐνέργημα, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη.
τῆς πρὸς τοὺς γονεῖς τιμῆς καὶ ἔτι τῆς πρὸς τοὺς κατοιχομένους ὁσιότητος, ὀλίγα ἐξ ἑκάστου εἴδους ἐπιλεξάμενοι δείγματος χάριν προοισόμεθα εἰς τὴν τῆς ἐπιχειρήσεως κατασκευήν.
Ζήνων (fr. 250 Arn.) τοιαῦτά τινα διέξεισιν· ‟διαμηρίζειν δὲ μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ ἄλλα παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλά τὰ αὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν.” καὶ πάλιν (fr.
82 83 84 582 251 Arn.)· “ διαμεμήρικας τὸν ἐρώμενον; οὐκ πότερον οὐκ ἐπερύμησας αὐτὸν διαμηρίσαι; καὶ μάλα. ἀλλὰ ἐπεθύμησας παρασχεῖν σοι αύτον, ἢ έφοβήθης κελεῦσαι; μὰ Δί’. ἀλλ’ ἐκέλευσας; καὶ μάλα.
τοὺς γονεῖς τιμῆς παράθοιτο ἄν τις τὰ τῆς μητρομιξίας ὐπ’ αὐτῶν θρυλούμενα. καί γε ὁ μὲν Ζήνων (fr. 256 Arn.)
τὰ περὶ ᾿Ιοκάστης καὶ Οἰδίποδος θεὶς ἱστορούμενά φησιν, ὅτι οὐκ ἦν δεινὸν τρῖψαι τὴν μητέρα. ‟καὶ εἰ μὲν ἀσθενοῦσαν τὸ σῶμα ταῖς χερσὶ τρίψας ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δ’ ἑτέρῳ μέρει τρίψας εὔφραινεν ὀδυνωμένην
παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ποιήσας, τί ἦν αἰσχρόν;”
καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας.” 87 δεῖγμα δὲ τῆς πρὸς τοὺς κατοιχομένους αὐτῶν ὁσιότητος γένοιτ᾿ ἂν καὶ τὰ περὶ τῆς ἀνθρωποφαγίας παραγγελλόμενα· οὐ γὰρ μόνον ἀξιοῦσι τοὺς τετελευτηκότας ἐσθίειν, ἀλλὰ καὶ τἀς αὐτῶν σάρκας, εἴ ποτε τύχοι τι μέρος τοῦ σώματος ἀποκοπέν.
Arn.) ταυτί· ‟καὶ ἂν τῶν μελῶν ἀποκοπῇ τι μέρος πρὸς τὴν τροφὴν χρήσιμον, μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως <ἐκ>
χρηστέον ταῖς ἁπλουστάταις, ὡς ἂν τοῦ σώματος, καθάπερ ὄνυχος ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, οὐδ’ ἐπιστροφῆς καὶ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ
καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος ἐπέβαλλε χρῆσθα ἴ’ αὐτῷ, καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων αὐτῶν ἤ κατορύξαντες τὸ μνῆμα ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν ἐπιστροφὴν 89 αὐτῶν ποιήσονται, καθάπερ ὄνυχος ἢ τριχῶν.”
ἀκόλουθον τῆς ἐπιχειρήσεως. ἤτοι γὰρ οὕτω παραγγέλλουσι ταῦτα ποιεῖν ὧς μελλόντων αὐτοῖς χρῆσθαι τῶν νέων ἢ ὡς μὴ χρησομένων. καὶ ὧς χρησομένων μὲν οὐδαμῶς· οἱ γὰρ νόμοι κωλύουσιν, εἰ μή τι παρὰ Λαιστρυγόσι
καὶ Κύκλωψι δεήσει βιοῦν, παρ’ οἶς θεμιτόν ἐστιν (ι 297) 90
τέχνη), καὶ ὃν τρόπον ἐν πόλει κωφῶν ἀνόνητός ἐστι κιθαριστική ἀκούοντας γὰρ τέρπει), οὕτω καὶ ἡ περὶ τὸν βίον τέχνη πρὸς μηδέν ἐστι τοῖς μὴ δυναμένοις αὐτῇ χρῆσθαι.
ὡς γεωμετρία καὶ ἀστρολογική, ἐάν τε πρακτική, ὧς ὁπλομαχητική, ἐάν τε ἀποτελεσματική, ὧς ζωγραφία καὶ ἀνδρι- 91 92 584 αντοπλαστική, ἴδιον ἔχει ἔργον ᾧ διαφέρει τῶν ἄλλων διαθέσεων, τῆς δὲ φρονήσεως οὐκ ἔστιν ἴδιον ἔργον, ὧς
παραστήσω· οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις.
κοινὸν οὐκ ἂν εἴη τῆς φρονήσεως ἴδιον ἔργον.
τῶν τοιούτων, καὶ τοὺς μὴ σπουδαίους εὑρήσομεν τούτων τι ποιοῦντας. ὥστε μηδὲν ἴδιον εἶναι τοῦ σοφοῦ ἔργον,
ᾡ διοίσει τῶν μὴ σοφῶν. εἰ δὲ τοῦτο, οὐδὲ φρόνησις ἔσται τέχνη τις περὶ τὸν βίον, ἧς ἴδιον οὐδὲν τεχνικόν ἐστιν ἔργον.
εἶναι καὶ πάντων τὰ ἔργα, διορίζεσθαι δὲ τῷ ἀπὸ τεχνικῆς [διαιρέσεως καὶ] διαθέσεως ἢ ἀπὸ ἀτέχνου γίνεσθαι. γὰρ τὸ ἐπιμελεῖσθαι γονέων καὶ ἄλλως τιμᾶν γονεῖς τοῦ σπουδαίου ἐστὶν ἔργον, ἀλλὰ σπουδαίου τὸ ἀπὸ φρονήσεως τοῦτο ποιεῖν·
καὶ τοῦ ἰδιώτου, τὸ δὲ ἰατρικῶς ὑγιάζειν τοῦ τεχνίτου ἴδιον, ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ μὴ σπουδαίου, τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ, ὥστε καὶ τέχνην αὐτὸν ἔχειν περὶ τὸν βίον, ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων
ἀπὸ ἀρίστης διαθέσεως πράττειν.
αὐτοὶ τοῦτο μὲν οὐκ ἴσχυσαν ἀνελεῖν, ἔξωθεν δέ φασιν, ὅτι τὸ κοινὸν ἔργον ὁτὲ μὲν ἀπὸ φρονίμης γίνεται διαθέσεως, ὁτὲ δὲ ἀπὸ φαύλης.
πόθεν γε διαγνωσόμεθα, πότε γίνεται ταῦτα ἀπὸ φρονίμης διαθέσεως καὶ πότε οὐ γίνεται· αὐτὰ γὰρ τὰ κοινὰ ἔργα τοῦτ’ οὐκ ἐμφαίνει, παρόσον ἐστὶ κοινά.
οὐκ ἰατροῦ καθεστηκὸς ἐξαίρετον γίνεσθαι τοῦ τεχνίτου, ἐπειδὰν ἰατρικῶς ἀποτελεσθῇ, τότε ἤτοι ἴσασι τὸ διαφόρως
γινόμενον ὑπὸ τοῦ ἰατροῦ παρὰ τὸν ἰδιώτην, οἷον τὸ συντόμως καὶ ἀπόνως καὶ τὸ μετὰ τάξεως καὶ ποιότητος, ἢ οὐκ ἴσασιν, ἀλλὰ καὶ ταῦτα πάντα κοινὰ τῶν ἰδιωτῶν ὑπειλήφασιν.
φαινόμενον ἔργον ὡμολογήκασιν ὑπάρχειν, καὶ ἀκόλουθον ἦν αὐτοῖς ἀπὸ τούτου μετελθοῦσι διδάσκειν καὶ τοῦ σοφοῦ τι ἴδιον ἔργον, ᾧ διοίσει τοῦ μὴ σοφοῦ. εἰ δὲ οὐκ ἴσασιν, ἀλλὰ πᾶν τὸ ὑπὸ τοῦ ἰατροῦ γινόμενον, τοῦτ᾿ ἐροῦσι καὶ ὑπὸ τοῦ ἰδιώτου γίνεσθαι, ἀφελοῦνται τοῦ ἰατροῦ τὸ ἴδιον
ἔργον καὶ ἀπαραλλαξίας οὔσης κατὰ τὸ φαινόμενον ἐν τοῖς γινομένοις ἔργοις οὐ διαγνώσονται τὸν τεχνίτην καὶ τὸν ἄτεχνον, οὐδὲ τὸ ἀπὸ τεχνικῆς διαθέσεως ἐνεργούμενον, οὐδὲ τὸ ἀπὸ ἀτέχνου, διὰ τὸ μηδὲ τὴν καθ’ ἕκαστον ἀφανῆ διάθεσιν ἐξ ἑαυτῆς δύνασθαι γνωρίζεσθαι, οὖσαν
ἀφανῆ.
οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως), ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν, τοῦ δὲ ἄφρονος τοὐναντίον.
κατὰ τὸν τεχνικὸν λόγον ὡρισμένως εἰρημένην εὐχῇ μᾶλλον ἔοικεν. πᾶς γὰρ ἄνθρωπος πρὸς τὰς τῶν ὑποπιπτόντων πραγμάτων διαφορὰς καὶ ποικιλίας ἀρτιζόμενος οὐδέποτε
δύναται τὴν αὐτὴν τάξιν φυλάττειν, καὶ μάλιστα ὁ ἔμφρων τό τε ἄστατον τῆς τύχης καὶ τὸ ἀβέβαιον τῶν πραγμάτων ἐννοούμενος.
τοῖς μὴ φρονίμοις· οὐχὶ δέ γε καταλαμβάνεται τούτοις· τοίνυν οὐδ’ ἐκ τῆς τάξεως τῶν ἔργων ληπτός ἐστιν ὁ φρόνιμος. ὅθεν εἰ πᾶσα μὲν τέχνη ἐκ τῶν ἰδίων ἔργων φαίνεται, τῆς δὲ φρονήσεως οὐδέν ἐστιν ἴδιον ἔργον ἐξ οὗ φαίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸν βίον ἡ
φρονήσῃς.
μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν λεχθείη ἐγκρατὴς εἶναι· οὐ γὰρ κρατήσει οὗ οὐκ ἔχει.
ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ τὸ οὗ ἔσται ἐγκρατής.
τὸ ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερον τῶν φαύλων εὑρίσκεσθαι.
ἐπί τι, πάντως ταράσσεται, ἡ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράττεται τοῦ φαύλου μηκέτι τοῦτο πάσχοντος· ἡ μὲν γὰρ ὁρμᾷ, ταράττεται, ἡ δὲ τυγχάνει τῶν ἐπιθυμουμένων, ὑπεκλυμένην
ἴσχει τὴν ταραχήν.
ὠφελοῦσα, ῥητέον μὴ εἶναί τινα περὶ τὸν βίον τέχνην.
τῶν γὰρ μὴ ὄντων οὐ γίνεται μάθησις. ὅμως δ’ ἐκ περιττοῦ συγχωρήσαντες αὐτῆς τὴν ὕπαρξιν διδάσκωμεν, ὡς ἔστιν ἀδίδακτος.
κοινότερον ἐπιχειρεῖται παρὰ τοῖς σκεπτικοῖς εἰς τὸ μηδὲν εἶναι μάθησιν, τὰ δὲ καὶ ἰδιαίτερον λέγεται περὶ αὐτῆς τῆς φρονήσεως. τάξει δὲ πρώτας σκοπῶμεν τὰς κοινοτέρας ἐπιχειρήσεις.
τε διδασκόμενον πρᾶγμα καὶ τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα καὶ τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ἐστὶν ὁμόλογον, ὧς δείξομεν· οὐκ ἄρα ἔστι τις μάθησις. καὶ ἐπεὶ πρῶτον ἐμνήσθημεν τοῦ διδασκομένου πράγματος, περὶ αὐτοῦ πρῶτον ἀπορητέον.
τι πρᾶγμα, ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ ὂν διδάσκεται, ὡς δείξομεν, οὔτε τὸ μὴ ὄν, ὧς παραμυθησόμεθα· οὐκ ἄρα διδάσκεταί τι πρᾶγμα. καὶ
δὴ τὸ <μὲν< μὴ ὂν οὐ διδάσκεται· οὐδὲν γὰρ αὐτῷ ὥστ’ οὐδὲ τὸ διδάσκεσθαι.
ὑπαρκτὸν γενήσεται· ἀληθὲς γοῦν φασιν οἱ Στωικοὶ (cf. II fr. 195 Arn.) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι. ἄτοπον δέ γε τὸ μὴ ὂν ὑπάρχειν· οὐκ ἄρα τὸ μὴ ὂν διδάσκεται. τό γε μὴν διδασκόμενον κινοῦν φαντασίαν διδάσκεται, τὸ δὲ μὴ ὄν οὐ δύναται κινεῖν φαντασίαν· οὒκ ἄρα διδακτόν ἐστι τὸ 100 101 589 μὴ ὄν.
διδάσκεται· τῶν γὰρ ὄντων καὶ ὑπαρχόντων ἐστὶ τἀληθές. εἰ δὲ μηδὲν ἀληθὲς διδάσκεται, πᾶν τὸ διδασκόμενόν ἐστι ψεῦδος. ἄτοπον δέ γε πᾶν τὸ διδασκόμενον εἶναι ψεῦδος· οὐ τοίνυν τὸ μὴ ὂν διδάσκεται. ἔπειτα, εἴπερ τὸ μὴ ὂν διδάσκεται, ἤτοι καθὸ μὴ ὄν ἐστι διδάσκεται,
ἢ κατ’ ἄλλο τι. καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ διδάσκεται· εἰ γὰρ τὸ μὴ ὂν καθὸ μὴ ὄν ἐστι διδάσκεται, οὐδὲν ὂν διδαχθήσεται· ὅπερ ἄτοπον. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι· τὸ γὰρ ἄλλο τι ἔστι, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν.
ὂν διδάσκεσθαι· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων δείξομεν. εἰ γὰρ τὸ ὂν διδάσκεται, ἤτοι καθὸ ὄν ἐστιν ἢ κατ’ ἄλλο τι. καὶ εἰ μὲν καθὸ ὄν ἐστι διδάσκεται, οὐδὲν ἔσται ἀδίδακτον [εἴγε τῶν ὄντων οὐδέν ἐστι διδακτόν]· εἰ δὲ τῶν ὄντων οὐδέν ἐστιν ἀδίδακτον, οὐδέ γε ἔσται τι διδασκόμενον· δεῖ
γὰρ ἀδίδακτόν τι εἶναι, ἵνα ἐκ τούτου μάθησις γένηται.
ποτέ ἐστιν ἄλλο συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. εἰ οὖν μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν
ἔστιν, οὐδὲν τῶν ὄντων διδάσκεται.
ἀσώματον· οὐκ ἄρα διδάσκεταί <τι>. τὸ μὲν οὖν σῶμα 102 103 104 590 διδάσκεται, καὶ μάλιστα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς (fr. II 170 Arn.)· λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα, σώματα δ’ οὐκ ἐστι τὰ λεκτὰ.
νοητόν ἐστιν, οὐ διδάσκεται τὸ σῶμα. δεῖ γὰρ τὸ διδασκόμενον ἢ αἰσθητὸν εἶναι ἢ νοητόν, μηθέτερον δὲ ὂν οὐ διδάσκεται. τὸ δ’ ὅτι οὔτε αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστι τὸ σῶμα, παρεστάκαμεν ἐν τοῖς πρὸς τοὺς φυσικούς (adv. dogm. III 437 — 439).
σῶμα, ὥς φησιν ὁ Ἐπίκουρος (fr. 275 Us.), μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας, ἐάν τε τὸ τἀς τρεῖς ἔχον διαστάσεις μετὰ ἀντιτυπίας, ἐπεὶ πᾶν τὸ κατὰ σύνοδον πλειόνων λαμβανόμενον οὐκ ἔστι τῆς ἀλόγου αἰσθήσεως λαβεῖν, ἀλλὰ λογικῆς τινος δυνάμεως, οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα.
καὶ εἰ αἰσθητὸν δὲ ὑπάρχοι, πάλιν ἀδίδακτον γενήσεται· τῶν γὰρ αἰσθητῶν οὐδὲν διδάσκεται, οἶον οὐδεὶς λευκὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐχ ὑπό τινος εὐωδιάζεσθαι ψύχεσθαι ἀλεαίνεσθαι, ἀλλ’ ἀδίδακτός ἐστιν ἡ πάντων τούτων ἀντίληψις. οὔτε τοίνυν αἰσθητόν ἐστι τὸ σῶμα, οὔτ’ εἶ
αἰσθητὸν ὑπάρχοι, κατὰ τοῦτ᾿ ἔσται διδακτόν.
οὐ σῶμα· διὰ δὲ τοῦτο καὶ ἀδίδακτον εἶναι τὸ σῶμα.
ἢ τὸ νοητόν. οὔτε δὲ τὸ αἰσθητὸν διδάσκεται διὰ τὸ φαίνεσθαι καὶ ἐξ αὐτοῦ πᾶσι πρόδηλον ὑπάρχειν, οὔτε τὸ νοητὸν διὰ τὴν ἀδηλότητα καὶ τὴν ἀνεπίκριτον μέχρι 105 106 107 591 τοῦ νῦν περὶ αὐτοῦ διαφωνίαν, τῶν μὲν ἄτομον αὐτὸ λεγόντεων τῶν δὲ τμητόν, καὶ τῶν μὲν ἀμερὲς καὶ ἐλάχιστον,
τῶν δὲ μεριστὸν καὶ εἰς ἄπειρον τέμνεσθαι δυνάμενον.
καὶ ἀνεπικρίτως διαφωνουμένην ἔχει τὴν ὑπόστασιν·
τὸ διδασκόμενον ἢ τεχνικόν ἐστιν ἢ ἄτεχνον. ἀλλ’ ἄτεχνον μὲν οὔκ ἐστιν, ἐπεὶ οὐδὲ δεήσεται μαθήσεως. εἰ δὲ τεχνικόν ἐστιν, ἤτοι αὐτόθεν φαίνεται ἢ ἄδηλόν ἐστιν. καὶ εἰ μὲν αὐτόδεν φαίνεται, καὶ ἄτεχνόν ἐστι καὶ ἀδίδακτον· εἰ δὲ ἄδηλόν ἐστιν, οὐ γίνεται δι’ αὐτὸ τὸ ἀδηλεῖσθαι διδακτόν.
ἔστι τις ὁ μανθάνων, ἤτοι τεχνίτης τὸν τεχνίτην διδάξει ἢ ἄτεχνος τὸν ἄτεχνον ἢ ἐναλλὰξ ὁ τεχνίτης τὸν ἄτεχνον ἢ ἄτεχνος τὸν τεχνίτην. οὔτε δὲ ὁ ἄτεχνος τὸν ἄτεχνον
διδάσκειν δύναται, ὧς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν, 108 109 110 592 οὔθ’ ὁ τεχνίτης τὸν τεχνίτην· οὐ γὰρ ἔχει πάντως ὃ διδάξει. οὔτε μὴν ὁ ἄτεχνος τὸν τεχνίτην, ὡς οὐδὲ ὁ τυφλὸς
ὁδηγεῖν ποτε δύναται τὸν βλέποντα· πεπήρωται γὰρ ὁ ἰδιώτης εἰς τὰ τῆς τέχνης θεωρήματα, καὶ διὰ τοῦτ’ ἀνεπιτήδειος πρὸς τὸ διδάσκειν.
τέχνης θεωρήμασιν,
ἔοικε τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὔτε ὁ ἐκ γενετῆς τυφλὸς εἰς ἔννοιαν ἔρχεται χρωμάτων, οὔτε ὁ ἐκ γενετῆς κωφὸς εἰς ἔννοιαν ἔρχεται φωνῶν, οὕτω καὶ ὁ ἄτεχνος, ἐφ’ ὅσον ἐστὶν ἄτεχνος, πεπηρωμένος πρὸς τὴν τῶν τεχνικῶν θεωρημάτων ἀντίληψιν οὐ δύναται τούτων
αὐτῶν ἔχειν γνῶσιν. ὁ δὲ τεχνίτης οὐκέτι διδάσκεται, ἀλλὰ δεδίδακται.
ὥστε οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ἐστιν εὔπορος.
δεικτὸν διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ τι διδάκεται.
διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλ᾿ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦθ᾿ ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ ἀγνοοῦντες, καθ᾿ ὧν εἰσι τεταγμέναι αἱ λέξεις, οὐδενὸς ἀντίληψιν ἕξουσιν.
ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μάθης ἕως, οὐδέν ἐστι μάθησις.
ἄφρων τὸν ἄφρονα, (ἀμφότεροι γὰρ χρείαν ἔχουσι μαθήσεως καὶ οὐθέτερος αὐτῶν <ἐστι> φρόνιμος, ἴνα τὸν ἕτερον διδάξῃ).
113 114 593 εἰ γὰρ ἀντ’ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων
γνωριστική. οὐχὶ δέ γε τούτων κατ’ αὐτούς ἐστιν ἡ ἀφροσύνη θεωρητική· ὁ ἄρα ἄφρων οὐκ ἀντιλήψεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον.
μέχρις οὗ πηρός ἐστιν, οὐκ ἔχει ἔννοιαν χρωμάτων, καὶ ὁ ἐκ γενετῆς κωφός, μέχρις οὗ κωφός ἐστιν, οὐκ ἀντιλαμβάνεται βάνεται φωνῶν, οὕτω καὶ ὁ ἄφρων, ἐφ’ ὅσον ἄφρων ἐστίν, οὐκ ἀντιλαμβάνεται τῶν φρονίμως λεγομένων καὶ πραττομένων. οὐδ’ ὁ φρόνιμος ἄρα δύναται τοῦ ἄφρονος ἐν τῇ
περὶ τὸν βίον τέχνῃ καθηγεῖσθαι. καὶ μὴν εἰ ὁ φρόνιμος διδάσκει τὸν ἄφρονα, θεωρητικὴ ὀφείλει εἶναι ἡ φρόνησις τῆς ἀφροσύνης ὥσπερ καὶ ἡ τέχνη τῆς ἀτεχνίας· οὐχὶ δέ γε ἡ φρόνησις δύναται εἶναι θεωρητικὴ τῆς ἀφροσύνης· οὐκ ἄρα ὁ φρόνιμος τοῦ ἄφρονός ἐστι διδακτικός.
ὁ γὰρ γενόμενος φρόνιμος ἔκ τινος συνασκήσεως καὶ τριβῆς (φύσει γὰρ οὐδείς ἐστι τοιοῦτος) ἤτοι ὑποκειμένης αὐτῶ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν, ἢ κατὰ τὴν ἐκείνης ἀποβολὴν καὶ τὴν ταύτης κτῆσιν γέγονε φρόνιμος.
προσεκτήσατο τὴν φρόνησιν, ἔσται ὁ αὐτὸς φρόνιμος ἅμα καὶ ἄφρων· ὅ ἐστιν ἀδύνατον. εἰ δ’ ἀποβολῇ ἐκείνης ἐκτήσατο ταύτην, οὐ δυνήσεται διὰ τῆς ὑστερογενοῦς διαθέσεως τὴν προοῦσαν διάθεσιν, νῦν δὲ μὴ παροῦσαν γνωρίζειν.
ἢ νοητοῦ γίνεται κατάληψις ἤτοι κατὰ ἐνάργειαν περιπτωτικῶς ἢ κατὰ τὴν ἀπὸ τῶν περιπτωτικῶς πεφηνότων ἀναλογιστικὴν μετάβασιν, καὶ ταύτην ἤτοι ὁμοιωτικήν, ὧς ὅταν ἀπὸ τῆς Σωκράτους εἰκόνος γνωρίζηται ὁ μὴ παρὼν Σωκράτης, ἢ συνθετικήν,
ἤτοι κατὰ περίπτωσιν θεωρήσεται ἢ κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν. οὔτε δὲ κατὰ περίπτωσιν θεωρεῖται (οὐδεὶς γὰρ ὧς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ κατὰ περίπτωσιν ἔγνω, οὕτω καὶ ἀφροσύνην) οὔτε κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν· (οὐδὲν γὰρ
τῶν ὄντων ἐστὶν ἐοικὸς ἀφροσύνῃ). † εἰ δ’ ἀπὸ τούτου ποιεῖται τὴν μετάβασιν ὁ φρόνιμος, ἤτοι ὁμοιωτικὴν ἢ συνθετικὴν ἢ ἀναλογιστικήν, ὥστε οὐ λήψεταί ποτε τὴν ἀφροσύνην ἡ φρόνησις.
δύναται κατανοεῖν· ὅπερ ἐστὶν εὔηθες. ἡ γὰρ ἀφροσύνη διάθεσίς ἐστιν ἔργων τινῶν ἀποδοτική.
μὲν ἰατρικὴν διάθεσιν ἀπὸ τῶν ἰατρικῶς γινομένων ἔργων, τὴν δὲ ζωγραφικὴν ἀπὸ τῶν ζωγραφικῶς γινομένων. οὔτε δὲ αὐτὴν ἐξ αὐτῆς δύναται τὴν διάθεσιν λαβεῖν· ἀφανὴς γάρ ἐστι καὶ ἀθεώρητος, καὶ οὐχ οἶόν τέ ἐστιν αὐτὴν διὰ τῆς τοῦ σώματος μορφῆς περιαθρῆσαι· οὔτε ἐκ τῶν ὑπὸ
αὐτῆς ἀποδιδομένων ἔργων· πάντα γὰρ τὰ φαινόμενα ἔργα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν (§ 197—209), φρονήσεως καὶ ἀφροσύνης ἐστίν.
αὐτὸν εἶναι τῆς ἀφροσύνης καθάπερ καὶ τὸν τεχνίτην τῆς ἀτεχνίας, δέδεικται δ᾿ ἄληπτος αὐτῷ ἡ ἀφροσύνη, οὐκ
ἂν δύναιτο ὁ φρόνιμος τὸν ἄφρονα τὴν περὶ τὸν βίον τέχνην διδάσκειν.
τῆς σκεπτικῆς ἀγωγῆς διέξοδον ἀπαρτίζομεν.
Adversus Mathematicos. Sextus Empiricus. ed. Hermann Mutschmann, ed. Jürgen Mau. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.