<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
κατὰ μέρος, ὁποῖόν τι πεποιήκασιν οἱ περὶ τὸν Κλειτόμαχον καὶ ὁ λοιπὸς τῶν Ἀκαδημαϊκῶν χορός (εἰς ἀλλοτρίαν ἐμβάντες καὶ ἐπὶ συγχωρήσει τῶν ἑτεροίως δογματιζομένων ποιούμενοι τοὺς λόγους ἀμέτρως ἐμήκυναν τὴν ἀντίρρησιν), ἀλλὰ τὰ κυριώτατα καὶ τὰ συνεκτικώτατα κινοῦντες, ἐν οἶς
ἠπορημένα ἕξομεν καὶ τὰ λοιπά.
συγκαταφερομένους ἔχουσι τοὺς πύργους, οὕτως οἱ ἐν ταῖς φιλοσόφοις σκέψεσι τἀς πρώτας τῶν πραγμάτων ὑποθέσεις χειρωσάμενοι δυνάμει τὴν παντὸς πράγματος κατάληψιν ἠθετήκασιν.
τοὺς μὲν εἰς τὰς κατὰ μέρος ζητήσεις συγκαταβαίνοντας τοῖς ἐκ ποδὸς τὸ θηρίον διώκουσι κυνηγοῖς ἢ ἀπὸ ὁρμιᾶς ἁλιεύουσιν ἢ ἰξῷ καὶ καλάμῳ τοὺς ὄρνις θηρεύουσιν, τοὺς δὲ ἀπὸ τῶν συνεκτικωτάτων πάντα τὰ ἐπὶ μέρους σαλεύοντας ἰοῖς λίνα καὶ στάλικας καὶ σαγήνας περιβαλλομένοις.
ὅθεν ὡς πολλῶ τεχνικώτερόν ἐστι τοῦ 1 2 392 καθ᾿ ἕκαστον θήραμα πονεῖσθαι τὸ διὰ μιᾶς ἐφόδου πολλὰ δύνασθαι ἀγρεύειν, οὕτω πολλῷ χαριέστερον τὸ κοινῇ κατὰ πάντων κομίζειν ἀντίρρησιν τοῦ προσειλεῖσθαι τοῖς κατὰ μέρος.
τόπον περὶ τῶν τοῦ παντὸς ἀρχῶν διατετάχθαι τὰς μέν τινας αὐτῶν δραστηρίους εἶναι λέγουσι τἀς δὲ ὑλικάς <. . . . . . >. ὧν τῆς δόξης ἀρχηγὸς ἀξιοῦται τυγχάνειν ὁ ποιητὴς Ὅμηρος καὶ μετὰ τοῦτόν γε Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι παμπληθεῖς.
μὲν γὰρ ποιητὴς περὶ τούτων ἀποδιδούς φησιν ἐν οἶς περὶ Πρωτέως καὶ Εἰδοθέας ἀλληγορεῖ (δ 365 sqq.), τὸ μὲν πρῶτον καὶ ἀρχικώτατον αἴτιον Πρωτέα καλῶν, τὴν δὲ εἰς εἴδη τρεπομένην οὐσίαν Εἰδοθέαν.
διεκόσμησεν”, τὸν μὲν νοῦν, ὅς ἐστι θεὸς κατ᾿ αὐτόν, δραστήριον ὑποτιθέμενος ἀρχήν, τὴν δὲ τῶν ὁμοιομερειῶν πολυμιγίαν ὑλικήν.
γένεσιν ἔρωτα συμπαρέλαβον, τουτέστι τὴν κινητικὴν καὶ συναγωγὸν τῶν ὄντων αἰτίαν.
καταριθμεῖται, τὴν μὲν φιλίαν ὧς συναγωγὸν αἰτίαν, τὸ δὲ νεῖκος ὧς διαλυτικήν (B 17 Diels)·
ὁτὲ μὲν οἷον δογματικῶς περὶ θεοῦ, ὁτὲ δὲ ἀπορητικώτερον περὶ τοῦ μηδὲν εἶναι τὸ ποιοῦν ἢ πάσχον. ἀλλ’ ἐπεὶ κατὰ πᾶσαν ζήτησιν προτάττεται ἡ τοῦ ζητουμένου πράγματος νόησις, ἴδωμεν πῶς εὐθὺς ἔννοιαν ἐλάβομεν θεοῦ.
περὶ θεῶν ζήτησιν, δυνάμει ἐσόμεθα κατεσκευακότες τὸ μήτε τὴν σοφίαν ἐπιστήμην εἶναι θείων καὶ ἀνθρωπίνων πραγμάτων μήτε τὴν φιλοσοφίαν ἐπιτήδευσιν σοφίας.
προστάντας καὶ τὸ συμφέρον τῷ βίῳ σκεψαμένους, πάνυ συνετοὺς ὄντας, ἀναπλάσαι τὴν περί τε τῶν θεῶν ὑπόνοιαν καὶ τὴν περὶ τῶν ἐν Ἅιδου μυθευομένων δόξαν.
γὰρ χρόνος, ὥς φησιν ὁ Ὀρφεύς (fr. 247 Abel),
δὲ τοῦτο καὶ θεοὺς ἀνέπλασαν ἐπόπτας πάντων τῶν ἀνθρωπίνων ἁμαρτημάτων τε καὶ κατορθωμάτων, ἵνα μηδὲ κρύφα τολμῶσί τινες ἀδικεῖν, πεπεισμένοι, ὅτι οἱ θεοὶ (Hesiod. op. 134.258)
περὶ αὐτοὺς ὑπερβάλλουσάν τινα καὶ θείαν δύναμιν, ἔνθεν καὶ τοῖς πολλοῖς ἐνομίσθησαν θεοί”.
τὸν Νεῖλον”· καὶ διὰ τοῦτο τὸν μὲν ἄρτον Δήμητραν νομισθῆναι, τὸν δὲ οἶνον Διόνυσον, τὸ δὲ 8 9 394 ὕδωρ Ποσειδῶνα, τὸ δὲ πῦρ Ἥφαιστον καὶ ἤδη τῶν εὐχρηστούντων ἕκαστον.
τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ἔνθεν
καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλων), εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ, καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν 11 τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν
εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ [τοῦ] ἄφθαρτον φύσιν ἔχοντος.
ἀπὸ μὲν τῶν περὶ τὴν ψυχὴν συμβαινόντων διὰ τοὺς ἐν τοῖς ὕπνοις γινομένους ταύτης ἐνθουσιασμοὺς καὶ τὰς μαντείας.
θάνατον χωρίζεσθαι τῶν σωμάτων. ἀποδέχεται γοῦν καὶ τὸν ποιητὴν Ὅμηρον μηρὸν ὡς τοῦτο παρατηρήσαντα· πεποίηκε γὰρ τὸν μὲν Πάτροκλον ἐν τῷ ἀναιρεῖσθαι προαγορεύοντα περὶ τῆς Ἕκτορος ἀν’ αἱρέσεως, τὸν δ’ Ἕκτορα περὶ τῆς Ἀχιλλέως τελευτῆς. ἐκ
οὖν, φησίν, ὑπενόησαν οἱ ἄνθρωποι εἶναί τι θεῖον. τὸ καθ’ ἑαυτὸ ἐοικὸς τῇ ψυχῇ καὶ πάντων ἐπιστημονικώτατον.
καὶ ἀναλογοῦσαν μὲν αὑτῷ, θείαν δὲ τὴν φύσιν.
ἀνθρώπους ἔννοιαν ἐσπακέναι θεοῦ· μεγάλων γὰρ εἰδώλων, φησί, καὶ ἀνθρωπομόρφων κατὰ τοὺς ὕπνους προσπιπτόντων ὑπέλαβον καὶ ταῖς ἀληθείαις ὑπάρχειν τινὰς τοιούτους θεοὺς ἀνθρωπομόρφους.
καὶ εὔτακτον τῶν οὐρανίων κίνησιν παραγινόμενοι φασὶ τὴν ἀρχὴν ταῖς τῶν θεῶν ἐπινοίαις ἀπὸ ταύτης γεγονέναι πρῶτον· ὥσπερ γὰρ εἰ τις ἐπὶ τῆς Τρωικῆς καθεζόμενος Ἴδης ἑώρα τὴν τῶν ‘Eλλήνων στρατείαν μετὰ πολλοῦ κόσμου καὶ τάξεως τοῖς πεδίοις προσιοῦσαν (Δ 297), 16
οἷον Νέστωρ ἢ ἄλλος τις τῶν ἡρώων, ὃς ᾔδει (B 554)
τις ὁ κατευθύνων ταύτην καὶ εἰς τοὺς προκειμένους
λιμένας κατάγων, οὕτως οἱ πρῶτον εἰς οὐρανὸν ἀναβλέψαντες καὶ θεασάμενοι ἥλιον μὲν τοὺς ἀπὸ ἀνατολῆς μέχρι δύσεως δρόμους σταδιεύοντα, ἀστέρων δὲ εὐτάκτους τινὰς χορείας, ἐπεζήτουν τὸν δημιουργὸν 18 τῆς περικαλλοῦς ταύτης διακοσμήσεως, οὐκ ἐκ
ταὐτομάτου στοχαζόμενοι συμβαίνειν αὐτήν, ἀλλ’ ὑπό τινος κρείττονος καὶ ἀφθάρτου φύσεως, ἥτις ἦν θεός.
ἐκ τῆς ἡμῶν πρὸς τοὺς ἀρχαιοτέρους καὶ ἥρωας ἐκείνους <......>, ὥσπερ τι περιττὸν αἰσθητήριον τας τὴν ὀξύτητα τῆς διανοίας, ἐπιβεβληκέναι τῇ θείᾳ φύσει καὶ νοῆσαί τινας δυνάμεις θεῶν.
περὶ τῆς τῶν θεῶν ἐννοίας ἐστὶ τοιαῦτα, οὐκ οἰόμεθα δὲ αὐτὰ χρείαν ἔχειν ἀντιρρήσεως· τὸ γὰρ πολύτροπον 19 397 τῆς ἀποφάσεως τὴν ἀγνωσίαν τοῦ παντὸς ἀληθοῦς ἐπισφραγίζεται, πολλῶν μὲν δυναμένων εἶναι τρόπων τῆς τοῦ θεοῦ νοήσεως, τοῦ δὲ ἐν αὐτοῖς ἀληθοῦς μὴ καταλαμβανομένου. λαμβανομένου. ὅμως δὲ κἂν ἐπὶ τἀς κατὰ μέρος ὑπομνήσεις
χωρῶμεν, οὐδὲν εὑρεθήσεται τῶν εἰρημένων βέβαιον.
ἐπὶ τὸ θεοὺς νομίζειν·
θεῶν;
τῶν τοιούτων. ἀπίθανόν τε ἦν πάντας ἀνθρώπους ὑπὸ τῶν νομοθετῶν εἰς τὸ αὐτὸ συναχθέντας ἀκοῦσαί τι περὶ θεῶν· ἀνεπίμικτα γὰρ ἦν τὰ τῶν ἀνθρώπων φῦλα καὶ ἄγνωστά γε, κατὰ τὴν ναυτιλίαν δὲ τὴν Ἀργὼ πρωτόπλουν
τι σκάφος διὰ τῆς ἱστορίας παρειλήφαμεν.
ἄνθρωποι περὶ θεοῦ, καθ’ ἣν μακάριόν τί ἐστι ζῷον καὶ ἄφθαρτον καὶ τέλειον ἐν εὐδαιμονίᾳ καὶ παντὸς κακοῦ ἀνεπίδεκτον, τελέως δέ ἐστιν ἄλογον τὸ κατὰ τύχην πάντας τοῖς αὐτοῖς ἐπιβάλλειν ἰδιώμασιν, ἀλλὰ μὴ φυσικῶς 20 398
οὕτως ἐκκινεῖσθαι. οὐ τοίνυν θέσει οὐδὲ κατά τινα νομοθεσίαν παρεδέξαντο οἱ παλαιοὶ τῶν ἀνθρώπων εἶναι θεούς.
τὸ ὑπακούειν τὰ πλήθη, τούτους χρόνῳ τελευτήσαντας θεοὺς ὑποληφθῆναι, πάλιν οὐ συνιᾶσι τὸ ζητούμενον. αὐτοὶ γὰρ οἱ εἰς θεοὺς ἀνάγοντες αὐτοὺς πῶς ἔννοιαν ἔλαβον θεῶν εἰς ἣν αὑτοὺς ἐνέταξαν; τοῦτο γὰρ δεόμενον ἀποδείξεως παρεῖται.
ἀξιούμενον. τὰ γὰρ ὑπὸ τῶν ἡγεμόνων γινόμενα, καὶ μάλιστά γε τὰ ψευδῆ, ζῶσι μόνον συμπαραμένει τοῖς ἡγουμένοις, τελευτησάντων δὲ ἀναιρεῖται, καὶ πάρεστι πολλοὺς ἐπελθεῖν τοὺς παρὰ μὲν τὸν τῆς ζωῆς χρόνον ἔ ἐκθειασθέντας, μετὰ δὲ τὴν τελευτὴν καταφρονηθέντας, εἶ μή
τινας προσηγορίας θεῶν ὑποστέλλοιεν, ὥσπερ ὁ Ἡρακλῆς ὁ ἐξ Ἀλκμήνης καὶ Διός.
νομιζομένου παρὰ τοῖς τότε θεοῦ. ὅθεν καὶ ἐν ταῖς Θήβαις λόγος ἔχει πάλαι ποτὲ ἀνδριάντα ἔδιον Ἡρακλέους εὑρῆσθαι ἐπιγραφὴν ἔχοντα “Ἀλκαῖος Ἡρακλεῖ χεαριστήριον”.
τὴν τῶν Διοσκούρων δόξαν ὑπελθεῖν πόλιν νομιζομένων εἶναι θεῶν· τὰ γὰρ δύο ἡμισφαίρια, τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν, Διοσκούρους οἱ σοφοὶ τῶν τότε ἀνθρώπων ἔλεγον. διὸ καὶ ὁ ποιητὴς τοῦτο αἰνιττόμενός φησιν ἐπ’ αὐτῶν (λ 303)
θεοὺς κατεφρονήθησαν μᾶλλον.
ἀνωτάτω εὐήθειαν καταψηφίζονται τῶν ἀρχαίων. οὐ γὰρ οὕτως εἰκὸς ἐκείνους ἄφρονας εἶναι, ὥστε τὰ ὀφθαλμοφανῶς φθειρόμενα ὑπολαβεῖν εἶναι θεοὺς ἢ τοῖς πρὸς αὐτῶν κατεσθιομένοις καὶ διαλυομένοις θείαν προσμαρτυρεῖν δύναμιν.
γῆν θεὸν νομίζειν. οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην. τὸ δὲ λίμνας καὶ ποταμούς, καὶ εἴ τινα ἄλλα συνωφελεῖν ἡμᾶς πέφυκεν, ἡγεῖσθαι θεοὺς οὐδεμίαν ὑπερβολὴν ἐμβροντησίας
ἀπολέλοιπεν.
γὰρ ἡμῶν τὸν βίον), τῶν τε ἀλόγων ζῴων τὰ πολλά συνεργοπονεῖ γὰρ ἡμῖν), τά τε κατ᾿ οἰκίας ζῷα] σκεύη τε καὶ πᾶν εἴ τι τούτων ἐστὶ ταπεινότερον. ἀλλὰ ταῦτά γε σφόδρα ἐστὶ γελοῖα· τοίνυν οὐδὲ τὴν ἐκκειμένην δόξαν
ῥητέον ὑγιῆ τυγχάνειν.
ὑπερφυῆ καὶ ἀνθρωποειδεῖς ἔχοντα μορφὰς καὶ καθόλου τοιαῦτα ὁποῖα βούλεται αὐτῷ ἀναπλάττειν Δημόκριτος, παντελῶς ἐστι δυσπαράδεκτον.
οἰόμενον, ὅτι κατὰ τὰς ἐνυπνιδίους φαντασίας τῶν ἀνθρωπομόρφων εἰδώλων ἐνοήθησαν ἤσαν θεοί· τί γὰρ μᾶλλον ἀπὸ τούτων νόησις ἐγίγνετο θεῶν ἢ ὑπερφυῶν ἀνθρώπων;
νόησιν θεοῦ λαμβάνουσιν ἄνθρωποι, ἀλλὰ σὺν τῷ μακάριον εἷναι καὶ ἄφθαρτον καὶ πλείστην δύναμιν ἐν τῷ κόσμῳ σμῳ προφερόμενον. ἅπερ οὐ διδάσκουσιν, ἀπὸ τίνος ἀρχῆς ἢ πῶς ἐπενοήθη παρὰ τοῖς πρῶτον ἔννοιαν σπάσασι θεοῦ, οἱ τἀς ἐνυπνιδίους αἰτιώμενοι φαντασίας καὶ τὴν τῶν
οὐρανίων εὐταξίαν.
εὐδαιμονίᾳ παρῆλθε κατὰ τὴν ἀπὸ τῶν ἀνθρώπων μετάβασιν. ὡς γὰρ τὸν κοινὸν ἄνθρωπον αὐξήσαντες τῇ φαντασίᾳ νόησιν ἔσχομεν Κύκλωπος, ὃς οὐκ ἐῴκει (ι 191)
τὸν ἐν αὐτοῖς ἐκείνοις ἄκρον ἐνοήσαμεν θεόν.
καὶ ἀίδιον εἶναι τὸν θεόν.
γε εὐδαιμονία κατ᾿ αὐτοὺς δαιμονία τις καὶ θεία φύσις, καὶ εὐδαίμων ἐκαλεῖτο ὁ εὖ τὸν δαίμονα διακείμενον ἔχων. ὥσθ᾿ ἵνα μὲν λάβωμεν τὴν περὶ ἄνθρωπον εὐδαιμονίαν, πρότερον ἔχειν ὀφείλομεν νόησιν θεοῦ καὶ δαίμονος, ἵνα δὲ τὸν θεὸν νοήσωμεν, πρότερον ἔχειν ὀφείλομεν
ἔννοιαν εὐδαίμονος ἀνθρώπου. τοίνυν ἕκάτερον περιμένον τὴν ἐκ θατέρου νόησιν ἀνεπινόητον γίνεται ἡμῖν.
τοὺς ὡς ἑτέρως φιλοσοφοῦντας εὑρεθήσεται ὁ σκεπτικός, κατὰ μὲν τὰ πάτρια ἔθη καὶ τοὺς νόμους λέγων εἶναι
θεοὺς καὶ πᾶν τὸ εἰς τὴν τούτων θρῃσκείαν καὶ εὐσέβειαν συντεῖνον ποιῶν, τὸ δ᾿ ὅσον ἐπὶ τῇ φιλοσόφῳ ζητήσει μηδὲν προπετευόμενος.
δόξαι θεούς,
κατήρξατο τὸν τρόπον τοῦτον· ‘‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται”· ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν.
φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθρᾳ τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῷ τὸ ῥητὸν οὕτως·
ἄθεος καὶ κατά τινας Πρωταγόρας ὁ Ἀβδηρίτης, ὁ μὲν διὰ τοῦ περὶ θεῶν συντάγματος τὰ παρὰ τοῖς Ἕλλησι θεολογούμενα ποικίλως ἀνασκευάσας,
γάρ ἐστι τὰ κωλύοντά με”. παρ᾿ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν.
Σίλλων ταῦτα διεξερχόμενος, 30
οὐδαμῶς.
ἀντιπιπτόντων λόγων ὑπεξαιρέσεως.
κατὰ μὲν τὸ κοινὸν πεπιστευκότες τὸ εἶναί τι θεῖον, μὴ
τὴν αὐτὴν δὲ ἔχοντες περὶ τῆς φύσεως αὐτοῦ πρόληψιν. εἰ δέ γε ψευδὴς ὑπῆρχεν ἡ τοιαύτη πρόληψις, οὐκ ἂν οὕτω πάντες συνεφώνουν· εἰσὶν ἄρα θεοί.
παρεκτείνουσιν, ἀλλὰ συντελευτῶσιν ἐκείνοις ὧν χάριν ἐφυλάττοντο. οἷον τιμῶσι βασιλεῖς ἄνθρωποι θυσίαις τε καὶ ταῖς ἄλλαις θρησκείαις, αἷς ὧς θεοὺς <αὐτοὺς> προστρέπονται· ἀλλὰ ταῦτα μέχρις ἐκείνων αὐτῶν διατηροῦσιν, τελευτησάντων δὲ ὡς ἄθεσμά τινα καὶ ἀσεβῆ παραλείπουσιν. ἡ δέ γε
τῶν θεῶν ἔννοια καὶ ἐξ αἰῶνος ἦν καὶ εἰς αἰῶνα διαμένει, ἐξ αὐτῶν, ὡς εἰκός, τῶν γινομένων μαρτυρουμένη.
λαμπρὸν ἐκφέρουσαν ἐν ᾧ μὴ θεός ἐστιν ὁ τὴν ἐξουσίαν καὶ τὸ κράτος τῶν γινομένων πραγμάτων ἐνημμένος, ὥσπερ καὶ τῷ ποιητῇ Ὁμήρῳ κατὰ τὸν ἀναγραφέντα τῶν Ελλήνων καὶ βαρβάρων πόλεμον.
Σωκράτης τε καὶ Πλάτων’ καὶ Ἀριστοτέλης καὶ οἱ ἀπὸ τῆς Στοᾶς, τάχα δὲ οἱ ἀπὸ τῶν κήπων, ὧς αἱ ῥηταὶ τοῦ Ἐπικούρου λέξεις μαρτυροῦσι, θεὸν ἀπολείπουσιν.
περί τινος τῶν ἀκουστῶν, τοῖς ὀξυηκουστάτοις, οὕτω σκεπτόμενοι περί τινος τῶν λόγῳ θεωρουμένων οὐκ ἄλλοις τισὶ πιστεύειν ὀφείλομεν ἢ τοῖς τὸν νοῦν καὶ τὸν λόγον ὀξυωποῦσιν, ὁποῖοί τινες ἦσαν οἱ φιλόσοφοι.
ἐξ ἐναντίας, ὅτι καὶ περὶ τῶν ἐν Ἅιδου μυθευομένων κοινὴν ἔννοιαν ἔχουσιν ἅπαντες ἄνθρωποι καὶ συμφώνους ἔχουσι τοὺς ποιητάς, καὶ μᾶλλόν γε περὶ τούτων ἢ περὶ τῶν
θεῶν, ἀλλ’ οὐκ ἂν εἴποιμεν ταῖς ἀληθείαις ὑπάρχειν τὰ καθ’ Ἅιδου μυθευόμενα, μὴ συνιέντες πρῶτον μέν,
εἶναι, οἶον ἦν (λ 576)·
ἐστιν.
πυρώδεις ἢ πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους
κουφοφοροῦσιν.
συμμονῆς ἦσαν αἴτιαι, πολὺ δὲ πρότερον καὶ ἑαυταῖς.
ἐν ἐκείνοις τοῖς τόποις οὐκ ἔχουσιν.
ποθοῦμεν μαθεῖν τὸν τεχνίτην ἅτε καθ’ αὐτὴν τῆς ὕλης ἀκινήτου καθεστώσης, οὕτω καὶ τὴν τῶν ὅλων ὕλην θεωροῦντες κινουμένην καὶ ἐν μορφῇ τε καὶ διακοσμήσει τυγχάνουσαν εὐλόγως ἂν σκεπτοίμεθα τὸ κινοῦν αὐτὴν καὶ πολυειδῶς μορφοῦν αἴτιον. τοῦτο δὲ οὐκ ἄλλο τι πιθανόν
ἐστιν εἶναι ἢ δύναμίν τινα δι’ αὐτῆς πεφοιτηκυῖαν,
ἔστι τις ἄρα καθ’ ἑαυτὴν αὐτοκίνητος δύναμις, ἥτις ἂν εἴη θεία καὶ ἀίδιος. ἤ γὰρ ἐξ αἰῶνος κινήσεται ἢ ἀπό τινος χρόνου. ἀλλ’ ἀπό τινος χρόνου μὲν οὐ κινήσεται· οὐ
γὰρ ἔσται τις αἰτία τοῦ ἀπό τινος αὐτὴν χρόνου κινεῖσθαι. ἀίδιος τοίνυν ἐστὶν ἡ κινοῦσα τὴν ὕλην δύναμις καὶ τεταγμένως αὐτὴν εἰς γενέσεις καὶ μεταβολὰς ἄγουσα. ὥστε θεὸς ἂν εἴη αὕτη. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ
καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον·
διεστώτων. ἡνωμένα μὲν οὖν ἐστι τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἔν τι κεφάλαιον νευόντων συνεστῶτα ὧς ἁλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ κεχωρισμένων καὶ
καθ’ αὐτὰ ὑποκειμένων συγκείμενα ὡς στρατιαὶ καὶ ποῖ- 35 36 410 μναῖ καὶ χοροί.
ἐκ τῶν περὶ αὐτὸν συμπαθειῶν. κατὰ γὰρ τὰς τῆς σελήνης αὐξήσεις καὶ φθίσεις πολλὰ τῶν τε ἐπιγείων ζῴων καὶ θαλασσίων φθίνει τε καὶ αὔξεται, ἀμπώτεις τε καὶ πλημμυρίδες περί τινα μέρη τῆς θαλάσσης γίνονται. ὡσαύτως δὲ καὶ κατά τινας τῶν ἀστέρων ἐπιτολὰς καὶ δύσεις μεταβολαὶ
τοῦ περιέχοντος καὶ παμποίκιλοι περὶ τὸν ἀέρα τροπαὶ συμβαίνουσιν, ὁτὲ μὲν ἐπὶ τὸ κρεῖττον, ὁτὲ δὲ λοιμικῶς. ἐξ ὧν συμφανές, ὅτι ἡνωμένον τι σῶμα καθέστηκεν ὁ κόσμος.
εἰ τύχοι, διαφθαρέντων τῶν στρατιωτῶν οὐδὲν διάδοσιν πάσχειν φαίνεται ὁ περισωθείς· ἐπὶ δὲ τῶν ἡνωμένων
συμπάθειά τις ἔστιν, εἴγε δακτύλου τεμνομένου τὸ ὅλον συνδιατίθεται σῶμα. ἡνωμένον τοίνυν ἐστὶ σῶμα καὶ ὁ κόσμος.
ψυχῆς, καὶ ἕξεως μὲν ὧς λίθοι καὶ ξύλα, φύσεως δὲ καθάπερ τὰ φυτά, ψυχῆς δὲ τὰ ζῷα, πάντως δὴ καὶ ὁ κόσμος ὑπό τινος τούτων διακρατεῖται.
καθάπερ ξύλα καὶ λίθοι, ἀλλὰ μόνον ἐξ αὑτῶν πάσχει τὴν κατὰ ἄνεσιν καὶ τὴν κατὰ συμπιεσμὸν διάθεσιν.
κατὰ τὰς τῶν οὐρανίων κινήσεις ἑτεροιουμένου. οὐ τοίνυν ὑπὸ ψιλῆς ἕξεως ὁ κόσμος συνέχεται.
φύσεις καὶ τὰς λογικὰς περιέσχηκεν. (Stoic. fr. Ι 114
δὲ τυγχάνουσα θεός ἐστιν. εἰσὶν ἄρα θεοί.
συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων
νεῶν, καὶ τὸ (Hesiod. op. 252)
καὶ ἐν τῷ αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων, καὶ κατὰ πολὺ τῶν ἐπιγείων ὑπερφέρειν δοκούντων τῷ ἄφθαρτα εἶναι καὶ ἀγέννητα, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας.
πέφυκε τὰ τοιαῦτα. ὡσπεροῦν οὐδὲ ἡ φύσις ἐπ’ ἄπειρον ἐδύνατο αὔξεσθαι κατὰ τὸ κρεῖττον, οὔθ’ ἡ ψυχὴ οὔτε τὸ ζῷον.
καὶ πρὸς ταῖς τοῦ βίου δυσμαῖς περιγίνεται), ἐπίκηρόν τ’ ἐστὶ καὶ ἀσθενὲς καὶ μυρίων δεόμενον βοηθημάτων, καθάπερ τροφῆς καὶ σκεπασμάτων καὶ τῆς ἄλλης τοῦ σώματος ἐπιμελείας, πικροῦ τινος τυράννου τρόπον ἐφεστῶτος ἡμῖν καὶ τὸν πρὸς ἡμέραν 41 δασμὸν ἀπαιτοῦντος, καὶ εἰ μὴ παρέχοιμεν ὥστε
λούειν αὐτὸ καὶ ἀλείφειν καὶ περιβάλλειν καὶ τρέρειν, νόσους καὶ θάνατον ἀπειλοῦντος. ὥστε οὐ τέλειον
ζῷον ὁ ἄνθρωπος, ἀτελὲς δὲ καὶ πολὺ κεχωρισμένον τοῦ τελείου.
τοῦτο δὲ οὐ διοίσει θεοῦ. ἔστιν ἄρα θεός.
Ἀριστόδημε, εἰσὶν οὖς τινας ἐπὶ σοφίᾳ τεθαύμακας; ἔγωγε, ἔφη. τίνες οὖν εἰσιν οὗτοι; ἐπὶ μὲν οὖν ποιητικῇ ἔγωγε Ὅμηρον τεθαύμακα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ζωγραφίας γε μὴν χάριν Ζεῦξιν.
περισσῶς δεδημιουργῆσθαι; ἔγωγε, ἔφη. εἰ οὖν ὁ Πολυκλείτου ἀνδριὰς καὶ ἐμψυχίαν προσλάβῃ, οὐ πολὺ μᾶλλον ἀποδέξῃ τὸν τεχνίτην; καὶ 42 412 μάλα. ἆρ᾿ οὖν ἀνδριάντα μὲν ὁρῶν ἔφης ὑπό τινος τεχνίτου δεδημιουργῆσθαι, ἄνθρωπον δὲ ὁρῶν κατὰ τε ψυχὴν εὖ κινούμενον καὶ κατὰ τὸ σῶμα εὖ κεκοσμημένον 43 οὐκ οἴει ὑπό τινος νοῦ περιττοῦ δεδημιουργῆσθαι;
καὶ ταῦτ” φησὶν (ib. § 8) “εἰδώς, ὅτι γῆς τε μέρος μικρὸν ἔχεις ἐν τῷ σώματι πολλῆς οὔσης, ὑγροῦ τε μὴν βραχὺ πολλοῦ ὄντος, πυρὸς ἀέρος τε ὁμοίως· νοῦν δὲ ἄρα μόνον οὐδαμοῦ ὄντα εὐτυχῶς πόθεν δοκεῖς συναρπάσαι;”
γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην· “γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ
ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός.”
“γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· ἀλλὰ καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ἤδη ἀέρος καὶ πυρός· καὶ πολλῆς ἄρα χολῆς οὔσης ἐν τῷ κόσμῳ μικρόν τι μέρος ἔχεις, καὶ φλέγματος καὶ αἵματος.” ἀκολουθήσει καὶ χολοποιὸν καὶ αἵματος γεννητικὸν
εἶναι τὸν κόσμον· ὅπερ ἐστὶν ἄτοπον.
46 413 δῆσαν ὡς ἐπὶ τὰ συγκρίματα· χολὴ γὰρ καὶ αἷμα καὶ πᾶν τὸ ἐν τοῖς σώμασιν ὑγρὸν οὐκ ἔστι πρῶτον καὶ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων συγκείμενον.
μὴ ἦν τι γεῶδες ἐν κόσμῳ, οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ’ ἂν ἐν σοὶ ἦν τι ὑγρόν, καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός. τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ’ ἂν ἐν σοί τις ἦν νοῦς· ἔστι δέ γε ἐν σοί τις νοῦς· ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ
διὰ τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθἐστηκεν.”
ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν τέχνην;
τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι καὶ φῄς εἶναί τινα τὸν δημιουργόν· τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γενητὸν ὄντα νομίζεις ἀπὸ τύχης γεγονέναι, οὐχὶ δὲ ὑπό
τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος; ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός· εἰσὶν ἄρα θεοί.”
ἡγεμονικοῦ, καὶ πᾶσαι αἱ ἐπὶ τὰ μέρη τοῦ ὅλου ἐξαποστελλόμεναι δυνάμεις ὧς ἀπό τινος πηγῆς τοῦ ἡγεμονικοῦ ἐξαποστέλλονται, ὥστε πᾶσαν δύναμιν τὴν περὶ τὸ μέρος οὖσαν καὶ περὶ τὸ ὅλον εἶναι διὰ τὸ ἀπὸ τοῦ ἐν αὐτῷ ἡγεμονικοῦ διαδίδοσθαι. ὅθεν οἷόν ἐστι τὸ μέρος τῇ δυνάμει, τοιοῦτον πολὺ
πρότερόν ἐστι τὸ ὅλον.
λόγοι σπερματικοὶ λογικῶν ζῴων ἐν αὐτῷ περιέχονται. ὥστε εἶναι τοιοῦτο τὸ λεγόμενον· “ὁ δέ γε κόσμος περιέχει σπερματικοὺς λόγους λογικῶν ζῴων· λογικὸς ἄρα ἐστὶν ὁ κόσμος”.
τοῦ μὴ λογικοῦ κρεῖττόν ἐστιν· οὐδὲν δέ γε κόσμου κρεῖττόν ἐστιν· λογικὸν ἄρα ὁ κόσμος. καὶ
ὡσαύτως ἐπὶ τοῦ νοεροῦ καὶ ἐμψυχίας μετέχοντος. τὸ γὰρ νοερὸν τοῦ μὴ νοεροῦ καὶ <τὸ> ἔμψυχον τοῦ μὴ ἐμψύχου κρεῖττόν ἐστιν· οὐδὲν δέ γε κόσμου κρεῖττον· νοερὸς ἄρα καὶ ἔμψυχός ἐστιν ὁ κόσμος.”
τοιοῦτος λόγος, κατὰ λέξιν αὐτοῦ γράφοντος· “λέγωμεν δὴ δι᾿ ἣν αἰτίαν γένεσιν καὶ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδὲ εἷς περὶ 50 415 οὐδενὸς ἐγγίνεται φθόνος. τούτου δὴ ἐκτὸς ὢν πάντα ὅσα μάλιστα ἐβουλήθη γίγνεσθαι παραπλήσια
ἑαυτῷ. ταύτην δὲ γενέσεως καὶ κόσμου μάλιστα ἄν τις ἀρχὴν κυριωτάτην παρὰ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτο ἄν.”
τὸ πᾶν συνετεκταίνετο, <ὅπως> ὅ τι κάλλιστον ἂν εἴη κατὰ φύσιν, ἄριστον τὸ ἔργον ἀπειργασμένος. οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὸ τῇ θεοῦ γίγνεσθαι προνοίᾳ.”
πᾶν κάλλιστον εἶναί φησι, κατὰ φύσιν ἀπειργασμένον ἔργον καὶ κατὰ τὸν εἰκότα λόγον, ζῷον ἔμψυχον νοερόν τε καὶ λογικόν.
τοῦ μὴ γραμματικοῦ κρεῖττόν ἐστι, καὶ τὸ κατὰ τἀς ἄλλας τέχνας θεωρούμενον κρεῖττόν ἐστι τοῦ μὴ τοιούτου· οὐδὲ ἕν δὲ κόσμου κρεῖττόν ἐστιν· ποιητικὸν ἄρα καὶ γραμματικόν ἐστιν ὁ κόσμος.”
καθάπαξ κρεῖττον εἴληφεν, τουτέστι τὸ λογικὸν τοῦ μὴ λογικοῦ καὶ τὸ νοερὸν τοῦ μὴ νοεροῦ καὶ τὸ ἔμψυχον τοῦ μὴ ἐμψύχου, ὁ δὲ Ἀλεξῖνος οὐκέτι· οὐ γὰρ ἐν τῷ καθάπαξ
ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ ματικοῦ κρεῖττον. ὥστε μεγάλην ἐν τοῖς λόγοις θεωρεῖσθαι διαφοράν· ἰδοὺ γὰρ Ἀρχίλοχος ποιητικὸς ὢν οὐκ ἔστι Σωκράτους τοῦ μὴ ποιητικοῦ κρείττων, καὶ Ἀρίσταρχος γραμματικὸς
ὢν οὐκ ἔστι Πλάτωνος τοῦ μὴ γραμματικοῦ κρείττων.
προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ’ ἀνάγκην.
ποτε τεταγμένως καὶ σωτηρίως τὸ ὅλον ἐκίνει μὴ νοερὰ καὶ θεία καθεστῶσα. τοιαύτη δὲ οὖσα οὐκέτι ἂν εἴη δίνη· ἄτακτον γάρ ἐστιν αὕτη καὶ ὀλιγοχρόνιον. ὥστε κατ’ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος.
παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι· ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν ὑφ’ ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός.
θαυμαστότερά ἐστι τῶν μὴ τοιούτων. τὴν γοῦν Ἀρχιμήδειον σφαῖραν θεωροῦντες σφόδρα ἐκπληττόμεθα, ἐν ᾗ ἥλιός τε καὶ σελήνη κινεῖται καὶ τὰ λοιπὰ τῶν ἀστέρων, οὐ μὰ Δία ἐπὶ τοῖς ξύλοις οὐδ’ ἐπὶ τῇ κινήσει τούτων τεθηπότες, ἀλλ’ ἐπὶ τῷ τεχνίτῃ καὶ ταῖς κινούσαις αἰτίαις.
ὅθεν ὅσῳ θαυμασιώτερά ἐστι τὰ αἰσθανόμενα τῶν αἰσθητῶν, τοσούτῳ θαυμασιώτεραί εἰσιν αἱ ταῦτα κινοῦσαι αἰτίαι.
ἡ κινητικὴ τοῦ ἵππου αἰτία θαυμασιωτέρα τῆς τοῦ φυτοῦ αἰτίας· καὶ ἐπεὶ ὁ ἐλέφας θαυμασιωτέρα ἵππου, καὶ ἡ κινητικὴ τοῦ ἐλέφαντος αἰτία, τηλικοῦτόν γε ὄγκον διαβαστάζουσα, θαυμασιωτέρα τῆς τοῦ ἵππου·
ὅλου διατέτακεν εἰς τὰ μέρη· διὸ καὶ θαυμασιωτέρα ἐστὶ τῆς τοῦ μέρους αἰτίας.
ἂν εἴη. ἡ δὲ τοιαύτη φύσις ἡ αὐτή ἐστι θεῷ. ἔστι τοίνυν τι θεός.
ἄλλῳ τινὶ μέρει τοῦ σώματος, ἐπὶ δὲ τῶν φυτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ἐφ’ ὡν μὲν κατὰ τὰς ῥίζας, ἐφ’ ὧν δὲ κατὰ τὴν κόμην, ἐφ’ ὧν δὲ κατὰ τὸ ἐγκάρδιον.
τῶν κινήσεων. οὐδὲν δὲ δυνατὸν εἶναι τοιοῦτον ἢ τὴν τῶν ὄντων φύσιν, ἥτις θεός ἐστιν. ἔστιν ἄρα θεός.
ἄνευ γὰρ τούτων οὐχ οἷόν τέ ἐστι συστῆναι κόσμον· ὥστε καὶ τὴν γῆν καὶ τὸν ἀέρα φήσομεν εἶναι θεόν.
ἡγεμονικώτατον εἶναι τὸν τοῖχον· ἄνευ γὰρ τούτου μὴ δύνασθαι τὴν οἰκίαν συστῆναι. καθάπερ γὰρ ἐνταῦθα ταῖς μὲν ἀληθείαις ἀδύνατόν ἐστιν ἄνευ τοίχου συστῆναι τὴν οἰκίαν, οὐ μὴν ἡπερφέρει καὶ κρεῖττόν ἐστι τοῦ οἰκοδεσπότου
ὁ τοῖχος, οὕτω καὶ ἐπὶ τοῦ κόσμου ἀδύνατον μὲν χωρὶς γῆς καὶ ἀέρος τὴν τοῦ παντὸς σύστασιν γεγέσθαι, οὐ μὴν ταῦτα ὑπερφέρει τῆς διοικούσης τὸν κόσμον φύσεως, ἥτις οὐ διενήνοχε θεοῦ. ἐστιν ἄρα θεός. 54 418 Τὸ μὲν οὖν γένος τῶν τοιούτων λόγων ἐστὶ τοιοῦτον·
ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον. εἰ γὰρ μὴ εἰσὶ θεοί, οὐκ ἔστιν εὐσέβεια, † μόνον τῶν αἱρετῶν † ὑπάρχουσα. ἔστι γὰρ εὐσέβεια ἐπιστήμη θεῶν θεραπείας, τῶν δ’ ἀνυπάρκτων οὐ δύναταί τις εἶναι θεραπεία, ὅθεν οὐδὲ ἐπιστήμη τις περὶ ταύτην γενήσεται· καὶ ὧς οὐχ οἷόν τε περὶ τὴν τῶν
Ἱπποκενταύρων θεραπείαν ἐπιστήμην εἶναι ἀνυπάρκτων ὄντων, οὕτως οὐδὲ περὶ τὴν τῶν θεῶν θεραπείαν, εἴπερ εἰσὶν ἀνύπαρκτοι, ἔσται τις ἐπιστήμη. ὥστε εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ εὐσέβεια. ὑπάρχει δὲ εὐσέβεια·
ἀνύπαρκτός ἐστιν ἡ ὁσιότης, δικαιοσύνη τις οὖσα πρὸς θεούς· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας καὶ προλήψεις πάντων ἀνθρώπων ὁσιότης, καθό τι καὶ ὅσιόν ἐστιν· καὶ <τὸ> θεῖον ἄρα ἔστιν.
πραγμάτων· καὶ ὃν τρόπον οὐδεμία ἔστιν ἐπιστήμη ἀνθρωπείων τε καὶ ἱπποκενταυρείων πραγμάτων διὰ τὸ ἀνθρώπους μὲν ὑπάρχειν, Ἱπποκενταύρους δὲ μὴ ὑπάρχειν, οὕτως οὐδὲ ἐπιστήμη τις ἔσται θείων καὶ ἀνθρωπείων πραγμάτων, ἀνθρώπων <μὲν> ὑπαρχόντων, θεῶν δὲ μὴ ὑφεστώτων. ἄτοπον δέ γε λέγειν μὴ εἶναι σοφίαν· ἄτοπον ἄρα καὶ τὸ τοὺς θεοὺς ἀξιοῦν ἀνυπάρκτους.
τῶν ἀνθρώπων πρός τε ἀλλήλους καὶ πρὸς θεοὺς εἰσῆκται, εἰ μὴ εἰσὶ θεοί, οὐδὲ δικαιοσύνη συστήσεται· ὅπερ ἄτοπον.
μόνον ἡμῖν πρὸς ἀλλήλους καὶ πρὸς τοὺς θεοὺς εἶναί τινα 55 419 κοινωνίαν, ἀλλὰ καὶ πρὸς τὰ ἄλογα τῶν ζῴων. ‘ὲν γὰρ ὑπάρχει πνεῦμα τὸ διὰ παντὸς τοῦ κόσμου διῆκον ψυχῆς τρόπον, τὸ καὶ ἑνοῦν ἡμᾶς πρὸς ἐκεῖνα.
ταῖς σαρξὶν αὐτῶν τρεφόμενοι ἀδικήσομέν τε καὶ ἀσεβήσομεν ὧς συγγενεῖς ἀναιροῦντες. ἔνθεν καὶ παρῄνουν οὗτοι οἱ φιλόσοφοι ἀπέχεσθαι τῶν ἐμψύχων, καὶ ἀσεβεῖν ἔφασκον τοὺς ἀνθρώπους (vers. Pythagor. XII Nauck)
ταῦτα δὴ παρῄνουν οἱ περὶ τὸν Πυθαγόραν, πταίοντες·
ἐστιν ἡμῖν δίκαιον πρὸς τὰ φυτὰ καὶ λίθους, οὐδὲ μὴν
τέμνοντες καὶ πρίζοντες τὰ τοιαῦτα τῶν σωμάτων ἀδικοῦμεν.
ἡμῖν, ἀλλ᾿ ἐπεὶ λόγον ἔχομεν τὸν ἐπ᾿ ἀλλήλους τε καὶ θεοὺς διατείνοντα, οὗ τὰ ἄλογα τῶν ζῴων μὴ μετέχοντα οὐκ ἂν ἔχοι τι πρὸς ἡμᾶς δίκαιον. ὥστε εἰ ἡ δικαιοσύνη κατά τινα κοινωνίαν ἀνθρώπων πρὸς ἀλλήλους καὶ ἀνθρώπων πρὸς θεοὺς νενόηται, δεήσει μὴ ὄντων θεῶν μηδὲ δικαιοσύνην
ὑπαρκτὴν εἶναι. ὑπαρκτὴ δέ ἐστιν ἡ δικαιοσύνη· ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.
καὶ ἀστρομαντική, οὐ λογική, οὐχ ἡ δι᾿ ὀνείρων πρόρρησις. ἄτοπον δέ γε τοσοῦτο πλῆθος πραγμάτων ἀναιρεῖν πεπιστευμένων ἤδη παρὰ πᾶσιν ἀνθρώποις. εἰσὶν ἄρα θεοί.
ἄν τις εὐλόγως τιμῴη·> εἰσὶν ἄρα θεοί.” ᾧ λόγῳ τινὲς παραβάλλοντές φασι· “τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· εἰσὶν ἄρα σοφοί.” ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ᾿ αὐτούς [τοῦ] σοφοῦ.
τὴν παραβολὴν Διογενὴς ὁ Βαβυλώνιος (fr. 32 Arn.) τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει· “τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη” τοιούτου γὰρ λαμβανομένου δῆλον ὧς πεφύκασιν εἶναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη.
καὶ νῦν εἰσίν, ὥσπερ εἰ ἄτομοι ἦσαν, καὶ νῦν εἰσίν· ἄφθαρτα γὰρ καὶ ἀγένητα τὰ τοιαῦτά ἐστι κατὰ τὴν 57 421 ἔννοιαν τῶν σωμάτων. διὸ καὶ κατὰ ἀκόλουθον ἐπιφορὰν συνάξει ὁ λόγος. οἱ δέ γε σοφοὶ οὐκ ἐπεὶ πεφύκασιν εἶναι, ἤδη καὶ εἰσίν.
εἶναι· ‘ὲν μὲν γὰρ σημαίνει ‘‘τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη”, ἕτερον δὲ ‘‘τιμητικῶς ἔχοι”. λαμβάνεσθαι δὲ τὸ πρῶτον, ὅπερ ψεῦδος ἔσται ἐπὶ τῶν σοφῶν.
θεοὺς τοιοῦτοί τινές εἰσι κατὰ τὸν χαρακτῆρα· ὅτι δὲ οὐ λείπονται τούτων ἕνεκα τῆς περὶ τὸ πείθειν ἰσοσθενείας καὶ οἱ τὸ μὴ εἶναι θεοὺς διδάσκοντες, παρακειμένως ὑποδεικτέον.
τῷ αὐτῷ χρησάμενος ἄν τις κατασκευάζοι, ὅτι καὶ ὁ θεός ἐστι ζῷον. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττόν ἐστιν, οὐδὲν δὲ κρεῖττόν ἐστι θεοῦ· ζῷον ἄρα ἐστὶν ὁ θεός, συμπαραλαμβανομένης τούτῳ τῷ λόγῳ καὶ τῆς κοινῆς τῶν ἀνθρώπων ἐννοίας, εἴγε κοὶ ὁ βίος καὶ οἱ ποιηταὶ καὶ ἡ τῶν
ἀρίστων φιλοσόφων πληθὺς μαρτυρεῖ τῷ ζῷον εἶναι τὸν θεόν. ὥστε σῴζεσθαι τὰ τῆς ἀκολουθίας.
τινος αἰσθήσεως ἀντιλαμβάνονται τῶν αἰσθητῶν, οὐχὶ δὲ καὶ διὰ τῆς γεύσεως. ὅθεν καὶ τὸ περικόπτειν ταύτην ἤ τινα αἴσθησιν ἄλλην ἁπλῶς τοῦ θεοῦ παντελῶς ἐστιν ἀπίθανον·
σὺν ταῖς πᾶσιν ὑπαρχούσαις πέντε ταύταις αἰσθήσεσι καὶ ἄλλας αὐτῷ περισσοτέρας προσμαρτυρεῖν, ἱν ἔχῃ
πλειόνων ἀντιλαμβάνεσθαι πραγμάτων, ἀλλὰ μὴ τῶν πέντε 58 422 ἀφαιρεῖν ῥητέον οὖν γεῦσίν τινα ἔχειν τὸν θεόν, καὶ διὰ ταύτης ἀντιλαμβάνεσθαι τῶν γευστῶν.
αἰσθάνεται· τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου οὐκ ἄλλω τινὶ διαφέρει ἢ τῷ αἰσθάνεσθαι. εἰ δὲ αἰσθάνεται, καὶ ἀκούει καὶ ὁρᾷ καὶ ὀσφραίνεται καὶ ἅπτεται.
καὶ οὐχ ἑτέρως, κατὰ δὲ ἀκοὴν <αἱ> ἐμμελεῖς φωναὶ καὶ αἱ μὴ οὕτως ἔχουσαι, κατὰ τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. εἰ δὲ τοῦτο, ἔστι τινὰ θεῷ ὀχληρά· καὶ εἰ ἔστι τινὰ θεῷ ὀχληρά, γίνεται ἐν τῇ ἐπὶ τὸ χεῖρον μεταβολῇ θεός, ὥστε καὶ ἐν φθορᾷ. φθαρτὸς ἄρα ὁ θεός.
τοῦτο δὲ παρὰ τὴν κοινὴν ἔννοιαν ὑπῆρχεν αὐτοῦ· τοίνυν οὐκ ἔστι τὸ θεῖον.
B 24 Diels)·
60 423 δεκτικός. τοίνυν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δέ γε φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν.
ἀλλὰ οὕτω διακεῖσθαι, ὧς πρὸ τῆς ἀντιλήψεως διέκειτο. εἰ οὑν αἰσθάνεται ὁ θεός, καὶ ἑτεροιοῦται· εἰ δὲ ἑτεροιοῦται, ἑτεροιώσεως δεκτικός ἐστι καὶ μεταβολῆς·
ἄτοπον δέ γε τὸ λέγειν τὸν θεὸν φθαρτὸν ὑπάρχειν· ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν εἶναι τοῦτον.
τόπον ἐκ τόπου μετέρχεται· τόπον δὲ ἐκ τόπου μετερχόμενον ἐν τόπῳ ἐστίν, ἐν τόπῳ δὲ ὂν πεπέρασται. εἰ ἄρα ἐστί τι ἄπειρον, ἀκίνητόν ἐστιν· ἢ εἴπερ κινεῖται, οὐκ ἔστιν ἄπειρον.
καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερόμενον συνέχεται. ἐν δὲ ἀπείρῳ οὐδέν ἐστι μέσον οὐδὲ πέρας· ὥστε οὐδὲ ἔμψυχόν ἐστι τὸ ἄπειρον. καὶ διὰ τοῦτο εἶ ἄπειρόν ἐστι τὸ θεῖον, οὔτε κινεῖται οὔτε ἔμψυχόν ἐστιν. κινεῖται δὲ τὸ θεῖον καὶ ἐμψυχίας ἀξιοῦται μετέχειν· οὐκ ἄρα
ἄπειρόν ἐστι τὸ θεῖον. καὶ μὴν οὐδὲ πεπερασμένον.
τοίνυν οὐδὲ πεπερασμένον ἐστὶ τὸ θεῖον. ἀλλ’ εἰ μήτε ἄπειρόν ἐστι μήτε πεπερασμένον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον νοεῖν, οὐδὲν ἔσται τὸ θεῖον.
(εὐδαιμονία γὰρ χωρὶς ἀρετῆς οὐ δύναται ὑποστῆναι). εἰ δὲ πανάρετός ἐστι, καὶ πάσας ἔχει τἀς ἀρετάς. ἀλλ’ οὐ πάσας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε καὶ ἐγκράτειαν ἔχει καὶ
καρτερίαν. οὐχὶ δέ γε ταύτας μὲν ἔχει τἀς ἀρετάς, οὐχὶ δέ γε ἔστι τινὰ δυσαπόσχετα καὶ δυσεγκαρτέρητα τῷ θεῷ.
γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης δυνάμενος ἀπολαοῦσαι, εἶτα ἀπεχόμενος.
χρῆται γὰρ καρτερίᾳ ὁ τεμνόμενος καὶ καιόμενος, εἶτα δὲ] διακαρτερῶν, ἀλλ’ οὐχ ὁ οἰνόπεδα πίνων.
καὶ κακίας οὐδὲν ἔστι, τὰς ἀντιθέτους ταῖσδε ταῖς ἀρεταῖς ἕξει κακίας ὥσπερ τὴν μαλακίαν καὶ τὴν ἀκρασίαν· καθάπερ γὰρ ὁ μὴ ἔχων τὴν ὑγείαν νόσον ἔχει, οὕτως ὁ μὴ ἔχων ἐγκράτειαν καὶ καρτερίαν ἐν ταῖς ἀντικειμέναις ἐστὶ κακίαις, ὅπερ ἄτοπον ἐπὶ θεοῦ λέγεσθαι.
καὶ δυσυπομένητα τῷ θεῷ, ἔστι τινὰ καὶ τὰ ἐπὶ τὸ χεῖρον αὐτοῦ μεταβλητικὰ καὶ ὀχλήσεως ποιητικά. ἀλλ’ εἰ τοῦτο, δεκτικός ἐστιν ὀχλήσεως ὁ θεὸς καὶ τῆς ἐπὶ τὸ χεῖἄψυχόν
62 ρον μεταβολῆς, διὸ καὶ φθορᾶς. ὥστε εἴπερ ἔστιν ὁ θεός, φθαρτός ἐστιν· οὐχὶ δὲ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον.
θεῖον, καὶ ἀνδρείαν ἔχει· εἰ δὲ ἀνδρείαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, καὶ εἰ τοῦτο, ἔστι τι θεῷ δεινόν.
τοῦ πλησίον δεινοῖς. ὥστε ἐπεὶ ἀνδρεῖός ἐστιν ὁ θεός, ἔστι τι αὐτῷ δεινόν.
Καὶ μὴν εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ τὴν μεγαλοψυχίαν ἔχει. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων. εἰ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα αὐτῷ ὣν ὑπεράνω γίνεται. εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα καὶ ὀχληρὰ αὐτῷ, καὶ
οὕτω φθαρτὸς ἔσται. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.
ἔχει τούτων, οἶδε ποῖά ἐστι τὰ ἀγαθὰ καὶ κακὰ καὶ ἀδιάφορα.
λευκῷ χρώματι καὶ μέλανι διὰ τὸ ἐκ γενετῆς εἶναι πηρὸς οὐ δύναται νόησιν ἔχειν χρώματος, οὕτως οὐδὲ θεὸς μὴ περιπεπτωκὼς πόνῳ δύναται νόησιν ἔχειν τούτου.
ἡμεῖς οἱ περιπεσόντες πολλάκις τούτῳ τὴν ἰδιότητα 63 426 τῆς περὶ τοὺς ποδαλγικοὺς ἀλγηδόνος οὐ δυνάμεθα τρανῶς γνωρίζειν, οὐδὲ διηγουμένων ἡμῖν τινων συμβαλεῖν, οὐδὲ παρ’ αὐτῶν τῶν πεπονθότων συμφώνως ἀκοῦσαι διὰ τὸ ἄλλους ἄλλως ταύτην ἑρμηνεύειν καὶ τοὺς μὲν στροφῇ, τοὺς δὲ κλάσει, τοὺς δὲ νύξει λέγειν ὅμοιον αὑτοῖς παρακολουθεῖν, ἦ πού γε θεὸς μηδ’ ὅλως πόνῳ περιπεπτωκὼς <οὐ> δύναται πόνου νόησιν ἔχειν.
μὴ πειραθέντα πόνου νόησιν ἡδονῆς λαβεῖν· κατὰ γὰρ τὴν παντὸς τοῦ ἀλγύνοντος ὑπεξαίρεσιν συνίστασθαι πέφυκεν.
ἔσται δεκτικὸς ὁ θεὸς καὶ φθαρτός ἐστιν. οὐχὶ δέ γε τοῦτο, ὥστε οὐδὲ τὸ ἐξ ἀρχῆς.
καὶ βουλεύεται.
εὐβουλίαν ἔχειν τὸν θεόν. τοίνυν ἔχει ταύτην, καὶ ἔστι τι ἄδηλον αὐτῷ.
φθαρτικῶν αὐτοῦ τούτων, ἐξ ὧν ἐν συνθροήσει τινὶ καὶ κινήματι γενήσεται, κἂν φοβοῖτο.
ἐκ φύσεως πάντων καταληπτικὸς καθέστηκεν, οὐκ ἔχει τέχνην ἀλλ᾿ ἀλλ’ ὃν τρόπον οὐκ ἂν εἴπαιμεν περὶ τὸν βάτραχον ἢ τὸν δελφῖνα, φύσει νηκτικοὺς ὄντας, τέχνην εἶναι νηκτικήν, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τὸν θεὸν ἐκ φύσεως πάντα καταλαμβανόμενον εἴπαιμεν ἂν εἷναι τέχνην
τῷ ἀδήλου τινὸς καὶ τοῦ] αὐτόθεν μὴ καταλαμβανομένου ἐφάπτεσθαι τὴν τέχνην.
τὴν ἀρετήν, πάντως τὴν ἀντίθετον ἔχει κακίαν·
εἶναι σώφρονα, τῆς σωφροσύνης κατὰ τοιοῦτόν τινα λόγον ἡμῖν νενοημένης; καθὰ γὰρ οὐκ ἂν εἴπαιμεν τὸν κίονα σωφρονεῖν, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸν θεὸν δεόντως φήσομεν σώφρονα τυγχάνειν. περιαιρουμένων δὲ αὐτοῦ τούτων τῶν ἀρετῶν περιαιρεῖται καἲ ἡ δικαιοσύνη καὶ αἱ
λοιπαί. ἀλλ’ εἰ μηδεμίαν ἀρετὴν ἔχει ὁ θεός, ἀνύπαρκτός ἐστιν. τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον.
καὶ εἰ μὲν οὐκ ἔχει, φαῦλόν ἐστι τὸ θεῖον καὶ κακοδαιμονικόν, ὅπερ ἄτοπον. εἰ δὲ ἔχει, ἔσται τι τοῦ θεοῦ κρεῖττον· ὃν γὰρ τρόπον ἡ τοῦ ἵππου ἀρετὴ αὐτοῦ τοῦ ἵππου ἐστὶ κρείττων καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ τοῦ ἔχοντός ἐστι κρείττων, τὸν αὐτὸν τρόπον ἡ τοῦ θεοῦ ἀρετὴ καὶ αὐτοῦ τοῦ θεοῦ ἔσται κρείττων.
θεός, ῥητέον μὴ εἶναι θεόν.
τραχεῖαν ἀρτηρίαν γλῶσσάν τε καὶ στόμα. τοῦτο δὲ ἄτοπον καὶ ἐγγὺς τῆς Ἐπικούρου μυθολογίας. τοίνυν ῥητέον μὴ ὑπάρχειν τὸν θεόν. καὶ γὰρ δὴ εἰ φωνῇ χρῆται, ὁμιλεῖ.
γλώσσῃ; καὶ εἰ τῇ Ἑλληνίδι, τί μᾶλλον τῇ Ἰάδι ἢ τῇ Αἰολίδι ἤ τινι τῶν ἄλλων; καὶ μὴν οὐδὲ πάσαις· οὐδεμιᾷ τοίνυν. καὶ γὰρ εἰ τῇ Ἑλληνίδι χρῆται, πῶς τῇ βαρβάρῳ χρήσεται, εἰ μὴ ἐδίδαξέ τις αὐτόν; <. . . . .> εἰ μὴ ἑρμηνεῖς ἔχει παραπλησίους τοῖς παρ’ ἡμῖν δυναμένοις ἑρμηνεύειν.
ῥητέον τοίνυν μὴ χρῆσθαι φωνῇ τὸ θεῖον, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον εἶναί.
ἐκ τῶν ὁπλῶν στοιχείων ἢ ἁπλοῦν ἐστι καὶ στοιχειῶδες σῶμα. καὶ εἰ μὲν σύγκριμά ἐστι, φθαρτόν ἐστιν· πᾶν 66 429 γὰρ τὸ κατὰ σύνοδόν τινων ἀποτελεσθὲν ἀνάγκη διαλυόμενον φθείρεσθαι.
ἐστιν ὁ θεὸς μήτε ἀπλοῦν σῶμα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἶναι τὸν θεόν.
καὶ ἀνυτικωτάτους ἀνέγραψεν, ἔχοντας τὸν τρόπον τοῦτον. εἰ Ζεὺς θεός ἐστι, καὶ ὁ Ποσειδῶν θεός ἐστιν 67 (O 187)·
ὥστε εἰ ὁ Ζεύς θεός ἐστι, καὶ ὁ Ποσειδῶν ἀδελφὸς ὢν τούτου θεὸς γενήσεται.
καὶ αἱ χαράδραι. οὐχὶ δὲ οἱ ῥύακες· οὐδὲ ὁ Ζεὺς ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, καὶ ὁ Ζεὺς ἦν ἂν θεός. οὐκ ἄρα θεοὶ εἰσίν.
καὶ ὁ μὴν ἔσται θεός· σύστημα γάρ ἐστιν ἐξ ἡμερῶν. εἰ δὲ ὁ μὴν θεός ἐστι, καὶ ὁ ἐνιαυτὸς ἂν εἴη θεός· σύστημα γάρ ἐστιν ἐκ μηνῶν ὁ ἐνιαυτός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. σὺν τῷ ἄτοπον εἶναι, φασί, τὴν μὲν ἡμέραν θεὸν εἶναι λέγειν, τὴν δὲ
ἕω καὶ τὴν μεσημβρίαν καὶ τὴν δείλην μηκέτι. 68 429 εἴγε μὴν ἡ Ἄρτεμις θεός ἐστιν,
καὶ Ἐπικλιβάνιος. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα τὸ ἐξ ἀρχῆς.
θεός· ἀμφότερα γάρ ἐστι ψυχικὰ πάθη, καὶ ὁμοίως ἀφωσίωται τῷ Ἔρωτι καὶ Ἔλεος· παρὰ Ἀθηναίοις γοῦν Ἐλέου βωμοί τινες εἰσίν.
εἰ δὲ ὁ φόβος, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη. οὐχὶ δέ γε ταῦτα· οὐδὲ ἡ Ἀφροδίτη ἄρα θεός ἐστιν. εἶ δέ γε ἦσαν θεοί, κἂν Ἀφροδίτη θεὸς ὑπῆρχεν· οὐκ ἄρα εἰσὶ θεοί.
ἐστιν ἢ Γῆ μήτηρ. εἰ ἡ Γῆ θεός ἐστι, καὶ τὰ ὄρη καὶ αἱ ἀκρώρειαι καὶ πᾶς λίθος ἔσται θεός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.
γέγονε πρόδηλον.
τοῦ κοινοῦ βίου περὶ θεῶν ἀνωμαλίας.
παρὰ τοῖς θεολόγοις καὶ ποιηταῖς μυθοποιήσεως· πάσης
γὰρ ἀσεβείας ἐστὶ πλήρης.
τῆς πασχούσης ὕλης λόγος.
μὴ μᾶλλον εἷναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλεῖστοι τῶν δογματικῶν ἢ πάντες σχεδόν, μὴ εἶναι δὲ οἱ τὴν μεταβλητικὴν καὶ τὴν μεταβατικὴν κίνησιν ἀνελόντες σοφισταί· οὐ χωρὶς γὰρ ταύτης ὑφίσταται τὸ ποιοῦν. μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι τὸ αἴτιόν φασιν οἱ ἀπὸ τῆς σκέψεως.
καὶ ὅτι οὐκ ἀσκόπως, ἐκ τῶν εἰς ἑκάτερον ἐπιχειρουμένων πάρεστι μαθεῖν.
φυομένων τε καὶ γεννωμένων· ἔστι δέ γε σπέρμα, ὧς ἐκ τῶν σπειρομένων καὶ ζωογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον.
παρελθόντας καὶ θεασαμένους τῶν ἀνδριάντων τοὺς μὲν τελείους καὶ ἀπηρτισμένους, τοὺς δὲ ἡμιτελεῖς, ἄλλους δὲ ἀρχὴν ἔχοντας τυπώσεως, πιστεύειν ὅτι ἔστι τις τούτων
τεχνίτης καὶ δημιουργός, εἰς δὲ τοῦτον τὸν κόσμον εἰσελθόντας καὶ γῆν μὲν ἐν μέσῳ θεωροῦντας, ὕδωρ δὲ μετὰ ταύτην, καὶ τρίτην ἀνάτασιν ἀέρος, οὐρανόν τε καὶ ἀστέρας λίμνας τε καὶ ποταμοὺς καὶ ζῴων παντοδαπῶν γένη
καὶ φυτῶν ποικιλίας, μὴ ὑπολαμβάνειν εἶναί τινα καὶ τῆς τούτων δημιουργίας αἴτιον. τοίνυν εἰ ἔστι φύσις, ἔστι τι αἴτιον. ἀλλὰ μὴν τὸ πρῶτον· ἄρα τὸ δεύτερον.
τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων. ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται· ἔστιν ἄρα αἴτιον.
τῶν ἀνθρώπων θεός· ἔστιν ἄρα αἴτιον. καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ, ἔστιν αἴτιον· τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται. καὶ τῷ οὖν ὑπάρχειν θεὸν καὶ τῷ μὴ ὑπάρχειν ἐπ’ ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον.
τε καὶ μειουμένων κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἤ ἀκινησίας.
κατὰ πάντα καιρόν. ὅπερ ἄτοπον· εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον, οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι.
κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου φυτόν. κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι
γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος ἐν θέρει συνίστασθαι. ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων ὑπάρχειν.
μετά τινος αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποικειμένης, δι’ ἥν φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον. εἰ δὲ μετά τινος αἰτίας, περιτρέπεται, κἀν τῷ λέγειν μὴ εἶναί
τι αἴτιον τίθησι τὸ εἶναί τι αἴτιον.
δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα.” τῷ τε γὰρ εἶναι αἴτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ λήγοντος,
ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα.
φασί, τῶν πρός τι ἐστίν· τινὸς γάρ ἐστιν αἴτιον καὶ <τινί>, οἶον τὸ σμιλίον τινὸς μέν ἐστιν αἴτιον καθάπερ τῆς τομῆς, τινὶ δὲ καθάπερ Γῇ σαρκί.
(adv. log. II 453—461) παρεστήσαμεν· καὶ τὸ αἴτιον ἄρα ἐπινοηθήσεται μόνον, οὐχ ὑπάρξει δέ.
νοεῖται οὐκ ἔσται αἴτιον. ἀλλὰ μὴν οὐκ ἔχει τὸ αἴτιον οὗ ἔστιν αἴτιον, διὰ τὸ μήτε γένεσιν μήτε φθορὰν μήτε πεῖσιν μήτε κοινῶς κίνησιν ὑπάρχειν, ὧς ἐπὶ τῶν οἰκείων γινόμενοι τόπων διδάξομεν (§§ 218—231). οὐκ ἄρα ἔστιν αἴτιον.
αἴτιον ἢ ἀσώματον ἀσωμάτου ἢ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματος· οὔτε δὲ σῶμα σώματος, ὧς παραστήσομεν, οὔτε ἀσώματον ἀσωμάτου οὔτε σῶμα ἀσωμάτου οὔτε ἐναλλὰξ ἀσώματον σώματος· οὐκ ἄρα ἔστιν αἴτιον. ἀμέλει καὶ αἱ γιγνόμεναι τῶν δογματικῶν στάσεις συμφωνοῦσι τῇ
διαιρέσει, εἴγε <οἱ>Στωικοὶ (fr. II 341 Arn.) μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτ’ ἴον γ᾿ ίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δετῇ σαρκί, ἀσω- 77 78 434 μάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ
πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος.
φησὶν αἴτια τύγχανε ἱν, καὶ σώματα μὲν σωμάτων ὡς στοιχεῖα τῶν συγκριμάτων, ἀσώματα δὲ ἀσωμάτων ὧς τὰ τοῖς 79 πρώτοις σώμασι συμβεβηκότα ἀσώματα τῶν τοῖς
συμβεβηκότων ἀσωμάτων.
μηδεμίαν τῶν ἐκκειμένων στάσεων κατωρθῶσθαι.
ὄντων οὐδέν ἐστι τὸ πάσχον, μηδενὸς δὲ πάσχοντος τὸ ποιοῦν γενήσεται. εἰ ἄρα σῶμα σώματός ἐστιν αἴτιον, οὐδέν ἐστιν αἴτιον.
τοῦδε ῥητέον αἴτιον ἢ τόδε τοῦδε;
οὔτε θιχθῆναι πέφυκεν.
καθ’ ἑαυτὸ πλεῖον αὐτοῦ καὶ τῆς οἰκείας φύσεως οὐκ ἂν δύναιτό τι ποιεῖν· συνελθὸν δὲ ἑτέρῳ τρίτον οὐκ ἂν δύναιτο ἀποτελεῖν, ὃ μὴ πρότερον ἐν τῷ εἶναι ὑπῆρχεν. οὔτε γὰρ τὸ ἓν γενέσθαι δύο δυνατόν ἐστιν, οὔτε τὰ δύο τρίτον ἀποτελεῖ.
ἄρα καὶ ἐκ τοῦ ἑνὸς λέγειν τι πλεῖον γεννᾶσθαι.
ἀποτελέσει, καὶ οὕτω πάλιν εἰς ἄπειρον. οὐκοῦν σῶμα μὲν σώματος οὐκ ἔστιν αἴτιον.
δύναται. ὥστε οὐδὲ ἀσώματον ἀσωμάτου ποιητικόν ἐστιν.
τὴν τοῦ σώματος φύσιν. διόπερ οὐδέτερον ἐξ οὐδετέρου συστῆναι δυνατόν ἐστιν,
σώματος ἔσται ποτ’ ἂν τὸ ἀσώματον διὰ τὸ μὴ εἶναι ἐν τῷ σώματι τὴν τοῦ ἀσωμάτου φύσιν, οὐδὲ ἀνάπαλιν ἐκ
τοῦ ἀσωμάτου τὸ σῶμα.
τὸ τὴν γένεσιν ὁδὸν ὑπάρχειν εἰς τὸ εἶναι. οὐδὲ σῶμα οὖν ἀσωμάτου ἢ ἀσώματον σώματός ἐστιν αἴτιον· ᾧ ἀκολουθεῖ τὸ μηδὲν εἶναι αἴτιον.
τὸ κινούμενον τοῦ μένοντος ἤ τὸ μένον τοῦ κινουμένου· οὔτε δὲ τὸ μένον τῷ μένοντι γένοιτ’ ἂν μονῆς αἴτιον, οὔτε τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως, οὔτε τὸ μένον τῷ κινουμένῳ μονῆς, οὔτε ἐναλλάξ, ὡς παραστήσομεν·
μονῆς καὶ τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως οὐκ ἂν ὑπάρχοι αἴτιον δι’ ἀπαραλλαξίαν. ἀμφοτέρων γὰρ ἐπ’ ἴσης μενόντων ἢ ἀμφοτέρων κατ’ ἴσον κινουμένων οὐ μᾶλλον τόδε τῷδε ἐροῦμεν εἶναι αἴτιον μονῆς καὶ κινήσεως ἢ τόδε τῷδε. εἰ γὰρ τὸ ἕτερον, ὅτι κινεῖται, τῷ ἑτέρῳ τῆς κινήσεως
αἴτιον ὑπάρχει, ἐπεὶ καὶ τὸ ἕτερον ὡσαύτως κινεῖται, λεχθήσεται τῷ λοιπῷ κινήσεως εἶναι παρεκτικόν. οἶον κινεῖται ὁ τροχός, κινεῖται δὲ καὶ ὁ τροχηλάτης· τί οὖν μᾶλλον διὰ τὸν τροχὸν καὶ ὁ τροχηλάτης κινεῖται ἢ ἀνάπαλιν διὰ τὸν τροχηλάτην ὁ τροχός; εἴ γέ τοι τὸ ἕτερον
μὴ κινοῖτο, οὐδὲ τὸ λειπόμενον κινήσεται. ὅθεν εἰ αἴτιόν ἐστιν οὗ παρόντος γίνεται τὸ ἀποτέλεσμα, μὰ, 82 437 ἐπεὶ ἀμφοτέρων παρόντων γίνεται τὸ ἀποτέλεσμα καὶ οὔτε τοῦ τροχοῦ ἀπόντος τελειοῦται οὔτε τοῦ τροχηλάτου, ῥητέον μὴ μᾶλλον τὸν τροχηλάτην αἴτιον εἷναι τῆς κινήσεως τῷ τροχῷ ἢ τὸν τροχὸν τῷ τροχηλάτῃ.
ὁ στῦλος, μένει δὲ καὶ τὸ ἐπιστύλιον. ἀλλ’ οὐ μᾶλλον διὰ τὸν στῦλον ῥητέον μένειν τὸ ἐπιστύλιον ἢ διὰ τὸ ἐπιστύλιον τὸν στῦλον· τοῦ ἑτέρου γοῦν ἀρθέντος καὶ τὸ ἕτερον
καταφέρεται. ὥστε τὸ μὲν μένον τῷ μένοντι μονῆς καὶ τὸ κινούμενον τῷ κινουμένω κινήσεως διὰ τοῦτο οὐκ ἂν εἴποιμεν αἴτιον.
δι’ ἐναντιότητα φύσεως· καθὰ γὰρ τὸ ψυχρὸν οὐκ ἔχον τὸν τοῦ θερμοῦ λόγον οὐδέποτε δύναται θερμαίνειν, καὶ ὡς τὸ θερμὸν μὴ ἔχον τὸν τοῦ ψυχροῦ λόγον οὐδέποτε δύνατ’ αἰ ψύχειν, οὕτως οὐδὲ τὸ κινούμενον, μὴ ἔχον τὸν τοῦ μένοντος λόγον, οὐδέποτε δύναται μονῆς
εἷναι ποιητικόν, ἢ τὸ ἀνάπαλιν.
λεκτέον μηδὲν ὑπάρχειν αἴτιον.
τὸ ὕστερον τοῦ πρότερον, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τι αἴτιον.
δὲ ἔσται τοῦ ὕστερον γενομένου ποιητικόν. εἰ γὰρ ὅτε ἔστι τὸ αἴτιον, οὔπω ἔστι τὸ οὗ ἐστιν αἴτιον, οὔτε 83 84 438 ἐκεῖνο ἔτι αἴτιόν ἐστι, μὴ ἔχον τὸ οὗ αἴτιόν ἐστιν, οὔτε τοῦτο ἔτι ἀποτέλεσμα, μὴ συμπαρόντος αὐτῷ τοῦ οὗ ἀποτέλεσμά
ἐστι· τῶν γὰρ πρός τι ἑκάτερόν ἐστι τούτων, καὶ τὰ πρός τι κατ’ ἀνάγκην δεῖ συνυπάρχειν ἀλλήλοις καὶ οὐ τὸ μὲν προηγεῖσθαι τὸ δὲ ὑστερεῖν.
λέγειν τοῦ προτέρου αἴτιον γίνεσθαι. ὅπερ ἐστὶν ἀτοπώτατον καὶ ἀνδρῶν τὰ πράγματα ἀναστρεφόντων· δεήσει γὰρ τὸ ἀποτέλεσμα πρεσβύτερον λέγειν τοῦ ποιοῦντος αὐτό, διὰ δὲ τοῦτο μηδ’ ὅλως ἀποτέλεσμα τυγχάνειν
ὧς ἂν μὴ ἔχον τὸ οὗ ἐστιν ἀποτέλεσμα. ὅνπερ οὖν τρόπον ἠλίθιόν ἐστι τὸ λέγειν υἱὸν μὲν πατρὸς εἶναι πρεσβύτερον, ἄμητον δὲ σπόρου προήκειν τοῖς χρόνοις, οὕτως εὔηθες τὸ ἀξιοῦν τι] αἴτιον εἶναι τοῦ ἤδη ὄντος τὸ μήπω ὄν.
τοῦ ὑστέρου μήτε τὸ ὕστερον τοῦ προτέρου ἐστὶν αἴτιον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐκ ἂν εἴη τι αἴτιον.
κατὰ κοινὴν ἀμφοτέρων νοεῖσθαι σύνοδον.
δογματικῶν, οὐ τῶν ἀπολελυμένων καὶ ἀφεστηκότων ἐστίν, ἀλλὰ τῶν πρός τι διὰ τὸ καὶ αὐτὸ πρὸς τῷ πάσχοντι θεωρεῖσθαι καὶ τὸ πάσχον πρὸς αὐτῷ, χεῖρόν τι ἀνακύψει.
ὀνομάτων τεύξεται, τοῦ τε ποιοῦντος καὶ πάσχοντος· καὶ διά τοῦτο οὐ μᾶλλον ἐν αὐτῷ ἢ ἐν τῷ λεγομένῳ πάτι 85 439 σχειν ἐγκείσεται ἡ δραστήριος δύναμις. ὡς γὰρ αὐτὸ οὐδὲν δύναται ποιεῖν χωρὶς τοῦ λεγομένου πάσχειν, οὕτως οὐδὲ τὸ λεγόμενον πάσχειν δύναται χωρὶς τῆς ἐκείνου παρουσίας πάσχειν.
ἐν τῷ πάσχοντι ὑποκεῖσθαι τὴν δραστήριον τοῦ ἀποτελέσματος δύναμιν. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος), εἴπερ τὸ πῦρ καύσεως ἐστιν αἴτιον,
ἤτοι αὐτοτελῶς καὶ τῇ ἰδίᾳ μόνον προσχρώμενον δυνάμει καύσεως ἐστι ποιητικόν, ἢ συνεργοῦ δεῖται πρὸς τοῦτο τῆς καιομένης ὕλης.
αὐτὸ τὴν ἰδίαν φύσιν διὰ παντὸς καίειν. οὐχὶ δὲ πάντοτε καίει, ἀλλὰ τινὰ μὲν καίει τινὰ δὲ οὐ καίει· οὐκ ἄρα αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει προσχρώμενον καίει.
ἐπιτηδειότης τῶν ξύλων; ὃν γὰρ τρόπον μὴ ὄντος αὐτοῦ οὐ γίνεται καῦσις, οὕτω καὶ τῆς ἐπιτηδειότητος τῶν ξύλων ἀπούσης οὐ γίνεται καῦσις. ταύτῃ τε, εἰ αὐτό ἐστιν αἴτιον, ὅτι παρόντος αὐτοῦ γίνεται τὸ ἀποτέλεσμα καὶ ἀπόντος οὐ γίνεται, ἔσται καὶ ἡ ἐπιτηδειότης δι᾿ ἑκάτερον τούτων αἴτιον.
αἴτιον λέγων τοῦ καίεσθαι, τὰ δὲ ξύλα μηδαμῶς. οὔτε γὰρ δίχα τοῦ πυρὸς οὔτε χωρὶς τῶν ξύλων γίνεται τὸ καίεσθαι, καθάπερ οὐδὲ ἡ συλλαβὴ χωρὶς τοῦ δέλτα ἤ τοῦ ἰῶτα.
ποιητικόν ἐστι τὸ αἴτιον.
αἴτιον.
καὶ πήττει μὲν τὸν πηλόν, τήκει δὲ τὸν κηρόν, καὶ λευκαίνει μὲν τὰ ἐσθήματα, μελαίνει δὲ τὴν ἡμετέραν ἐπιφάνειαν, ἐρυθαίνει δὲ καρπούς τινας, καὶ ἡμῖν
μὲν τοῦ ὁρᾶν αἴτιος γίνεται, τοῖς νυκτινόμοις δὲ τῶν ὀρνίθων, οἷον γλαυξὶ καὶ νυκτερίσι, τοῦ μὴ ὁρᾶν. ὥστε εἰ μίαν εἶχε δύναμιν, ὤφειλε ταὐτὸν ἐπὶ πάντων ποιεῖν· οὐχὶ δὲ ταὐτὸν ἐπὶ πάντων ποιεῖ· οὐκ ἄρα μίαν ἔχει δύναμιν.
πηγνύναι. εἰ δὲ μήτε μίαν ἔχει δύναμιν μήτε πολλάς, οὐκ ἂν εἴη τινὸς αἴτιον.
αἰτίου ἀποτελέσματα, καθάπερ τοῦ ἡλίου. σύνεγγυς μὲν γὰρ ὢν τοῖς Αἰθίοψιν ἔοικε καίειν, μετρίως δὲ ἡμῶν ἀφεστηκὼς στηκὼς θάλπειν, πολὺ δὲ τῶν Ὑπερβορέων κεχωρισμένος θάλπει μὲν οὐδαμῶς, καταυγάζει δὲ μόνον·
δὲ τὸν κηρὸν διὰ τὸ μὴ ἔχειν τὴν τοῦ πηλοῦ ἰδιότητα.
οὐδὲ τὸ ἕτερον αἴτιόν ἐστι τῆς τήξεως τῷ κηρῷ, ἡ δὲ ἀμμόνον 87 441 φοτέρων συνέλευσις, τοῦ τε ἡλίου καὶ τοῦ κηροῦ. τῆς δὲ ἀμφοτέρων συνόδου ποιούσης τὸ ἀποτέλεσμα, τουτέστι τὴν τῆξιν, οὐ μᾶλλον διὰ τὸν ἥλιον ὁ κηρὸς τήκεται ἢ διὰ τὸν κηρὸν ὁ ἥλιος τήκει. οὕτω τε ἄτοπον τὸ ἐκ συνόδου δυεῖν γινόμενον ἀποτέλεσμα μὴ τοῖς δυσὶν ἀνατιθέναι,
τῷ δὲ ἑτέρῳ μόνῳ προσμαρτυρεῖν.
συνὸν αὐτῇ, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστι τί τινος αἴτιον.
δὲ συνδυάζει τὸ ἕτερον τῷ ἑτέρῳ, ἤτοι αὐτὸ μόνον ποιεῖ τὸ λεγόμενον αἴτιον ὑπάρχειν, οὐχὶ δὲ πάσχει, ἢ ποιεῖ ἅμα καὶ πάσχει. καὶ εἶ μὲν ἅμα ποιεῖ καὶ πάσχει, ἑκάτερον ἔσται ποιοῦν τε καὶ πάσχον· ᾗ μὲν γὰρ αὐτὸ ποιεῖ, ἔσται πάσχουσα ἡ ὕλη, ᾗ δὲ ἡ ὕλη ποιεῖ, ἔσται ἐκεῖνο τὸ
πάσχον. καὶ οὕτως οὐ μᾶλλον τὸ ποιοῦν γενήσεται ποιοῦν ἢ πάσχον, καὶ τὸ πάσχον οὐ μᾶλλον ἔσται πάσχον ἢ ποιοῦν· ὅπερ ἄτοπον.
κατὰ ψιλὴν τὴν ἐπιφάνειαν παραβαλλόμενον τῇ πασχούσῃ ὕλῃ οὐ δυνήσεταί τι ποιεῖν· ἡ γὰρ ἐπιφάνεια ἀσώματός ἐστιν, τὸ δ᾿ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν πέφυκεν.
διάδοσιν οἷόν τέ ἐστιν αὐτὸ δρᾶν. ἤτοι γὰρ διὰ στερεῶν σωμάτων διίξεται ἢ διὰ νοητῶν τινῶν καὶ ἀναισθήτων πόρων. ἀλλὰ διὰ μὲν στερεῶν σωμάτων οὐκ ἂν φέροιτο·
ρων τινῶν, ὀφείλει ταῖς περιγραφούσαις τοὺς πόρους ἐπιφανείαις προσπῖπτον ποιεῖν. ἀλλ’ αἱ γε ἐπιφάνειαί εἰσιν ἀσώματοι, καὶ τὸ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν εὔλογόν ἐστιν. τοίνυν οὐδὲ κατὰ διάδοσιν ποιεῖ τὸ αἴτιον. ᾧ ἕπεται τὸ μηδ’ ὅλως αἴτιον αὐτὸ τυγχάνειν.
θιχθῆναι δύναται, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστιν ἢ τὸ ποιοῦν ἢ τὸ πάσχον.
ὅλου οὔτε ὅλον μέρους οὔτε ἐναλλὰξ ἅπτεται, καθὼς διδάξομεν· οὐκ ἄρα τί τινος ἅπτεται. καὶ εἰ μηδὲν μηδενὸς ἅπτεται, οὔτε τὸ πάσχον ἔστιν οὔτε τὸ ποιοῦν.
δύο σώματα ‘ὲν ἔσται σῶμα, διὰ τὸ καὶ τοῖς κατὰ βάθος ὀφείλειν τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνειν διὰ τὸ καὶ ταῦτα τοῦ ὅλου καθεστάναι μέρη.
ἐστιν ὅλον, πάλιν τε διὰ ταύτην τὴν αἰτίαν ἤτοι τὸ ὅλον μέρος τοῦ ὅλου μέρους ἅψεται ἢ μέρος μέρους. καὶ εἰ μὲν ὅλον ὅλου, ὅλου, ἑνωθήσεται καὶ ἀμφότερα ὲν γενήσεται σῶμα· εἰ δὲ μέρει μέρους, ἐκεῖνο πάλιν τὸ μέρος κατ’ ἰδίαν περιγραφὴν ὅλον νοούμενον ἤτοι ὅλον ὅλου
τοῦ μέρους ἅψεται ἤ μέρει τινί τινος μέρους, καὶ οὕτως εἰς ἄπειρον. οὐ τοίνυν οὐδὲ μέρος μέρους ἅπτεται. καὶ μὴν οὐδὲ ὅλον μέρους.
ἴσον τῷ μέρει τὴν τοῦ μέρους εἶχεν ἀναλογίαν, καὶ τὸ 89 90 443 ἴσον τῷ ὅλῳ τὴν τοῦ ὅλου. τελέως δὲ ἀπερρωγός ἐστιν ἢ τὸ ὅλον ποιεῖν μέρος ἢ τὸ μέρος ἴσον ἀξιοῦν εἶναι τῷ ὅλῳ. τοίνυν οὐδὲ τὸ ὅλον τοῦ μέρους ἅπτεται.
χεῖρον. τό τε γὰρ ὅλον εἰ τὸν αὐτὸν ἐπιλαμβάνει τόπον τῷ μέρει, ἴσον ἔσται τῷ μέρει, ἴσον δὲ τούτῳ γενόμενον μικρότερον ἑαυτοῦ ἔσται· καὶ ἀνάπαλιν τὸ μέρος εἰ ἀντιπαρεκτείνεται τῷ ὅλῳ, τὸν αὐτὸν ἐφέξει τούτῳ τόπον,
τῷ δὲ ὅλῳ τὸν αὐτὸν ἐπεσχηκὸς τόπον ἔσται μεῖζον ἑαυτοῦ.
τοῦ ὅλου ἅπτεσθαι. ὅθεν εἰ μήτε τὸ ὅλον τοῦ ὅλου ἅπτεται μήτε τὸ μέρος τοῦ μέρους μήτε τὸ ὅλον τοῦ μέρους μήτε ἐναλλάξ, οὐδὲν οὐδενὸς ἅπτεται. διὰ δὲ τοῦτο οὔτε αἴτιόν τί τινος ὑπάρξει, οὔτε πάσχον τι ὑπό τινος.
ὑπό τινος, οἷον πόρου ἢ γραμμῆς, ἅψεταί τινος, ἢ ὑπ᾿ οὐδενὸς μεσολαβούμενον. καὶ εἰ μὲν ὑπό τινος μεσολαβοῖτο, οὐχ ἅψεται οὗ λέγεται ἅπτεσθαι, ἀλλὰ τοῦ μεταξὺ ἀμφοτέρων· εἰ δὲ μηδενὸς ἁπαξαπλῶς μεταξὺ ἀμφοτέρων ὄντος τὸ ἕτερον τοῦ ἑτέρου ἅψεται, ἕνωσις ἔσται
ἀμφοτέρων ἀλλ᾿ οὐ θίξις.
τι. οἷον ὁ Σωκράτης ἤτοι ὢν θνῄσκει ἢ μὴ ὤν.
ὀφείλει κατὰ τὸν ἕτερον τούτων θνῄσκειν. ὅτε μὲν οὖν ἔστι καὶ ζῇ, οὐ θνῄσκει· ζῇ γὰρ δήπουθεν· θανὼν δὲ πάλιν οὐ θνῄσκει, ἐπεὶ δὶς ἔσται θνῄσκων, ὅπερ ἄτοπον.
λόγος, τοιοῦτος καὶ ἐπὶ τοῦ πάσχοντος. οὔτε γὰρ τὸ ὂν δύναται πάσχειν ἐφ’ ὅσον ὄν ἐστι καὶ κατὰ τὴν ἀρχῆθεν ὑπόστασιν νοεῖται, οὔτε τὸ μὴ ὄν· ἀρχὴν γὰρ οὐχ ὑφέστηκεν·
τῷ αὐτῷ· οὐχὶ δέ γε τἀναντία ὑφ’ ὲν περὶ τῶ αὐτῷ συνίσταται· οὐκ ἄρα πάσχει τὸ ὄν, ὅτε ὄν ἐστιν. οἷον ἔστω τὸ ὂν τῇ φύσει σκληρὸν εἶναι καὶ πάσχειν μαλακυνόμενον, καθάπερ ἐπὶ τοῦ σιδήρου θεωροῦμεν. οὐκοῦν ὅτε μὲν σκληρόν ἐστι καὶ ὄν, οὐ δύναται μαλακύνεσθαι,
ἐπεὶ εἰ μαλακύνεται ὅτε σκληρόν ἐστιν,
λόγος καὶ ἐπὶ λευκοῦ καὶ ἐπὶ μέλανος χρώματος. ἔστω γὰρ τὸ ὄν, ᾗ ὄν ἐστι, λευκὸν εἶναι καὶ πάσχειν αὐτὸ μέ- 93 94 95 445 λαν γινόμενον. οὐκοῦν εἰ τὸ ὄν, ὅ ἐστι καὶ λευκόν, τότε ἀξιοῦται πάσχειν ὅτε λευκόν ἐστι, μέλαν ἔσται συμβεβηκότα ἔχον τὰ ἐναντία· ὅπερ ἄτοπον. οὐ τοίνυν τὸ ὄν, ἐφ᾿ ὅσον ὄν ἐστι, πάσχειν πέφυκεν.
τὸ ὄν, ὅτε ὄν ἐστι, πάσχειν, ἔσται τι πρὶν γεγονέναι γεγονός· οὐδὲν δέ ἐστι πρὶν γεγονέναι γεγονός· οὐκ ἄρα τὸ ὄν, ὅτε ὄν ἐστι, πάσχει.
ἐστι καὶ οὔπω μαλακόν· ᾗ δὲ ὅτε ὄν ἐστι τότε ἀξιοῦται πάσχειν, πρὶν γεγονέναι μαλακὸν γενήσεται μαλακόν. ἄτοπον δέ γε τὸ τοιοῦτον· οὐκ ἄρα τὸ ὄν, ἐφ᾿ ὅσον ὄν ἐστι, πάσχειν ῥητέον.
τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ πάσχειν συμβέβηκεν· τοίνυν οὐδὲ τὸ μὴ ὂν πάσχει τι. εἰ δὲ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν πάσχει τι καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν ἔστι τὸ πάσχον.
τρόπους γίνονταί τινες μεταπτώσεις, καὶ τοῦ μὲν “κωβιός” ὀνόματος ἀφαιρεθείσης τῆς πρώτης συλλαβῆς γίνεται ἕτερον ὄνομα “βίος”, καὶ τούτῳ προστεθείσης τῆς αὐτῆς συλλαβῆς συνίσταται τὸ πρότερον ὄνομα, καὶ παρὰ ἐναλλαγὴν στοιχείων, ὡς τὸ “ἄρχων” ὄνομα γένεται “Χάρων”, οὕτω
καὶ τὰ σώματα λεχθείη ἂν πάσχειν τριχῶς, ἤτοι κατὰ ἀφαίρεσιν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ ἑτεροίωσιν,
96 446 καὶ ὅτι οὐδὲν οὐδενὶ προστίθεται, καὶ ὅτι οὐδὲν ἀπ’ οὐδενὸς μετατίθεται, αὐτόθεν ἔσται κατεσκευασμένον τὸ μηδὲν εἷναι τὸ πάσχον.
ἢ ἀσώματον ἀπὸ σώματος, ὧς καταστησόμεθα·
ἀπό τινος οὐκ ἔστιν ἀθιγές, τὸ δὲ ἀσώματον ἀθιγὲς ὂν οὐ παρέχει αὑτὸ πρὸς ἀφαίρεσιν καὶ χωρισμόν.
δεικνυμένη εὐθεία αἰσθητὸν ἔχει μῆκος καὶ πλάτος, ἡ δὲ ὐπ’ αὐτῶν νοουμένη εὐθεῖα γραμμὴ μῆκός ἐστιν ἀπλατές. καὶ ἡ ἐπὶ τοῦ ἄβακος δεικνυμένη οὐκ ἂν εἴη γραμμή, καὶ οἱ ἐπιβαλλόμενοι ταύτην τέμνειν οὐ τὴν οὖσαν γραμμὴν ἀλλὰ τὴν μὴ οὖσαν τέμνουσιν.
κατ’ αὐτοὺς ἡ γραμμὴ ἐκ στιγμῶν συνεστῶσα νοεῖται, ἔστω τις εὐθεῖα γραμμή, ἣν λέγουσιν εἰς ἴσα τέμνειν, ἐκ περισσῶν συνεστῶσα στιγμῶν, οἷον ἐννέα. ἀλλὰ ταύτην γε τέμνοντες ἢ τὴν πέμπτην διελοῦσι στιγμήν, φημὶ δὲ τὴν μεταξὺ τῶν τεσσάρων καὶ τεσσάρων νοουμένην, ἢ τῶν
τμημάτων τὸ μὲν τεττάρων ποιήσουσι στιγμῶν τὸ δὲ πέντε. τὴν μὲν οὖν πέμπτην στιγμὴν οὐκ ἂν φαῖεν τέμνειν· ἀμερὴς γάρ ἐστι κατ’ αὐτούς, καὶ τὸ ἀμερὲς ἀδύνατον νοεῖν εἰς μέρη διαιρούμενον. λείπεται ἄρα τῶν τῆς γραμ- 97 98 447 μῆς τμημάτων τὸ μὲν τεσσάρων ποιεῖν στιγμῶν τὸ δὲ πέντε, ὃ πάλιν ἐστὶν ἅτ’ ὀπὸν καὶ παρὰ τὴν πρόθεσιν αὐτῶν·
ὑπισχνοῦνται μὲν γὰρ ἐπιστημονικῶς τὴν δοθεῖσαν εὐθεῖαν γραμμὴν εἰς ἴσα διαιρεῖν τμήματα, διαιροῦσι δὲ αὐτὴν εἰς ἄνισα.
τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι εἰσὶν ἀλλήλαις. εἶτα ἐπὶ τούτοις πρόβλημά ἐστι τὸν κύκλον δίχα τεμεῖν· ὅπερ ἐστὶν ἀδύνατον. τὸ γὰρ κέντρον, ὅπερ παντὸς τοῦ κύκλου μεσαίτατόν ἐστιν, ἤτοι δίχα τέμνεται κατὰ τὴν τοῦ κύκλου διχοτόμησιν ἢ τῷ ἑτέρῳ
προσμερίζεται τμήματι.
εἰ δὲ τῷ ἑτέρῳ προσμερίζεται τμήματι, ἄνισα γίνεται τὰ τμήματα καὶ ὁ κύκλος οὐ μέσος διαιρεῖται.
σώματος τεμνομένην τὴν γραμμὴν καὶ διαιρούμενον τὸν κύκλον ἐπινοῆσαι. καὶ μὴν οὐδὲ ὑπὸ ἀσωμάτου τινός.
γὰρ πλαγίως ἐπιζευχθῇ, ἐάν τε ὀρθίως ἡ τέμνουσα τῇ τεμνομένη, κατ’ ἀνάγκην ὀφείλει στιγμῇ ἑαυτῆς ἐπιζεύγνυσθαι τῇ κατὰ τὴν διαιρουμένην γραμμὴν στιγμῇ. ἀμεροῦς <μὲν> οὖν οὔσης καὶ τῆς ἐπιζευγνυμένης, δὲ καὶ τῆς ἐν τῇ τεμνομένῃ, οὐ γενήσεταί τις διαίρεσις
διὰ τὸ μήτε τὴν τέμνουσαν εὐφυῶς ἔχειν πρὸς τὸ τέμνειν, οὖσαν ἀμερῆ, μήτε τὴν τεμνομένην πρὸς τὸ τέμνεσθαι τῷ παντὸς ἐστερῆσθαι μέρους.
τοῦτο γὰρ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον. πρῶτον μὲν γὰρ ἐν συνεχείᾳ γραμμῆς ἀδύνατόν ἐστι μέσον πεσεῖν πέρας, ἀλλ’ ἀνάγκη κατὰ στιγμῆς φερόμενον νοεῖν τὸ
τέμνον.
ὧς μὴ παραδέχεσθαι μεταξὺ ἀλλήλων ἔξωθέν τινα στιγμήν, ἢ οὐκ ἔσται ἡ ἐξ αὐτῶν σύνθετος συνεχὴς καὶ μία γραμμή.
τὴν καθ’ ἧς φέρεται νοεῖν διχαζομένην, ἢ τούτου ἀδυνάτου καθεστῶτος τὰς ὑποκειμένας στιγμὰς τῆς γραμμῆς νοεῖν ὑπαναχωρούσας καὶ τόπον καὶ διάστασιν παρεχομένας, τοτὲ μὲν ἐπὶ τόδε τὸ μέρος συστελλομένων, τοτὲ δὲ ἐπὶ τόδε, ὧν ἑκάτερόν ἐστιν ἄτοπον·
καθὼς προπαρεμυθησάμεθα, τέμνεσθαι δύναται τῷ ἀμετέμνη 103 449 ῥῆς ὑπάρχειν, οὔτε αἱ ἐν τῇ τεμνομένῃ γραμμῇ στιγμαὶ ὑπαναχωρεῖν πεφύκασιν· ἀκίνητοι γάρ εἰσιν. τοίνυν καὶ τὸ ἀσώματον οὔτε ἀφαιρεῖται ἀπό τινος ἀσωμάτου οὔτε ἐπιδέχεται τὴν ἀφαίρεσιν.
θέλωσι στήσαντες τὸν λόγον οἱ γεωμέτραι διδάσκειν τί τινος ἀφαιρούμενον, οὐ δυνήσονται· οὔτε γὰρ ἀφ’ ὅλης τῆς γραμμῆς ἢ ἀφ’ ὅλου τοῦ κύκλου δύναταί τις ἀφαίρεσις γενομένη νοεῖσθαι οὔτε ἀπὸ μέρους, ὡς μικρὸν ὕστερον προβάντος τοῦ λόγου διδάξομεν (§ 331 sqq.), ὅταν
εἰς τὴν περὶ τῶν τεμνομένων σωμάτων ζήτης ἱν συγκαταβαίνωμεν. 104 Νῦν δὲ συντόμως δειχθέντος,
ἀφαιρεῖσθαι αὐτόθεν ἐστὶν ἀδιανόητον, ἀσώματον δὲ ἀπὸ σώματος χωρίζεσθαι τῶν ἀδυνάτων· θιγεῖν γὰρ δεῖ τοῦ
ἀφαιρουμένου τὸ ἀφαιροῦν, ἀθιγὲς δέ ἐστι τὸ ἀσώματον καὶ ἀδύνατος δέδεικται ἡ θίξις· ὥστε οὐδὲ ἀσώματον σώματος χωρισθείη ποτ’ ἄν. καὶ ἄλλως· τὸ χωριζόμενόν τινος οἱονεὶ μέρος ἐστὶ τοῦ ἀφ’ οὗ χωρίζεται, τὸ δὲ ἀσώματον
τοῦ σώματος οὐκ ἂν εἴη μέρος.
ἀνίσου, ὧς ὑπομνήσομέν· οὐκ ἄρα σῶμα ἀπὸ σώματος ἀφαιρεῖται.
ἔτι ἤτοι ἀπὸ μένοντος τοῦ πήχεως ποιησόμεθα τὴν ἀφαίρεσιν ἢ ἀπὸ μὴ μένοντος. καὶ εἰ μὲν ἀπὸ μένοντος, διπλασιάσομεν τὸν πῆχυν ἀλλ᾿ οὐκ ἐλαττώσομεν· πῶς γὰρ ἔτι πῆχυς ὑποκείσεται ὁ πῆχυς πήχεως ἐξ αὐτοῦ ἀφαιρεθέντος; εἰ δὲ ἀπὸ μὴ μένοντος, οὐδὲν ἀπολείπομεν τὸ
τὴν ἀφαίρεσιν ἐπιδεξόμενον· ἀπὸ γὰρ τῶν μὴ ὄντων ἀμήχανόν τι ἀφαιρεθῆναι. ὥστε ἴσον μὲν ἀπὸ ἴσου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου.
ὡς τὸ παλαιστιαῖον ἀπὸ πηχυαίου.
γὰρ ἐμπεριέχεται τοῖς πέντε τὰ ἕξ), οὕτως οὐδὲ ἀπὸ τοῦ ἥττονος δυνατόν ἐστιν ἀφαιρεῖν τὸ μεῖζον· οὐ γὰρ ἐμπεριέχεται τῷ ἥττονι τὸ μεῖζον. τοίνυν οὐκ ἀφαιρεῖται ἀπὸ τοῦ ἥττονος τὸ μεῖζον.
τὸ ἧττον. ὡς γὰρ ἐλέγομεν, δεῖ τὸ ἀπό τινος ἀφαιρούμενον ἐμπεριέχεσθαι τῷ ἐξ οὗ ἡ ἀφαίρεσις. οὐχὶ δέ γε τὸ ἔλαττον ἐμπεριέχεται τῷ πλείονι· ἀκολουθήσει γὰρ καὶ τὸ μεῖζον καὶ τὸ πλεῖον ἐμπεριέχεσθαι τῷ ἥττονι, ἀδύνατον
δὲ τοῦτο ἐδείκνυτο. ὥστε οὐδὲ τὸ ἧττον ἐμπερισχεθήσεται τῷ μείζονι, οὑτωσὶ δ᾿ οὐδ᾿ ἀφαιρεθήσεται.
κἀν τοῖς πέντε περιέχεσθαι τὰ τέσσαρα ὡς ἐν πλείονι ἐλάττονα, κἀν τοῖς τέσσαρσι τὰ τρία, κἀν τοῖς τρισὶ τὰ 107 451 δύο, κἀν τοῖς δυσὶ τὸ ἔν, καὶ διὰ τοῦτο ἐν τῷ ἓξ ἀριθμῷ περιέχεσθαι τὰ πέντε καὶ τὰ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἕν, ἅπερ ἐστὶ πεντεκαίδεκα.
τῷ πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἕν, ἅπερ ἐστὶ δέκα. ὃν τρόπον τε ἐν τοῖς πέντε περιέσχηται τὰ δέκα, οὕτω κἀν τοῖς τέσσαρσιν ἔσται τὰ τρία καὶ δύο καὶ ἕν, τουτέστι τὰ ἕξ, καὶ κατὰ τὸ ἀνάλογον ἐν τοῖς τρισὶ τὰ δύο καὶ τὸ ἔν, ἅπερ ἐστὶν ἄλλα τρία, κἀν
τοῖς λειπομένοις δυσὶ τὸ ἔν.
ἔσται ὁ ἕξ· πάλιν γὰρ ὁ τριάκοντα πέντε τῶν ὑποβεβηκότων ἀριθμῶν ἔσται περιληπτικός, οἶον τοῦ τριάκοντα τέσσαρα, καὶ οὗτος τοῦ τριάκοντα τρία, καὶ οὗτος τοῦ τριάκοντα δύο, καὶ οὕτω καθ’ ὑπόβασιν μέχρις ἀπείρου.
τὸ ἀφαιρούμενον τῷ ἐξ οὗ ἡ ἀφαίρεσις, δέδεικται δὲ οὔτε ἐν τῷ ἥττονι τὸ μεῖζον περιεχόμενον οὔτε ἐν τῷ μείζονι
τὸ ἔλαττον, καὶ μὴν οὐδὲ ἐν τῷ ἴσῳ τὸ ἴσον (δεῖ γὰρ τὸ περιέχον μεῖζον εἶναι τοῦ περιεχομένου, τὸ δέ τινι ἴσον οὔτε ἔλαττόν ἐστιν ἐκείνου οὔτε μεῖζον τοῦ ᾧ ἴσον ἐστί), ῥητέον μηδὲν μηδενὸς ἀφαιρεῖσθαι.
δέ ἐστι καὶ τὸ ὅλον λέγειν ἀπὸ τοῦ μέρους ἀφαιρεῖσθαι. τὸ γὰρ μέρος ἦττόν ἐστι τοῦ ὄλου, καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους· ἀπὸ δὲ τοῦ ἥττονος λέγειν τὸ πλέον ἀφαιρεῖσθαι σφόδρα ἐστὶν ἀπίθανον. οὐδὲ γὰρ ὑπέκειτο ἐν τῷ μέρει τὸ ὅλον, ἵνα ἀπ’ αὐτοῦ λάβῃ τὴν ἀφαίρεσιν,
ἀλλ’ ἐν τῷ ὅλῳ τὸ μέρος.
δεκάς, καὶ ἀφαιρείσθω ἀπὸ ταύτης μονάς. οὐκοῦν ἡ ἀφαιρουμένη μονὰς ἤτοι ἀπὸ τῆς ὑποκειμένης δεκάδος ἀφαιρεῖται ἢ ἀπὸ τῆς μετὰ τὴν ἄρσιν ὑπολειπομένης ἐννεάδος· οὔτε ἀπὸ τῆς ἐννεάδος δὲ οὔτε ἀπὸ τῆς δεκάδος ἀφαιρεῖται, ὧς δείξομεν· οὐκ ἄρα ἀφαιρεῖται τῆς δεκάδος
<ἡ> μονάς, ᾧ ἕπεται τὸ μηδὲν μηδενὸς ἀφαιρεῖσθαι.
ἡ δεκὰς παρὰ τἀς κατὰ μέρος μονάδας, ἢ ἀθροισμὸς τῶν κατὰ μέρος μονάδων ἐστὶν ἡ δεκάς. ἀλλ’ ἑτέραν μὲν τῶν κατὰ μέρος μονάδων οὐκ εἰκὸς εἷναι τὴν δεκάδα· καὶ γὰρ ἀναιρεθεισῶν αὐτῶν συναναιρεῖται καὶ ὑποκειμένων
πάρεστιν.
τῆς μιᾶς μονάδος ἔσται ἡ τῆς μιᾶς μονάδος ἄρσις <δεκάδος ἄρσις> ἄτοπον δέ ἐστι τὴν τῆς μονάδος δεκάδος λέγειν ἄρσιν ὑπάρχειν. ἄτοπον ἄρα καὶ ἀπὸ δεκάδος ἀξιοῦν ἀφαιρεῖσθαι μονάδα. καὶ μὴν ἀπὸ τῆς περιλειπομένης ἐννεάδος οὐκ ἂν εἴποιμεν ταύτην ἀφαιρεῖσθαι.
εἰ γὰρ ἀπὸ τῆς ἐννεάδος ἀφαιρεῖται ἡ μονάς, οὐκ ὤφειλε μετὰ τὴν ἄρσιν αὐτῆς ὁλόκληρος θεωρεῖσθαι ἡ ἐννεάς· τὸ γὰρ ἀφ’ οὗ τι ἀφαιρεῖται, οὐ μένει ὁλόκληρον μετὰ τὴν ἀφαίρεσιν, ἐπεὶ οὐκ ἔσται γεγονυῖά τις ἀπ’ αὐτοῦ ἀφαίρεσις.
ἀφαιρεῖται ἡ μονάς, ἤτοι ἀπὸ ὅλης τῆς ἐννεάδος ἀφαιρεῖται ἢ ἀπὸ τῆς ἐσχάτης μονάδος. οὔτε δὲ ἀπὸ τῆς ὅλης ἐννεάδος ἀφαιρεῖται, ἐπεὶ ἔσται, μὴ ἑτέρας οὔσης παρὰ τὰς κατὰ μέρος μονάδας τῆς ἐννεάδος, ἡ μονάδος ἄρσις ἐννεάδος ἄρσις, ὅπερ ἦν ἄτοπον·
μονάδος, ἐπεὶ πρῶτον μὲν ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν ἡ μονάς, ἔπειτα πῶς ὁλόκληρος ἀπολείπεται ἡ ἐννεάς, <. . . . .> ἀλλ’ οὐ παρὰ μονάδα; εἰ δὲ μήτε ἀπὸ τῆς δεκάδος αἴρεται μονὰς μήτε ἀπὸ τῆς περιλειπομένης ἐννεάδος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον ἐπινοεῖσθαι, λεκτέον μὴ ἀφαιρεῖσθαι τῆς
δεκάδος μονάδα.
αἴρεταί ποτε μονὰς οὔτε ἀπὸ μενούσης· παρὰ δὲ τὸ εἶναι καὶ μὴ εἶναι οὐδὲν ἔστιν· οὐκ ἄρα ἀφαιρεῖται ἀπὸ τῆς δεκάδος μονάς.
ἀφαιρέσεως, οἷον τῆς ἀπὸ χοέως ἀφαιρουμένης κοτύλης ἢ τοῦ ἀπὸ πήχεως ἀφαιρουμένου παλαιστοῦ. ἢ γὰρ ἀπὸ ὄλου τοῦ χοέως ῥητέον γίνεσθαι τὴν ἀφαίρεσιν ἢ ἀπὸ μέρους, καὶ ἤτοι ἀπὸ μένοντος ἢ μὴ μένοντ’ ὃς· ἀπ’ οὐδενὸς δὲ τούτων, ὡς παρεστήσαμεν· τοίνυν οὐδὲ ταύτῃ
ἀφαιρεῖταί τι τινός.
γίνεσθαι τὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς προσθέσεως ἀποτελεσθέν, ζητῶ, ἐν τίνι ποτὲ γέγονεν ἡ τοῦ παλαιστοῦ πρόσθεσις;
παλαιστὴς οὔτε τῷ προϋποκειμένῳ πήχει οὔτε τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι μεγέθει, φημὶ δὲ ἔκ τε τοῦ προϋποκειμένου πήχεως καὶ τῆς προσθέσεως· οὐκ ἄρα προστίθεταί τι τινί.
ἑαυτὸν κατὰ τὴν πρόσθεσιν, οὐκ ἂν ἑαυτῷ προστεθείη. εἰ δὲ τῷ ὑποκειμένῳ πήχει προστίθεται, πῶς παντὶ προστιθέμενος οὐ παρισάζεται αὐτῶ καὶ δύο ποιεῖ πήχεις, ὥστε τὸ μὲν μεῖζον ἧττον γίγνεσθαι, τὸ δὲ ἧττον μεῖζον; εἰ
γὰρ ἐξισοῦται τῇ προσθέσει ὁ παλαιστὴς τῷ πήχει καὶ ὁ πῆχυς τῷ παλαιστῇ, ὁ μὲν πῆχυς ἥττονι ἰσαζόμενος μείζων καθεστὼς ἥττων γενήσεται, ὁ δὲ παλαιστὴς μικρὸς ὢν καὶ τῷ πήχει ἰσαζόμενος μείζων καταστήσεται.
μήθ’ ἑαυτῷ προστίθεται ὁ παλαιστὴς μήτε τῷ προϋποκει- 114 115 μένω πήχει, λείπεται λέγειν αὐτὸν τῷ ἐξ ἀμφοτέρων ἀποτελουμένῳ ἑπταπαλαίστῳ μεγέθει προστίθεσθαι. ὃ πάλιν ἐστὶν ἀλογώτατον· τὸ γὰρ πρόσθεσιν ἐπιδεχόμενον προϋποκεῖσθαι δεῖ τῆς προσθέσεως, οὐχὶ δὲ τὸ γινόμενον ἐξ αὐτῶν προϋπόκειται αὐτῶν. οὐκ ἄρα τῳ γινομένῳ ἔκ τε
τῆς προσθέσεως καὶ ἐκ τοῦ προόντος προστίθεται τὸ προστιθέμενον.
ὥστε οὐδὲ τῷ γινομένῳ ἐκ τῆς προσθέσεως καὶ τοῦ προϋποκειμένου πήχεως προστίθεται ὁ παλαιστής. ἀλλ’ ἐπεὶ τὸ προστιθέμενον πάλιν οὔτε αὐτὸ ἑαυτῷ προστίθεται οὔτε τῷ προϋποκειμένῳ οὔτε τῷ ἐξ ἀμφοτέρων, οὐδὲ τὴν ἀρχὴν προστίθεταί τινι.
τὸ τὸ μὲν προστιθέμενόν τινι ἕτερον εἶναι ἐκείνου τοῦ ᾧ προστίθεται, τὴν δὲ μονάδα μὴ ἑτέραν εἶναι ἑαυτῆς, καὶ διὰ τὸ μηδὲ ἑαυτὴν διπλασιάζειν, δυάδα γινομένην,
τῶν κατὰ μέρος τεσσάρων μονάδων, τετράς ἐστιν. καὶ μὴν οὐδὲ τῇ ἐξ αὐτῆς καὶ τῆς τετράδος ἀποτελουμένῃ πεντάδι διὰ τὸ μὴ προυποκεῖσθαι τῆς προσθέσεως τὴν πεντάδα καὶ ἀεί ποτε ὀφείλειν τὸ προστιθέμενον προϋποκειμένῳ
τινὶ προστίθεσθαι. οὐκ ἄρα προστίθεταί τι τινί.
τρόπους.
ὅτι ἄπορός ἐστιν ὁ περὶ τοῦ ὅλου καὶ τοῦ μέρους λόγος, ἐπιδειχθήσεται μᾶλλον τὰ περὶ τῆς προσθέσεως καὶ ἀφαιρέσεως πάσχοντός τε καὶ δρῶντος προηπορημένα. τὸ δ’ ὅτι οὐκ εὐχερές ἐστι λέγειν, τί τὸ ὅλον ἐστὶ καὶ τί τὸ μέρος, ἀκολούθως διδάσκωμεν.
ἀπὸ τῆς Στοᾶς φιλόσοφοι (fr. II 524 Arn.) διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶωαι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεων κενόν, καὶ δ’ ἰὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι (πεπέρασται γὰρ ὁ κόσμος), τὸ δὲ πᾶν
(τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν).
καὶ κενόν, ὁτὲ δέ, ὅτι τὸ πᾶν κατ’ ἀμφότερα ἄπειρόν ἐστι, κατά τε σώματα καὶ τὸ κενόν, τουτέστι κατά τε τὸ πλῆθος τῶν 118 457 σωμάτων καὶ κατὰ τὸ μέγεθος τοῦ κενοῦ, ἀντιπαρηκουσῶν ἀλλήλαις τῶν καθ’ ἑκάτερον ἀπειριῶν.
πᾶν τῶν σωμάτων μόνον, οὐχὶ δὲ καὶ τοῦ κενοῦ ἐπικατηγοροῦσιν.
λευκὸν ἤ μέλαν ἢ κοινῶς κεχρωσμένον καὶ ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ἄλλην τινὰ ἔχον ποιότητα.
νοεῖται ἄνθρωπος).
νοουμένου μέρους, καθά φασιν αὐτὸ μέρος μέρους εἶναι, καθάπερ δάκτυλον μὲν τῆς χειρός, οὖς δὲ τῆς κεφαλῆς, ὁτὲ δ’ ὧς μὴ διαφέρον ἀλλὰ μέρος ὂν τοῦ ὅλου, καθό τινές φασι κοινῶς μέρος εἶναι τὸ συμπληρωτικὸν τοῦ ὃλου. ὒ.
τὴν ἐκ τῶν μερῶν συμπλήρωσιν νοουμένου, χωρῶμεν λοιπὸν ἐπὶ τὴν σκέψιν.
οὔτε κατὰ νόησιν. καὶ κατ’ ἐνάργειαν μέν, ἐπεὶ εἴπερ ἕτερον ἦν <καὶ> κεχωρισμένον τῶν μερῶν τὸ ὅλον, ἀναιρουμένων τῶν μερῶν ὑπομένον θεωρεῖσθαι τὸ ὅλον· τοσοῦτον δὲ ἀπέχει τοῦ πάντων τῶν μερῶν ἀναιρουμένων,
οἷον τοῦ ἀνδριάντος, μένειν τὸ ὅλον, ὡς κἂν ‘ὲν μόνον μέρος ἀναιρεθῇ, μηκέτι θεωρεῖσθαι τὸ ὅλον ὐποκείμενον ὧς ὅλον.
ἔσται τὸ ὅλον. ἄλλως τε· τὸ ὅλον τῶν πρός τι ἐστίν· ὡς γὰρ πρὸς τὰ μέρη νοεῖται ὅλον, καὶ ὃν τρόπον τὸ μέρος τινός ἐστι μέρος, οὕτω καὶ τὸ ὅλον ἔκ τινων μερῶν ἐστὶν ὅλον. τὰ δὲ πρός τι συνυπάρχειν ἀλλήλοις δεῖ καὶ ἀχώριστα τυγχάνειν ἀλλήλων. οὐκ ἄρα ἕτερόν ἐστι τῶν
μερῶν τὸ ὅλον, οὐδὲ κεχώρισται αὐτῶν.
τράχηλος ἢ ἡ χεὶρ ἢ ἄλλο τι τῶν τοιούτων.
τὸ ὅτι ὅλον ἐστὶν οὗ μηδὲν ἄπεστι τῶν μερῶν· τινὰ γὰρ ἄπεστιν. ὥστε οὔτε τὶ μέρος ὅλον ἐστὶν οὔτε τινὰ μέρη.
διακειμένας δοκούς, οὐδὲ πυγμὴ παρὰ τήν πως ἐσχηματισμένην χεῖρα, οὕτως εἰ οὐδὲν ἔσται ὅλον παρὰ τὸ ἄθροισμα
τῶν μερῶν, οὐδὲ τὰ μέρη γενήσεται μέρη.
δὲ καὶ πάντα τὰ μέρη ὅλον εἶναι, ἀλλὰ ζητητέον τε τίνος ἔσται ταῦτα συμπληρωτικά, ὅλου, ἀλλήλων ἢ ἑαυτῶν; οὔτε δὲ τοῦ ὅλου ἐστὶ μέρη οὔτε ἀλλήλων οὔτε ἑαυτῶν, ὡς παραστήσομεν· οὐκ ἄρα τινός ἐστι μέρη. ὅλου μὲν οὖν οὐκ ἂν εἴη μέρη· τὸ γὰρ ὅλον οὐδέν ἐστι παρὰ ταῦτα, ἀλλ’
αὐτὰ ταῦτα λέγεται εἶναι ὅλον.
συμπληροῖ οὔτε ἡ δεξιὰ τὴν ἀριστεράν, οὐχ ὁ ἀντίχειρ τὸν λιχανόν, οὐχ αἱ χεῖρες τὴν κεφαλήν, ἀλλ’ ἴδιον τόπον ἓκαστον τούτων ἀπείληφεν.
τὸ ὅλον μήτε αὐτὰ τὰ μέρη ἐστὶν ὅλον, οὐδέν ἐστι τὸ ὅλον.
μέρος. διὰ δὲ τοῦτο καὶ μείζων ἐστὶν ἑαυτῆς καὶ ἐλάσσων· ᾗ μὲν γὰρ συμπεπληρωμένη νοεῖται ὑφ’ ἑαυτῆς, μείζων ἐστὶν αὑτῆς, ᾗ δὲ συμπληροῦσα, ἐλάττων.
ἄλλων ἀπάντων ὧν ἐπικατηγορεῖται τὸ ὅλον· ἐπεὶ γὰρ ὁ παλαιστὴς μέρος πήχεως νοεῖται (σὺν γὰρ τῷ παλαιστῇ καὶ ὁ πῆχυς νοεῖται πῆχυς), καὶ ἑαυτοῦ συμπληρωτικός
ἐστιν ὁ παλαιστὴς καὶ μέρος ἑαυτοῦ. ὅπερ ἄτοπον καὶ σχεδὸν παρὰ τὰς κοινὰς ἐννοίας.
ἀπορίας. τὸ “μῆνιν” εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστί, καὶ ἑαυτοῦ γενήσεται μέρος· σὺν αὐτῷ γὰρ ἐνοεῖτο καὶ ὅλος ὁ στίχος·
“μῆνιν” οὐκ ἐμπεριέχεται τῷ “ἄειδε θεὰ Πηληιάδεω ’Αχιλῆος”· οὐκ ἄρα μέρος ἐστὶ τὸ “μῆνιν” τοῦ ὅλου στίχου.
ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες.
ἡμετέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν· τὸ οὖν ὅλον καὶ τὸ μέρος ἐστὶν ἐν ἡμὶν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθη- 125 126 460 τὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.
συμπληρωτικά εἶναι μέρη, ἀλλὰ τῆς ἡμετέρας συμμνημονεύσεως. εἰ δὲ ἡ κεφαλὴ καὶ ὁ τράχηλος συμπληρωτικά ἐστι τοῦ ἀνθρώπου καὶ ὁ τράχηλός ἐστιν ἐν ἡμῖν, δεήσει τὸν ἄνθρωπον εἶναι ἐν ἡμῖν. ὅπερ ἄτοπον. οὐ τοίνυν
ἐν τῇ ἡμετέρᾳ συμμνημονεύσει τό τε ὅλον καὶ τὰ μέρη κεῖται.
τῶν κατὰ ταῦτα τὰ μέρη ἐννοιῶν· καὶ γὰρ αὐτὸς <ὁ>
ὁ ἄνθρωπος. οὐδέτερον δὲ τούτων δύναται ὑπάρχειν, ὡς παρεστήσαμεν. καὶ αὐτὴ οὖν ἡ νόησις ὑπὸ τὴν αὐτὴν πέπτωκεν ἀπορίαν. εἰ δὲ τοῦτο, ῥητέον μηδὲν εἶναι ὅλον.
συναναιρεῖται καὶ τὸ λοιπόν.
ὁ Σύριος γῆν ἔλεξε πάντων εἶναι ἀρχὴν καὶ στοιχεῖον, Θαλῆς δὲ ὁ Μιλήσιος ὕδωρ, Ἀναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Ἰδαῖος ὁ Ἱμεραῖος καὶ Διογένης ὁ Ἀπολλωνιάτης καὶ Ἀρχέλαος ὁ Ἀθηναῖος, Σωκράτους δὲ καθηγητής, 129 κατ’ ἐνίους Ἡράκλειτος ἀέρα, Ἵππασος δὲ ὁ Μεταποντῖνος
καὶ κατ’ ἐνίους Ἡράκλειτος πῦρ,
Ἵππων δὲ ὁ Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν,
Ποσειδώνιος (p. 177 Bake), ἀπὸ Μώχου τινὸς ἀνδρὸς Φοίνικος καταγομένην, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἀσκληπιάδης δὲ ὁ Βιθυνὸς ἀνάρμους ὄγκους.
οἱ μὲν περὶ Πυθαγόραν τοὺς ἀριθμοὺς ἔλεξαν πάντων ἄρχειν, οἱ δὲ μαθηματικοὶ τὰ πέρατα τῶν σωμάτων, οἱ δὲ περὶ τὸν Πλάτωνα τὰς ἰδέας.
μὲν ἀπολείπων τὰς πάντων ἀρχὰς ταῖς κατὰ τοῦ σώματος κομιζομέναις ἀπορίαις ὑποπεσεῖται, ἀσωμάτους δὲ δογματίζων ταῖς κατὰ τῶν ἀσωμάτων.
ἡμῖν §§ 195 — 330), οὐδὲν ἂν εἴη τὸ ἐπινοούμενον σῶμα.
προκείμενον. φασὶ γὰρ σῶμα εἶναι τὸ τρεῖς ἔχον διαστάσεις, μῆκος βάθος πλάτος, ὧν μῆκος μὲν ὑπάρχειν τὸ ἄνωθεν κάτω, πλάτος δὲ τὸ ἀπὸ ἀριστερῶν ἐπὶ δεξιά, τρίτην δὲ διάστασιν ὑπάρχειν, τουτέστι τὸ βάθος, τὸ ἐκ τῶν ἔμπροσθεν
πρόσθεν εἰς τοὐπίσω. ὅθεν καὶ παρατάσεις εἶναι ἔξ, δύο καθ’ ἑκάστην διάστασιν, ἄνω κάτω, δεξιὰ ἀριστερά, πρόσω ὀπίσω.
ἄλλο μὲν εἶναι τὸ σῶμα, ἄλλο δὲ τὸ μῆκος καὶ βάθος καὶ πλάτος τοῦ σώματος, ἢ ἄθροισμα τούτων τῶν διαστάσεων ἐστι τὸ σῶμα.
κός ἐστι μήτε πλάτος μήτε βάθος, ἐκεῖ οὐδὲ σῶμα νοεῖν οἷόν τε ἐστίν. εἰ δὲ ὁ ἀθροισμὸς τούτων σῶμα καθέστηκεν, ἐπεὶ ἕκαστον αὐτῶν ἀσώματόν ἐστι, τὸ δὲ ἐξ ἀσωμάτων συγκείμενον πάντως ἐστὶν ἀσώματον, δεήσει καὶ τὴν κοινὴν αὐτῶν σύνοδον μὴ σῶμα ἀλλ’ ἀσώματον ὑπάρχειν·
ὧς γὰρ ἡ συνέλευσις τῶν γραμμῶν ἀσωμάτων οὐσῶν καὶ ὁ ἀθροισμὸς τῶν στιγμῶν οὐδέποτε πέφυκε στερεὸν ποιεῖν σῶμα καὶ ἀντίτυπον, οὕτω καὶ ἡ τοῦ μήκους καὶ τοῦ βάθους καὶ τοῦ πλάτους σύνοδος, ἀσωμάτων οὖσα σύνοδος, οὐκ ἀποτελεῖ σῶμα. εἰ δὲ μήτε τούτων χωρίς ἐστί τι σῶμα
μήτε ταῦτά ἐστι σῶμα, οὐδέν ἐστι σῶμα.
καὶ εἰ μὲν ἕκαστον αὐτῶν πρὶν τῆς συνόδου περιεῖχε τὴν σωματότητα, ἔσται ἕκαστον σῶμα·
καὶ βάθος καὶ πλάτος, ἕκαστον τούτων ἔχον τὴν σωματότητα τρία γενήσεται, καὶ οὕτω τὸ μῆκος οὐ μόνον μῆκος ἔσται, ἀλλὰ καὶ πλάτος καὶ βάθος, καὶ τὸ πλάτος οὐχ ἀπλῶς πλάτος, ἀλλὰ καὶ μῆκος καὶ βάθος, ὡσαύτως δὲ καὶ
ἡ λειπομένη διάστασις.
εἰς τὸ σῶμα, ἐπεὶ τὸ ἐπιδεχόμενον μεταβολήν ἐστι σῶμα, ἕκαστον τούτων καὶ πρὶν τῆς συνελεύσεως σῶμα ὄν, πρὶν σώματος ἀποτελέσει σῶμα. ὥσπερ τε τὸ μεταβάλλον σῶμα 138 139 464 ἄλλην μὲν ἀντ’ ἄλλης παραδέχεται ποιότητα, μένει δὲ σῶμα, οἷον τὸ λευκόν, ἴνα γένηται μέλαν, καὶ τὸ γλυκύ, ἴνα γένηται πικρόν, ἣν μὲν ἀποβάλλει ποιότητα ἣν δὲ
ἀναδέχεται, μὴ ἐκβαῖνον τοῦ σῶμα εἷναι, οὕτω καὶ ταῦτα, εἴπερ μεταβάλλει εἰς σῶμα, ἄλλην ἀντ’ ἄλλης ἀναδέξεται ποιότητα· τοῦτο δὲ πάσχοντα ἔσται σώματα.
σῶμα.
οὐκ ἔστιν, ἐπεὶ τὸ μέγιστον ἦν τοῦτο τοῦ σώματος διάστημα, ὅπερ λέγεται παρὰ τοῖς μαθηματικοῖς γραμμή, ἡ δὲ γραμμὴ ἦν στιγμὴ ἐρρυηκυῖα, καὶ ἡ στιγμὴ σημεῖον ἀμερὲς καὶ ἀδιάστατον. ὅθεν εἰ μηδὲν ἔστι σημεῖον ἀμερὲς καὶ ἀδιάστατον, οὐδὲ γραμμὴ γενήσεται, μὴ οὔσης 29a δὲ γραμμῆς οὐδὲ μῆκος ἔσται, μήκους δὲ μὴ ὄντος
οὐδὲ σῶμα ὑποστήσεται· σὺν μήκει γὰρ σῶμα νοεῖται.
ἢ ἀσώματον. καὶ σῶμα μὲν οὔκ ἐστιν, ἐπεὶ διαστατὸν ἂν ὑπῆρχε, τοῦ σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις. καὶ μὴν οὐδὲ ἀσώματον.
δὲ οὐδεμία γενέσθαι δύναται ἐπὶ ἀσωμάτου φύσεως. τοίνυν οὐδὲ ἀσώματόν ἐστι τὸ σημεῖον. εἰ δὲ μήτε σῶμα μήτε ἀσώματον, ἀνεπινόητόν ἐστι τὸ σημεῖον.
σημεῖα νοεῖται στοιχηδὸν κείμενα.
ἐνοεῖτο γραμμή.
πρῶτον ἐπεσχηκὸς τόπον ἐλέγετο στιγμὴ καὶ οὐ γραμμῆι τῷ αὐτῶ καὶ τὸν δεύτερον ἐπειληφὸς καὶ τὸν τρίτον καὶ τοὺς ἑξῆς οὐκ ἔσται γραμμὴ ἀλλὰ πάλιν στιγμή.
καὶ εἰ μὲν ἀμερίστῳ, μένει στιγμὴ καὶ οὐ γίνεται γραμμή· μεριστὸν γάρ τι ἐστὶν ἡ γραμμή·
τόπῳ μεριστόν ἐστι καὶ ἔχει μέρη, τὸ δὲ ἔχον μέρη σῶμά ἐστιν, ἔσται τὸ σημεῖον μεριστόν τε καὶ σῶμα· ὅπερ οὐ βούλονται. τοίνυν οὐχ ἕν ἐστι σημεῖον ἡ γραμμή. καὶ μὴν οὐδὲ πολλὰ στοιχηδὸν κείμενα.
σημείων πλείονα ἔξει μέρη, ‘ὲν μὲν ᾧ ἅπτεται τοῦ ἔμπροσθεν σημείου, ἕτερον δὲ ᾧ θιγγάνει τοῦ ὄπισθεν, τρίτον ᾧ τῆς ἐπιπέδου, τέταρτον ᾧ τοῦ ὑπερκειμένου μέρους, ὥστε μηκέτι αὐτὸ ἀμερὲς ὑπάρχειν, ἀλλὰ πολυμερές.
καὶ τὸν αὐτὸν ἐφέξει τόπον. εἰ δὲ τὸν αὐτὸν ἐφέξει τόπον, οὐκέτι ἔσται στοῖχος αὐτῶν, ἵνα γένηται γραμμή, ἀλλὰ πάντα μία ἔσται στιγμή.
γραμμὴ μήτε σημεῖον ὑπάρχουσα μήτε ἐκ σημείων σύνθετος, οὐδέν ἐστι γραμμή. εἰ δὲ μή ἐστι γραμμή, οὐδὲ μῆκος· ᾧ ἀκολουθεῖ τὸ μηδὲ σῶμά τι ὑπάρχειν.
ἀναιρεῖν ἐχομένους τῆς κατ’ αὐτὴν ἐπινοίας. φασὶ γὰρ οἱ γεωμέτραι, ὅτι γραμμή ἐστι μῆκος ἀπλατές,
ὥστ’ ἐν μὲν τοῖς αἰσθητοῖς οὐκ ἔστι τι ἀπλατὲς σῶμα.
μῆκος. ἕτερον μὲν γὰρ ἑτέρου στενώτερον μῆκος δυνάμεθα νοεῖν· ὅταν δὲ τὸ αὐτὸ φυλάττοντες μῆκος ἐκ τούτου κατ’ ὀλίγον σχίζωμεν ταῖς ἐπινοίαις τὸ πλάτος καὶ τοῦτο ἄχρι τινὸς ποιῶμεν, ἔλαττον μὲν ἀεὶ καὶ ἔλαττον
145 146 467 τὸ πλάτος γινόμενον νοοῦμεν, ὅταν δὲ φθάσωμεν ἅπαξ στερῆσαι τοῦ πλάτους τὸ μῆκος, οὐκέτι οὐδὲ τὸ μῆκος νοοῦμεν, ἀλλὰ σὺν τῇ ἄρσει τοῦ πλάτους αἴρεται καὶ ἡ τοῦ μήκους ἐπίνοια.
οὖν τῶν ἐναργῶν νοεῖται ὡς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ πικρόν· ταῦτα γὰρ καὶ εἰ αἰσθητά ἐστιν, ἀλλ’ οὐδὲν ἧττον νοεῖται. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ὁμοιωτικῶς μὲν νοεῖται οἶον ἀπὸ [μὲν] τῆς Σωκράτους εἰκόνος ὁ μὴ παρὼν Σωκράτης,
τοῦ ἀνθρώπου καὶ ἳππου ὁ μήτε ἄνθρωπος ὢν μήτε ἳππος, σύνθετος δὲ ἐξ ἀμφοτέρων Ἱπποκένταυρος, κατὰ δὲ ἀναλογίαν αὐξητικὴν ἢ μειωτικὴν οἷον ἀπὸ τοῦ ὁρᾶν τὸν κοινὸν κατὰ μέγεθος ἄνθρωπον καὶ ὑποπίπτοντα αὐξήσαντες μὲν ταῖς φαντασίαις ἐνοήσαμεν τὸν Κύκλωπα, ὃς
οὐκ ἐῴκει (ι 191)
ὀφείλει ἐπινοεῖσθαι· κατ’ οὐδένα δὲ αὐτῶν δύναται νοηθῆναι, ὡς παραστήσομεν, ὥστε ἀνεπινόητόν ἐστιν.
μῆκος χωρὶς πλάτους, ἵνα νοήσωμέν τι ὅμοιον τούτῳ ἀπλατὲς μῆκος. τὸ γάρ τινι ὅμοιον γινωσκομένῳ καὶ ἑωραμένῳ ὀφείλει ὅμοιον ὑπάρχειν· ἐπεὶ οὖν οὐδὲν ἔχομεν ἐναργὲς ὑποπῖπτον μῆκος χωρὶς πλάτους, οὐδ’ ὅμοιόν τι αὐτοῦ συνεῖναι δυνησόμεθα εἶναι μῆκος ἀπλατές.
μὴν οὐδὲ κατ’ ἐπισύνθεσιν ληπτόν ἐστι τοῦτο· εἰπάτωσαν γὰρ ἡμῖν, τίνα τῶν ἐκ ’π’ περιπτώσεως ἐναργῶς γιγνωσκομένων μετὰ τίνων συντιθέντες ἐνόησαν μῆκος ἀπλατές;
κατὰ ἀναλογίαν νοούμενα ἔχει τι κοινὸν πρὸς τὰ ἀφ’ ὧν νοεῖται, οἶον ἀπὸ τοῦ κοινοῦ μεγέθους τἀνθρώπου κατὰ παραύξησιν ἐνοήσαμεν τὸν Κύκλωπα καὶ ἀπὸ τοῦ αὐτοῦ πάλιν κατὰ μείωσιν τὸν πυγμαῖον·
οὐδὲν δὲ ἔχομεν κοινὸν τοῦ τε ἀπλατοῦς καὶ τοῦ σὺν πλάτει μήκους, ἵνα ἀπ’ ἐκείνου ὁρμηθέντες νοήσωμεν τὸ ἀπλατὲς μῆκος, οὐδὲ κατὰ ἀναλογίαν οὖν νοεῖται τὸ τοιοῦτον.
μηδένα αὐτῶν νοεῖσθαι δυνάμενον τὸ ἀπλατὲς μῆκος, λεκτέον ἀνεπινόητον εἶναι τὸ ἀπλατὲς μῆκος.
ἡ παντελὴς τοῦ πλάτους ἄρσις καὶ τοῦ μήκους ἐστὶν ἀναίρεσις. ἔπειτα τὸ κατ’ ἐπίτασιν νοούμενον οὐχ ἕτερόν ἐστι τοῦ προνοηθέντος, ἀλλ’ αὐτὸ ἐκεῖνο ἐπιτεταμένον.
νοῆσαί τι θέλομεν, πάντως τὸ μὲν ἀπλατὲς μῆκος οὐκ ἐπινοήσομεν (ἑτερογενἐς γάρ ἐστιν),
τοῦ συναναιρουμένου τῷ πλάτει μήκους.
καὶ ἄνθρωπος μὲν ἔστιν, οὐκ ἄνθρωπος δὲ οὐκ ἔστιν. τοίνυν εἰ ἔχομέν τι πλάτος ἤ τι μῆκος, ἐν ὑποκειμένῳ ἔσται· ἀπλατὲς δ’· οὐχ ὑπάρξει.
καὶ μέγιστον <μέν> τι καθ’ ὑπέρθεσιν πολλῶν μεγεθῶν οὐκ ἄπειρον δὲ τοῦτο, ἀλλὰ πεπερασμένον (ὃ γὰρ ἔσχατον νενοήκασι, τῇ
ὧς μὴ ὂν ἄπειρον), οὕτω τοίνυν κἀνθάδε ἡ συναίρεσις τοῦ πλάτους, εἰς ἐλάχιστον πλάτος καταληγούσης τῆς διανοίας, πλάτος ἐστὶ καὶ οὐ μῆκος ἀπλατές.
ὅπερ ἐστὶν ἀδύνατον· τὸ γὰρ ἄτρωτον νοούμενον οὐκ ἔστι σάρξ (σὺν τρωτῷ γὰρ ἰδιώματι ἐνοεῖτο <ἡ> σάρξ), ἀναντίτυπον οὐκ ἔστι σῶμα (σὺν γὰρ τῷ ἀντιτύπῳ ἰδιώματι ἐνοεῖτο τὸ σῶμα). τοίνυν καὶ τὸ νοούμενον χωρὶς
πλάτους μῆκος οὐκ ἔστι μῆκος (σὺν ποσῷ γὰρ πλάτει νοεῖται τὸ μῆκος).
ἐπιβάλλειν τῷ πλάτει τοῦ τοίχου), πλανώμενος. ὅταν γὰρ τὸ τοῦ τοίχου μῆκος λαμβάνωμεν χωρὶς πλάτους, οὐ χωρὶς παντὸς πλάτους τοῦτο λαμβάνομεν, ἀλλὰ χωρὶς τοῦ περὶ τῷ τοίχῳ πλάτους. ἐνδέχεται γὰρ συγκαταπλέξαντας τὸ τοῦ τοίχου μῆκός τινι πλάτει καὶ οἱῳδήποτε οὖν νόησιν αὐτοῦ
ποιεῖσθαι, ὥστε μῆκος λαμβάνεσθαι οὐ χωρὶς πλάτους, ἀλλὰ χωρὶς τοῦδέ τινος πλάτους.
μῆκός φασι τὴν γραμμήν, ἀλλὰ καὶ πέρας ἐπιφανείας, ὃ μῆκος καὶ πλάτος ἐστὶν ἀβαθές, ἐνέσται κοινότερον περί τε 153 154 155 470 γραμμῆς καὶ ἐπιφανείας διαπορεῖν. εἰ γὰρ ἡ γραμμὴ πέρας ἐστὶν ἐπιφανείας, [ὅ ἐστι,] μῆκος ἀπλατὲς καθεστηκυῖα,
πάντως ἐπιφανείας ἐπιφανείᾳ παρατεθείσης ἢ παράλληλοι δύο γίνονται γραμμαὶ ἢ μία ἐξ ἀμφοτέρων.
μία γενήσονται. οὑτωσὶ δὲ καὶ τὰ δύο σώματα ‘ὲν ἔσται σῶμα, καὶ διὰ τοῦτο ἡ παράθεσις οὐκέτι γενήσεται παράθεσις,
ἀλλὰ ἕνωσις. ὅπερ ἐστὶν ἀδύνατον· ἐπὶ τινῶν <μέν> γὰρ παρατιθεμένων ἀλλήλοις σωμάτων ἕνωσις πέφυκεν, ὧς ἐπὶ τῶν ὑγρῶν, ἐπὶ τινῶν δὲ οὐκέτι· λίθος γὰρ λίθῳ καὶ ἀδάμας ἀδάμαντι κατὰ τὴν παράθεσιν οὐχ
ἑνοῦται. ὥστε δύο γραμμαὶ οὐκ ἂν γένοιντο μία. καὶ ἄλλως· ἐὰν δῶμεν μίαν γενέσθαι, καὶ ἕνωσιν διὰ τοῦτο τῶν σωμάτων, δεήσει τὸν χωρισμὸν αὐτῶν μὴ κατὰ τὰ αὐτὰ πέρατα γίνεσθαι, ἀλλὰ κατ’ ἄλλα καὶ ἄλλα μέρη, βιαίως ἀποσπωμένων αὐτῶν. οὐχὶ δὲ τοῦτο· τῶν γὰρ
περάτων καὶ πρὶν τῆς παραθέσεως καὶ μετὰ τὸν χωρισμὸν αὐτῶν ἡ αὐτὴ σῴζεται φύσις. οὐκ ἄρα αἱ δύο παράλληλοι γραμμαὶ μία γίνονται. σὺν τούτοις· εἴπερ αἱ δύο γραμμαὶ μία γίνονται, τὰ παρατιθέμενα ἀλλήλοις σώματα ἑνὶ ἄκρῳ ἔσται ἐλάσσονα· γεγόνασι γὰρ αἱ δύο γραμμαὶ
μία, καὶ ἡ μία κατ’ ἀνάγκην ὲν ἔχειν ἄκρον ὀφείλει. οὐχὶ δέ γε τὰ παρατιθέμενα ἀλλήλοις σώματα ἑνὶ ἄκρῳ γίνεται ἐλάσσονα, ὥστε οὐκ ἂν εἶεν αἱ δύο γραμμαὶ μία.
μεῖζον ἔσται τῆς μιᾶς γραμμῆς, ἕξει ἐκατέρα αὐτῶν πλάτος, ὃ μετὰ τῆς ἑτέρας ταττόμενον μεῖζον ποιεῖ διάστημα, 156 472 καὶ οὕτως οὐκ ἔστιν ἀπλατὲς μῆκος ἡ γραμμή· ἢ εἴπερ ἐστί, σαλεύεσθαι δεήσει τὴν ἐνάργειαν, ὡς παρεστήσαμεν.
εἶναι τὴν γραμμήν.
γράφει, ὅταν εὐθεῖα γραμμὴ στρεφομένη καὶ πᾶσι τοῖς ἑαυτῆς μέρεσι Κυκλογραφοῦσα καταμετρῇ τὸ διάστημα τῆς ἐπιπέδου τῆς ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐξωτάτω περιφερείας, τότε ἤτοι συνεχεῖς εἰσιν οἱ παράλληλοι κύκλοι ἢ
διεστᾶσιν ἀπ’ ἀλλήλων.
τῆς ἐπιπέδου.
ἐστι λόγον.
εἰς γενήσονται πάντες, καὶ διὰ τοῦτο ὁ μέγιστος κύκλος 157 158 472 οὐ διοίσει τοῦ ἐλαχίστου·
γαιέχουσι τόπον, ἔσται ἴσος τῷ μεγίστῳ κύκλῳ ὁ ἐλάχιστος κύκλος· ὅπερ ἐστὶν ἀπεμφαῖνον. οὐ τοίνυν οὕτως συνεχεῖς εἰσιν οἱ κύκλοι ὡς τὸν αὐτὸν ἐπειληφέναι τόπον.
κέντρου μέχρι τῆς ἐσχάτης περιφερείας. ἐπεὶ οὖν τὸ συμπληρωτικὸν πλάτους ἐξ ἀνάγκης ἔχει πλάτος, οἱ κύκλοι συμπληροῦντες τὸ τῆς ἐπιπέδου πλάτος ἕξουσι πλάτος.
ἦσαν δὲ γραμμαὶ οἱ κύκλοι· τοίνυν αἱ γραμμαὶ οὔκ εἰσιν ἀπλατεῖς.
εὐθεῖαν δι’ αὑτῆς στρεφομένην Κυκλογραφεῖν. διόπερ συνερωτῶντες αὐτοὺς φήσομεν· “εἰ ἡ κυκλογραφοῦσα εὐθεῖα δι’ αὑτῆς τὸν κύκλον γράφει, οὐκ ἔστι μῆκος ἀπλατὲς ἡ γραμμή· ἡ δὲ Κυκλογραφοῦσα εὐθεῖα κατ’ αὐτοὺς δι’ αὑτῆς τὸν κύκλον γράφει· οὐκ ἄρα μῆκος
ἀπλατές ἐστιν ἡ γραμμή.”
φέρεται, κατὰ τινῶν δὲ μή, πάντως οὐ γράφει κύκλον, καθ’ ὧν μὲν φερομένη μερῶν τῆς ἐπιπέδου, καθ’ ὧν δὲ μὴ φερομένη. εἰ δὲ κατὰ πάντων φέρεται, ὅλον τὸ ἐντὸς τῆς περιφερείας πλάτος καταμετρήσει, πλάτος δὲ καταμετροῦν ἕξει πλάτος· τὸ γὰρ πλάτους καταμετρητικὸν 159 160 473 ἔχει πλάτος ᾧ καταμετρεῖ.
μῆκος ἀπλατὲς εἶναι τὴν γραμμήν.
καὶ ἡ πλευρὰ τοῦ τετραγώνου ἀπλατὴς οὖσα γραμμὴ οὐ καταμετρήσει τὸ παραλληλόγραμμον ἐπίπεδον πλάτος ἔχον· ἢ καταμετροῦσα τοῦτο ἕξει καὶ αὐτὴ πλάτος ᾧ καταμετρεῖ. ὥστε ἢ τὸ θεώρημα αὐτοῖς γίνεται ψευδές, ἢ ὅτι ἡ γραμμὴ μῆκός ἐστιν ἀπλατές.
δὴ καὶ κατ’ εὐθεῖαν ἅπτεται τῆς ἐπιπέδου ὁ κύλινδρος καὶ κυλιόμενος τῇ ἀνὰ μέρος ἄλλων καὶ ἄλλων εὐθειῶν θέσει καταμετρεῖ τὴν ἐπίπεδον, πάντως καὶ ἡ ἐπίπεδος ἐξ εὐθειῶν συνέστηκε γραμμῶν καὶ ἡ ἐπιφάνεια τοῦ κυλίνδρου
πάλιν ἐξ εὐθειῶν ἐστιν. ἐπεὶ οὖν ἡ ἐπίπεδος πλάτος ἔχει, ἔχει δὲ καὶ ἡ τοῦ κυλίνδρου ἐπιφάνεια, τὸ δὲ πλάτους συμπληρωτικὸν οὐκ ἔστιν ἀπλατές, αἱ γραμμαὶ πλάτος συμπληροῦσαι οὐ γενήσονται ἀπλατεῖς.
οὐδὲν ἧττον ἄπορος εὑρεθήσεται τοῖς γεωμέτραις ὁ περὶ τοῦ σώματος λόγος. ὥσπερ γὰρ τὸ σημεῖον ῥυὲν ποιεῖ γραμμήν, οὕτω καὶ ἡ γραμμὴ ῥυεῖσα ποιεῖ ἀπιφάνειαν, ἥτις ἐστὶ πέρας σώματος δύο ἔχον διαστάσεις, μῆκός τε καὶ πλάτος.
161 162 163 164 474 ῥᾶς εστι σώματος, πάντως τὸ σῶμα πεπερασμένον ἐστίν. εἰ δὲ τοῦτο, ὅτε παρατίθεται σῶμα σώματι, τότε ἤτοι τὰ πέρατα τῶν περάτων ἅπτεται, ἢ τὰ πεπερατωμένα τῶν πεπερατωμένων, ἢ καὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων
καὶ τὰ πέρατα τῶν περάτων. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος) εἰ νοήσαιμεν πέρας μὲν τὸ ἔξωθεν τοῦ ἀμφορέως ὄστρακον, πεπερατωμένον δὲ τὸν ἐν τῷ ἀμφορεῖ οἶνον, δυεῖν ἀμφορέων παρατιθεμένων ἀλλήλοις ἤτοι τὸ ὄστρακον τοῦ ὀστράκου ἅψεται ἢ ὁ
οἶνος τοῦ οἴνου ἢ καὶ τὸ ὄστρακον τοῦ ὀστράκου καὶ ὁ οἶνος τοῦ οἴνου.
δεήσει ταῦτα τῶν οἰκείων περάτων ἐκτὸς γίνεσθαι· ὃ πάλιν ἄτοπον.
ταὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων, συνδραμοῦνται αἱ ἀπορίαι· ἡ μὲν γὰρ τὰ πέρατα ἀλλήλων ἅπτεται, τὰ πεπερατωμένα ἀλλήλων οὐχ ἅψεται, ἡ δὲ ταῦτα ἀλλήλων θιγγάνει, ἐκτὸς ἔσται τῶν οἰκείων περάτων.
εἴπερ πέρας ἐστὶν ἡ ἐπιφάνεια, πεπερατωμένον δὲ τὸ σῶμα, ἤτοι σῶμά ἐστιν ἡ ἐπιφάνεια ἢ ἀσώματον. καὶ εἰ μὲν σῶμά ἐστι, ψεῦδος τὸ ἀβαθῆ εἶναι τὴν ἐπιφάνειαν· πᾶν γὰρ σῶμα βάθους μετεῖχεν. εἶτα οὐδὲ ἅψεταί τινος τὸ πέρας, ἀλλὰ πᾶν σῶμα γενήσεται ἀπειρομέγεθες·
σῶμά ἐστιν ἡ ἐπιφάνεια, ἐπεὶ πᾶν σῶμα πέρας ἔχει, εἀκεῖνο #x003C; πέρας πάλιν σῶμα ὂν ἕξεΙ πέρας, κἀκεῖνο τρίτον, καὶ τὸ τρίτον τέταρτον, καὶ οὕτως εἰς ἄπειρον. εἰ δὲ ἀσώματός. ἐστιν ἡ ἐπιφάνεια, ἐπεὶ τὸ ἀσώματον οὐδενὸς δύναται θιγεῖν οὐδὲ ὑπό τινος θιχθῆναι, τὰ πέρατα οὐχ
ἅψεται ἀλλήλων, τούτων δὲ μὴ ἁπτομένων οὐδὲ τὰ πεπε- 165 166 ρατωμένα ἅψεται.
τῶν γεωμετρικῶν θεωρημάτων·
λαμβανομένη· ποιότης δὲ κατ’ ἐπισύνθεσίν τινων λαμβανομένη οὐκ ἔστιν αἰσθητή· καὶ τὸ σῶμα ἄρα, ὡς σῶμα νοούμενον, οὐκ ἔστιν αἰσθητόν. καὶ μὴν οὐδὲ νοητόν.
νόησις. οὐδὲν δὲ ἔστιν ἐν τῇ φύσει τῶν πραγμάτων παρὰ τὸ σῶμα καὶ <τὸ> ἀσώματον, ὧν τὸ μὲν αὐτόθεν ἐστὶ νοητόν, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς δέδεικται ἡμῖν.
αἰσθητοῦ τινὸς ἀφ’ οὗ <ἡ> νόησις ἔσται τοῦ σώματος, νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἷναι τὸ σῶμα.
Adversus Mathematicos. Sextus Empiricus. ed. Hermann Mutschmann, ed. Jürgen Mau. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.