ζ′ εἰ καταληπτὰ τὰ σώματα.
ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν· μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα· τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ
σῶμα.
πλάτους καὶ βάθους καὶ ἀντιτυπίας.
σῶμα· εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀνύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα· τὰ γὰρ ὅλα συναναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν· τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα.
οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖσθαι. ἄλλα καθ’ ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώμασι
μασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ’ ἑαυτὸ ὑπεστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα πρότερον ὑπόστασιν καθ’ ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελθόντα
πεποιηκέναι τὰ σώματα),
σώματα, τοῖς πέρασιν αὐτῶν, οἷον ταῖς ἐπιφανείαις, ψαύει ἀλλήλων. αἱ οὖν ἐπιφάνειαι ὅλαι μὲν δι’ ὅλων ἀλλήλαις οὐχ ἑνωθήσονται κατὰ τὴν ἁφήν, ἐπεὶ σύγχυσις ἔσται ἡ ἁφὴ καὶ ὁ χωρισμὸς τῶν ἁπτομένων διασπασμός· ὅπερ οὐ 5 6 7 129
θεωρεῖται.
καθ’ ὑπόθεσιν παρατιθεμένων ἀλλήλαις κατὰ τὰ πέρατα αὐτῶν εἰς ἃ λήγουσι, κατὰ τὸ λεγόμενον αὐτῶν μῆκος εἶναι, τουτέστι κατὰ γραμμάς, αἱ γραμμαὶ αὗται, δι’ ὧν ἅπτεσθαι λέγονται ἀλλήλων αἱ ἐπιφάνειαι, οὐχ ἑνωθήσονται μὲν ἀλλήλαις (συγχυθεῖεν γὰρ ἄν)· εἰ δὲ
ἑκάστη αὐτῶν ἄλλοις μὲν μέρεσι τοῖς κατὰ πλάτος ἅπτεται τῆς παρατιθεμένης αὐτῇ γραμμῆς, ἄλλοις δὲ συνήνωται τῇ ἐπιφανείᾳ ἧς ἐστι πέρας, οὐκ ἔσται ἀπλατής, ὅθεν οὐδὲ γραμμή. εἰ δὲ μήτε γραμμὴ ἔστιν ἐν σώματι μήτε ἐπιφάνεια, οὐδὲ μῆκος ἢ πλάτος ἢ βάθος ἔσται ἐν σώματι.
εἰ δέ τις σώματα εἶναι λέγοι τὰ πέρατα, σύντομος ἔσται ἡ πρὸς αὐτὸν ἀπόκρισις. εἰ γὰρ τὸ μῆκος σῶμα ἐστίν, δεήσει τοῦτο εἰς τὰς τρεῖς αὐτοῦ μερίζεσθαι διαστάσεις, ὧν ἑκάστη σῶμα οὖσα πάλιν αὐτὴ διαιρεθήσεται εἰς διαστάσεις ἄλλας τρεῖς, ἇί ἔσονται σώματα, καὶ ἐκεῖναι εἰς
ἄλλας ὁμοίως, καὶ τοῦτο μέχρις ἀπείρου, ὡς ἀπειρομέγεθες γίνεσθαι τὸ σῶμα εἰς ἄπειρα μεριζόμενον· ὃπερ ἄτοπον· οὐδὲ σώματα ἄρα εἰσὶν αἱ προειρημέναι διαστάσεις. εἰ
δὲ μήτε σώματά εἰσι μήτε γραμμαὶ ἢ ἐπιφάνειαι, οὐδὲ εἷναι νομισθήσονται.
οὐχ οἷόν τέ ἐστι καταλαμβάνεσθαι τὴν ἀντιτυπίαν. ὅτι δὲ ἀκατάληπτός ἐστιν ἡ ἁφή, διὰ τούτων ἐπιλογιζόμεθα. τὰ ἁπτόμενα ἀλλήλων ἤτοι μέρεσιν ἀλλήλων ἅπτεται ἢ ὅλα ὅλων. ὅλα μὲν οὖν ὅλων οὐδαμῶς· ἑνωθήσεται γὰρ οὕτω καὶ οὐχ ἅψεται ἀλλήλων. ἀλλ’ οὐδὲ μέρεσι μερῶν· τὰ γὰρ
μέρη αὐτῶν ὡς μὲν πρὸς τὰ ὅλα μέρη ἐστίν, ὡς δὲ πρὸς τὰ μέρη ἑαυτῶν ὅλα. ταῦτα οὖν τὰ ὅλα, <ἅ> ἐστιν μέρη, ὅλα μὲν ὅλων οὐχ
μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο- μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τἀς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον,
καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον.
δὲ ταῖς αἰσθήσεσιν, καὶ τὰς μὲν αἰσθήσεις ἁπλοπαθεῖς εἶναι, τὴν δὲ διάνοιαν ἀπὸ τῆς τῶν αἰσθητῶν καταλήψεως ἐπὶ τὴν κατάληψιν τῶν νοητῶν ἰέναι. εἰ οὖν ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἤ νοητόν. καὶ αἰσθητὸν μὲν οὔκ ἐστιν· κατὰ γὰρ συναθροισμὸν μήκους καὶ βάθους
καὶ πλάτους καὶ ἀντιτυπίας καὶ χρώματος καὶ ἄλλων τινῶν καταλαμβάνεσθαι δοκεῖ, σὺν οἶς θεωρεῖται· αἱ δὲ αἰσθήσεις ἁπλοπαθεῖς εἶναι λέγονται παρ’ αὐτοῖς.
εἷναι λέγεται τὸ σῶμα, δεῖ τι πάντως ὑπάρχειν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητόν, ἀφ’ οὗ ἡ τῶν σωμάτων νοητῶν ὄντων ἔσται νόησις. οὐδὲν δὲ ἔστι παρὰ τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν νοητόν ἐστι,
τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς ὑπεμνήσαμεν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινος ἀφ’ οὗ ἡ νόησις ἔσται τοῦ σώματος, οὐδὲ νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον ὅσον ἐπὶ τῷ λόγῳ μηδὲν εἷναι τὸ σῶμα.
διὰ ταῦτα οὖν ἡμεῖς ἀντιτιθέντες τοὺς κατὰ τοῦ σώματος λόγους τῷ φαίνεσθαι δοκεῖν] ὑπάρχον τὸ σῶμα, συνάγομεν τὴν περὶ τοῦ σώματος ἐποχήν.
ἕξεων νοοῦνται στερήσεις, οἶον ὁράσεως τυφλότης καὶ ἀκοῆς κωφότης καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. διόπερ ἴνα στέρησιν καταλάβωμεν, δεῖ τὴν ἕξιν ἡμᾶς προκατειληφέναι, ἧς λέγεται στέρησις εἶναι ἡ στέρησις· ἀνεννόητος γάρ τις ὢν τῆς ὁράσεως οὐκ ἂν δύναιτο λέγειν, ὅτι ὅρασιν ὅδε οὐκ
ἔχει, ὅπερ ἐστὶ τὸ τυφλὸν εἶναι.
εἴτε δὲ αἰσθητόν ἐστιν, ἀκατάληπτόν ἐστι διὰ τὴν διαφορὰν τῶν ζῴων καὶ τῶν ἀνθρώπων καὶ τῶν αἰσθήσεων καὶ τῶν περιστάσεων καὶ παρὰ τἀς ἐπιμιξίας καὶ τὰ λοιπὰ τῶν προειρημένων ἡμῖν ἐν τοῖς περὶ τῶν δέκα τρόπων Ι36–163)· εἴτε νοητόν, μὴ διδομένης αὐτόθεν τῆς τῶν
αἰσθητῶν καταλήψεως, ἀφ’ ἧς ὁρμώμενοι τοῖς νοητοῖς έπιβάλλειν δοκοῦμεν, οὐδὲ ἡ τῶν νοητῶν αὐτόθεν κατάληψις δοθήσεται, διόπερ οὐδὲ ἡ τοῦ ἀσωμάτου.
ἐπειδὴ αἱ μὲν αἰσθήσεις κατὰ ἐπέρεισιν καὶ νύξιν ἀντιλαμβάνεσθαι δοκοῦσι τῶν αἰσθητῶν, οἷον ἡ ὅρασις, ἐάν τε κατὰ ἔντασιν γίνηται κώνου, ἐάν τε κατὰ εἰδώλων ἀποκρίσεις τε καὶ ἐπικρίσεις, ἐάν τε <κατ᾿> ἀκτίνων ἢ χρωμάτων
ἀποχύσεις, καὶ ἡ ἀκοὴ δέ, ἤν τε ὁ πεπληγμένος ἀήρ, ἤν τε τὰ μόρια τῆς φωνῆς φέρηται περὶ τὰ ὦτα καὶ πλήττῃ τὸ ἀκουστικὸν πνεῦμα ὥστε τὴν ἀντίληψιν τῆς φωνῆς ἀπεργάζεσθαι. ἀλλὰ καὶ αἱ ὀδμαὶ τῇ ῥινὶ καὶ οἱ χυμοὶ αὖ τῇ γλώττῃ προσπίπτουσιν, καὶ τὰ τὴν ἁφὴν κινοῦντα
ὁμοίως τῇ ἁφῇ.
τὸ ζητούμενον συναρπάζει. ζητούντων γὰρ ἡμῶν, εἰ δύναταί τι ἀσώματον καταλαμβάνεσθαι, αὐτ’ ὃς ἀσώματόν τι λαβὼν ἁπλῶς διὰ τούτου τὴν κατάληψιν τῶν ἀσωμάτων ποιεῖσθαι θέλει. καίτοι αὐτὸς ὁ λόγος, εἴπερ ἀσώματός ἐστι, τῆς τῶν ζητουμένων ἐστὶ μοίρας.
ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται
τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι᾿ ἀσωμάτου, εἰς τὸν διάλἒντασιν 16 132 ληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκαταλήπτου
τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό τις λέγειν δι’ αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον.
πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγομένην συνεχῆ ῥύσιν αὐτῶν, ὧς μηδὲ τὴν ‘τόδε’ δεῖξιν ἐπιδέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων’ (Theaet. p. 152 E) γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ
σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπικρίνεσθαι δυναμένην διὰ τἀς μικρῷ πρόσθεν εἰρημένας ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν τὰ ἀσώματα.
καταλαμβάνεται, οὐδ’ ἂν ὅλως καταλαμβάνοιτο.
καὶ περὶ ἀμφοτέρων ἠπόρηται. πλὴν ἀλλὰ τῶν τε δραστικῶν ἀρχῶν καὶ τῶν ὑλικῶν διὰ ταῦτα ἐφεκτῶν οὐσῶν ἄπορός ἐστιν ὁ περὶ ἀρχῶν λόγος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.