η′ περὶ κράσεως.
θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπέμνησα (§ 45–46), ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην· ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὐπ’ αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω.
πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματιτόδε 1 133 κοῖς στάσεις· ὅθεν εὐθέως ἅμα τῇ ἀνεπικρίτῳ διαφωνίᾳ καὶ τὸ ἀκατάληπτον τοῦ σκέμματος συνάγοιτ᾿ ἄν. ἡμεῖς δὲ νῦν τὴν πρὸς ἕκαστον αὐτῶν ἀντίρρησιν παραιτησάμενοι διὰ τὴν πρόθεσιν τῆς συγγραφῆς, τάδε λέξειν ἐπὶ
τοῦ παρόντος ἀποχρώντως ὑπολαμβάνομεν.
θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ᾿ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα;
κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει· ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὧς αἱ μὲν ποιότητες χωρισθεῖσαι τῶν οὐσιῶν [καὶ] ἰδίᾳ μίγνυνταί που
ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται.
ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως.
αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων 2 134 ωὐτῶν δι’ ἀλλήλων δίοδον, ἴν’ οὕτως ἡ κρᾶσις γένηται, τὰ δὲ παρεκτεινόμενα ἀλλήλοις καθ’ ἅπαν μέρος τὸν ἴσον ἐπέχει τόπον, διὸ καὶ ἴσα ἀλλήλοις ἐστίν, ἴση ἔσται ἡ κοτύλη
τοῦ κωνείου ταῖς δέκα κοτύλαις τοῦ ὕδατος, ὡς εἴκοσι κοτύλας ὀφείλειν εἶναι τὸ μῖγμα ἢ δύο μόνας, ὅσον ἐπὶ τῇδε τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως· καὶ κοτύλης πάλιν ὕδατος ταῖς εἴκοσι κοτύλαις ὅσον ἐπὶ τῷ λόγῳ τῆς
ὑποθέσεως ἐπεμβληθείσης τεσσαράκοντα κοτυλῶν ὀφείλει τὸ μέτρον εἶναι ἢ πάλιν δύο μόνων, ἐπειδὴ καὶ τὴν κοτύλην εἴκοσι κοτύλας ἐνδέχεται νοεῖν, ὅσαις παρεκτείνεται, καὶ τὰς εἲκοσι κοτύλας μίαν, ἡ συνεξισοῦνται.
δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι· ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέλοιπεν.
οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς κράσεως.
κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἷναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τούς δογματικούς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.