καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἐκάστοιχείων λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἂν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα
κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα, ἀρκεῖν ἡγούμεθα ὐπομνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα
δὲ τὰ ἀσώματα· διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.