κε′ εἰ ἐστι τέχνη περὶ βίον.
177ἀπολείπουσι πάντες οἱ δογματικοὶ τέχνην περὶ βίον, ἀλλ’ ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ τἀγαθοῦ λελεγμένοις ἡμῖν § 169 sqq.).
βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειροπολεἱται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ
ἕξουσι τὴν περὶ τὸν βίον τέχνην. ὅλως τε, ἐπεὶ μὴ δύναται κατ’ αὐτοὺς ὑποστῆναι τέχνη, οὐδὲ περὶ τὸν βίον ἔσται τέχνη τις ὅσον ἐφ’ οἶς λέγουσιν. οἷον γοῦν τέχνην εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων, κατάληψιν ἱν δὲ καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν.
ἀνεύρετος δέ ἐστιν ἡ καταληπ·τικὴ φαντασία· οὔτε γὰρ πᾶσα φαντασία καταληπτική ἐστιν, οὔτε ποία τίς ἐστιν ἀπὸ τῶν φαντασιῶν ἡ καταληπτικὴ φαντασία ἐπιγνωσθῆναι δύναται, ἐπεὶ μήτε πάσῃ φαντασίᾳ δυνάμεθα κρίνειν
ἁπλῶς, τίς μέν ἐστι καταληπτική, τίς δὲ οὐ τοιαύτη, χρῂζοντές τε καταληπτικῆς φαντασίας εἰς τὴν ἐπίγνωσιν τοῦ ποία τίς ἐστιν ἡ καταληπτικὴ φαντασία εἰς ἄπειρον ἐκβαλλόμεθα, εἰς ἐπίγνωσιν τῆς λαμβανομένης ὡς καταληπτικῆς
φαντασίας καταληπτικὴν φαντασίαν ἄλλην αἰτούμενοι.
διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἴνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἴνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προυφεστάναι, ἴνα δὲ ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία,
ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη.
τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδιδόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης δ’ διαθέσεως φαίνεσθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμενον ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως
ἔργον ἐστίν.
ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων· (σ 136 sq.)
βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ
παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'.
ἀσθενοῦσαν ἕτερόν τι μέρος τοῦ σώματος τρίψας ταῖς χερσὶν ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δὲ ἕτερα μέρη τρίψας εὔφραινεν, ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ἐποίησεν, αἰσχρόν;’ τούτοις δὲ ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ
πολιτείᾳ φησὶ ΙΙΙ 745 Arn.) ‘δοκεῖ δέ μοι καὶ ταῦτα οὕτω
διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνο- ποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας'.
a ἡμῖν ἐπεισάγει· φησὶ γοῦν (I254Arn.) ‘καὶ ἐὰν τῶν ζώντων
ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον , μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος γένηται'.
ὧς ἂν τοῦ σώματος, καθάπερ ὀνύχων ἢ
ὀδόντων ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, καὶ οὐδὲ ἐπιστροφῆς ἢ πολυωρίας προσδεομένων ἡμῶν
τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος, ἐπέβαλλε χρῆσθαι αὐτῷ καὶ τοῖς παραπλησίοις· ἀχρείων
δὲ ὄντων ἢ κατορύξαντες ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.’
εἰ δὲ τούτων μὲν ἀνενέργητοι παντάπασίν εἶσιν, ἃ δὲ πράττουσι, κοινὰ καὶ τῶν ἰδιωτῶν ἐστιν, οὐδὲν ἴδιον ἔργον ἐστὶ τῶν ἔχειν ὑποπτευομένων τὴν περὶ τὸν βίον τέχνην. εἰ οὖν αἱ μὲν τέχναι πάντως ὀφείλουσιν ἐκ τῶν ἰδίων ἔργων καταλαμβάνεσθαι, οὐδὲν δὲ ἴδιον ἔργον ὁρᾶται τῆς περὶ τὸν
βίον λεγομένης τέχνης, οὐ καταλαμβάνεται αὕτη. διόπερ οὐδὲ διαβεβαιοῦσθαι περὶ αὐτῆς δύναταί τις, ὅτι ἐστὶν ὑπαρκτή.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.