κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
1ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὧς γενέσθαι τέχνην , οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται
καθ’ ἑκάστην τύπωσιν.
ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι δύναται τὸ ἀγαθόν.
κινεῖ, οὐδέν ἐστι φύσει κακόν.
δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον.
προηγμένον φαίνεσθαι, ὁτὲ δὲ ἀποπροηγμένον. εἰ γοῦν, φασίν, οἱ μὲν πλούσιοι ἐπιβουλεύοιντο ὑπὸ τυράννου οἱ δὲ πένητες εἰρηνεύοιντο, πᾶς ἄν ἕλοιτο εἶναι πένης μᾶλλον ἢ πλούσιος, ὡς ἀποπροηγμένον γίνεσθαι τὸν πλοῦτον.
τῶν λεγομένων ἀδιαφόρων οἱ μὲν ἀγαθὸν εἶναί φασιν, οἱ δὲ κακόν, ἅπαντες δ’ ἂν ὁμοίως ἀδιάφορον αὐτὸ ἐνόμιζον εἶναι, εἴγε ἀδιάφορον ἦν φύσει, οὐδέν ἐστι φύσει ἀδιάφορον.
διὰ τὸ τοὺς λέοντας φυσικῶς τολμᾶν καὶ ἀνδρίζεσθαι δοκεῖν καὶ ταύρους, εἰ τύχοι, καὶ ἀνθρώπους τινὰς καὶ ἀλεκτρυόνας , λέγομεν, ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ δειλία τῶν φύσει αἱρετῶν ἐστιν, ἐπεὶ ἔλαφοι καὶ λαγῴ καὶ ἄλλα
πλείονα ζῷα φυσικῶς ἐπ’ αὐτὴν ὁρμᾷ. καὶ οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων δειλοὶ θεωροῦνται· σπανίως μὲν γάρ τις ὑπὲρ πατρίδος ἑαυτὸν ἐπέδωκεν εἰς θάνατον βλακευσάμενος ἢ ἄλλως θερμόν τι τυφωθεὶς ἔδοξέ τις διαπράττεσθαι, ὁ δὲ πλεῖστος ὅμιλος τῶν ἀνθρώπων πάντα τὰ τοιαῦτα ἐκ-
6 7 8 167 κλίνει.
τι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς (Epicurea p. 276, 23 Us.) φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις
ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή.
μὲν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως διέκειντο περὶ αὐτῶν, ὧς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν
φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, τῆς ἡδονῆς δὲ καταφρονοῦντας.
καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέγοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι.
οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμα- 10 11 168 λίαν.
φασι δι’ ἔμφασιν τοῦ Κρητῶν ἔθους, καὶ τὴν Ἀχιλλέως πρὸς Πάτροκλον διάπυρον φιλίαν εἰς τοῦτο ἀνάγουσί τινες.
τοῦτο εἶναί φασιν; καὶ τὸ δημοσίᾳ γυναικὶ μίγνυσθαι, καίτοι παρ’ ἡμῖν αἰσχρὸν εἶναι δοκοῦν, παρά τισι τῶν Ἰνδῶν οὐκ αἰσχρὸν εἶναι νομίζεται· μίγνυνται γοῦν ἀδιαφόρως δημοσίᾳ, καθάπερ καὶ περὶ τοῦ φιλοσόφου Κράτητος ἀκηκόαμεν.
μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται.
καὶ τοὺς Στωικοὺς (Stoic. fr. III, 755 Arn.) δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν.
Αἰγυπτίων καὶ Σαρμάτων στίζουσι τὰ γεννώμενα.
εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν , ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις,
12 169 δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων’ ἀπεπέμψατο, εἰπὼν (Eurip. Bacch. 836)
ὁ ποιητής φησιν Σ 356),
τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον
ἂν εἶποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ (fr. Stoic. III, 745 Arn.) δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. 13 Πλάτων’ (Resp. IV 423 E sqq.) δὲ καὶ καθολικώτερον
κοινὰς εἶναι τὰς γυναῖκας δείν’ ἀπεφήνατο.
ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν φαγεῖν, καὶ 15 170 οἱ ἀπὸ τῆς Στοᾶς (Stoic. fr. I, 254 III, 748 Arn.) οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀν’ θρώπων καὶ ἑαυτοῦ;
πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ.
τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι.
αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν , εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοία ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν , ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,
ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ
νόμοι. οἴ τε ωμαίων νομοθέται τούς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τούς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τούς ἀργυρωνήτους·
παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται.
ἀναιροῦντες , τιμῶν καὶ στεφάνων ἀξιοῦνται.
ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὧς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἷναι δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλοφρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς
καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.
ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ· διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ
ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν'. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυ- γεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν (fr. 58 B.)
θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι.
πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Δ ιαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, 18 ὡς Ἀριστοτέλης (cf.fr. 26 Rose) μὲν ἀσώματον
εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ (Stoic. fr. I 159 et II 103 Arn.) δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος (p. 355, 7 Us.) δὲ ἀνθρωπόμορφον, Ξενοθάνης (cf. A33 Diels) δὲ σφαῖραν ἀπαθῆ.
Ἐπίκουρός (p. 71,3 Us.) φησί μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ
κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς.
καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται.
19 173 ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέμιδι
θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ.
κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρησκείᾳ περὶ τοὺς θεούς.
θέμις ἐσθίειν 5 ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ κρόμμυον τι.
οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν <οἷς> μὲν ἱεροῖς μίνθης, ἐν οἶς
ἡδυόσμου, ἐν οἶς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τἀς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ παρ’ ἑτέροις ταῦτα ἀδιάφορα.
ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὧς ἔφην, ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμι- 20 174 ’σται.
ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.
ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν.
ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε- φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἷθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι.
κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὣν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως κατ’ καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ
τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν.
ὁ δὲ θάνατος διάλυσίς ἐστι ψυχῆς καὶ σώμα- τος, ὅτε μὲν ἡμεῖς ἐσμέν, οὐκ ἔστιν ὁ θάνατος οὐ γάρ διαλυόμεθα), ὅτε δὲ ὁ θάνατος ἔστιν, οὐκ ἐσμὲν ἡμεῖς· τῷ γὰρ μηκέτι τὴν σύστασιν εἶναι τῆς 22 175
ψυχῆς καὶ τοῦ σώματος οὐδὲ ἡμεῖς ἐσμεν.
δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμβάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 449 Nauck)
καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ (I 31).
εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν.
οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι.
τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν.
ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφάς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἶς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαγὰρ 24 176 βεβαιοῦσθαι προσήκει μὴ εἷναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν.
θὴς μένει, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπαθεῖ·
ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν.
εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται,
ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει·
τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταραχὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὧς πρὸς τὴν φύσιν εἶναι.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.