κ′ περὶ ἀριθμοῦ.
οὐκ ἂν εἴη ἄτοπον καὶ περὶ ἀριθμοῦ βραχέα διεξελθεῖν. ὅσον μὲν γὰρ ἐπὶ τῇ συνηθείᾳ καὶ ἀδοξάστως ἀριθμεῖν τι φαμὲν καὶ ἀριθμὸν εἶναί τι ἀκούομεν· ἡ δὲ τῶν δογματικῶν περιεργία καὶ τὸν κατὰ τούτου κεκίνηκε λόγον.
ματα, ὧς σχήματα καὶ ἰδέαι καὶ ἀριθμοί. ὧν τὰ μὲν σώματά ἐστι σύνθετα, συνεστῶτα ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας ἢ καὶ βάρους (cf. Epic. 276 Us.). οὐ μόνον ἄρα ἄδηλα, ἀλλὰ καὶ ἀσώματά ἐστι τὰ στοιχεῖα.
γὰρ ἔν ἐστιν ἢ δύο ἢ πλείω. δι’ ὧν συνάγεται, ὅτι τὰ στοιχεῖα τῶν ὄντων εἰσὶν οἱ ἄδηλοι καὶ ἀσώματοι καὶ πᾶσιν ἐπιθεωρούμενοι ἀριθμοί. καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἤ τε μονὰς καὶ ἡ κατὰ ἐπισύνθεσιν τῆς μονάδος γινομένη ἀόριστος δυάς, ἧς κατὰ μετουσίαν αἱ κατὰ μέρος γίγνονται
δυάδες δυάδες.
σημεῖον τὸν τῆς μονάδος ἐπέχειν λόγον, τὴν δὲ γραμμὴν τὸν τῆς δυάδος δύο γὰρ σημείων μεταξὺ θεωρεῖσθαι ταύτην), τὴν δὲ ἐπιφάνειαν τὸν τῆς τριάδος ῥύσιν γὰρ εἶναί φασι τῆς γραμμῆς εἰς πλάτος ἐπ’ ἄλλο σημεῖον ἐκ πλαγίου
κείμενον), τὸ δὲ σῶμα τὸν τῆς τετράδος· ἐπανάστασιν γὰρ γίγνεσθαι τῆς ἐπιφανείας ἐπί τι σημεῖον ὑπερκείμενον.
πρὸς τὰ ἕξ τὰ ὀκτώ, καὶ τὸν διὰ πέντε, ὅς ἐστιν ἡμιόλιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ ἐννέα, καὶ τὸν διὰ πασῶν, ὅς ἐστι διπλάσιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ δώδεκα.
ζῷον, οὐκ ἔσται ἕν· ἔστι δὲ καὶ <τὸ> φυτὸν ἔν· οὐκ ἄρα ζῷον, <ὡς ζῷον>, ἔν ἐστιν, ἀλλὰ κατά τι ἕτερον ἐπιθεωρούμενον ἔξωθεν αὐτῷ, οὗ μετέχει ἕκαστον καὶ γίνεται δι’ αὐτὸ ἔν. καὶ εἰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἐπειδὴ ἄωθρωποί εἰσιν οἱ ἀριθμητοὶ καὶ βόες, εἰ τύχοι, καὶ ἵπποι,
ἄνθρωποι καὶ βόες καὶ ἵπποι ἔσται ὁ ἀριθμός, καὶ λευκὸς ἀριθμὸς καὶ μέλας καὶ γενειήτης, εἰ τύχοιεν τοιοῦτοι ὄντες οἱ μετρούμενοι.
ἔστι στοιχεῖον.
οὔτε δὲ αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ὧς ἀπέδειξαν οἱ Πυθαγορικοί, οὔτε ἕτερόν τι παρὰ ταῦτα, ὡς ὑπομνήσομεν· οὐδὲν ἄρα ἐστὶν ὁ ἀριθμός.
οὐδὲν ἔξωθέν ἐστι παρὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός, παραστήσομεν ἐπὶ τῆς μονάδος τὸν λόγον στήσαντες εὐσήμου διδασκαλίας ἕνεκεν. εἰ γὰρ ἔστι τι καθ’ ἑαυτὴν ἡ μονάς, ἧς μετέχον ἕκαστον τῶν μετεχόντων αὐτῆς γίνεται ἔν, ἤτοι
μία ἔσται αὐτὴ ἡ μονὰς ἢ τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν. ἀλλ’ εἰ μὲν μία ἐστίν , πότερον ὅλης αὐτῆς μετέχει ἕκαστον τῶν μετέχειν αὐτῆς λεγομένων ἢ μέρους αὐτῆς; εἰ μὲν γὰρ πᾶσαν ἔχει τὴν μονάδα, εἰ τύχοι, ὁ εἰς ἄνθρωπος , οὐκέτι ἔσται μονὰς ἧς μεθέξει ὁ εἶς ἵππος
8 9 10 158 ἢ ὁ εἷς κύων ἤ τῶν ἄλλων ἕκαστον ὃ λέγομεν εἶναι ἕν, ὧσπερ καὶ πολλῶν ὑποτεθέντων γυμνῶν ἀνθρώπων,
μετέχει ἕκαστον, πρῶτον μὲν ἕξει μέρος τι ἡ μονάς, καὶ ἄπειρά γε ἔξει μέρη, εἰς ἃ διαιρεῖται· ὅπερ ὅπερ εἶτα ὡς τὸ μέρος τῆς δεκάδος, οἷον ἡ δυάς, οὔκ ἐστι δεκάς, οὕτως οὐδὲ τὸ μέρος τῆς μονάδος ἔσται μονάς, διὰ δὲ τοῦτο οὐδὲ μεθέξει τι τῆς μονάδος. ὥστε οὔκ ἐστι μία ἡ
μονὰς ἧς μετέχειν λέγεται τὰ κατὰ μέρος.
αὐταῖς καὶ διὰ τοῦτό εἰσι μονάδες) ἢ οὐ μετέχουσιν, ἀλλὰ χωρίς τινος μετοχῆς μονάδες εἰσίν.
μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι·
καθ’ ἑαυτὰς μονάδες, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἐστὶν ἕν, δεῖ κατειληφέναι ἀπειράκις ἀπείρους νοητὰς μονάδας, ἀδύνατον δὲ καταλαβεῖν ἀπειράκις ἀπείρους μονάδας νοητάς, ἀδύνατον ἄρα ἐστὶν ἀποφήνασθαι, ὅτι εἰσί τινες νοηταὶ μονάδες καὶ ἕκαστον τῶν ὄντων ἐστὶν ‘ὲν
κατὰ μετοχὴν ἰδίας μονάδος γινόμενον ἔν.
ἐπὶ πάντων τῶν ἀριθμῶν τῷ λόγῳ παραδειγματικῶς νῦν ἐπὶ τῆς μονάδος ἠρωτημένῳ. ἀλλ’ εἰ μήτε καθ’ ἑαυτόν ἐστιν ὁ ἀριθμός, ὧς ὑπεμνήσαμεν, μήτε αὐτὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός ἐστιν, ὧς οἱ ἀπὸ Πυθαγόρου παρέστησαν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲ εἷναι
ἀριθμόν.
ἀπ’ αὐτῶν, ἢ οὔτε προστίθεταί τι οὔτε ἀφαιρεῖται. ἀλλ’ εἰ μὲν οὔτε προστίθεταί <τι> οὔτε ἀφαιρεῖται, οὐκ δυάς. οὔτε γὰρ χωρὶς ἀλλήλων οὖσαι αἱ μονάδες εἶχον τὴν δυάδα ἐπιθεωρουμένην αὐταῖς κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὔτε νῦν τι αὐταῖς ἔξωθεν προσγέγονεν,
ἀφῄρηται κατὰ τὴν ὑπόθεσιν. ὥστε οὐκ ἔσται δυὰς ἡ σύνθεσις τῆς μονάδος πρὸς τὴν μονάδα, μήτε ἀφαιρέσεως μήτε προσθέσεως ἔξωθέν τινος γινομένης. εἰ δὲ ἀφαίρεσις γίνεται, οὐ μόνον οὐκ ἔσται δυάς, ἀλλὰ καὶ μειωθήσονται
αἱ μονάδες. εἰ δὲ προστίθεται αὐταῖς ἔξωθεν ἡ δυάς, ἴνα ἐκ τῶν μονάδων γένηται δυάς, τὰ δύο δοκοῦντα εἶναι τέσσαρα ἔσται· ὑπόκειται γὰρ μονὰς καὶ ἑτέρα μονάς, αἷς προστιθεμένης ἔξωθεν δυάδος ὁ τέσσαρα ἀριθμὸς
ἀποτελοῖτο ἄν.
ἐστιν ἡ γένεσις τοῦ κατ’ ἰδίαν καὶ παρὰ τὰ ἀριθμητὰ 12 13 160 εἶναι λεγομένου ἀριθμοῦ. ὅτι δὲ οὐδὲ ἀγένητοι τυγχάνουσιν ὄντες οἱ κατὰ σύνθεσιν ἀριθμοί, δηλοῦσιν αὐτοὶ συντίθεσθαί τε αὐτοὺς καὶ γίγνεσθαι φάσκοντες ἐκ τῶν ἐπαναβεβηκότων,
, οἷον τῆς τε μονάδος καὶ δυάδος τῆς ἀορίστου.
τοσαῦτα μὲν καὶ περὶ τοῦ φυσικοῦ καλουμένου τῆς φιλοσοφίας μέρους ἀρκούντως ὧς ἐν ὑποτυπώσει λελέχθω.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.