ἔσται ὁ ἐνεστώς, καὶ εἰ ἐν τῷ παρῳχηκότι, παρῳχηκώς. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων χρόνων. ὥστε οὐδὲ ἕτερος χρόνος ἐν ἑτέρῳ γίνεται χρόνῳ. εἰ δὲ μήτε αὐτὸς ἐν ἑαυτῷ γίνεται μήτε ἕτερος ἐν ἑτέρῳ, οὐδὲ γενητός
ἐστιν ὁ χρόνος. ἐδείκνυτο δέ, ὅτι οὐδὲ ἀγένητός ἐστιν. μήτε οὖν γενητὸς ὢν μήτε ἀγένητος οὐδ’ ὅλως ἔστιν· ἕκαστον γὰρ τῶν ὄντων ἤτοι γενητὸν ἤ ἀγένητον εἶναι προσήκει.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.