ιθ′ περὶ χρόνου.
μένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἤ ὥς τινες Πλάτων’, 1 ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου,
Στράτων δέ, ἤ ὥς τινες Ἀριστοτέλης,
καὶ μοναῖς.
δ’ ἑ ψευδεῖς· οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δ’ δύνανται μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθήσονται ὑπὸ τῶν δογματικῶν.
ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτε- ρον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ <τὸ> κριτήριόν τε καὶ τὴν ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι.
λήξει· διὰ δὲ τοῦτο ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν χρόνος πρὸ τοῦ ἄρξασθαι αὐτόν), καὶ ἔσται ποτὲ χρόνος ὅτε οὐκ ἔσται χρόνος μετὰ τὸ λῆξαι αὐτόν)· ὅπερ ἄτοπον. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.
μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι
καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρωχηκότα καὶ τὸν μέλλοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως
χρόνος.
μέρους, καθ’ ἕκαστον μέρος τοῦ μετρουμένου γινομένου τοῦ μετροῦντος, ὡς ὅταν δακτύλῳ πῆχυν μετρῶμεν. ὁ δὲ χρόνος οὐ δύναται καταμετρεῖσθαι ὑπό τινος ἑαυτοῦ μέσους. εἰ γὰρ ὁ ἐνεστὼς λόγου χάριν καταμετρεῖ τὸν παρῳχημένον, ἔσται κατὰ τὸν παρωχηκότα καὶ διὰ τοῦτο
παρῳχηκώς, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως μέλλων. καὶ ὁ μέλλων εἰ καταμετροίη τοὺς ἄλλους , ἐνεστὼς ἔσται καὶ παρῳχηκώς, καὶ ὁ παρῳχηκὼς παραπλησίως μέλλων ἔσται καὶ ἐνεστώς· ὅπερ ἀπεμφαίνει. οὐκοῦν οὐδὲ μεριστός 6 7 8 154
ἐστιν. εἰ δὲ μήτε ἀμέριστος μήτε μεριστός, οὐδὲ ἔστιν.
ἀλλ’ οὐδὲ ὁ ἐνεστώς· εἰ γὰρ ἔστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός. ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· ἐν γὰρ τῷ ἐνεστῶτι χρόνῳ λέγεται τὰ μεταβάλλοντα μεταβάλλειν, οὐδὲν δὲ ἐν ἀμερεῖ χρόνῳ μεταβάλλει, οἷον ὁ σίδηρος εἰς μαλακότητα ἢ τῶν ἄλλων ἕκαστον. ὥστε
οὔκ ἐστιν ἀμέριστος ὁ ἐνεστὼς χρόνος.
καὶ μέλλοντα· ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ· μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν.
ἔσται μὲν οὖν] ὡς ἐνεστώς, οὐκ ἔσται δὲ ἐπεὶ μὴ ἔστιν αὐτοῦ τὰ μέρη. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστός ἐστιν ὁ ἐνεστὼς μήτε μεριστός, οὐδὲ ἔστιν. μὴ ὄντος δὲ τοῦ ἐνεστῶτος μηδὲ τοῦ παρῳχημένου μηδὲ τοῦ μέλλοντος, οὐδέ ἐστί τι χρόνος· τὸ γὰρ ἐξ ἀνυπάρκτων
συνεστὼς ἀνύπαρκτόν ἐστιν.
τὸ δὲ μέλλειν καὶ μηδέπω εἶναι.
ἔστιν. ἄτοπον δὲ τὸ λέγειν τι ἐξ οὐκ ὄντος γίνεσθαι ἤ εἰς τὸ μὴ ὂν φθείρεσθαι. οὐκ ἄρα γενητὸς καὶ φθαρ- τός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητος καὶ ἄφθαρτός ἐστι μήτε γενητὸς καὶ φθαρτός, οὐδὲ ὅλως ἔστιν.
δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ’ εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ἐπεὶ γὰρ τὸ ἐν ᾡ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προυπάρχειν , ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ
μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη ἔστιν. ὥστε οὐδὲ γίνεται ἐν ἑαυτῷ.
ἔσται ὁ ἐνεστώς, καὶ εἰ ἐν τῷ παρῳχηκότι, παρῳχηκώς. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων χρόνων. ὥστε οὐδὲ ἕτερος χρόνος ἐν ἑτέρῳ γίνεται χρόνῳ. εἰ δὲ μήτε αὐτὸς ἐν ἑαυτῷ γίνεται μήτε ἕτερος ἐν ἑτέρῳ, οὐδὲ γενητός
ἐστιν ὁ χρόνος. ἐδείκνυτο δέ, ὅτι οὐδὲ ἀγένητός ἐστιν. μήτε οὖν γενητὸς ὢν μήτε ἀγένητος οὐδ’ ὅλως ἔστιν· ἕκαστον γὰρ τῶν ὄντων ἤτοι γενητὸν ἤ ἀγένητον εἶναι προσήκει.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.