ιη′ περὶ τόπου.
πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν, οἱ δὲ ἀνεῖλον, οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ.
τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς δ’ διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, ’μαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ 2 3
τῶν φύσει βαρέων,
σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου 4 οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις.
παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὧς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι’ ἑαυτοῦ κατ’ κατασκευάξειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν
15 δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ.
ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωτκῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον.
εἶναι τὸ οἶόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον 5 δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ 6 7 8 149 διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμε- νον τῷ κατ’ ἔχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον,
ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου
λοῦ σώματος, ὡς ἐν μεγέθει τὴν δ’ διαφορὰν εἶναι τοῦ τε τόπου καὶ τῆς χώρας.
πῶς καὶ λέγουσιν αὐτὸν εἶναι διάστημα; πότερον τὸ μῆκος τοῦ σώματος ἢ τὸ πλάτος ἢ τὸ βάθος μόνον ἢ τὰς τρεῖς διαστάσεις; εἰ μὲν γὰρ μίαν διάστασιν, οὐκ ἐξισάζεται ὁ τόπος τῷ οὗ τόπος ἐστίν, πρὸς τῷ καὶ μέρος
τοῦ περιεχομένου τὸ περιέχον εἶναι, ὃ παντάπασιν ἀπεμφαίνει.
πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέ- γεται ταῖς διαστάσεσι ταῖς προειρημέναις) , αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἀντ’ ὀπὸν. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος.
δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ‘ὲν μῆκος καὶ ‘ὲν πλάτος καὶ ὲν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἔξει τὸ
σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον.
συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσαμόνον 9 50 δθσι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν (§ 45 sq.)· μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον
σῶμα, αἴπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κε νῷ, κενὸν ἔσται τὸ σῶμα· ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ δια- στάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ’ οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκεται
τᾶι τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος.
ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἷναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι
τόπον.
συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμροτέροις συναναιρεῖται.
τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρ- 10 11 12 151 χοντι, δεῖ προυπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περιέχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ
διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί τι καὶ μὴ εἶναι· οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει.
ἐστιν· περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ’ οὐδὲ γεννητός· εἰ γάρ ἐστι γεννητός, ἤτοι ὅτε ἐν τόπω ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ.
μήτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, γίνεται ὁ τόπος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἐπινοεῖν, οὐδὲ γεννητός ἐστιν ὁ τόπος. εἰ δὲ μήτε γεννητός ἐστι μήτε ἀγέννητος, οὐδὲ ἔστιν.
ἀπορεῖται, ὡς ὑπεμνήσαμεν· καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπο- ρος. ὁ τόπος πρὸς ἰῷ σώματι νοεῖται, οὗ ἐστι τόπος· ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος· καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται
γενέσεως μὴ ὑπαρχούσης.
τῶν δογματικῶν, ἀλλ’ ἐπέχομεν περὶ τοῦ τόπου.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.