ιε′ περὶ φυσικῆς μεταβολῆς.
γὰρ ἡ τοῦ αἰτίου ὑπόστασίς· ᾧ τὸ πάσχον συμπεριτρέπεται μὴ ἔχον ὑπὸ ὅτου πάθῃ. οὐδὲ μεταβάλλει τι ἄρα.
ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες.
ἐν τῷ παρῳχηκότι Χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, λοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι
καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι.
ἐρτιν <ἐν> ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι
χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι <μήτε ἐν ἐνεστῶτι, οὐδὲ> μεταβάλλειν τι ῥητέον.
ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.