ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγόμενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι μέρη, οὐδὲ ἔστι μέρη· τὰ γὰρ πρός τι ἀλλήλοις συναναιρεῖται.
Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.