ια′ περὶ αὐξήσεως καὶ μειώσεως.
τε καὶ περὶ μειώσεως ἐπέχομεν· ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἢ θέασαι γοῦν· τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἲγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοίωυν
ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ’ ἀεὶ ῥεῖ τε καὶ ἑτέρα ἀνθ’ ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν προστεθεῖσαν ἀλλ’ ὅλην ἑτέραν.
ηὐξηκέναι τὸ τρίπηχυ λέγοι, ψεύσεται διὰ τὸ ὅλον ἕτερον εἶναι τοῦτο ἐκείνου, οὕτω καὶ ἐπὶ παντὸς τοῦ αὔξεσθαι λεγομένου, τῆς προτέρας ὕλης ἀπορρεούσης καὶ ἑτέρας ἐπεισιούσης, εἰ προστίθεται τὸ προστίθεσθαι λεγόμενον,
οὐκ ἂν αὔξησίν τις εἴποι τὸ τοιοῦτον εἶναι, ἀλλ’ ἐξ ὅλου ἑτεροίωσιν.
ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.