ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ’ ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον ητοι
καθ’ ὁλότητα ἢ κατὰ μέρος, <καθ’> ὅλον μὲν ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὧς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας· ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τούς τόπους 2 ἀμείβει.
στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ
λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἷναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.
ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων.
ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ᾿ ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λιμένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς 7 οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως
ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις ἐρωτηθεὶς <τὸν> κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπεκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις.
ἐναντίας αὐτοῖς στάσεως ὄντας·
εἰ μὲν ὑφ’ ἑτέρου, <. . . . . . . . . >. τὸ γὰρ λεγόμενον ὑφ’ ἑτέρου κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι· εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ᾿ ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενήσεται,
ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν εἰρημένην ἐπιβολήν.
κινούμενον ὑφ᾿ ἑτέρου κινεῖται. ἀλλ᾿ οὐδὲ ὑφ᾿ ἑαυτοῦ. ἐπεὶ <γὰρ> πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον 8 9 10 137 ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν.
δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ᾿ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ᾿ ἑαυτοῦ τι κινεῖται μήτε ὑφ᾿ ἑτέρου, οὐδὲ κινεῖταί τι.
αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκριτος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι νυν οὐχ εὑρηκότων.
μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν· οὔτε ἐν ᾧ μὴ ἔστιν· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶσαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου, πολλῶν δὲ ἀντιρρήσεων τετύχηκεν, ὧν τὰς πληκτικωτέρας πληκτικωτέρας 11 διὰ τὸν τρόπον τῆς συγγραφῆς ἐκθησόμεθα μετὰ
τῆς φαινομένης ἡμῖν ἐπικρίσεως.
τῷ αὐτῶ μενούσας τόπω κινεῖσθαι. πρὸς οὓς μεταφέρειν χρὴ τὸν λόγον ἐφ’ ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖται, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι.
ποιήσομεν καὶ πρὸς τούς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γάρ αὐτῶν, πότε φέρεται τὸ κινού- 12 13 14 15 138 μένον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε
ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἒστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἐστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ.
ἐν αὐτῷ δύναται· οὐ γὰρ δήπου φέρεσθαι εἴς τινα τόπον συγχωρήσει τις ἐκεῖνο ἁπλῶς ὃ μὴ δίδωσι κινεῖσθαι.
τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖσθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὧς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ
τόπῳ, ἐν ᾧ δὲ οὐκ ἒστιν, ὧς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι
πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται.
μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι,
αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τά σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται 16 17 18 τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον.
πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετέρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη· ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ’ οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα.
κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ
λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν· ὅπερ ἄτοπον.
τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως,
πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ 19 20 21 140 ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένοηυς
τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται.
στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκείνην ἐμπεσοῦνται· ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινη- θῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἀπάσης. ὥστε οὐδὲ <κατὰ>
ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα.
λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέπειν, πειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.