ιβ′ περὶ ἀφαιρέσεως καὶ προσθέσεως.
γίνεται, ὡς παραστήσομεν· ἀδύνατος ἄρα ἐστὶν ἡ ἀφαίρεσις. ὅτι δὲ κατ’ οὐδένα τῶν προειρημένων τρόπων ἡ ἀφαίρεσις γίνεται 5 δῆλον ἐντεῦθεν. τὸ ἀφαιρούμενον ἀπό τινος ἐμπεριέχεσθαι χρὴ πρὸ τῆς ἀφαιρέσεως τοι ἀφ’ οὗ ἀφαιρεῖται.
οἶον τά ‘ἐν τοῖς ἕξ· μεῖζον γὰρ εἶναι δεῖ τὸ περιέχον τοῦ περιεχομένου καὶ τὸ ἀφ’ οὗ ἀφαιρεῖταί τι τοῦ ἀφαιρουμένου, ἴνα μετὰ τὴν ἀφαίρεσιν ὑπολείπηταί τι· τούτῳ γὰρ διαφέρειν δοκεῖ τῆς παντελοῦς ἄρσεως ἡ ἀφαίρεσις· οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ, οἷον τὰ ἓξ
<ἐν> τοῖς πέντε· ἀπεμφαίνει γάρ.
ἐν τοῖς τρισὶ τὰ δύο καὶ ἐν τούτοις τὸ ἔν. ἔξει οὖν τὰ ἓξ πέντε τέσσαρα τρία δύο ἔν, ὧν συντεθέντων γίνεται ὁ πεντεκαίδεκα ἀριθμός, ὃς ἐν τῷ ἓξ περιέχεσθαι συνάγεται διδομένου τοῦ τὸ ἔλασσον ἐν τῷ μείζονι περιέχεσθαι.
Ὁμοίως δὲ καὶ ἐν τῷ πεντεκαίδεκα τῷ ἐν τῷ ἐξ ἐμπεριεχομένῳ ὁ τριακοωτακαιπέντε ἀριθμὸς περιέχεται καὶ κατὰ ὑπόβασιν ἄπειροι. ἄτοπον δὲ τὸ λέγειν ἀπείρους ἀριθμοὺς ἐμπεριέχεσθαι τῷ ἓξ ἀριθμῷ· ἄτοπον ἄρα καὶ τὸ λέγειν,
ὅτι ἐν τῷ μείζονι περιέχεται τὸ ἔλασσον.
ὅπερ ἐστὶν ἄτοπον. οἷον γοῦν, ἳνα ἐπὶ ἀριθμῶν στήσωμεν τὸν λόγον τοῦ σαφοῦς ἕνεκα, ἔστω δεκάς, καὶ ἀπὸ ταύτης ἀφαιρεῖσθαι λεγέσθω μονάς. αὕτη οὖν ἡ μονὰς οὔτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι δύναται οὔτε ἀπὸ τοῦ λειπομένου μέρους τῆς δεκάδος, τουτέστι
τῆς ἐννεάδος, ὧς παραστήσω· οὐκοῦν οὐδὲ ἀφαιρεῖται.
ὅλης ἀφαιρῆται τῆς δεκάδος. μάλιστα μὲν οὖν ἀπὸ μονάδος οὐδὲν δύναται ἀφαιρεῖσθαι· ἀδιαίρετοι γάρ εἰσιν αἱ μονάδες, καὶ διὰ τοῦτο οὐκ ἀφαιρεθήσεται ἡ μονὰς ἀπὸ τῆς δεκάδος οὕτως.
δέκα ἕτερα μέρη ἀπολέλειπται, ἀφ’ ὧν ἀφῄρηται τὰ τῆς μονάδος λεγομένης δέκα μέρη, ἔσται τὰ δέκα εἴκοσι. ἂτοπον δὲ λέγειν τὸ ‘ὲν δέκα εἶναι καὶ τὰ δέκα εἴκοσι καὶ τὸ ἀδιαίρετον κατὰ αὐτούς διαιρεῖσθαι. ἄτοπον ἄρα τὸ λέγειν
ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι τὴν μονάδα.
τὴν μονάδα, ὅπερ ἄτοπον.
μέρους μήτε μέρος ἀπὸ μέρους, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος.
παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὧς γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν· ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγόμενον μήτε τῷ προυποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τούτων,
παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.