πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγομένην συνεχῆ ῥύσιν αὐτῶν, ὧς μηδὲ τὴν ‘τόδε’ δεῖξιν ἐπιδέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων’ (Theaet. p. 152 E) γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ
σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπικρίνεσθαι δυναμένην διὰ τἀς μικρῷ πρόσθεν εἰρημένας ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν τὰ ἀσώματα.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.