ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται
τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι᾿ ἀσωμάτου, εἰς τὸν διάλἒντασιν 1 132 ληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκαταλήπτου
τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό τις λέγειν δι’ αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.