τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως,
πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ 1 2 3 140 ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένοηυς
τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.