κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ
λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν· ὅπερ ἄτοπον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.