τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἒστι’, καὶ τὸ διεζευγμένον, τὸ ‘ἢτοι ἡμέρα ἔστιν ἢ νὺξ ἒστιν’, ὑγιῆ νομίζοιτο ἂν εἶναι.
ἀλλὰ τὸ <μὴ> συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νύξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’· ‘ἤτοι ἡμέρα ἐστιν ἢ νύξ
ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’, ἢ ‘οὐχὶ δὲ νύξ ἔστιν· ἡμέρα ἄρα ἒστιν’.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.