ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι συνημμένον, ὡς εἲγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ
ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἴνα δι’ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.